Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Ο Νώε και ο Κατακλυσμός (Λόγοι Ι'–ΙΑ')

Η διαφθορά του ανθρωπίνου γένους, η κατασκευή της κιβωτού, η έλευση του κατακλυσμού, η υποχώρηση των υδάτων και η σύναψη της θείας διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 10

ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ Τοῦ αὐτοῦ, λόγος δέκατος· Περὶ τοῦ Νῶε καὶ ἀγανακτήσεως Θεοῦ διὰ τὰς ἀθέσμους τῶν ἀνθρώπων πράξεις. Περί τε τοῦ κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ καὶ ὅτι πανωλέθριον ἔργον ἡμάρτηται. Εὐλόγησον, πάτερ.

Νῶε ἀνάπαυσις ἑρμηνεύεται παρὰ τῶν εὖ εἰδότων, καὶ μάλα εἰκότως. Ἀνέπαυσε γὰρ καὶ Θεὸν ἐν δικαιοσύνῃ, καὶ πανωλέθριον διαφυγὼν ὑδάτων ἐπιφορὰν ἀνέπαυσε φερωνύμως ἑαυτὸν καὶ τοὺς οἰκείους αὐτοῦ. «Καὶ ἦν», φησί, «Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς». Οἶα δίκαιος ὢν καὶ ἐγκρατής, οὐκ ἐγέννησεν ἐν τοσούτων χρόνων περιόδοις πολλοὺς υἱοὺς καὶ θυγατέρας, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ τρεῖς υἱοὺς καὶ μόνους, «τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ». «Ἡνίκα δὲ οἱ ἄνθρωποι πολλοὶ ἐγένοντο, πολλαὶ ἐπὶ τῆς γῆς καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς». Εἶδον οἱ υἱοὶ θεοῦ, οὐ τοῦ φύσει Θεοῦ, ἀλλὰ τοῦ ἔκγονος τοῦ Ἀδάμ, ὃς ἦν υἱὸς τοῦ Σήθ, οὗ τὸ ὄνομα Ἐνώς, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, καὶ δι’ αὐτὸ τοῦτο καὶ διὰ τὸ ἀστεῖον αὐτοῦ καὶ περιδέξιον θεὸν αὐτὸν ἐκάλουν οἱ τότε ἄνθρωποι. Τούτου γὰρ τοῦ θεοῦ οἱ υἱοί, εἰδότες τὰς θυγατέρας τῶν ἀνθρώπων τῶν ἀπὸ τοῦ γένους τοῦ ἐκκηρύκτου Κάϊν, ὅτι καλαί εἰσι, (πᾶν καλὸν ἀφορίζον Θεοῦ ἀνάθεμα ἔστω) «ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο».

Δύο γὰρ ἐνταῦθα τὰ ἐγκλήματα, ὅτι τῷ κάλλει τῶν γυναικῶν ἁλωθέντες αὐτὰς ἐλάμβανον, καὶ οὐκ ἐμνήσθησαν ὅτι κατάρᾳ τοῦ Θεοῦ ἀπόβλητον ἦν τὸ γένος ἐκεῖνο διὰ τὸν αὐτοῦ πατέρα τὸν Κάϊν. «Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας». Καλῶς γὰρ ἐλέγομεν χθές, ὅτι εἰ καὶ φύσει ἐστὶν ἀγαθὸς ὁ Θεός, ἀλλ’ οὖν καὶ τὴν κακίαν φύσει μισεῖ καὶ ἀποστρέφεται. Καὶ ἰδοὺ τοῦτο αὐτοῦ λαλοῦντος ἀκούομεν· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας», τουτέστιν, οὕτω διάγουσι καὶ βιοτεύουσιν, ὡς τὸ καθόλου <εἶναι> κτηνώδεις σάρκες ψυχὴν μὴ ἔχουσαι. Εἰσὶ γὰρ καὶ νῦν τοιοῦτοι πολλοί, ὡς σάρκες διάγοντες τὸ καθόλου, τῇ τε τρυφῇ καὶ τῇ ἁμαρτίᾳ δουλούμενοι, μὴ μεμνημένοι ψυχῆς. Καὶ πῶς ἄρα ἐν αὐτοῖς πνεῦμα Θεοῦ καταμείνῃ οὐκ οἶδα, οἷς κατακλυσμὸς μὲν οὐκ ἀπειλή, ἀλλὰ γέεννα πυρὸς κατακλυσμοῦ δεινοτέρα; «Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσιν ἔτη». Ἴδε ἀξιάγαστον ἄβυσσον μακροθυμίας, ὅτι ἐν τοσαύτῃ κακίας ὑπερβολῇ οὐ διαφθείρει αὐτοὺς παραχρῆμα τοὺς τὴν γῆν φθείραντας ἁμαρτίαις, ἀλλὰ μακροθυμεῖ αὐτοὺς πάλιν ἑκατὸν εἴκοσιν ἔτη, χαριζόμενος αὐτοῖς, εἴ γε βουληθῶσιν, οὐ μικρὸν μετανοίας χρόνον.

Καὶ Νινευῖται μὲν ἐν τρισὶ καὶ μόναις ἡμέραις τὴν θείαν ὀργὴν διεσκέδασαν, οὗτοι δέ, μετὰ ἑκατὸν χρόνων περίοδον, μετανοῆσαι εἴχοντο. Καίτοι γε μείζων τοῦ Ἰωνᾶ Νῶε, κηρύττων τὴν τοῦ Θεοῦ ἀγανάκτησιν καὶ κτίζων τὴν κιβωτὸν χρόνοις ἑκατόν, αὐτοὶ κατεγέλουν αὐτοῦ, πτολίεθρόν τινα καὶ ληρώδη καὶ φενακιζόμενον λογιζόμενοι γέροντα, ἄχρις ἂν πεπτώκασιν ἐν ἀμφιβλήστρῳ ἀβυσσαίου κατακλυσμοῦ οἱ ἁμαρτωλοί.

Εἰσεπορεύοντο δὲ οἱ υἱοὶ τοῦ θεοῦ Ἐνὼς πρὸς τὰς θυγατέρας τῶν καϊανῶν ἀνθρώπων καὶ τοὺς ἀπ’ αἰῶνος ὀνομαστοὺς γίγαντας ἐγέννουν αὐτοῖς ἀνθρώπους. Λέξω δὲ ἐνταῦθα καί τι γελοίως. Καθάπερ γὰρ ὄνοι ἀναβαίνοντες ἐπὶ τὰς ἵππους ἰσχυροὺς ἡμιόνους λοχεύουσιν, οὕτω κἀκεῖνοι τότε. Ἀλλ’ ἐπὶ μὲν τῶν ἡμιόνων χαίρουσιν ἄνθρωποι λοχευθέντες, ἐπὶ δὲ τῇ τῶν γιγάντων λοχείᾳ Θεὸς ἐλυπεῖτο, διὰ τὴν ἄθεσμον μῖξιν τῶν καϊανῶν θυγατέρων ἐκείνων, καὶ πανωλέθριον ἐπαπειλῶν ὀργὴν ἔλεγεν· «Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ προσώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ», ὅτι «ἐφθάρη ἡ γῆ ἐναντίον ἐμοῦ», «καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν». Δηλῶν γὰρ τὴν πολλὴν τῆς κακίας αὐτῶν ὑπερβολὴν καὶ τὴν δικαίαν αὐτοῦ ἀγανάκτησιν· «Ἐφθάρη», φησίν, «ἡ γῆ καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας αὐτῶν». Διὸ καὶ ἔνδικον λοιπὸν τῶν ἔργων αὐτῶν δρέπονται τὸν μισθὸν τοῦ πνιγμοῦ. «Νῶε δὲ ἄνθρωπος», δηλονότι οἱ λοιποὶ οὐκ ἄνθρωποι, κἂν καὶ ὡς ἄνθρωποι ἐφαίνοντο, ἀλλὰ κτήνη τῷ Θεῷ ἐφαίνοντο διὰ τὸν κτηνώδη βίον, «Νῶε δὲ ἄνθρωπος δίκαιος τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησε» καὶ εὗρε χάριν ἔναντι Κυρίου τοῦ Θεοῦ. «Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε.

Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν». Σὺ δέ· «Ποίησον ἑαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων». Εἶτα διατάττεται αὐτῷ τὰ μέτρα αὐτῆς καὶ τὰ ἐπιτηδεύματα αὐτῆς, διώροφά τε καὶ τριώροφα καὶ νοσσιάς, «τριακοσίων τε πήχεων τὸ μῆκος, πεντήκοντα δὲ τὸ πλάτος, καὶ τριάκοντα τὸ ὕψος». Καὶ εἰς πῆχυν αὐτὴν συντελέσαι ἄνω, καὶ «ἀσφαλτῶσαι αὐτῆς τὰ εἴσω καὶ τὰ ἐκτός» καὶ «ἐκ πλαγίων τὴν θύραν», εἰσελθεῖν τε αὐτὸν ἐν αὐτῇ πανοικί. «Καὶ ἀπὸ παντὸς κτήνους καὶ πετεινοῦ καὶ ἑρπετοῦ καὶ θηρίου, ἑπτὰ ἑπτὰ ἀπὸ τῶν καθαρῶν, δύο δύο ἀπὸ τῶν μὴ καθαρῶν», συνεισελθεῖν αὐτῷ εἰς τὴν κιβωτόν, διαθρέψαι μετὰ τὸν κατακλυσμὸν σπέρμα ἐπὶ τῆς γῆς, ἀθροῖσαί τε ἐν τῇ κιβωτῷ αὐτῷ τε καὶ αὐτοῖς καταλλήλως τὰ ἐδώδιμα βρώματα. Καὶ καθὼς ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Νῶε οὕτω πάντα πεποίηκε.

Πάντα οὖν ἀόκνως καὶ ἀνελλιπῆ τὰ προστεταγμένα αὐτῷ ἐκτελέσας, εἶπεν αὐτῷ ὁ Θεός· «Εἴσελθε εἰς τὴν κιβωτόν, σὺ καὶ πᾶς ὁ οἶκός σου καὶ πάντα τὰ προρρηθέντα, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ». Τί γὰρ μακαριώτερον τοῦ ἀνθρώπου γένοιτ’ ἂν τοῦ δεξαμένου δικαιοσύνης ψῆφον ἐκ στόματος Θεοῦ;

Ἦν δὲ Νῶε ἐτῶν πεντακοσίων, ὅτε ἡ τοῦ κατακλυσμοῦ ἀπειλὴ ἀπεφάνθη πρὸς Θεοῦ. Ὅτε δὲ εἰσῆλθεν εἰς τὴν κιβωτὸν «ἦν ἐτῶν ἑξακοσίων», ὧν μεταξὺ ἑκατὸν τῶν ἐτῶν ἐκτίζετο ἡ κιβωτός. Καὶ εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν «ἑξακοσίων ἐτῶν ὑπάρχων, ἑβδόμῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνός». «Καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῶν ὑδάτων καὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν».

Πρόδηλον γὰρ ὅτι ἀπὸ τῶν ταμιευθέντων ὑδάτων ἐπάνω τοῦ στερεώματος, ὅτε «εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος», ἐκ τῶν ὑδάτων ἐκείνων κατέρρευσεν.

Τοῦτο γὰρ καταρράκτας οὐρανοῦ ἐκάλεσεν ἡ γραφή. Ὁμοίως καὶ ἃς ἀφώρισεν ἀβύσσους ὑποκάτω τῆς γῆς, ὅτε καὶ αὐτὴν ἐστερέωσε. Τότε καὶ αὗται ῥαγεῖσαι πηγοειδῶς, ἐποίουν «κατακλυσμὸν ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας». Τίς γὰρ οὐ θαυμάσειε δύναμιν Θεοῦ καὶ μεγαλειότητα κτισμάτων Θεοῦ; Τεσσαράκοντα γὰρ ἡμερόνυκτα ποταμηδὸν ἄνωθεν κατακενούμενα, οὐδεὶς τῶν ὑδάτων ἐκείνων ἀπεκενώθη πληθύς. Τῶν γὰρ τῆς ἀβύσσου οὐ τοσοῦτόν ἐστι θαυμαστόν, ὅτι οὐκ εὐπετὴς ἡ ἄνοδος, ὡς ἡ κάθοδος. «Καὶ ἐπῆρε τὸ ὕδωρ τὴν κιβωτὸν καὶ ὑψώθη ἐπὶ τῆς γῆς» ἐπάνω τῶν ὑψηλῶν ὀρέων πῆχες δεκαπέντε. «Καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς», ἀπὸ ἀνθρώπου ἕως κτήνους. «Καὶ κατελείφθη Νῶε μόνος καὶ οἱ μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ». «Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε καὶ πάντων ὅσα ἦν μετ’ αὐτοῦ καὶ ἐπήγαγε πνεῦμα ἐπὶ τῆς γῆς καὶ ἐκόπασε τὸ ὕδωρ». «Καὶ συνεστάλη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ. Καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς καὶ ἐλαττονοῦτο μετὰ ἑκατὸν πεντήκοντα ἡμέρας». Καὶ ἦν θεάσασθαι τότε θέαμα ξένον καὶ ἐλεεινότατον ὄντως. Πληθυνομένων γὰρ τῶν ὑδάτων πρὸς τὰ χθαμηλότερα τῆς γῆς μέρη, πρὸς τοὺς γαιολόφους καὶ τὰς κορυφὰς τῶν ὀρέων οἱ ἄνθρωποι καὶ τὰ κτήνη ἀνέτρεχον, πᾶς δὲ βουνὸς καὶ ὄρος καὶ πᾶς τόπος καὶ ἀκρώρειος σκόπελος στενοχωρούμενος ἦν ἀνθρώποις καὶ κτήνεσι.

Καί τινες ἐπὶ φυτοῖς ὑψικόμοις ἀνίεσαν καραδοκοῦντες ἐντεῦθέν τινος τεύξεσθαι σωτηρίας. Ἐπεὶ δὲ καὶ τὰ τῶν ὀρῶν μέγαρα καὶ πᾶσαν κορυφὴν ὄρους ἐπεκάλυψεν ἡ πλησμονὴ τῶν ὑδάτων, πᾶσα λοιπὸν ἀπῄρητο σωτηρίας ἐλπίς, καὶ ἐπηνιάθη πᾶσα ψυχὴ καὶ ἀπεπνίγη τοῖς ὕδασι. Διὰ τοῦτο γὰρ καὶ τὸ ὕδωρ ἐκεῖνο ἐπάνω ὑψώθη τῶν ὑψηλῶν ὀρέων πῆχες δεκαπέντε, ὅπως συγκαλύψῃ πᾶσαν πνοήν, ὅπερ καὶ γέγονε. Καὶ ἦν θεάσασθαι ἀνθρώπων τε καὶ κτηνῶν, ἑρπετῶν τε καὶ πετεινῶν καὶ θηρίων, νηχόμενα ὁμοῦ σώματα νεκρά, ὧν οὐκ ἦν ἀριθμός. Πεπλήρωτο γὰρ ὁ κόσμος καὶ τότε ἀνθρώπων σχεδόν, ὥσπερ καὶ νῦν.

Δέκα γὰρ γενεαὶ διίππευσαν ἀπὸ τοῦ Ἀδὰμ μέχρι τοῦ Νῶε, ἐν ἔτεσι δισχιλίοις διακοσίοις τεσσαράκοντα καὶ δύο, καὶ εἰκὸς ἦν πεπληρωμένον ἀνθρώπων ἀγέλαις τὸν κόσμον ὑπάρχειν. Ὧν τῆς πανωλεθρίου ἄρσεως ἡ ἁμαρτία, οὐχ ὁ Θεός, αἴτιον.

Τί γὰρ ἔδει ποιῆσαι εἰς αὐτοὺς καὶ οὐκ ἐποίησεν; ἔπλασεν, ἐπλήθυνεν, μυρίων ἀγαθῶν ἀπόλαυσιν ἐδωρήσατο, ἁμαρτανόντων ἠνείχετο, μολυνθέντων δὲ καὶ μετὰ τῶν καϊανῶν θυγατέρων ἐκείνων παρευθὺς οὐκ ἐπάταξεν, ἀλλὰ καὶ ἐν ἔτεσιν ἑκατὸν καὶ εἴκοσι μακροθύμως ἠνείχετο, κἂν καὶ τὰ εἴκοσι ἀναίρεσεν ἡ τῆς κακίας ἀκμή. Οὓς γὰρ οἱ ἑκατὸν οὐκ ὠφέλησαν, τί οἱ εἴκοσι εἶχον ὠφελῆσαι αὐτούς; τί δὲ καὶ κέρδος ζωῆς πρόξενον αἰωνίου κολάσεως; τὴν δὲ τῆς αὐτοῦ ἀγανακτήσεως ἀπειλὴν κήρυκα αὐτοῖς καθιστᾷ Νῶε. Κτίζων δὲ τὴν κιβωτὸν καὶ ἔργῳ διδάσκων τὴν τοῦ κατακλυσμοῦ ἐπιφοίτησιν, κηρύττων δὲ αὐτοῖς καὶ ὅσα πρὸς Θεοῦ ἀκήκοεν, ὅτι ἐφθάρη ἡ γῆ καὶ ἐπλήσθη ἀδικίας ἀνθρώπων, καὶ ὅτι καιρὸς παντὸς ἀνθρώπου πρὸς ἀπώλειαν ἥκει, καὶ ὅτι φθαρήσεται ἡ γῆ ἐν κατακλυσμῷ ὑδάτων πολλῶν, καὶ ἁπλῶς ὅσα παρὰ Θεοῦ ἤκουσεν ἐκήρυττεν αὐτοῖς, ἐκεῖνοι δὲ ληρώδη καὶ ἀπατημένον γέροντα αὐτὸν ἀπεκάλουν. Διὸ καὶ ἐνδίκως αὐτοὺς ὁ Θεὸς κατέφθειρεν ἄρδην, ὅπως καὶ τὴν ἐκείνων περατώσῃ κακίαν καὶ ἡμᾶς τοὺς ἀκούοντας τούτων παραστείλῃ τοῦ μὴ ἁμαρτάνειν, ἀκούοντας πῶς πανωλέθριος ἀνθρώπων τε καὶ πάσης σαρκὸς αἴτιος γέγονεν ἡ ἁμαρτία. Διὸ καὶ παρακαλῶ τοὺς ἀκούοντας πάντας τῶν θείων τε καὶ ἀψευδῶν τούτων ἀποφθεγμάτων παραφυλάττειν ἑαυτοὺς τῆς θεομίσου ἁμαρτίας καὶ πανωλέθρου.

Εἰ δέ που ἡμάρτομεν, δείξωμεν Θεῷ καρπὸν ἄξιον μετανοίας, καὶ ὡς Θεὸς τῶν μετανοούντων καὶ ἡμᾶς τῇ αὐτοῦ χάριτι ἐλεήσει καὶ σώσει εἰς δόξαν αὐτοῦ· ὅτι πρέπει αὐτῷ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι πάντοτε, καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΕΝΔΕΚΑΤΟΣ Τοῦ αὐτοῦ, λόγος ἑνδέκατος· Περὶ τῆς κιβωτοῦ, ποῦ ἐκτίσθη καὶ ποῦ μετετέθη καὶ ποία ἐστὶν ἡ γῆ Ναΐδ, καὶ εἰς τὰ ἑξῆς περὶ Νῶε καὶ τῶν υἱῶν αὐτοῦ. Εὐλόγησον, πάτερ. Τὴν περὶ τοῦ δικαίου Νῶε ἱστορίαν χθὲς ὁ δέκατος λόγος συλλήβδην διαδραμών, μέχρι καὶ τῆς ὑπὸ τῶν ὑδάτων ἄρσεως τῆς κιβωτοῦ, ἥκει λοιπὸν συνεξυφάναι τὰ ἑξῆς ὁ ἑνδέκατος, ὡς ἡ τοῦ παναγίου Πνεύματος αὐτῷ χορηγήσειε χάρις ἐν χάριτι. «Καὶ ἐκάθισε», φησίν, «ἡ κιβωτὸς ἐν τῷ ἑβδόμῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ἐπὶ τὰ ὄρη τοῦ Ἀραράτ». Ὅρα ποῦ ἐκτίσθη καὶ ποῦ ὑπὸ τοῦ καλοῦ κυβερνήτου προσορμισθεῖσα κεκάθικε, ἱστία καὶ πηδάλια τὴν θείαν εὐμένειαν περιφέρουσα.

Ἐκτίσθη δὲ δηλονότι ἐν γῇ Ναΐδ. Ὑποληπτέον δὲ γῆν Ναῒδ τὴν γῆν Ἰερουσαλήμ, ἥτις ἐστὶ μέση τῆς γῆς, κατέναντι Ἐδέμ, κατὰ Ἀνατολάς, μέση Ἀνατολή, ἐν ᾖ ὁ τοῦ Θεοῦ υἱὸς ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔμελλε διὰ σταυροῦ ἐργάσασθαι σωτηρίαν, ἐν ᾗ τοὺς πρωτοπλάστους ᾤκισε παραβάντας, ἐν ᾗ τὸν Ἀβραὰμ ἐκ τῆς Χαλδαίων μεταστέλλεται γῆς εἰς κληρονομίαν τοῦ σπέρματος αὐτοῦ, ἐν ᾗ τεταμίευται κρίσις καὶ θεοπρεπὴς δευτέρα παρουσία Χριστοῦ. Ναῒδ δὲ λέγεται διὰ τὸν ἱερὸν καὶ σεβάσμιον ναόν, τὸν πρὸ παντὸς ναοῦ μέλλοντα ἐν τῇ αὐτῇ δομηθῆναι γῇ, ὃς γέγονε κατὰ μίμησιν σκηνῆς μωσαϊκῆς φερούσης ἴνδαλμα οὐρανοῦ, ἐν ᾧ νῦν μυστήρια ξένα καὶ παράδοξα ἐπετέλει Θεός, διὸ καὶ γῆν κέκληκε Ναΐδ. Ἐν ταύτῃ οὖν τῇ περιχώρῳ τῷ ὄρει τοῦ Λιβάνου τὴν κιβωτὸν ὁ δίκαιος ἐτεκτήνατο Νῶε, εὐπορῶν ἀφθόνως ἀσήπτων ξύλων τετραγώνων, καθὼς ἐκελεύσθη. Ἐπεὶ δὲ ἐκ τῶν ξύλων τοῦ Λιβάνου ἐκτίσθη ἡ κιβωτὸς καὶ ᾠκοδόμηται ὁ ναός, καὶ τὸ σταυρικὸν ξύλον ἐλήφθη, ὃ ἦν δόξα τοῦ Λιβάνου, περὶ οὗ διὰ Ἠσαΐου ἔλεγε Θεός· «Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν πεύκῃ καὶ κέδρῳ καὶ κυπαρίσσῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω».

Διὰ ταῦτα γοῦν τὰ ὄργια καὶ χρηστὰ ξύλα τοῦ Λιβάνου, παρὰ παντὸς ὄρους ξύλα, θεοφυτεύτους καλεῖ ὁ Δαβὶδ τὰς κέδρους τοῦ Λιβάνου· «Αἱ κέδροι», φησί, «τοῦ Λιβάνου, ἃς ἐφύτευσας». Ἐν τούτῳ γοῦν τῷ ὄρει κτισθεῖσα ἡ κιβωτὸς καὶ ἀρθεῖσα ὑπὸ τῶν ὑδάτων περιεφέρετο ἔνθα καὶ ἔνθα μῆνας πέντε, ἤτοι ἀπὸ εἰκοστῆς ἑβδόμης τοῦ Μαΐου μηνός, ἕως εἰκοστῆς ἑβδόμης τοῦ Ὀκτωβρίου μηνὸς τὸ πλώϊμον διανύουσα ἐν τοῖς ὄρεσιν Ἀραρὰτ προσπεφοίτηκε. Οὕτω γὰρ ὁ καλὸς αὐτῆς κυβερνήτης εὐδόκησεν, ὅπως μὴ ἐν πάσαις ταῖς ἡμέραις τῆς τῶν ὑδάτων ἐπικρατείας ποιουμένη τὸ πλώϊμον ἀγανακτήσῃ ὁ δίκαιος.

Φέρων αὐτὴν ἐν τοῖς ὄρεσι τούτοις κεκάθικεν ἀντὶ νεστάθμου τινός, διὰ τὸ εἶναι αὐτὸ παντὸς ὄρους καὶ πάσης κορυφῆς καὶ σκοπέλου τῷ ὕψει ὑπέρτερον. Ἐν οἷς ὁ δίκαιος νεσταθμούμενος, νῦν μὲν διὰ τοῦ κόρακος, νῦν δὲ διὰ τῆς περιστερᾶς, ἐτεκμήρατο τὴν τῶν ὑδάτων λῆξιν ἀπὸ προσώπου τῆς γῆς. «Ἐν δὲ τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς, ἐν δὲ τῇ δεκάτῃ ἑβδόμῃ τοῦ δευτέρου μηνὸς ἐξηράνθη ἡ γῆ». Ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τοῦ αὐτοῦ μηνὸς «ἠνέωξε τὴν στέγην τῆς κιβωτοῦ». Ἦν γὰρ κουβουκλοειδὴς ἄνωθεν εἰς μίαν πῆχυν συντελεσμένη, καθὼς ἐκελεύσθη. Καθ’ ἣν γὰρ εἰσῆλθον ἡμέραν, κατὰ τὴν αὐτὴν πάλιν, πληρωθέντος τοῦ χρόνου, ἠνέῳξε τὴν κιβωτόν. Ὁλόκληρον γὰρ ἐνιαυτὸν ὁ δίκαιος ἐν τῷ σκοτεινῷ ἐκείνῳ καταγωγίῳ συγκεκλεισμένος ἦν μετὰ κτηνῶν καὶ θηρίων, καὶ ὡς κτηνοτρόφος ἅμα καὶ θηριοτρόφος καὶ ὀρνιθοτρόφος ἦν διατρέφων αὐτὰ καὶ ποτίζων καὶ κυβερνῶν. Ἀνοίξαντος δὲ μετὰ τὴν τοῦ χρόνου περαίωσιν, ἐκέλευσε Κύριος ὁ Θεὸς καὶ ἐξῆλθε μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ ὅσα ἦν μετ’ αὐτοῦ εἰς τὴν κιβωτὸν ἀπὸ πετεινῶν ἕως κτηνῶν, καί· «Αὐξάνεσθε», φησί, «καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς».

Ὁ δὲ καρδιογνώστης Θεός, ὀρρωδοῦσαν ὁρῶν τὴν τοῦ δικαίου καρδίαν μήπως καὶ μετὰ τὸ πληθυνθῆναι καὶ αὖθις αὐτοὺς διὰ τοῦ κατακλυσμοῦ ἀπαλείψειεν, λύει τὴν ὑπόνοιαν διδοὺς σημεῖον διαθήκης αὐτοῦ τόξον ἐν ταῖς νεφέλαις. Καὶ ὅτι· «Οὐκ ἔτι προσθήσω πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα πάσας τὰς ἡμέρας τῆς γῆς, ἀλλ’ ἔσται θέρος καὶ ἔαρ, νὺξ καὶ ἡμέρα, κατὰ τὸ πρότερον». Ἐπειδὴ γὰρ ἐκεῖνος ὁ ἐνιαυτὸς οὐκ ἔαρ, οὐ θέρος, οὐ νύξ, οὐχ ἡμέρα διεκρίνετο, ἀλλὰ σύγχυσις καιρῶν καὶ στοιχείων ἀναμὶξ καὶ ἀταξία, διατίθεται ὁ πανεύσπλαχνος μῆκος ἔτι τοιοῦτόν τι. Οὗτοι δὲ ἀπληστίας καὶ γαστριμαργίας πάθεσιν ἁλισκόμενοι, τῶν τεθυομένων ζῴων τὸ αἷμα ἐπὶ κρατῆρος δεχόμενοι, ἐδώδιμον κατασκευάζουσι καὶ παρανόμως καὶ παραλόγως τοῦτο ἐσθίουσι, καὶ οὐαὶ αὐτοῖς, ἐὰν μὴ παύσαντες μετανοήσωσι. Καὶ ὁ μὲν Θεός, ὥσπερ τῷ Ἀδὰμ τὴν πάντων ἐξουσίαν καὶ αὐθεντίαν ἐνεχείρισεν, οὕτω καὶ τῷ Νῶε, τοῦ πάντων ἄρχειν καὶ φοβερὸν εἶναι καὶ τοῖς θηρίοις. Τοῦτο γὰρ τὸ ἀξίωμα καὶ μέχρι τοῦ νῦν διασώζεται καὶ ἄρχουσιν ἄνθρωποι καὶ τῶν ἀγρίων ζῴων καὶ τῶν ἰχθύων τῆς θαλάσσης, εἰ καὶ μὴ μετὰ αὐθεντίας καὶ προστάξεως, ἀλλ’ ὅμως μετά τινος μηχανῆς καὶ προνοίας θηρεύουσιν αὐτά, ἀλλὰ καὶ θηρία ἐν τοῖς οἴκοις τῶν βασιλέων ἔστι πολλάκις ἰδεῖν τιθασευόμενα. «

Ὁ δὲ Νῶε θυσιαστήριον οἰκοδομήσας, ἀπὸ πάντων τῶν καθαρῶν κτηνῶν τε καὶ πετεινῶν ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον τῷ Κυρίῳ προσήγαγε. Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας». Ἀνθρώπινον γὰρ τὸ ὀσφραίνεσθαι, οὐ φύσεως ἀσωμάτου καὶ θείας, ἀλλ’ ὅμως διὰ τὴν καθαρὰν πίστιν τοῦ δικαίου, μεθ’ ἧς τὰς θυσίας προσέφερε, αἱ κνῖσαι ἐκεῖναι εὐωδίαι προσηνέχθησαν Θεῷ, ὡς καὶ αἱ τοῦ Ἄβελ τὸ πρίν. «Χὰμ δὲ καὶ Σὴμ καὶ Ἰάφεθ υἱοὶ Νῶε. Χὰμ δὲ ἦν πατὴρ Χαναάν».

Τοῦτο ἐξεῖπεν ἡ γραφὴ παραδηλοῦσα ὅτι ἐν τῇ κιβωτῷ ὁ Χὰμ ἐγέννησε τὸν Χαναάν, τὸ αὐτοῦ καὶ ἐν συμφορᾷ τηλικαύτῃ ἀχαλίνωτον θριαμβεύουσα. «Ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν». Ἣν γὰρ πρὸς Θεοῦ ἐδέξαντο αὐξήσεως εὐλογίαν, σπέρματος οἱ τρεῖς οὗτοι ἐπλήρωσαν τὴν γῆν.

Οὐκέτι γὰρ Νῶε τεκνογονεῖ, ἀλλὰ γεωργὸς ἤρξατο γῆς. Καὶ ἐξ οὗ «ἐφύτευσεν ἀμπελῶνος οἶνον πιὼν καὶ μεθυσθείς, ἐν τῇ ἀγνοίᾳ τῆς ἐξ αὐτοῦ βλάβης, ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ», οὗ κατορχούμενος Χάμ. Σὴμ δὲ καὶ Ἰάφεθ ὀπισθοφανῶς ἐπιστάντες πρὸς τὸ μὴ θεάσασθαι γύμνωσιν πατρός, δι’ ἱματίου συγκαλύπτουσιν αὐτήν, δι’ ἣν αἰτίαν εὐλογίαις μεγάλαις καταστέφονται πατρικαῖς. Χαναὰν δὲ τιτρώσκεται ἐντεῦθεν, εἰ καὶ μὴ πρὸς αὐτὸν ἡ ἀρά, αἰδῶ εὐλογίας πρὸ μακροῦ. «Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμόν, ἔτη ἑκατὸν πεντήκοντα.

Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα <ἔτη> καὶ ἀπέθανε». Δηλονότι, ὅσον καὶ ἂν ζήσωμεν καὶ πλουτήσωμεν καὶ τρυφήσωμεν μετὰ ταῦτα πάντα, «ὁ θάνατος διαδέχεται». Καὶ κἂν γῆς ἁπάσης καθέξομεν τὰ πληρώματα, τρίπηχυν τάφον ἐκ ταύτης κληρούμεθα καὶ οὐδὲν πλεῖον. Καὶ κἂν παντὸς κόσμου τὸν πλοῦτον περιβαλώμεθα, οὐδὲν ἐξ αὐτοῦ μεθ’ ἡμῶν αἴρομεν, πλὴν ἐπιταφίου περιβολῆς.

Διὸ καλὸν προφθάσαι θανάτου τὴν ἐνδημίαν καὶ ταῖς τοῦ κόσμου ματαιότησι καὶ σαρκικαῖς ἐπιθυμίαις μὴ συναπατεῖσθαι, δι’ ὧν κατακλυσμοῦ γῆ διεφθάρη μετὰ πάσης σαρκός, ἀποδώσωμεν δὲ μᾶλλον ἀξίους ἀναδεῖξαι ζωῆς ἀθανάτου καὶ ἀθανάτου Θεοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.