Καὶ ἐξ οὐκ ὄντων μὲν ἀγγέλους, οὐρανόν, ὕδατα, γῆν, φῶς, πῦρ, καὶ εἴ τι ἕτερον, ἐκ τούτων δέ, ἀπὸ μὲν τῶν ὑδάτων τὸ στερέωμα, τὰ πλήθη τῶν πετεινῶν, ὅσα ἐν τῇ θαλάσσῃ, καὶ ὅσα ἐν τῇ ξηρᾷ, τὰ πλήθη τῶν ἰχθύων καὶ τὰ κήτη τὰ μεγάλα, ἀπὸ τοῦ πυρὸς τὸν πυρσόφωτον ἥλιον, τὸν πολύπυρσον αἰθέρα καὶ εἴ τι ἕτερον, ἀπὸ δὲ τοῦ φωτὸς τὴν σελήνην καὶ τοὺς ἀστέρας, ἀπὸ δὲ τῆς γῆς πλήθη τετραπόδων, ἑρπετῶν, θηρίων, καὶ τὸν ἐξάρχοντα τούτων ἄνθρωπον, τάχα ἵνα μὴ μέγα φρονῇ διὰ τὸ ἀρχικὸν ἀξίωμα, πανσόφως ἐκ τῆς γῆς, ἐξ ἧς τὰ κτήνη καὶ τὰ θηρία, πλάττει καὶ αὐτόν. «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν», «καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος». Ὅρα πῶς εἰς τρεῖς ἰσομοιρίας τὰς τῶν ἀβύσσων καταδιέλει χώρας, καθὼς ἔφη μετὰ ταῦτα καὶ Σολομών· «Ἐν αἰσθήσει αὐτοῦ», φησίν, «ἄβυσσοι ἐρράγησαν».