Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἐπιστολαί

Νεόφυτος ὁ Ἔγκλειστος

Επιστολή προς τον Ευθύμιο Χρυσοστομίτη περί ησυχίας και ασκητικού βίου

Συμβουλές για την αποφυγή περισπασμών, την αποταγή της φιλοϋλίας και την τήρηση ισορροπημένου ασκητικού προγράμματος μεταξύ κελλιού και υπαίθρου, βασισμένου στην πατερική παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 6

Τοῦ αὐτοῦ Νεοφύτου μοναχοῦ καὶ ἐγκλείστου λόγος πρὸς Εὐθύμιον μοναχὸν καὶ ἱερέα τὸν Χρυσοστομίτην Πολλάκις με ὁ λογισμὸς διοχλήσας, πολλάκις διεκρουσάμην αὐτόν, ὁσάκις δὲ διεκρουσάμην αὐτόν, τοσαυτάκις καὶ αὖθίς με διηνώχλει γράψαι τὰ δόξαντα. Τὸν ἀγαθόδωρον μεσίτην προβάλλομαι, καὶ εἰ μὲν εὐαρεστεῖται αὐτὸς τὰ νοηθέντα μοι γράψαι σοι, αὐτὸς ἐν ἀνοίξει τοῦ στόματός μου καὶ λόγον ἐξαποστείλῃ μοι καὶ τὴν σὴν πληροφορήσει καρδίαν καλῶς ἔχειν τὰ παρ’ ἡμῶν βουλευθέντα σοι. Εἰ δ’ οὐκ ἔστιν εὐάρεστα τῇ αὐτοῦ ἀγαθότητι οὐδὲ τῆς αὐτοῦ ἐμπνεύσεως νοήματα τὰ νοηθέντα μοι, ἀλλὰ κοιλίας ἁπλῶς ἐπιπλάσματα καὶ χειλέων ἀφελῆ συντροπώματα, μήτε ἐμοὶ λόγος ἐκεῖθεν δοθήτω καὶ τὴν σὴν πληροφορήσει καρδίαν ἀντ’ οὐδενὸς δέξασθαι τὰ λεγόμενα. Λοιπὸν οὖν λαλήσω, οὐ διδάξω· συμβουλεύσω, οὐκ ἐνοχλήσω· γνώμην δώσω μονώτατον, τὸ δὲ πᾶν ἀνατίθημι <τῷ Θεῷ> ἐξ οὗ πᾶσα δόσις δίδοται ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον καὶ εἰς τὸ τῆς σῆς ὁσιότητος θέλημα.

Ἀκήκοα γὰρ τὴν σὴν ὁσιότητα καταλιπεῖν τὸ κελλίον περισκοπεῖν καὶ ἕτερον πρὸς ἡσυχίαν οἰκοδομεῖν. Δέον οὖν καὶ τοῦτο περισκοπῆσαι, μήπως γένηται περισπασμοῦ ἀφορμὴ τῆς ἡσυχίας ἡ ἀρχή. Ἀπαιτεῖ γὰρ τοῦτο εὐλόγως τῶν πραγμάτων ἡ φύσις. Ἐν γὰρ τῷ τόπῳ τῆς ἡσυχίας ἀπὸ πρώτης ἡμέρας μέλλεις ἄρξασθαι περισπᾶσθαι εἰς τὸ κοπιᾶν τε καὶ κτίζειν· μετὰ δὲ τὸ κτίσαι, χρεία τέκτονος τοῦ θυρῶσαι· ἀλλὰ καὶ ἐξωβραχέλου, φησὶν ὁ λογισμός, χρῄζεις περίφραγμα ἵνα διακωλύῃ τῶν ἐρχομένων τὴν εἴσοδον· ἀλλὰ καὶ ξηροκηπίου, φησί, χρεία πρὸς φυτείαν χρησίμων τινῶν. Τούτων δὲ πληρωθέντων καὶ αὖθις πρὸς ἄλλα τινὰ ἐπισκήπτει ὁ λογισμός· τελεσθέντων κἀκείνων ἀνέκυψαν ἕτερα, καὶ μετ’ ἐκεῖνα ἄλλα κατ’ εὐλογώτατον χρῆσίν τινα· καὶ μετὰ τοῦτο δέον μετατεθῆναι τοῦ παλαιοῦ κελλίου πρὸς τὸ νέον τὰ χρησιμώτατα, οἷον ἐργαλεῖα τοῦ ἐργοχείρου καὶ χροάδιν καὶ πλακὶν καὶ τριβίδιν, τυχὸν καὶ ληκύνθια καὶ ἁπαξαπλῶς ἅπαντα τὰ χρειώδη. Καιροῦ δὲ προϊόντος καὶ τὰ μὴ χρειώδη πάντως συναχθῶσιν ἐκεῖ, καθὼς καὶ τὸ ἐμὸν νῦν πάσχει κελλίον· εἰς δὲ ἡμέραν ἑορτῆς ἢ Σαββάτου καὶ Κυριακῆς, φρουροῦ χρεία φυλάττειν σου τὸ κελλίον ἢ συνεπαρτέου τινὸς συνεπαίρειν καὶ μετατίθειν διὰ τοὺς κλέπτας τὰ χρησιμώτερα τῶν ὑλῶν καὶ σκευῶν, οἷον βιβλία καὶ ἐργαλεῖα καὶ τὰ τούτοις ὅμοια.

Διὰ ταῦτα γὰρ καὶ τὰ τοιαῦτα προέφημεν ὅτι γίνεται τῆς ἡσυχίας ἡ ἀρχὴ περισπασμοῦ ἀφορμή. Καὶ εἰ μὲν οὐκ εἶχες ἰδιαιτάτως κελλίον, οὐκ ἦν ξένον τοὺς προειρημένους σε ὑποστῆναι περισπασμούς τε καὶ κόπους. Ἐπεὶ δὲ τὸ κελλίον σου ἔχεις ἀπηρτισμένον, ἡσυχίας χρεία καὶ οὐ περισπασμοῦ καὶ κόπου καὶ ἑτέρας οἰκοδομῆς.

Καὶ εἰ κελεύεις, ἄκουσον καὶ τολμήσω καὶ συμβουλεύσω ποταπὴν λέγω ἡσυχίαν. Μετὰ τὸ ἀναγνῶναί σε τὴν οἰκτράν μου ταύτην γραφήν, τύπωσον μίαν ἡμέραν, οἵαν κελεύεις, καὶ ὁ Θεὸς ὁδηγεῖ εἴτε αὔριον εἴτε τῇ Κυριακῇ τῇ ἐρχομένῃ ἢ τὴν μετέπειτα ἢ τὸν ἐρχόμενον μῆνα ἢ ἁπλῶς οἵαν θέλεις ἡμέραν.

Ὅτε δὲ ἡ παρὰ σοῦ τυπωθεῖσα ἡμέρα ἐπιστῇ, ἀναστὰς εὖξαι τῷ Θεῷ ὅπως τοῦ φιλοΰλου πάθους ἡμᾶς ἀπαλλάξῃ, καὶ εἶθ’ οὕτως εἴσελθε καὶ ἀκριβῶς ψηλάφησον τὸ κελλίον σου, καὶ ἔασον ἐντὸς ὧν χρείαν ἔχεις καὶ μόνον, ὅσα δὲ τῆς χρείας εὑρήσεις ἐπέκεινα ἐξέωσον τοῦ κελλίου καὶ θὲς σωρηδὸν ἔξω τῆς θύρας μέχρι καὶ λεπτοτάτων ὑλῶν· καὶ διάδος προθύμως τὰ τοιαῦτα τοῖς χρείαν ἔχουσι τούτων, ἵνα καὶ οὕτως μᾶλλον ταῦτα κερδήσῃς κατὰ ψυχὴν καὶ ἐν καιρῷ τῷ δέοντι ἡ τούτων παράχρησις εὑρεθῇ τῶν χρησίμων χρησιμωτέρα καὶ τὸ κελλίον σου καθαρθήσεται ἐκ τῶν περιττῶν καὶ ἀνησιφόρων σκευῶν καὶ ὑλῶν.

Ἔκτοτε δὲ λάμβανέ σου ἐπὶ χεῖρας τὴν βακτηρίαν καὶ πυκτίδιον μικρὸν ἐν τῷ κόλπῳ, καὶ ἐξέρχου τὸ πρωῒ τῇ Δευτέρᾳ πρὸς ἡσυχώτερον τόπον, διατελῶν τὴν ἡμέραν ἐκεῖσε, ψάλλων μικρὸν νουνεχῶς, ἀναγινώσκων μικρὸν προσηνῶς, εὐχόμενος, μελετῶν, στενάζων περὶ μνήμης θανάτου, καὶ ἁπλῶς εἴ τι θεὸς ἐνισχύσει τὸ σῶμα τόδε τὸ γαιῶδες καὶ ἀσθενὲς καὶ τὴν σκληρὰν καρδίαν καὶ τὸν ἄστατον νοῦν. Ἑσπέρας δὲ καὶ πρὸς δύσιν ἡλίου μικρόν, εἴσελθε εἰς τὸ κελλίον σου καὶ διατράφηθι τὰ εἰκότα εὐχαριστῶν τῷ θεῷ· διαναπαύθητι δὲ τῇ νυκτὶ ταύτῃ καὶ τῇ Τρίτῃ καὶ τῇ Τρίτῃ ὀψέ, τῇ δὲ Τετράδῃ πρωῒ ἔξελθε ποιῶν τὰ τῆς Δευτέρας ἐφάμιλλα, καὶ τῇ Παρασκευῇ ὁμοίως καὶ μεγάλην ἐντεῦθεν εὑρήσεις ὠφέλειαν, εἰ τρεῖς ἡμέρας ἑκάστης ἑβδομάδος ἐφησυχάζεις. Ἐὰν δὲ τύχῃ χειμὼν ἢ ἑορτὴ ἢ ἄλλο τι ἀπαραίτητον κώλυμα καὶ κωλύει σε ἡμέραν μίαν ἢ δύο ἢ καὶ τὰς τρεῖς, οὐδ’ οὕτως ἀθυμητέον· οὐ γάρ ἐσμεν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν.

Ὅτε δὲ ἐν τῷ ὄρει καθ’ ἡσυχίαν περιπολεύεις ἴσως ὁ λογισμὸς ἐπισκήψει σοι, τί σοι τὸ ὄφελος ἔνθεν· τὸ γὰρ κελλίον σου βλάπτει ὁ μαθητὴς καὶ τὸ ἐργόχειρον ἀμελεῖ. Ἀποκρίθητι αὐτοῦ· ἐκείνου ἐστὶ τὸ κελλίον, οὐκ ἔστιν ἐμόν. Οὐ χρείαν ἔχω ἀναλωμάτων πολλῶν· γυμνὸς γὰρ ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Εἰ δὲ χρῄζει τὸ κελλίον ἐπιμελείας τινός, αὔριον ἐκείνου ἐπιμελούμεθα. Ἔασόν με σήμερον ἵνα καὶ τὸν θεῖον οἶκον καλλιεργήσω μικρόν, ἵνα ὁ οἰκοδεσπότης περιπατήσῃ καὶ οἰκήσῃ, καθὼς καὶ προϋπέσχετο.

Χρῄζει τὸ κελλίον ἐπιμελείας, χρῄζει πάντως καὶ ὁ θεῖος οἶκος ἐπιμελείας· ἐνοικήσω γὰρ ἐν αὐτοῖς, κατὰ τὴν Παλαιὰν Διαθήκην διακελεύεται, ἐν δὲ τῇ Καινῇ, ἐλευσόμεθα, φησίν, ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν, τῶν ἀγαπώντων αὐτὸν δηλονότι καὶ τηρούντων αὐτοῦ τὰς ἐντολάς.

Ἔχει γὰρ ἡ ἑβδομὰς ἡμέρας ἑπτά· δῶμεν τῷ οἰκοδεσπότῃ τὰς τρεῖς, τὰς δὲ τέσσαρας τῷ κελλίῳ. Ταῦτα, τιμιώτατε, καὶ τὰ τούτοις ὅμοια τοῖς λογισμοῖς ἀποκρίνου καὶ καταισχύνῃς αὐτούς. Ἐὰν δὲ πάλιν προσφέρωσί σοι· οὐδὲν ὠφελεῖσαι ἡμέραν ἐν τῷ ὄρει καὶ ἡμέραν εἰς τὸ κελλίον διατελῶν, πάλιν ἀποκρίθητι αὐτοῖς ὅτι ὁ δεσπότης Χριστός μου ἔργῳ με ταῦτα ἐδίδαξεν, νῦν μὲν ἀναχωρῶν εἰς ἔρημον τόπον, νῦν δὲ τῇ οἰκουμένῃ περινοστῶν· καὶ ἄρτι μὲν εἰς τὸ ὄρος ἀναχωρεῖ κατ’ ἰδίαν προσεύξασθαι, ἄρτι δὲ τοῖς μαθηταῖς συναυλίζεται. Οὐ γὰρ ἔχρῃζεν προσευχῆς ἐκεῖνος ἢ ἀναχωρήσεως ὁ πανταχοῦ παρὼν τῇ ἀπεριγράπτῳ θεότητι καὶ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου, ἀλλ’ ἵνα διδάξῃ ἐμὲ σύμμετρον διαγωγήν, καὶ μήτε τῷ πλήθει συμφύρεσθαι πάντοτε μήτε τῇ μονίᾳ διηνεκῶς διαμένειν, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ὡς εἰς ἀρχέτυπον ὁρῶντες εἰκόνα τῆς αὐτοῦ θεανδρικῆς πολιτείας.

Ναί, φησίν, ἀλλὰ καὶ τίς εἶ σὺ ἵνα τὴν τοῦ Χριστοῦ μιμηθῇς πολιτείαν; Οὐκοῦν καὶ διατί λοιπὸν ἐνηνθρώπησε; διατί δὲ καὶ ὁ Παῦλος αὐτὸν ἐμιμεῖτο ἔργῳ καὶ λόγῳ; Μιμηταί μου γάρ, φησί, γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ταῦτα λέγων, τίμιε πάτερ, καὶ τοῦτον ἀποφιμώσεις τὸν λογισμόν. Ἔθος γὰρ τοῖς λογισμοῖς καὶ τοῖς δαίμοσι νῦν μὲν εἰς τὰ δεξιά, νῦν δὲ εἰς τὰ ἀριστερὰ ἐκκλίνειν ἡμᾶς, οἷον παντελῆ ἀναχώρησιν, ἀγρυπνίαν δὲ καὶ νηστείαν ἄμετρον καὶ ὑπὲρ δύναμιν ἵνα ἀκηδιάσωμεν καὶ τὰ κατὰ δύναμιν κατὰ μικρὸν ἀμελήσωμεν. Ἡμᾶς δὲ τῷ θείῳ λόγῳ δεῖ πειθαρχεῖν, τῷ κελεύοντι μὴ ἐκκλίνειν δεξιὰ ἢ ἀριστερά, ἀλλὰ βασιλικὴν πορείαν διαπορεύεσθαι.

Ταύτην ἐβάδισαν οἱ πατέρες ἡμῶν κατ’ ἀρχὰς τῇ σωματικῇ ἀσθενείᾳ κατεχόμενοι. Ὅτε δὲ ἐθεώθησαν τῇ θείᾳ μεθέξει τοῦ Παρακλήτου, ῥᾳδίως λοιπὸν καὶ ὑπὲρ φύσιν αὐτοῖς κατωρθοῦντο τὰ κατορθώματα, οἷον ἀναχώρησις παντελὴς συνουσίας ἀνθρώπων, νηστεία δὲ καὶ ἀγρυπνία καὶ εὐχή, ἀγγέλοις ἁμιλλωμένη, καὶ ἐκφαντορίαι θεϊκῶν μυστηρίων, καὶ θαυματουργικῶν χαρισμάτων πληθὺς < > ἀλλὰ θείας μεθέξεως καὶ χάριτος καὶ δυνάμεως. Πόθεν γὰρ τῷ θείῳ Συμεῶνι καὶ τῷ συνωνύμῳ αὐτοῦ καὶ τοῖς μετόχοις αὐτῶν ἡ τοσαύτη τῶν θαυμάτων πηγή; ἢ πόθεν τῷ θείῳ Παύλῳ τῷ Θηβαίῳ καὶ Ὀνουφρίῳ καὶ Παϊσίῳ καὶ τῆς πανοσίου Μαρίας τῶν Αἰγυπτίων καὶ τοῖς μετόχοις τούτων ἡ ἀγγελικὴ διαγωγὴ καὶ ἀκριβὴς ἀναχώρησις; Ὁ δὲ συνώνυμός σου, ὁ θεῖος καὶ μέγας Εὐθύμιος κατὰ τὴν ὀκτακαιδεκάτην τοῦ Ἰαννουαρίου μηνός, μετὰ τὸ τελέσαι τὴν μνήμην τοῦ μεγάλου Ἀντωνίου ἐξήρχετο ...