Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Ο βίος του πατριάρχη Αβραάμ: Μέρος πρώτο (Λόγος ΙΓ')

Η κλήση του Αβραάμ, η κάθοδός του στην Αίγυπτο, η απελευθέρωση του Λωτ, η συνάντηση με τον Μελχισεδέκ και οι θείες επαγγελίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 8 από 10

ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΤΡΙΤΟΣ Τοῦ αὐτοῦ, λόγος τρισκαιδέκατος· Περὶ θεοκλήτου Ἀβραὰμ ἐκ γῆς Χαλδαίων ἐν γῇ Χαναὰν καὶ περὶ τῆς ἐν Αἰγύπτῳ αὐτοῦ καθόδου καὶ ἀνόδου, περί τε τῆς τοῦ Λὼτ διαστάσεώς τε καὶ αἰχμαλωσίας καὶ περὶ τῶν πλείστων Θεοῦ ἀνθέξεων πρὸς τὸν δίκαιον. Εὐλόγησον, πάτερ.

Ἀβραὰμ τῷ θεοκλήτῳ καὶ Σάρᾳ τῇ ὁμευνέτιδι οὐ τὸ ἄλφα καὶ τὸ ῥῶ, ἀλλ’ ὁ ταῦτα τούτοις προσθεὶς ἐμεγάλυνε σφόδρα. Ὁ παντέφορος γὰρ ἐκεῖνος καὶ προθεωρὸς ὀφθαλμὸς προεῖδε καὶ τοῦ δικαίου τὴν ἐσομένην εὐσέβειαν, διὸ καὶ μετὰ ἀσεβῶν παροικεῖν τοῦτον οὐ συνεχώρησε. «Καὶ εἶπε Κύριος τῷ Ἄβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ πολὺ καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται <ἐν σοὶ> πᾶσαι αἱ φυλαὶ τῆς γῆς». Προβλέπων γὰρ ὁ Θεός, ὅτι πολλῶν καὶ μεγάλων ὑποσχέσεων κέκληκε τὸν μακάριον, ὁ δὲ μὴ μελήσας, καταλαμβάνει ἐν τάχει γαῖαν τῶν Χαναναίων. Ὁ δὲ ἀτρεκὴς δεσπότης ἐπιφανεὶς αὐτῷ κατὰ τὸ ἐνὸν κελεύει αὐτῷ διοδεῦσαι τῆς γῆς τὸ μῆκος καὶ τὸ πλάτος, κληρονομίας προοίμια χορηγῶν τῷ δικαίῳ, ὅτι· «Σοὶ καὶ τῷ σπέρματί σου», φησί, «δώσω τὴν γῆν ταύτην». Ὁ δέ, οἷα εὐγνώμων καὶ φιλόθεος, θυσιαστήριον εὐθέως οἰκοδομεῖ τῷ Θεῷ. Εἶτα, λιμὸς ἰσχυρὸς τὴν Χαναναίαν καταλαβών, αὐτὸς βίᾳ φερόμενος καταλαμβάνει τὴν Αἴγυπτον, ἐν ᾗ καὶ προσπελάσας θανάτου δέος καὶ γυναικὸς ἀφαίρεσις τὸν δίκαιον περικυκλώνει. «

Καὶ ἔσται σου τὸ εὐπρόσωπον οἱ ἄρχοντες Φαραώ, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσιν». «Εἰπὲ οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμί, καὶ εὖ μοι γένηται, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου». Γίνονται οὖν τὰ τοῦ δικαίου ῥήματα πράγματα. Ἀφαιρεῖται ἐκ χειρῶν τοῦ δικαίου ἡ γυνή, ἀπάγεται εἰς τὸν Φαραὼ ὑπὸ τῶν ἀρχόντων αὐτοῦ. «Εὖ δὲ ἐχρήσαντο τῷ δικαίῳ δῆθεν ὡς ἀδελφὸν αὐτῆς, πρόβατά τε καὶ βόας καὶ καμήλους, καὶ παῖδας καὶ παιδίσκας πρὸς θεραπείαν δωρούμενοι». Ὁ δὲ οἶκος Φαραὼ μικροῦ δεῖν κατεστρέφετο. «Ἔτασε γὰρ ὁ Θεός», φησί, «ἐτασμοῖς μεγάλοις, διὰ Σάραν τὴν γυναῖκα Ἄβραμ», γνωρίσας αὐτῷ δηλαδὴ ὅτι οὐκ ἀδελφή, ἀλλὰ γυνή ἐστι τοῦ δικαίου. Πρὸς Φαραὼ γὰρ καὶ Ἀβιμέλεχ καὶ πρὸς τοὺς λοιποὺς βασιλεῖς ἔλεγεν ὁ Θεὸς περὶ Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Ἰωσήφ· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε». Ὁ δὲ Φαραὼ μεταστειλάμενος τὸν δίκαιον· «Τί τοῦτο πεποίηκάς μοι», φησί, «εἰπὼν ὅτι ἀδελφή σού ἐστιν, καὶ ἰδοὺ ἡ γυνή σου ἀνέπαφος· λαβὼν ταύτην ἀπότρεχε». «Ἀνέβη δὲ ἐξ Αἰγύπτου μετὰ Σάρας τῆς γυναικὸς αὐτοῦ καὶ Λὼτ» τοῦ ἀδελφιδοῦς αὐτοῦ, μετὰ πλούτου πολλοῦ καὶ κτηνῶν πολλῶν εἰς τὴν ἔρημον, ὅπου ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον. «Καὶ ἡ γῆ αὐτοὺς οὐκ ἐχώρει», διὰ τὸ ἐν αὐτῇ καὶ τοὺς Χαναναίους οἰκεῖν. «Γίνεται οὖν μάχη μεταξὺ τῶν ποιμένων Ἄβραμ καὶ τοῦ Λώτ.

Καὶ εἶπεν Ἄβραμ· μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν· ἀλλὰ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου· διαχωρίσθητι ἀπ’ ἐμοῦ» καὶ οἵαν βούλει ἑλοῦ, ἢ τὴν δεξιὰν ἢ τὴν ἀριστεράν.

Ὑψηλὴ καὶ ἀξιάγαστος ἡ πραότης τοῦ δικαίου, δι’ ἧς ὃν ἀνεθρέψατο παῖδα, ὃν ἐτίμησε καὶ ὃν ἐδόξασε, ἀδελφὸν καὶ ἰσότιμον αὐτοῦ ποιεῖ καὶ κύριον μερισμοῦ γῆς, ἧς τὴν κάθειρξιν αὐτὸς εἴληφε πρὸς Θεοῦ. Ὁ δὲ Λώτ, ἀντὶ τοῦ ἀντιτιμῆσαι καὶ τῷ πρεσβύτῃ παραχωρῆσαι διαιρέσαι τὴν γῆν, προπετεύεται μᾶλλον. «Καὶ ἐπάρας τοὺς ὀφθαλμούς, εἶδε τὴν χώραν τῶν Σοδόμων ὡς ὁ παράδεισος ὁ ἐν Ἐδέμ, ἀρδευομένην ὑπὸ τοῦ Ἰορδάνου». Καὶ ἀποφοιτήσας ἐκ τοῦ δικαίου ἐσκήνωσεν ἐν Σοδόμοις, μηδὲν τὴν τῶν οἰκητόρων κακίαν εἰς νοῦν εἰληφώς. «Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροί», φησί, «καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα».

Ἰδοὺ δύο κακὰ γενικώτατα, ὅτι καὶ πονηροὶ καὶ ἁμαρτωλοὶ σφόδρα ἐναντίον τοῦ Θεοῦ. Τί οὖν; οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ αἰχμάλωτος ὁ Λὼτ μετὰ καὶ πλήθους καὶ ὑπαρχόντων λαοῦ Σοδόμων ἀπάγεται ὑπὸ βασιλέως Χοδολλογομὸρ καὶ τῶν σὺν αὐτῷ τεττάρων βασιλέων. Ἀκούσας δὲ ὁ δίκαιος τοῦτο καὶ εἰς οὐδὲν λογισάμενος τὴν τοῦ Λὼτ προπέτειαν περὶ τὴν τῆς γῆς ἐκλογήν, «κατεδίωξεν ὄπισθεν αὐτοῦ, μετὰ τῶν οἰκείων οἰκογενῶν, τριακοσίων δέκα καὶ ὀκτώ», καὶ ἐν νυκτὶ τούτοις ἐπιπεσὼν κατατροποῦται καὶ καταδιώκει τοὺς πέντε βασιλεῖς «ἕως Χομάρ, ἥτις ἐστὶν ἀριστερὰ Δαμασκοῦ. Καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἵππον Σοδόμων», καὶ τὰς γυναῖκας καὶ τὸν λαὸν καὶ Λὼτ τὸν ἀδελφιδῆ αὐτοῦ, ᾧ συνήντησε βασιλεὺς Σοδόμων, τιμῶν καταλλήλως καὶ ἐρωτῶν τοῦ λαβεῖν τι μέρος ἐκ τῶν λαφύρων. Ὁ δὲ ἀπηνήνατο τοῦ λαβεῖν «ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος», τουτέστιν ἀπὸ λεπτοῦ σχοίνου ἕως κόμμα λωρίου. Συνήντησε δὲ αὐτῷ «ἐν ἄρτῳ καὶ οἴνῳ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, καὶ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου» εὐλογῶν αὐτὸν καὶ λέγων αὐτῷ· «Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σου», διδάσκων καὶ οὗτος ὁ δίκαιος, ὅτι οὐκ ἂν μετ’ ὀλίγων τινῶν ἴσχυε καταδιῶξαι πέντε βασιλέας, εἰ μὴ ὁ Θεὸς παρέδωκεν αὐτοὺς ἐν τῇ χειρὶ αὐτοῦ.

Ἄβραμ δὲ πρὸς τὴν αὐτοῦ πάλιν δρομήσας σκηνήν, κἀκεῖθεν ἀποσκηνώσας ἐλθὼν ἐσκήνωσεν ἐν Χεβρὼν παρὰ τῇ δρυῒ τῇ Μαβρῆ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ. Ὅρα τὸ φιλόθεον τοῦ δικαίου· πανταχοῦ θυσιαστήρια καὶ θυσίας προσφέρων τῷ Θεῷ, ἐμπαίζων ἑλληνόφρονας πολυθέους, ἕνα καὶ μόνον ὑπάρχειν Θεόν, τὸν αὐτοῦ Θεόν. «Ἐγένετο δὲ ῥῆμα Κυρίου πρὸς Ἄβραμ, ἐν ὁράματι τῆς νυκτός, λέγον· μὴ φοβοῦ Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα». Ὀλίγων, φησί, λαφύρων καταφρονήσας λαβεῖν ἐκ βασιλέως Σοδόμων, ὁ μισθός σου παρ’ ἐμοὶ «πολὺς ἔσται σφόδρα». Ὁ δὲ ὥσπερ καιρὸν εὑρηκὼς ἐπιτήδειον, τὸ τοῦ σπέρματος δίψος τῆς καρδίας αὐτοῦ ἀποφηνάμενος λέγει· «Δέσποτα, τί μοι δώσεις; ἰδοὺ ἐγὼ ἀπολύομαι ἄτεκνος· ἐπειδὴ γάρ μοι οὐκ ἔδωκας σπέρμα κληρονομήσει με ὁ οἰκογενής μου. Καὶ εὐθὺς φωνὴ λέγουσα πρὸς αὐτόν· οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτός σε κληρονομήσει καὶ ἔσται τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ ἀναρίθμητον. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Οὐδὲ ἐκρίθη ὅτι, πῶς δυνατὸν ἀναρίθμητόν μοι γενέσθαι τὸ σπέρμα ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ; ἀλλ’ ἐπίστευσεν, ὅτι ἀληθὴς ὁ Θεὸς καὶ ἀδυνατεῖ τούτῳ οὐδέν. «Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ εἶπεν αὐτῷ·

Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, τοῦ δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν». Καὶ δίδοται αὐτῷ σημεῖον, διὰ δαμάλεως τριετοῦς καὶ αἰγὸς καὶ κριοῦ καὶ τρυγόνος καὶ περιστερᾶς, ἅτινα διελὼν καὶ θεὶς αὐτὰ ἀντιπρόσωπα καὶ συγκαθίσας αὐτοῖς πρὸς ἡλίου δυσμάς, «φόβος σκοτεινὸς ἐπιπίπτει αὐτῷ». Καὶ ἰδοὺ φωνὴ λέγουσα πρὸς αὐτόν· «Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ καὶ δουλεύουσιν ἔτη τετρακόσια, καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ ταῦτα δὲ ἐξελεύσεται ὧδε μετὰ ἀποσκευῆς πολλῆς». Ὅρα μετὰ πόσα ἔτη πληροῖ τὴν ἐπαγγελίαν, μετὰ ἔτη τετρακόσια, ἀξιάγαστος δὲ καὶ ἡ τοῦ δικαίου γενναία ψυχή. Οὐ ποτνιᾶται τῇ βραδύτητι, οὐ λιτάζει ταχινωτέραν τὴν κληρονομίαν ἀποδοθῆναι, εὐπειθεῖ ἐπὶ πᾶσι, Θεῷ καθυποτάξας. «Ἐγένετο δὲ Ἄβραμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη αὐτῷ Κύριος ὁ Θεὸς λέγων· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος, καὶ θήσω τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα.

Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεὸς λέγων· ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, <ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ>, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται». «Καὶ ἡ γυνή σου οὐκ ἔτι Σάρα κληθήσεται, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. Καὶ εὐλογήσω αὐτήν, καὶ δώσω σοι σπέρμα ἐξ αὐτῆς καὶ κατακληρονομήσει τὸ σπέρμα ὑμῶν τὴν γῆν ταύτην καὶ τὰς πόλεις τῶν ὑπεναντίων». Τίς γὰρ μακαριώτερος τοῦ ἀνθρώπου τούτου γένοιτ’ ἄν, τοῦ τοσαύτας θεοφανείας ἀπολελαυκότος καὶ ὁμιλίας Θεοῦ; ὁ γὰρ μὴ φεισάμενος ἀγγέλων ἁμαρτησάντων καὶ πρωτοπλάστου ἀνθρώπου, ὁ τὸν Κάϊν ἐπιτιμήσας καὶ κόσμον κατακλύσας φθαρέντα τῇ ἁμαρτίᾳ, θέασαι πάλιν ἡλίκας εὐεργεσίας πρὸς τοὺς δούλους αὐτοῦ, τὸν Ἄβελ, τὸν Ἐνώχ, τὸν Νῶε καὶ τόνδε τὸν δίκαιον, ἀνθρώπους μήτε ἀνάστασιν μήτε οὐρανῶν βασιλείαν ἀκούσαντας πώποτε, ἀλλὰ περὶ καθέξεως γῆς καὶ τεκνογονίας τινός, ἴδε ὅσην ἀρετὴν καὶ πόθον ἐκτήσαντο πρὸς Θεόν.

Καὶ ποίαν ἂν εὕροιμεν ἡμεῖς ἀπολογίαν πρὸς Θεὸν παραμελοῦντες τῆς ἡμῶν σωτηρίας, ἐπαγγελίαν ἔχοντες τοιαύτην καὶ τηλικαύτην, κληρονόμους καταξιωθέντες λέγεσθαι Θεοῦ, καὶ συγκληρονόμους Χριστοῦ ἐν τῇ αὐτοῦ βασιλείᾳ, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος αὐτοῦ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.