Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Ο πύργος της Χαλάνης και η σύγχυση των γλωσσών (Λόγος ΙΒ')

Η εγκατάσταση των ανθρώπων στη γη Σεναάρ, η αλαζονική απόφαση για την ανέγερση του πύργου, η παρέμβαση του Θεού και η διασπορά των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 7 από 10

ΛΟΓΟΣ ΔΩΔΕΚΑΤΟΣ Τοῦ αὐτοῦ, λόγος δωδέκατος· Περὶ τοῦ πύργου Χαλάνης καὶ ὅτου χάριν καὶ πότε Χαλάνης τόπος ἐκεῖνος ὁ χῶρος ἐκλήθη, καὶ περὶ πυργοποιῶν ἑτέρων ἐκ βίβλου λόγων Ἠσαΐου τοῦ προφήτου. Εὐλόγησον, πάτερ.

Ὥσπερ γὰρ πρὸ τοῦ κατακλυσμοῦ, ἡνίκα ηὐξήνθησαν οἱ ἄνθρωποι καὶ πολλοὶ γεγόνασιν, ἐγεννήθησαν αὐτοῖς καὶ θυγατέρες, δι’ ἃς καὶ ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα, οὕτω καὶ μετὰ τὸν κατακλυσμὸν ἡνίκα ηὐξήνθησαν καὶ πρὸς εὐηθείας ἐχώρησαν ἔργα, τὸ ἓν γένος καὶ τὸ ἓν χεῖλος προσαπολέσαντες, ἐξάπινα ἐτράπησαν εἰς γένη πολλὰ καὶ χείλη πολλά. Λέγει γὰρ ἡ θεία γραφή, <ὅτι> ἀπὸ τούτων τῶν τριῶν υἱῶν Νῶε «διεσπάρησαν νῆσοι ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν». «Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν καὶ φωνὴ μία πᾶσι». Καὶ κινηθέντες ἀπὸ Ἀνατολῶν, ἦλθον ἐν γῇ Σενάρ, ἥτις μεθερμηνεύεται γῆ Χαλάνης. Οὐ γὰρ δήπου διὰ τὸ χαλάσαι τὸν πύργον Χαλάνη ὁ τόπος ἐκλήθη, ἀλλὰ καὶ πρὸ τοῦ ἔχειν τὴν κλῆσιν ταύτην, προδιαγράφουσα ἡ κλῆσις τρανῶς τὸ ἐσόμενον.

Καὶ ἦλθον ἐν γῇ Σενάρ, καὶ «εὑρόντες πεδίον», ἤτοι τόπον καλὸν καὶ κομιδῇ ἐπιτήδειον εἰς κατοικίαν καὶ οἰκοδομὴν πόλεως, «κατῴκησαν ἐκεῖ». «Καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί», καὶ «οἰκοδομήσωμεν αὐτὰς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς». Οὐδαμῶς μνήμη Θεοῦ, οὐδόλως Θεοῦ ἀναφορά, ἀλλὰ «οἰκοδομήσωμεν ἑαυτοῖς καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα». Καὶ ἰδοὺ πεποιήκεσαν ἑαυτοῖς ἄληστον ὄνομα, φαῦλον δὲ καὶ ἀγέραστον, πύργον Χαλάνης, καὶ διαιρέσεις γλωσσῶν ἑβδομήκοντα καὶ δύο, τῶν λαῶν ἰσαρίθμους. «Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος αὐτοῖς ἦν ὁ πηλός».

Ἐρώτησις· Τίς ἆρα ὁ σκοπός, τὸ μετὰ τοσαύτης ἀσφαλείας μέχρι καὶ τοῦ οὐρανοῦ πύργον οἰκοδομῆσαι; Ἀπόκρισις· Ἤκουσαν γὰρ ὅτι ἐν τῷ κατακλυσμῷ δεκαπέντε πήχεις ἐπάνω τῶν ὀρέων τὸ ὕδωρ ὑψώθη καὶ εἶπον οὗτοι, ὅτι οὐ δεκαπέντε πήχεις ἁπλῶς τὰ ὄρη ὁ πύργος ἡμῶν ὑπερβήσεται, ἀλλὰ καὶ μέχρι τοῦ οὐρανοῦ ἀναβήσεται. Καὶ εἴγε ἐπάξει καὶ αὖθις κατακλυσμὸν ὁ Θεός, ἀδύνατον ἕως ἐκεῖ τὸ ὕδωρ ἀφικέσθαι. «Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός», καὶ «μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει».

Θῶμεν γὰρ ὅτι ὑπερέβητε χώραν ἀστέρων, σελήνης τε καὶ ἡλίου, καὶ οὔτε αὐτοῦ ὑμᾶς κατέφλεξε τὸ πυρσοφώτατον οὔτε τὸ δριμύτατον τῆς ψυχρότητος τοῦ ἀέρος ἐξέψυξεν ὑμᾶς, καὶ διήκετε μέχρι καὶ τοῦ οὐρανοῦ. Τί ἆρα κακὸν καιρὸν δρᾶν εἴχετε ὑποκάτω τοῦ στερεώματος; ἢ τίς ὁ ἀνοίξων ὑμῖν τὸν οὐρανὸν μετὰ σώματος εἰσιέναι φθαρτοῦ καὶ ἐσπιλωμένου; οὐδὲ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔδρασε τοῦτο ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ἕως οὗ τὸ τῆς οἰκονομίας μυστήριον ἐξεπλήρωσε θαυμασίως καὶ ἑκουσίως ἀπέθανε καὶ ἀνέστη καὶ τότε ὡς νικητὴς τοῦ θανάτου ἀνῆλθε δόξῃ καὶ τιμῇ ἐστεφανωμένος, προσαγηοχὼς πρόσλημμα περιτεθεωμένην σάρκα μετὰ ψυχῆς. Ἡμεῖς δὲ μετὰ πηλοῦ καὶ πλινθείας εἰς οὐρανὸν ἀναβαίνειν πειρᾶσθε; Ναί, φασί, τὸν ἐκ τοῦ κατακλυσμοῦ ὄλεθρον ὀρρωδοῦντες δρῶμεν τὸ ἔργον τοῦτο. Τί οὖν; περὶ τοῦ κατακλυσμοῦ ἠκούσατε, περὶ δὲ ὅτι «οὐκ ἔτι ἐπάγω κατακλυσμὸν πάσας τὰς ἡμέρας τῆς γῆς», <ὃ> εἶπεν ὁ Θεός, οὐκ ἠκούσατε;

Εἰ δὲ καὶ ἐπάξει κατακλυσμὸν μὴ ἀδυνατεῖ αὐτῷ μέχρι καὶ οὐρανοῦ κορυφῶσαι τὰ ὕδατα; Τάχα ὁμόφρονες ὑμῶν γεγόνασι μεθ’ ὑμᾶς· «Καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφ’ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες· πλίνθοι πεπτώκασι, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργους, καὶ ἐπάξει ὁ Θεὸς τοὺς ἐπανισταμένους Σιὼν καὶ ἐφ’ ἡμᾶς». Οἱ δὲ λέγουσι τοῦτό ἐστιν, ὅτι· «Οἱ διὰ πλίνθων οἰκοδομημένοι ἡμῶν πύργοι, οὐχ ἐπηνέγκασι προσβολὴν πολεμίων, ἀλλὰ πεπτώκασιν ἄρδην.

Ἡμεῖς δὲ τοιούτους αὐτοὺς οἰκοδομήσωμεν ἄρτι, διὰ λίθων καὶ συκαμίνων καὶ κέδρων, ὥστε κἂν Θεὸς στείλῃ καθ’ ἡμῶν πολεμίους, μὴ κατισχῦσαι ἡμᾶς καὶ τῶν ὀχυρωμάτων ἡμῶν». Τάχα οὔτε ὑμεῖς ἴστε ὅτι· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες» οὔτε ἐκεῖνοι ἴσασιν, ὅτι· «Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων». Ἔνθεν καὶ ὡς φενακισθέντες ἑκάτεροι, ἀγέραστοι μετὰ τῶν ἔργων αὐτῶν ἀπεφάνθησαν. «Καὶ ἄσφαλτος αὐτοῖς ἦν ὁ πηλός». Λέγουσι δέ τινες, ὅτι κολλητικόν τι αὐτοφυὲς χρῖσμα ἦν τὸ ἄσφαλτον ἐκ τῶν ἐκεῖσε πηγῶν. Ἐγὼ λέγω ἄσβεστον, οὗ ἐν ταῖς τοιαύταις οἰκοδομαῖς οὐδὲν ἀσφαλέστερον. Καὶ ὥσπερ ἕψησαν πλίνθον εἰς λίθον, οὕτως ἐξέκαυσαν καὶ λίθον εἰς χρῖσμα, καὶ αὐτοὶ πρὸ πάντων ἐφεῦρον τὴν τοῦ τιτάνεως μηχανήν, μεθ’ οὗ, ὡς ἔοικε, συνεμίγνυον καὶ ἄσφαλτον, ἤτουν ὑγρόπισσον, ᾧ καὶ Νῶε τὴν κιβωτὸν ἔσωθέν τε καὶ ἔξωθεν ὠχύρωσε τῇ ἀσφάλτῳ, ὅπερ καὶ μέχρι τοῦ νῦν θαλασσιῶται ἁλιάδας καὶ λίβερνα περιχρίουσι, ὡς τοῦ ὕδατος ἡ ἄσφαλτος ἀκοινώνητος, ἣν ἐχρῶντο μετὰ τιτάνεως οἱ λαοξοὶ εἰς τὴν τοῦ πύργου οἰκοδομὴν πρὸς ἀνθολκὴν τῶν ὑδάτων. Διὸ καὶ ἄσφαλτον αὐτὸν ἐξεῖπεν ἡ γραφὴ τὸν πηλόν, καθ’ ὅτι καὶ τῶν ὑδάτων ἀνθολκὰς ὁ πύργος ἐμηχανᾶτο. «Καὶ κατέβη Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων».

Οὐ καταβαίνει Θεὸς οὔτε ἀναβαίνει, οὐ τοπικῶς μεταβαίνει ὁ «πανταχοῦ τὰ πάντα πληρῶν» ἀπεριγράπτως, ὥσπερ καὶ ἥλιος οὐ κατέρχεται πρὸς τὸ φωτίσαι καὶ θάλψαι, ἀλλ’ ἐκ τῶν αὐτοῦ ὑψωμάτων φωτίζει, θερμαίνει, ξηραίνει καὶ καίει. Ἔθος δὲ τῇ γραφῇ κατάβασιν λέγειν Θεοῦ, οἷον ὅτι κατέβη θεάσασθαι τὸν πύργον.

Καὶ περὶ τῶν Σοδόμων, ὅτι· «Καταβὰς ὄψομαι», καὶ ὅτι· «Ἤκουσαν αὐτοῦ ἐν τῷ παραδείσῳ περιπατοῦντος» καὶ ὅτι· «Κατέβη ὁ Θεὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ»· καὶ ὅτι· «Δεῦτε καταβάντες» καὶ τοιαῦτα πολλὰ τῆς γραφῆς διαλεγομένης τὴν τοῦ Θεοῦ μακροθυμίαν διδάσκει ἀναφανδόν, ὅτι οὐκ εὐθέως καὶ παραχρῆμα πατάσσει τοὺς ἁμαρτάνοντας, εἰ μήπω ἀνίατον αὐτῶν θεάσοιτο τὴν κακίαν, διδάσκουσα καὶ τοῖς ἐπ’ ἐξουσίαις μακροθυμεῖν καὶ μὴ παρευθὺς ἐκ μόνης ἀκοῆς ὀργίζεσθαι κατά τινος καὶ ἀποφαίνεσθαι ἀνεξετάστως. «Γνῶθι», φησί, «πρῶτον καὶ τότε ἐπιτίμα». Οὐ μὴν δέ, ἀλλὰ καὶ τὴν ἐπ’ ἐσχάτων κατάβασιν τοῦ Θεοῦ Λόγου αἱ καταβάσεις ἐκεῖναι προδιετύπουν σαφῶς. «Καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν», ἐπειδὴ καὶ τὸ ὁμογενὲς καὶ ὁμόγλωσσον χρῶνται ἐπὶ κακῷ. «Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν». Οὐκ εἶπε γλώσσας, ἀλλὰ γλῶσσαν, μία γὰρ ἦν. Τοῦτο γὰρ ἐδήλου χεῖλος ἓν καὶ φωνὴ μία πᾶσα. «Συγχέωμεν αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον».

Οὗ ἐξάπινα γενομένου, ἦν γέλωτος ἄξιον ἐκεῖ καθορᾶσθαι, ἔστιν ὅτε ὁ λαοξὸς λίθον ἐζήτει, ὁ δὲ ὑπηρέτης ἐκόμιζε χρῖσμα, ἢ χρῖσμα χρήζων, ἐκεῖνος ἐπεφέρετο λίθον, ἢ λαξευτήριον ζητῶν ἕτερόν τι τῶν ἐργαλείων ἐνεχείριζον τῷ τεχνίτῃ, ὡς μηδὲν αὐτοὺς διενηνοχέναι μεθυόντων ἢ μαινομένων. «Καὶ διέσπειρεν Κύριος ὁ Θεὸς αὐτοὺς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον». Ἐπαύσαντο καὶ μὴ βουλόμενοι μετὰ τὸ πληρωθῆναι αὐτῶν τὴν προφητείαν, ὅτι· «Ποιήσωμεν ἑαυτοῖς ὄνομα» καὶ ἰδοὺ πεποιήκασιν ἀνεπίληστον ὄνομα, πύργον Χαλάνης καὶ γλώσσας βαρβάρων οὐκ ὀλίγας. «Καὶ διὰ τοῦτο», φησίν, «ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς». Διασκεδάζων γὰρ τὴν κακὴν ὁμόνοιαν, διεσκόρπισεν αὐτούς. Παρῆκε δὲ αὐτοὺς πρῶτον καὶ ἐποίησαν χρόνους ἱκανούς, ἵνα προὖπτον τὸ ἔργον αὐτῶν γένηται καὶ εἶθ’ οὕτως ἔνδικος ἡ καταδίκη. Καὶ ὥσπερ τοὺς κατακλυσθέντας ἑκατὸν ἐμακροθύμησεν ἔτη, οὕτω καὶ τοὺς πυργοποιοῦντας τεσσαράκοντα ἐμακροθύμησε χρόνους.

Καὶ εἰς ὕψος πολὺ ἀνήγαγον τὸ ἔργον, ὡς τεσσαράκοντα μίλια, φασί, πεπτωκότα τὸν πύργον πεφθακέναι τὴν κορυφὴν αὐτοῦ. Καὶ μετὰ τοσαύτης ἀσφαλείας οἰκοδομούμενον ἔργον, οὐ χειρῶν ἀνθρώπων ἐδεήθη καταστραφῆναι, οὐ πετροβόλων θυμόν, οὐκ ἄλλου τινὸς μηχανήματος. Ἀλλὰ νεύσει Θεοῦ ἄνεμος ἰσχυρὸς ἐπέπνευσε καὶ τοῦτον κατέστρεψεν ἄρδην, ὅπως ἐντεῦθεν καὶ ἡμεῖς παιδευθῶμεν, μὴ διὰ δόξαν κενὴν δρᾶν τὰ ἔργα ἡμῶν, εἴτε αἰσθητὰ εἴτε νοητὰ πεφύκασι καὶ πνευματικά, ἀλλὰ διὰ Θεοῦ καὶ διὰ Θεὸν καὶ εἰς δόξαν αὐτοῦ καὶ σωτηρίαν ἡμῶν, μετὰ πολλῆς μετριότητος καὶ ταπεινοφροσύνης, ὅτι· «Κύριος ὑπερηφάνοις», φησίν, «ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν» καὶ ὅτι· «Τὸ ὑψηλὸν ἐν ἀνθρώποις βδέλυγμα παρὰ τῷ Θεῷ» καὶ ὅτι· «Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται», λέγει Κύριος, καί· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶος εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν».

Πολλοὺς γὰρ τὸ τῆς κενοδοξίας κατέστρεψεν ἐργαστήριον, πολλοὺς κατέβαλεν ἐξ ὕψους εἰς χάος ἀγγέλους καὶ ἀνθρώπους, πολλοὺς ἐντίμους ἀτίμους ὑπέδειξεν ἄφνω, περὶ ὧν ἡ γραφὴ μαρτυρεῖ καὶ ἀγράφως πολλὰ ἐν τῷ κόσμῳ βλέπομεν τοιαῦτα. Καὶ χρὴ ἡμᾶς νήφειν καὶ γρηγορεῖν κατὰ τοῦδε τοῦ πάθους, τοῦ μὴ ἁλωθῆναι ταῖς τούτου παγίσι, ἀλλὰ ῥυσθῆναι «ὡς δορκὰς ἐκ βρόχων καὶ ὡς ὄρνεον ἐκ παγίδος», κατὰ τὴν σοφὴν παροιμίαν, διὰ ταπεινοφροσύνης δὲ καὶ χρηστῶν ἔργων καταξιωθῆναι τῆς ἀθανάτου ζωῆς χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐν Τριάδι δοξαζομένου Θεοῦ ἡμῶν, οὗ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.