Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Οι απόγονοι του Αδάμ και η πρώτη αδελφοκτονία (Λόγος Θ')

Η γέννηση του Κάιν και του Άβελ, ο φθόνος, η αδελφοκτονία, η γέννηση του Σηθ και η μακροζωία των πρώτων πατριαρχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 10

ΛΟΓΟΣ ΕΝΑΤΟΣ Τοῦ αὐτοῦ, λόγος ἔνατος· Περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ πόσον διέτριψαν ἐν τῷ παραδείσῳ, περί τε τοῦ Κάϊν καὶ τῆς ἀναιρέσεως τοῦ Ἄβελ καὶ ὅτι πορνεία ἐστὶ πᾶσα ἁμαρτία χωρίζουσα Θεοῦ. Εὐλόγησον, πάτερ.

Ἡττηθεὶς ἔγωγε ἧτταν οὐ φαύλην, ὡς ἔοικεν, ὥστε με τὰ ἱερὰ ὄργια μεταχειρίζειν καὶ διασκάπτειν καὶ ἐξομαλίζειν τὰ τούτων παράβυστα, ἓξ καὶ μόνους λόγους ἐβουλόμην συντάξαι <εἰς> μόνην τὴν κοσμογένειαν. Εὐπετῶς καὶ σὺν Θεῷ τούτων ἀναγραφέντων, ἐπέσκηψέ μοι ὁ λογισμός, τυχόν μοι δὲ καί τις θείου Πνεύματος χάρις, τοῦ καὶ ἄλλους δέκα ἀναλέξασθαι λόγους, καὶ διαταθῆναι τὴν βίβλον ἐν ἓξ καὶ δέκα λόγοις, ὡς μὴ εὐαγὲς εἶναι παραδραμεῖν τὴν ἑβδόμην, τά τε περὶ τοῦ πρωτοπλάστου καὶ τοῦ παραδείσου καὶ τὰ ἐν αὐτῷ τούτοις συμβεβηκότα, καὶ ὡς ἐπιδρομάδην ἐκείνης τῆς ἱερᾶς δέλτου συλλέξαι τὰ βέλτιστα. ᾨηθεὶς οὖν ἔγωγε καλῶς τὰ τῆς σκέψεως ἔχειν καὶ γράψας περί τε τῆς ἑβδόμης, περί τε τοῦ παραδείσου καὶ τῶν πρωτοπλάστων ἐν τῷ ἑβδόμῳ λόγῳ καὶ τῷ ὀγδόῳ, καὶ ἰδού, φθάσαντες τῷ ἐνάτῳ, λέγομεν ὧδε· «Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν». Ἀκουέτωσαν οἱ βλασφημοῦντες ὅτι τὸ ξύλον ἡ γυνὴ ἦν, καὶ ἐντὸς τοῦ παραδείσου αὐτὴν ἔγνω. Ἡ δὲ γραφὴ μαρτυρεῖ ὅτι μετὰ τὴν ἐξορίαν, ἀλλὰ καὶ μετὰ χρόνον συχνόν. Τὰ γὰρ ἐπιτίμια τὰ πρὸς Θεοῦ, ἃ ἐδέξατο, καὶ ἡ ἔκπτωσις ἡ ἐκ τοῦ παραδείσου οὐ συνεχώρει αὐτὸν πρὸς φιληδόνους πράξεις χωρεῖν.

Ἐν δὲ τῷ παραδείσῳ ἀπαθῶς διῆγον ὡς ἄγγελοι, ἐφ’ ᾧ καὶ ἑπτὰ διετέλεσαν μῆνας, ἀπό τε τοῦ Μαρτίου, μέχρι καὶ Σεπτεμβρίου, καὶ εἶθ’ οὕτως διὰ τῆς ἀπάτης τοῦ ὄφεως πρὸς φθορὰν ἀμειφθέντες, τότε καὶ τὰ φυτὰ συνεφθάρησαν καὶ ἐπὶ <τῇ> τοῦ δεσπότου φθορᾷ καὶ ἐξορίᾳ τοῖς φύλλοις ὡς ἀπὸ κόμης ἐκείραντο καὶ μέχρι τῆς δεῦρο τῷ αὐτῷ πάθει ἁλλόμενα, κατὰ μὲν τὸν Μάρτιον κομᾶν τοῖς φύλλοις ἀπάρχονται, κατὰ τὸν Σεπτέμβριον δὲ τῆς ἀποκάρσεως ἄρχονται. Τὸ δὲ ξύλον, ὡς ἡ ἀπὸ τῶν πραγμάτων παρακολουθία δηλοῖ, συκῆ ἦν ἐν μέσῳ τοῦ παραδείσου, ἧς καὶ ὁ καρπὸς μέχρι καὶ νῦν πάνυ καλὸς εἰς βρῶσιν καὶ παρὰ πᾶσαν ὀπώραν παρὰ παντὸς ἀνθρώπου ἔδεται ἀπλήστως. Ἡ δὲ γυνή, γυνὴ ἦν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ· «Καὶ συλλαβοῦσα», μετὰ τὴν ἐξορίαν, «ἔτεκε τὸν Κάϊν καὶ εἶπεν· ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ». Οὐχ ἁπλῶς διὰ τῆς φύσεως, ἀλλὰ διὰ τοῦ Θεοῦ τοῦ δημιουργοῦ τῆς φύσεως. «Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ», ἐξ ὧν αἱ κατὰ τὸν βίον λοιπὸν ἐπιστῆμαι δέχονται τὰ προοίμια, ὅτι ὁ μὲν Κάϊν γεωργὸς γῆς, ὁ δὲ Ἄβελ ποιμὴν ἀνεδείχθη προβάτων.

Οἳ οὐκ ἐξ ἀνθρώπου, οὐδὲ δι’ ἀνθρώπου, ἀλλ’ ἐκ τῆς ἄνωθεν καὶ παντεχνήμονος σοφίας ἐξεῦρεν ἕκαστος τούτων τῆς ἐπιστήμης τὰ σύμβολα, ἵνα ὁ μὲν συναρμόσειεν ἄροτρον καὶ ζεύγλῃ συζεῦξαι βοῦν καὶ τὰ ἑξῆς τῆς γεωργίας σεμνά, ὁ δέ, ἵνα ἀλμέγῃ, καὶ ἐξ ἐνεγκάτων ἐρίφων ἀφορίζῃ πυτίαν καὶ τυροποιῇ, καὶ δεξιὸς ἐν τάχει ἀναφανῆναι μηλοβοτήρ.

Οὐκ ἔμελλε δὲ τὸ τῆς βασκανίας κατ’ αὐτοῦ παγκάκιστον ἐργαστήριον, ἀλλ’ ὁ τὸν Ἀδὰμ ἀπατήσας ἐχθρὸς καὶ ἐξώσας τοῦ παραδείσου διὰ τῆς βρώσεως, ὁ αὐτὸς καὶ τὸν Κάϊν πρὸς φθόνον παραθήγει καὶ φόνον τοῦ ἀδελφοῦ αὐτοῦ ποιεῖται, ἵνα ὡς τὸν Ἀδὰμ ἐκ παραδείσου, οὕτω καὶ Κάϊν ἐκ προσώπου ἐκρίψῃ τοῦ Θεοῦ, ὅπερ ἤδη ὁ πανώλης καὶ ἐκτετέλεκε. Θυσίαν γὰρ μωμητὴν ἐκ τῶν ἁπλῶς γεννημάτων τῆς γῆς προσαγηοχὼς Θεῷ καὶ μὴ δεχθείς, λυπεῖται λίαν ὁ Κάϊν. Ἔνθεν καὶ φθονεῖται Ἄβελ, διὰ τῶν ἀκροθινίων αὐτοῦ δώρων πρὸς Θεόν, διότι «ἀπὸ τῶν στεάτων δὲ καὶ τῶν πρωτοτόκων προβάτων αὐτοῦ» προσῆγε δῶρα τῷ Θεῷ. Ἔνθεν καὶ λυπηθεὶς λίαν ὁ Κάϊν· «συνέπεσε», φησί, «τὸ πρόσωπον αὐτοῦ», ὀρρωδῶν τάχα μήπως καὶ τῶν πρωτοτοκίων ἀποβληθεὶς προτιμηθῇ Ἄβελ ὡς θεράπων Θεοῦ.

Ὁ δὲ καρδιογνώστης Θεὸς καὶ τὴν ὑπόνοιαν λύει, ὅτι· «Οὐκ ἄρξαι σοι ὁ ἀδελφὸς ὡς θεράπων ἐμός», ἀλλὰ «πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ αὐτοῦ ἄρξει». «Ἥμαρτες; ἡσύχασον». Ὁ δὲ ἀσύνετος ὢν καὶ μὴ συνεὶς ταῦτα, ἀντὶ τοῦ ἡσυχάσαι πλεῖον ἔτι μᾶλλον κατὰ τοῦ ἀδελφοῦ διεπρίετο. Ὃν καὶ ἀπατηλῶς εἰς τὸ πεδίον ἐξαγαγὼν ἀπέκτεινε. Ὢ μιαρᾶς γνώμης καὶ χειρὸς μιαιφόνου, ἣν οὔτε Θεοῦ ὑποθῆκαι οὔτε οἶκτος ἀδελφικὸς διείργησε τῆς μιαιφονίας. «Καὶ εἶπεν ὁ Θεὸς τῷ Κάϊν· ποῦ ἐστὶν Ἄβελ ὁ ἀδελφός σου;» Ὁ δὲ ἀντὶ τοῦ ὁμολογῆσαι καὶ αἰτῆσαι συγγνώμην, τραχύνεται μᾶλλον, καὶ τὸν εἰδότα βουλὰς καρδιῶν κρυπτὰς ἔργον πειρᾶται φόνου περικαλύψαι, καί φησιν· «Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ;» Καὶ μὴν ἔδει σε, ὦ ταλαίπωρε, φύλακά σε εἶναι τοῦ ἀδελφοῦ σου, ὡς μηδένα ἕτερον ἔχοντα τῷ κόσμῳ τινά. Τότε λοιπὸν ἦν αὐτὸς ὡς ἐν παραβύστῳ χωρίῳ <καὶ> περικρύπτειν ἔσπευδεν ἁμαρτίαν, φανεροῖ <δὲ> καὶ διελέγχει ὁ φέρων κατ’ ὀφθαλμῶν καθόλου τὰ σύμπαντα καί φησι· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς», «οὗ σύ», φησι, «πειρᾶσαι διακρύπτων αἷμα.

Οὕτως εἶδον ἐγώ, ὡς φωνοῦντος ἤδη τρανῶς, καὶ δέχου λοιπὸν ἐνδίκως τῆς ἐργασίας σου τοὺς μισθούς». «Καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου· ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς». Ἐπὶ μὲν γὰρ τοῦ πατρὸς αὐτοῦ τὴν γῆν ἐπαρᾶται τοῦ ἀνατελεῖν ἀκάνθας καὶ τριβόλους αὐτῷ, ἐπὶ δὲ Κάϊν, οὐ τὴν γῆν, ἀλλὰ αὐτὸν ἐπαρᾶται ὡς ἀδελφοκτόνον τὸν Κάϊν, καὶ οὐ τῇ ἀρᾷ μόνῃ γίνεται ὑπεύθυνος, ἀλλὰ καὶ στένους καὶ τρόμου ὑπέχειν τὴν τιμωρίαν.

Τότε συνεὶς ὁ Κάϊν τῆς αὐτοῦ ἁμαρτίας τὸ μέγεθος καὶ ὅσοις κακοῖς ἑαυτὸν κατεζώγρησε, τοιαύτην αὐτοῦ εἶναι τὴν ἁμαρτίαν ὁμολογεῖ, ὡς μηδεμιᾶς συγγνώμης ἀξίαν, ὠφελεῖται δὲ οὐδέν, ὅτι πάντα καλὰ ἐν καιρῷ αὐτῶν. Καλὴ γὰρ ἡ ἐξομολόγησις πρὸ τοῦ ἐλεγχθῆναι καὶ καταδικασθῆναι. «Καὶ εἶπε Κάϊν πρὸς Κύριον· μείζων ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με», τουτέστιν οὐκ ἔστιν ἀξία συγγνώμης ἡ ἁμαρτία μου, καί· «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». «Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει», τουτέστι διὰ τοῦ ἑνὸς φόνου ἑπτὰ ἔπραξεν ἁμαρτίας καὶ ἑπτὰ ἐδέξατο ἐπιτιμήσεις, καὶ εἴ τις αὐτὸν ἀποκτείνει, ἑπτὰ δέξεται τιμωρίας, ὡς «ἑπτὰ ἐκδικούμενα παραλύσει». «Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν». Καί· «Ἐξῆλθε Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ», τουτέστιν ἐξέπεσε, «καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ». «Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ». Ὀλίγα δέ τινα ἡ γραφὴ διαλεξαμένη περὶ τῶν τοῦ Κάϊν ἀπογόνων, εἶπε καὶ περὶ τοῦ Λάμεχ, ὅτι ἔλεγε ταῖς ἑαυτοῦ γυναιξίν· «Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί».

Οὐκ ἄλλον ἄνδρα καὶ ἄλλον νεανίσκον, ἀλλὰ νεανίσκον ἀπέκτεινα ἄνδρα, οὐ πρεσβύτερον. Καταδικάζει δὲ αὐτὸν ὡς μὴ ἑπτὰ ἐκδικήσεις, κατὰ τὸν Κάϊν, ἀλλ’ «ἑβδομηκοντάκις ἑπτὰ» ἄξιον εἶναι ταῖς τιμωρίαις.

Ἔνθεν καὶ ὡς αὐτοκατάδικος διὰ τῆς ἐξομολογήσεως τυγχάνει συγγνώμης, μηδεμίαν περὶ τοῦ φόνου δεξάμενος τιμωρίαν, ἵνα μάθωμεν καὶ ἡμεῖς ὅσον καλὸν τὸ τῆς ἐξομολογήσεως χρῆμα καθέστηκε, καὶ μὴ κρύπτειν ἁμαρτίας ὡς ὁ Κάϊν, ἐξομολογεῖσθαι δὲ μᾶλλον αὐτὴν ὡς ὁ Λάμεχ, καὶ ἀξιοῦσθαι συγγνώμης πρὸς Θεοῦ.

Ἐπεὶ δὲ ὁ Κάϊν ἀπόβλητος Θεοῦ γέγονε καὶ οἱ ἐξ αὐτοῦ, καὶ μὴ πολλὰ τῆς γραφῆς λέγειν περὶ τούτου ἀνεχομένης, τρέπεται λέγειν περὶ Ἀδάμ· «Ἔγνω δὲ Ἀδάμ», φησί, «Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἐγέννησε» κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ τὴν ἰδέαν αὐτοῦ, τουτέστιν, ὅμοιον κατὰ πάντα τοῦ χαρακτῆρος αὐτοῦ, «καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. Καὶ εἶπεν Εὔα· «Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». Καὶ τῷ Σὴθ ἐγένετο υἱός, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνώς. Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ».

Εἶτα ἐξηγεῖται ἡ γραφὴ τὸ μακρόβιον, καὶ ἀριθμεῖ τὰ ἔτη τῶν ἀνθρώπων ἐκείνων, καὶ ὅτι· «Ἔζησεν Ἀδὰμ ἔτη ἐνακόσια τριάκοντα καὶ ἀπέθανε». Ὁ Σὴθ ἔτη ἐνακόσια δέκα δύο καὶ ἀπέθανε. Ὁ Ἐνὼς ἔτη ἐνακόσια πέντε καὶ ἀπέθανε. Ὁ Καϊνὰν ἔτη ἐνακόσια δέκα καὶ ἀπέθανε. Ὁ Μαλελεὴλ ἔτη ὀκτακόσια ἐνενήκοντα πέντε καὶ ἀπέθανε. Ὁ Ἰάρεδ ἔτη ἐνακόσια ἑξήκοντα δύο καὶ ἀπέθανε. Οὗτος πλεῖον ἔζησε πάντων, καὶ ἐπέκεινα αὐτοῦ Ἀδὰμ τριάντα δύο ἔτη, ἀλλὰ πάλιν ἀπέθανε. Ὁ Ἐνὼχ ἔτη τριακόσια ἑξήκοντα πέντε. Περὶ τούτου οὐκ ἐξεῖπεν ἡ γραφὴ ὅτι ἀπέθανεν, ἀλλ’ ὅτι μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλαν «εὐηρέστησε τῷ Θεῷ καὶ μετετέθη καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός».

Οὕτως δὲ πολυχρονίως διαζήσαντες, πλείστους ἕκαστος τούτων ἐγέννησε, φησίν, υἱοὺς καὶ θυγατέρας. Τούτου γὰρ χάριν καὶ ἐπολυχρόνησαν καὶ ἐπολυγόνησαν, ἵνα αὐξηθῶσι καὶ πληρωθήσεται ὁ κόσμος ὁλοσχερῶς ἀνθρώπων. Καὶ ἐπληρώθη μὲν ὁ κόσμος ἀνθρώπων ἐν ἔτεσι δισχιλίοις διακοσίοις τεσσαράκοντα καὶ δύο, ἀπὸ Ἀδὰμ μέχρι τοῦ Νῶε.

Ἀλλὰ διὰ τῆς ἁμαρτίας καὶ τοῦ κτηνώδους βίου παροξύναντες τὸν φύσει ἀγαθὸν Κύριον, δι’ ὑπερβολὴν ἁμαρτίας, ἀπηλείφησαν πάλιν ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ ἀπεπνίγησαν ὡς κτήνη μετὰ κτηνῶν καὶ θηρίων. Ἔστι μὲν γὰρ φύσει ὁ Θεὸς ἀγαθὸς καὶ φιλάνθρωπος, ἀλλὰ καὶ φύσει τὴν ἁμαρτίαν μισεῖ, ὡς φύσει καθαρὸς καὶ ἀκήρατος. Ἔνθεν γὰρ καὶ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, τὸν Ἀδὰμ τῷ θανάτῳ παρέδωκε, τὸν Κάϊν ἐπετίμησε, τοὺς ἐπὶ Νῶε κατέκλυσε, τοὺς πυργοποιοὺς συνέχεε, τοὺς Σοδομίτας ἐνέπρησε, τοὺς Αἰγυπτίους ἐβύθισε, καὶ ἕτερα πλεῖστα παράμιλλα τούτοις εἰργάσατο, διδάσκων ἡμᾶς ὅτι τὸ πέλαγος τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀγαθότητος τοὺς ἀναξίους φιλανθρωπίας οὐκ ὠφελεῖ, ὥσπερ οὐδὲ τοὺς τυφλώττοντας ὁ πυρσοφώτατος ἥλιος, κἂν καὶ πλείονας φεγγοβόλους ἀκτῖνας ἐξαποστείλῃ τῇ γῇ.

Μανθάνομεν οὖν ἐντεῦθεν, ὅτι πορνεία ἐστὶ καὶ πᾶσα ἁμαρτία χωρίζουσα Θεοῦ. Πορνεία γὰρ πᾶσα πωρώνοια διακρίνουσα Θεοῦ. Οὔτε γὰρ οἱ πεπτωκότες ἄγγελοι οὔτε ὁ Ἀδὰμ οὔτε ὁ Κάϊν διὰ γυναικὸς πορνείαν ἐξέπεσον, ἀλλὰ πωρωνοίας πορνείᾳ ἰσοθεΐαν φενακισθέντες καὶ βασκανίᾳ κατὰ τοῦ ἀδελφοῦ ὁ Κάϊν ἐκτυφλωθείς. Εἰσόμεθα οὖν, ἀδελφοί, ὅτι οὐκ ἀπὸ γυναικὸς καὶ μόνον παραφυλάττεσθαι χρεία σπουδῆς, ἀλλὰ καὶ ἀπὸ κενοδοξίας, καὶ ἀπὸ ὑπερηφανίας, ἀπὸ φθόνου καὶ γαστριμαργίας, λαθροφαγίας τε καὶ φιλαργυρίας, καὶ ἁπλῶς ἐκ παντὸς πάθους χωρίζοντος Θεοῦ, ὅπως εὕροιμεν ἵλεων Θεόν, Πατέρα Υἱόν τε καὶ ἅγιον Πνεῦμα, ἐν μιᾷ θεότητι, καὶ σώσῃ ἡμᾶς τῇ αὐτοῦ χάριτι· ἀμήν.