Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Ο βίος του πατριάρχη Αβραάμ: Μέρος δεύτερο (Λόγος ΙΔ')

Η θεοφάνεια στη δρυ της Μαμβρή, η καταστροφή των Σοδόμων, η γέννηση του Ισαάκ, η δοκιμασία της θυσίας και η αναζήτηση της Ρεβέκκας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 9 από 10

ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΤΕΤΑΡΤΟΣ Τοῦ αὐτοῦ, λόγος τεσσαρεσκαιδέκατος· Περὶ τοῦ πατριάρχου Ἀβραὰμ καὶ περὶ τῆς πρὸς αὐτὸν θεοφανείας ἐν τῇ δρυῒ τῇ Μαμβρῆ, περί τε τοῦ Λὼτ καὶ τῆς καταστροφῆς τῶν Σοδόμων. Εὐλόγησον, πάτερ.

Βραδὺ πλεῖν ὁ χθὲς λόγος ἀπανηνάμενος, τὰ πελάγη δείσας τῶν λόγων, λιβέρνου δίκην θαλασσοπόρου, καρπαλίμως παρῆλθε τὰ ἀβραμικὰ πελάγη διαθρεξάμενος, καὶ ὡς ἐν ναυστάθμῳ τινὶ προσορμισθεὶς προσθήκης δεσποτικῆς, ἀπὸ τοῦ Ἄβραμ πρὸς τὸ Ἀβραάμ, καὶ ἀπὸ τοῦ Σάρα πρὸς τὸ Σάρρα.

Καὶ οὗτος ὁ χθὲς λόγος κατέπλευσεν ἐξουρίας, ἐκ τοῦ ὁμοστίχου τοῦ δικαίου ἄλφα προκαταρξάμενος. Βεβαίως δὲ σήμερον ἀπὸ τοῦ βῆτα προοιμιασάμενος, βεβαιώσει τὰ λεχθέντα καὶ τὰ ἑξῆς, ἅτινά ἐστιν ἀξιάγαστά τε καὶ ξένα καὶ πάσης ἐννοίας ὑπέρτερα τῷ μεγέθει, περὶ ὧν μικροῦ δεῖν ἐξίσταμαι ἀκούων, ὅτι· «Ὤφθη Κύριος τῷ Ἄβραμ καὶ εἶπεν αὐτῷ· Σοὶ δώσω τὴν γῆν ταύτην», καὶ ὅτι, μετὰ τὸ διαχωρισθῆναι τὸν Λώτ, εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ· «Πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου» καὶ ὅτι· «Ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἄβραμ ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου, καὶ ἔσται τὸ σπέρμα σου ἀναρίθμητον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ τὸ ἔθνος, ᾧ ἐὰν δουλεύσῃ τὸ σπέρμα σου, κρινῶ ἐγώ». Καὶ ὅτι· «Ὤφθη Κύριος τῷ Ἄβραμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος, καὶ οὐκ ἔτι κληθήσῃ Ἄβραμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται».

Καὶ ταῦτα μὲν καὶ τὰ τούτοις ἐφάμιλλα ξένα καὶ θαυμαστά. Ὅτε δὲ ἀκούσω τὸ ξένον τοῦτο ἄκουσμά τε καὶ θέαμα, ὅτι ἐκ τῆς ἄνωθεν περιωπῆς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ ἀφίκετο μετὰ δύο ἀγγέλων ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς ὁ ἀγαπητός, καὶ ἐξεναγωγήθη ὑπ’ αὐτοῦ, ὑπεράγαμαι τῇ ἐκπλήξει, ὡς ξένον θέαμα καθορῶν καὶ τί λαλῆσαι ἢ δρᾶσαι ἀμηχανῶν, ἢ ὅτι προαμαρύγματά τινα καὶ προχαράγματα τῆς αὐτοῦ ἐνανθρωπήσεως σύμβολα.

Ἀλλὰ φέρε δὴ τὴν ξένην καὶ θαυμαστὴν ἱστορίαν ἐκείνην εἰς μέσον ἀγάγωμεν, ὅπως δι’ αὐτῆς ἐλλαμφθέντες καθαρθῶμεν τῇ ψυχῇ καὶ τῷ σώματι. Οὕτω γὰρ ἔγωγε πιστεύω καὶ πείθομαι περὶ τῶνδε τῶν μεγαλείων λαλῶν. Καί· «Ὤφθη», φησίν, «ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένῳ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ». Καὶ θεασάμενος «προσεκύνησεν ἐπὶ τὴν γῆν. Καὶ εἶπε· Κύριε, εἰ ἄρα εὖρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου· ληφθήτω δὲ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον· καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε, οὗ ἕνεκα ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπον· οὕτως ποιήσωμεν, καθὰ εἴρηκας». Ξενοδόχος μὲν γὰρ ἦν ἀνὴρ καὶ πολλοὺς δεχόμενος ἐθεράπευεν.

Ἀλλὰ χαρακτῆρα τοιοῦτον πώποτε μήτε θεασάμενος μήτε δεξάμενος, ἰδὼν ἐξεπλάγη. Καὶ προσδραμὼν εἰς συνάντησιν, ἕως τὴν γῆν προσεκύνησεν. Εἶτα, μὴ ἀνεχόμενος βασιλικωτάτου τοιούτου χαρακτῆρος ζημιωθῆναι, δαψιλεστέρας ὁμιλίας καὶ θέας συντόμως παρακαλεῖ, τοῦ μὴ παρελθεῖν αὐτούς, συλλήπτορα χρώμενος εὔλογον τὸ καῦμα τῆς μεσημβρίας καὶ τὸ ἐκ τοῦ δένδρου διὰ τῆς σκιᾶς παρακλήσεως ἑτοιμότατον.

Ἐπεὶ δὲ πειθομένους αὐτοὺς εἶχεν, πρῶτον μὲν πρὸς τὴν σκηνὴν ἔδραμε, λέγων τῇ Σάρρᾳ· «Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως». Σπεῦσον ἁλώσιμον ἡμῖν γενέσθαι τὸ θήραμα. Σπεῦσον μὴ ζημιωθῆναι αὐτό. Σπεῦσον «φύρασον τρία μέτρα σεμιδάλεως», τῶν δαιτυμόνων ἰσάριθμα. Αὐτὸς δὲ τρέχει ἐπὶ τὰς βόας, πάντα μετὰ δρόμου καὶ σπουδῆς καὶ πίστεως ὅτι πολλῆς, καί «ἔλαβε μοσχάριον ἁπαλὸν καὶ καλόν», καὶ λαβὼν «βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον, ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς».

Ὦ μακάριε, οἵου καὶ ὅσου κατηξιώθης καλοῦ. Οἱ γὰρ φίλοι καὶ δαιτυμόνες σου Θεὸς μετὰ ἀγγέλων, ἡ τράπεζά σου θυσιαστήριον Θεοῦ, σὺ δὲ λειτουργὸς Θεοῦ, ἄγγελος ἐπίγειος, προοίμια καὶ προγέρα σοι διανοίγων ὁ μέλλων ἐπ’ ἐσχάτων κληθῆναι Υἱός σου διὰ ἄμετρον ἔλεος καὶ πολλὴν συγκατάβασιν.

Εἰκότως γὰρ καὶ ἀξίως εὐλόγησέ σε Κύριος, καὶ τοὺς εὐλογοῦντάς σε εὐλογεῖν ὑπέσχετο, εὐλογημένε. Ἧς γένοιτο εὐμοιρῆσαι καὶ ἡμᾶς λιταῖς σου, εὐλογημένε, διὰ παντός. Ἔφη δὲ αὐτῷ· «Ποῦ Σάρρα ἡ γυνή σου;» Ὁ δέ φησιν· «Ἰδοὺ ἐν τῇ σκηνῇ». Ὁ δὲ ἔφη· «Ἐπαναστρέφων ἥξω πρός σε κατὰ τὸν καιρὸν τοῦτον, ὃν ὁρᾷς, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου». Ἡ δέ, ἐντὸς τῆς σκηνῆς ἑστῶσα καὶ ἀκούσασα ἐγέλασεν.

Ἐγέλασε διαποροῦσα, ὅτι· «Ζῶσα», φησί, «καὶ ἀκμάζουσα, υἱὸν οὐ συνέλαβον, νεκρωθεῖσα δὲ ὑπὸ τοῦ γήρως συλλήψομαι;» Ὁ δὲ καρδιογνώστης ἔφη· «Τί ὅτι ἐγέλασε Σάρρα;» καὶ τὰ ἑξῆς. Εἰκὸς δέ τινος διαπορεῖν, πῶς ἡ ἀσώματος φύσις ἐκείνη σωματικῆς μετέσχε τροφῆς. Ἰστέον δέ, ὅτι σωματικὰ μὲν τὰ ἐδώδιμα παρετίθεντο, διὰ τὸ εἶναι τοὺς δαιτυμόνας σωματικῆς τροφῆς ἀνενδεεῖς. Καὶ ὥσπερ ἀσώματοι ὄντες ἔνσωμοι καθωρῶντο, οὕτω καὶ ἡ τροφὴ ἡ ὁρωμένη σωματική, νεύσει θείᾳ εἰς πνευματικὴν μετεβάλλετο. Εὐωχουμένων δὲ μυστικῶς, ὁ δεσπότης τοῖς δυσὶν ἐπισκήπτει ἀγγέλοις περὶ Σοδόμων. Διὸ καὶ λέγει ἡ γραφὴ περὶ τούτων· «Ἐξαναστάντες δέ», φησίν, «οἱ ἄνδρες τοῦ ἀρίστου ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρων». Ἐκεῖ ἐπέβλεψαν, δηλονότι, ἔνθα ἀπελθεῖν πρὸς καταστροφὴν ἐκελεύσθησαν. Ὤ, ποία ὥρα πέφθακε τοὺς ἀθλίους. Οὐκέτι γὰρ μακροθυμίας ἐπαπολαύουσι διὰ τὸ τῆς κακίας αὐτῶν ἀμετάθετον, ἀλλὰ τὴν ὀργὴν ἀδεκάστως ἐπισπῶνται λοιπόν. Καὶ οἱ μὲν ἄγγελοι ἀπῄεσαν, καθὼς ἐντετάλθησαν, ὁ δεσπότης δὲ σὺν τῷ δικαίῳ, μικρὸν τῆς σκηνῆς ἀναζεύξας, φησίν· «Οὐ μὴ ἀποκρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ», ὅτι· «Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυντο πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα».

Διὰ μὲν γὰρ τῆς κραυγῆς τὸν πληθυσμὸν τὸν πολυχρόνιον <τὴν> πρὸς αὐτοὺς μακροθυμίαν ἐδήλωσεν, διὰ δὲ τὸ «αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα» τὸ ἀναξίους συγγνώμης ἀπεφήνατο. Γνοὺς δὲ ὁ δίκαιος τὸ κατ’ ἐκείνους ἀσύγγνωστον, καὶ δείσας μήπως καὶ ὁ Λὼτ συναπόληται αὐτοῖς, ὅρα τί φησιν ἡ γραφή· «Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἔναντι Κυρίου. Καὶ προσεγγίσας εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν;» Καὶ πολλὰ τοιαῦτα ἱκετεύσας περὶ τοῦ Λώτ, καὶ περὶ τῆς πόλεως ἐρωτᾷ, ἐν ᾗ οὐδεὶς δίκαιος παρῆν ἀπὸ τῶν πεντήκοντα, αὐτὸς τῆς διαλέξεως ἄρχεται. Ἐγὼ δὲ τὴν τοῦ δεσπότου μακροθυμίαν ὑπεράγαμαι, ὅτι σαφῶς γινώσκων καὶ οὐδεὶς δίκαιος ἐν ἐκείνῃ τῇ πόλει παρῆν, ἀνῆκεν ἀπὸ τῶν πεντήκοντα μέχρι καὶ τῶν δέκα ποιούμενον τὴν διάλεξιν. Καὶ εἶθ’ οὕτως ὁ μὲν Κύριος ἀπῆλθεν ἀπ’ αὐτοῦ, «Ἀβραὰμ δὲ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ». «Οἱ δὲ δύο ἄγγελοι ἦλθον», φησίν, «εἰς Σόδομα ἑσπέρας», πρὸς οἷς ἑσπέρια τὰ ἔργα καὶ σκοτεινά, ἵνα ὀψίσουσιν αὐτοῖς εἰς τὸ μηκέτι ἡμερινὸν φῶς καθορᾶν. «Καὶ ἦλθον οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας». Οὓς ἰδὼν Λὼτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ εἶπεν· «Ἰδού, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν».

Ἐδόκει γάρ, ὥσπερ καὶ ὁ Ἀβραάμ, παροδίτας εἶναί τινας. Ἐκκλινάντων δὲ τῶν ἀγγέλων ἐπὶ τῷ καταλῦσαι ἐν τῇ οἰκίᾳ τοῦ Λώτ, ἰδοὺ πᾶσα ἡ πόλις συνήχθη ἀπὸ πρεσβυτέρου ἕως νεανίσκου, πρὸς τὴν αὔλειον θύραν, καί· «Δὸς ἡμῖν», ἔλεγον, «Λώτ, τοὺς ἐν τῷ οἴκῳ σου καταλύσαντας νεανίας, ἵνα συγγενώμεθα αὐτοῖς». Τοσοῦτον γὰρ ἦν ἡ καρδία αὐτῶν πεπωρωμένη, ὡς μηδὲ ἐρυθριᾶν ὁμολογεῖν, ὅτου χάριν τοὺς νεανίας ἐκείνους ἐζήτουν. Ὁ δὲ Λώτ· «Δίδωμι», φησί, «τὰς δύο μου θυγατέρας παρθένους, καὶ χρήσασθε αὐταῖς καθὼς βούλεσθε, καὶ μηδὲν εἰς τοὺς ξένους δράσητε ἄτιμον». Οἱ δὲ οὐκ ἠνείχοντο, ἀλλὰ καὶ εἰς αὐτὸν δρᾶν ἠπείλουν τὸ ἄτιμον, ὡς ξένον δὲ καὶ παρεπίδημον αὐτὸν κατωνείδιζον.

Τότε γοῦν οἱ ἄγγελοι φανεροῦσιν ἑαυτοὺς παρρησίᾳ, καὶ τὸν μὲν δίκαιον μεθιστῶσιν ἀπὸ τῆς θύρας, ἐκείνους δὲ «πατάσσουσιν ἀορασίᾳ», ὡς ψηλαφᾶν καὶ μὴ βλέπειν εὑρηκέναι τὴν θύραν. Φανεροῦσι δὲ τῷ Λὼτ τὴν ἐρήμωσιν καὶ τὴν καταστροφὴν τῆς πόλεως, δι’ ἣν καὶ ἥκασιν αἰτίαν, προτρεπόμενοι αὐτῷ μετὰ τῆς γυναικὸς καὶ τῶν θυγατέρων αὐτοῦ, καὶ εἴ τινα ἕτερον ἔχει, ἕωθεν ταχὺ ἐκφυγεῖν τῆς περιχώρου καὶ ἀνελθεῖν ἐν τῷ ὄρει, καὶ τοσοῦτον σπουδάσαι, ὡς μηδὲ ἐπιστρέψαι ὄπισθεν ἐντρανίσαι. Ὁ δὲ φοβηθείς, μήπως αὐτὸν ἡ ὀργὴ καταλάβῃ πρὸ τοῦ φθάσαι τὸ ὄρος, δυσωπεῖ αὐτοῖς τὸ Σηγὼρ χαρισθῆναι, ὃ καὶ χαρίζουσιν. Ἀπιόντων δὲ αὐτῶν, ἡ γυνὴ ὀπίσω στραφεῖσα καὶ βλέψασα, γέγονε «στήλη ἁλός», ὡς ἀγγέλων παροραθεῖσα θεσμοὺς καὶ ὄπισθεν ἐμβλέψασα. Ὁ δὲ Λὼτ μετὰ τῶν θυγατέρων ἀνίσχοντος τοῦ ἡλίου εἰς τὸ ὄρος διασέσωσται.

Καὶ αὐτὸς μὲν ἐντεῦθεν, Ἀβραὰμ δὲ ἐκ τοῦ ἑτέρου μέρους, ἀπὸ Χεβρών, ἑώρων ἑκάτεροι ἐκ γῆς Σοδόμων «ὡσεὶ ἀτμὶς καμίνου», καὶ καπνὸν ἀνακαίοντος, ὅτι πῦρ καὶ θεῖον ἐκείνην τὴν γῆν κατετέφρωσε. «Ἔβρεξε γὰρ ἐν Σοδόμοις», φησί, «Κύριος πῦρ παρὰ Κυρίου», τουτέστιν υἱὸς παρὰ πατρὸς Κύριος, ὃς πρὸ μικροῦ ἐλάλησε τῷ Ἀβραάμ, ἔβρεξε «πῦρ παρὰ Κυρίου».

Εἶπον δὲ αἱ θυγατέρες Λώτ· «Ἰδού, οὐκ ἔστιν ἄνθρωπος ἐλθεῖν πρὸς ἡμᾶς, ἵνα τευξώμεθα σπέρματος». Διὸ καὶ μεθύσκουσιν οἴνῳ τῷ πατρὶ Λὼτ καὶ συνάπτεται τῇ πρεσβυτέρᾳ θυγατρὶ αὐτοῦ, εἶτα τῇ ἐπιούσῃ νυκτὶ πάλιν αὐτὸν μεθύσασαι συγγίνεται τῇ νεωτέρᾳ. Ὦ ἀθλίαι, τί πεποιήκατε τῷ γέροντι;

Λὼτ δέ, φησίν, «οὐκ ᾔδει» ὃ ἐποίησε, τοὐτέστιν οὐδεμίαν αἴσθησιν ἔσχεν ὅτι ἥμαρτεν. Οὐκ ᾔδει, ὅτι ἀνὴρ τῶν θυγατέρων καὶ γαμβρὸς καὶ πενθερὸς γέγονεν ἑαυτοῦ, καὶ τῶν τεχθησομένων σπερμάτων πάππος καὶ πατήρ, ὡς καί τινι τῶν σοφῶν περὶ ταῦτα πεφιλοσόφηται. Αἱ δὲ οὐκ ἀπέτυχον τοῦ σκοποῦ, ἀλλ’ ἑκάτεραι συλλαβοῦσαι ἔτεκον, ἡ μὲν τὸν Μωάβ, ἐξ οὗ οἱ Μωαβῖται, ἡ δὲ τὸν Ἀμμάν, ἐξ οὗ οἱ Ἀμμανῖται, περὶ ὧν διὰ Μωυσέως ἐξεῖπε Θεός· «Ἀμμανίτης καὶ Μωαβίτης οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν Θεοῦ ἕως δεκάτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα». Ἐλάτρευον γάρ, ὁ μὲν τὸ Μελχώμ, ὁ δὲ τὸ Χαμώς, ὧν καὶ τὸ γένος εἰς πλῆθος μὲν παρετάθη, οὐ μέντοι καὶ χρήσιμον, ὧν μέμνηται καὶ Μωσῆς· «Ἄρχοντες Μωαβιτῶν» λέγων, ὧν μέμνηται καὶ Δαβὶδ μετὰ ταῦτα· «Ἐγενήθησαν», φησίν, «εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ».

Γέγονε δὲ Ἀβραὰμ ἑκατὸν ἐτῶν καὶ Σάρρα ἐτῶν ἐνενήκοντα. Καὶ Κύριος ὁ Θεὸς ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπε, καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, καθὰ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός. «Εἶπε δὲ Σάρρα· Γέλωτά μοι ἐποίησε Κύριος ὁ Θεός», τουτέστι χαρὰν μὲν διὰ τὸν τόκον, ἐντροπὴν δὲ διὰ τὸ γῆρας. Καὶ εἶπε· «Τίς ἀναγγελεῖ τῷ κυρίῳ μου Ἀβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα». «Ηὐξήνθη δὲ τὸ παιδάριον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ». Ἐπιτυχὼν γὰρ τῆς περὶ τοῦ σπέρματος θείας ἐπαγγελίας καὶ ἀπογαλακτισθὲν τὸ παιδίον θεασάμενος, ἐκ πολλῆς θυμηδίας δοχὴν μεγάλην κατασκευάζει, ἑορτάζων χαρμόσυνα καὶ εὐχαριστήρια Θεῷ.

Θέλων δὲ ὁ Θεὸς ἐμφανίσαι τῷ κόσμῳ τὸ τοῦ δικαίου φιλόθεον, ὅτι οὐδὲ τοῦ φιλτάτου παιδὸς φείδεται διὰ τὴν τοῦ Θεοῦ ἀγάπην, λέγει πειράζων αὐτόν· «Ἀβραάμ, Ἀβραάμ. Καὶ εἶπεν· ἰδοὺ ἐγώ. Καὶ εἶπε· λάβε τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλήν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐπὶ ἓν τῶν ὀρέων, ὃ ἄν σοι εἴπω». Ὁ δὲ μὴ μελήσας μηδὲ πολυπραγμονήσας μηδὲ μεμψάμενος μηδὲ εἰπών, ὅτι παραμικρὸν τριάκοντα ἔτη παρήλθοσαν, ἀφ’ οὗ μοι παῖδα ἐπηγγείλω χαρίσασθαι, καὶ μόλις ὀψέποτε τοῦ ἐπαγγέλματος ἐπιτυχών, καὶ μήπω τούτῳ συνευφρανθῆναι συγχωρηθείς, ἄτεκνον αὖθις καὶ τεκνοκτόνον κελεύεις ἀποφανθῆναι; Τοιαῦτα γάρ τινα μὴ πολυπραγμονήσας, ἀλλὰ καὶ μάλα διδάξας μηδὲν προτιμᾶν Θεοῦ, ἐπλήρου ταχέως τὸ κελευόμενον. Καὶ ὅσον τὸ εἰς αὐτόν, ἔσφαξε τὸ παιδίον καὶ ἐθυσίασε. Καταλαβὼν γὰρ τὸν ὑποδειχθέντα τόπον, τὸ θυσιαστήριόν του οἰκοδομήσας καὶ τὰ ξύλα καὶ πάντα παρασκευάσας καὶ τὸ παιδίον συμποδήσας ἐπάνω τῶν ξύλων καὶ τὴν μάχαιραν ἐπὶ τοῦ λαιμοῦ ἐπιφέρων σφάξαι τὸ παιδίον, εἰ μήπω αὐτὸν ἀπείργησεν ἡ φωνή· «Ἀβραάμ, Ἀβραάμ,» λέγουσα, «μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν ἔγνων γὰρ ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ.

Ἦ μὴν εὐλογήσω σε, καὶ πληθύνω τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης».

Ἀβραὰμ δὲ τὸν ἐν φυτῷ Σαβὲκ ὑποδειχθέντα κριὸν ὁλοκαυτώσας ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, «ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου «Κύριος εἶδε»», τοὐτέστιν οὐ παρεῖδε Κύριος σφαγῆναί μοι τὸ τέκνον, ἀλλὰ Κύριος οἶδε, καὶ ἐν μόνῃ μου τῇ προαιρέσει ἀρκεσθείς.

Ἀπείργησε τὸ φιλόθεον, ὦ παναοίδιμε. Μιμητὴς γὰρ γέγονας Θεοῦ καὶ Πατρός, προγράφων τὴν ἐκείνου κηδεμονίαν, ὃς οὐκ ἐφείσατο τοῦ ἀγαπητοῦ Υἱοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, διὰ τὴν τοῦ κόσμου σωτηρίαν καὶ ἀνάπλασιν, ἀλλὰ παρέδωκεν αὐτὸν εἰς θάνατον. Οὕτω καὶ αὐτὸς προλαβὼν οὐκ ἐφείσω τοῦ ἀγαπητοῦ σου υἱοῦ διὰ τὴν ἀγάπην Θεοῦ.

Ἀνακάμπτει γοῦν ὁ δίκαιος οἴκαδε ἐν πολλοῖς χρηστοῖς πλεονεκτήμασι κλεϊζόμενος, ἤτουν, ὅτι Θεὸν διὰ τῆς ὑπακοῆς ἐθεράπευσε, ὅτι Θεοῦ εὐλογίας καὶ αὖθις κατηξίωται, ὅτι ἀναριθμήτου σπέρματος ἐπαγγελίαν ἐδέξατο, καὶ ὅτι τὸ παιδίον Θεῷ θυσιάσας, ἀθύτως μεθ’ ἑαυτοῦ φέρει θυσίαν ζῶσαν καὶ εὐάρεστον Θεῷ. Ἐπεὶ δὲ καὶ γάμου ὥρα ἐφειστήκει τῷ νέῳ, οὐχ ἑλεῖται τοῖς Χαναναίοις ἐπιγαμβρεῦσαι αὐτῷ, ἀλλ’ ἕνα τῶν ἑαυτοῦ ἐνηχήσας παίδων στέλλει ἐν τῇ πατρίδι αὐτοῦ τῇ Μεσοποταμίᾳ. Ὃς ἀπελθών, ἐν πολλῇ τῇ συνέσει καὶ σκέψει καὶ περινοίᾳ, ἐκεῖθεν τὴν μακαρίαν Ῥεβέκκαν ἀγάγεται, νύμφην μὲν τῷ Ἀβραάμ, γυναῖκα δὲ τῷ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ, ὅτε ἦν ἐτῶν τεσσαράκοντα, ὃς διὰ τὸ ἀστεῖον καὶ περιδέξιον αὐτῆς, φησίν, «ἠγάπησεν αὐτήν».

Καὶ ἡμεῖς οὖν, ἀδελφοί, ἀκούοντες πῶς δοξάζει Θεὸς τοὺς ἀγαπῶντας αὐτόν, σπουδάσωμεν καὶ ἡμεῖς ἀγαπῆσαι αὐτόν, μισῆσαι κακίαν μεμισημένην παρὰ Θεοῦ, ἀγαπῆσαι ἀρετὴν φίλην Θεοῦ, ὅπως τῷ ἐλέει αὐτοῦ εἰς τὸν πολυθρύλητον κόλπον ἐκεῖνον τοῦ πατριάρχου Ἀβραὰμ καταξιώσῃ καὶ ἡμᾶς, ἥτις ἐστὶ χώρα δικαίων, ἄλυπος ζωή, παραδείσου τρυφή, ἀνέσπερον φῶς, ἅμιλλα ἀγγέλων καὶ οὐρανῶν βασιλεία ὁ κολπώδης τόπος ἐκεῖνος. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι αὐτοῦ πάντοτε, καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.