Ἔτι τε καὶ αὐτὸς ὁ υἱὸς ἡμῶν ὁ πνευματικός, πρὸς ὃν δηλαδὴ ταῦτα ἐγράφομεν, τὰ δεινὰ μὴ ὑποφέρων βλέπειν τε καὶ ἀκούειν καὶ ἐκ μέρους αὐτῶν πάσχειν, μετὰ πολλῆς περινοίας καὶ μηχανῆς ἐξέφυγε χεῖρας μιαιφόνους σὺν παντὶ τῷ λαῷ αὐτοῦ θείᾳ ῥοπῇ, καὶ προσφοιτήσας Ἀγγέλῳ τῷ βασιλεῖ Κωνσταντινουπόλεως, προσεδέχθη ἐντίμως καὶ τὸ τοῦ σεβαστοῦ γέρας εἴληφεν ἐξ αὐτοῦ. Ἐγὼ δὲ τὴν ὑπόσχεσιν ἐκπληρῶν, ἰδοὺ σὺν θεῷ γράφω καὶ τὰ ἐπίλοιπα, ὡς ὑπεσχόμην, τοῖς ἐντυγχάνουσι παραδηλῶν τὴν ἐνεστῶσαν δυσχέρειαν τῶν πραγμάτων, ἥτις ἄρα δυσχέρεια ποῦ δὴ καταλήξει οἶδεν οὐδεὶς ἐν ἀνθρώποις, εἰ μὴ μόνος ὁ ἐπιτιμῶν τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις, καὶ γαληνιῶσιν. Ξένα τινὰ καὶ δυσήκουστα τὰ τῇ χώρᾳ ταύτῃ συμβεβηκότα δεινά, καὶ τοιαῦτα, ὡς πάντας τοὺς αὐτῆς πλουσίους ἐπιλαθέσθαι πλούτου αὐτῶν, λαμπρῶν οἰκημάτων, συγγενῶν, οἰκετῶν, ἀνδραπόδων, πλήθους ποιμνίων, βουκολίων, λακινιῶν, βοσκημάτων παντοίων, χωρῶν σιτοφόρων καὶ παμφόρων ἀμπέλων καὶ παραδείσων ποικίλων, καὶ μετὰ πολλῆς σπουδῆς ἀποπλεῦσαι λάθρα πρὸς χώρας ἀλλοδαπὰς καὶ πρὸς τὴν βασιλίδα τῶν πόλεων. Ὅσοι δὲ διαφυγεῖν οὐκ ἴσχυσαν, τίς ἱκανὸς ἐκτραγῳδῆσαι τὰς θλίψεις αὐτῶν, τοὺς ἐτασμούς, τοὺς δημοσίους φυλακισμούς, τὴν ὁλκὴν τῶν ἀπαιτουμένων χρημάτων, μέχρι χιλιάδων τόσων καὶ τόσων;