Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον
Η ιστορία του Ισαάκ, του Ιακώβ και του Ιωσήφ (Λόγοι ΙΕ'–ΙΣΤ')
Η γέννηση του Ησαύ και του Ιακώβ, η πώληση του Ιωσήφ, η μετοικεσία στην Αίγυπτο, οι προφητικές ευλογίες και η κοίμηση του Ιακώβ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ιστορία του Ισαάκ, του Ιακώβ και του Ιωσήφ (Λόγοι ΙΕ'–ΙΣΤ')
Η γέννηση του Ησαύ και του Ιακώβ, η πώληση του Ιωσήφ, η μετοικεσία στην Αίγυπτο, οι προφητικές ευλογίες και η κοίμηση του Ιακώβ.
ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΠΕΜΠΤΟΣ Τοῦ αὐτοῦ, λόγος πεντεκαιδέκατος· Περὶ Ἰσαὰκ τοῦ δικαίου καὶ τῶν ἐκ τούτου φύντων Ἠσαῦ καὶ Ἰακώβ. Εὐλόγησον, πάτερ. Γέννημα εὐλογημένον ἐκ φύντος εὐλογημένου, καλὸν ἐκ τοῦ τρίτου στοιχείου τὴν ὑφήγησιν προκατάρξασθαι. Καὶ καθάπερ ἐν τῷ πρώτῳ καὶ τῷ δευτέρῳ προηξάρμην περὶ τῶν τοῦ Ἀβραὰμ διηγημάτων, οὕτω καὶ τῷ καλῷ τούτου γεννήματι Ἰσαὰκ καλὸν ἐκ τοῦ τρίτου προοιμιάσαι στοιχείου. Ὃς ἔγημε κατὰ τὰς γραφικὰς ὑποθήκας τεσσαράκοντα ἐτῶν ὑπάρχων, διετέλεσε δὲ ἔτη εἴκοσι δεόμενος τοῦ Θεοῦ λῦσαι Ῥεβέκκας τὴν στείρωσιν, ὥσπερ καὶ τῆς αὐτοῦ μητρὸς Σάρρας, χαρισθῆναί τε αὐτῷ σπέρμα καὶ μὴ ἄκαρπον εἰς τέλος ἐναπομεῖναι. Εἰσακούει δὲ Κύριος τῆς δεήσεως αὐτοῦ, οὐ μετὰ τρία ἢ ἕξ, ἀλλὰ μετὰ εἴκοσιν ἔτη, διδάσκων καὶ ἡμᾶς μὴ ἐκκακεῖν, ὅτι ταχέως οὐ λαμβάνομεν πρὸς Θεοῦ τὰ αἰτήματα ἡμῶν. Καὶ ἐν τῷ ἑξηκοστῷ ἔτει αὐτοῦ συνέλαβε Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ, δύο τέκνα ὁμοῦ, τὸν Ἠσαῦ καὶ τὸν Ἰακώβ. Τεχθέντων γοῦν τῶν παίδων καὶ αὐξηνθέντων, μαρτυρεῖ ἡ γραφή, τὸν μὲν Ἠσαῦ λάγνον ἀποβῆναι καὶ ἀκρατῆ [***] λαοῦ αὐτοῦ. ᾯ προσδραμὼν Ἰακὼβ προσεκύνησεν ἐκ τρίτου ἕως τῆς γῆς. Καὶ συμπλακέντες ἀλλήλοις κατεφίλουν ἀσμένως.
Ἐθαύμασε δὲ Ἠσαῦ περὶ τὴν πολλὴν ἀποσκευὴν Ἰακώβ, ἔν τε ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις καὶ τῶν κτηνῶν τὰς ἀγέλας. Δεξάμενος δὲ αὐτὸν ὁ Ἠσαῦ ἀσπασίως ᾤκισεν ἐν Σικίμοις εἰς τὴν Ναζαρέτ. Ὄντως «τὸν ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει», ὡς ἐξεῖπε Δαβίδ, ὥσπερ καὶ «πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ».
Καὶ ἰδού, εἴδομεν ἐν ταῖς γραφαῖς ταύταις πολλὰς μάστιγας ἁμαρτωλοῦ λαοῦ, οὓς ἀνεῖλε κατακλυσμός, καὶ οὓς ἐν Σοδόμοις ἐτέφρωσε πῦρ, καὶ ὧν γῆν καρποφόρον ἔθετο εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ, καὶ δι’ ἧς πρὸ τούτων, κατάρατος καὶ κλοναῖος γέγονε Κάϊν. Καὶ ἐθεασάμεθα πάλιν κυκλουμένους ἐλέους Θεοῦ, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ. Ἐμπεδοῖ δὲ ταῦτα ἡμῖν ἡ θεία γραφή, ἐπὶ σκοπῷ τοῦ ἀποφεύγειν μὲν μίμησιν τῶν κακῶν, προστρέχειν δὲ πρὸς τὴν μίμησιν τῶν καλῶν. Οὗ χάριν καὶ τιμωρηθέντας καὶ εὐεργετηθέντας εἰς μέσον παράγουσα ἐκτραγῳδεῖ χρηστῶν γέρα καὶ φαύλων σκυβαλισμόν. Γένοιτο δὲ πᾶσιν ἡμῖν σθένος πρὸς Θεοῦ διαδρᾶσαι λόγῳ καὶ πράγματι, φαύλους μὴ παραζηλοῦν, ἰσοσθενεῖν δὲ δικαίοις πράξει καὶ θεωρίᾳ, μεθ’ ὧν ἀξιώσαι κύριος τῆς κληρουχίας, χάριτι αὐτοῦ· ὅτι πρέπει αὐτῷ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
ΛΟΓΟΣ ΔΕΚΑΤΟΣ ΕΚΤΟΣ Τοῦ αὐτοῦ, λόγος ἑξκαιδέκατος· Περὶ τοῦ πατριάρχου Ἰακὼβ καὶ Ἰωσὴφ τοῦ υἱοῦ αὐτοῦ μέχρι καὶ τελευτῆς Ἰσραὴλ συνοπτικός. Εὐλόγησον, πάτερ. Δέδωκε Θεὸς «πᾶσαν ὁδὸν ἐπιστήμης Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ», κατὰ τὸν ἅγιον προφήτην Ἰερεμίαν. Καὶ μήν, πλὴν τῆς ποιμαντικῆς ἐπιστήμης, οὐχ ὁρῶμεν αὐτὸν ἠσκημένον. Οὔτε ἀργυροκόπος οὔτε χαλκεὺς οὔτε πεπλογέρδιος ἀπεφάνθη τισί, καὶ τί ἐστιν, ἣν λέγεις, προφήτα, «πᾶσαν ὁδὸν ἐπιστήμης»; «Ἀνάγνωθι», φησί, «καὶ τὰ ἑξῆς τοῦ χωρίου καὶ γνῶθι, ὅτι οὐ βαναύσων πᾶσαν ὁδὸν ἐπιστήμης ἔφην δεδόσθαι αὐτῷ, ἀλλ’ ὅτι ὁ δοὺς αὐτῷ πᾶσαν ὁδὸν θεογνωστικῆς ἐπιστήμης, καὶ μετὰ ταῦτα φανεὶς ἐν τῇ γῇ μετὰ ἀνθρώπων συναναστρεφόμενος, ἕτερος Θεὸς οὐ λογισθήσεται πρὸς αὐτόν», ἤτουν, οὐχ ὁμοιωθήσεται.
Ἀλλὰ ταῦτα μὲν νεώτερα, τὰ δὲ πρεσβύτερα Ἰακὼβ διεξιόντες συνοπτικῶς χθές, ἠγάγομεν αὐτὸν μετὰ τὴν συνάντησιν Ἠσαῦ καταλῦσαι ἐν Σικίμοις. Ἄρτι δὲ τὰ τῶν λόγων ἑξῆς διαλάβωμεν, οὐ κατὰ μέρος διὰ τὸ πλῆθος, ἀλλὰ κατ’ ἔρανον διὰ τὸ τάχος.
Εἶχον γοῦν οἱ υἱοὶ Ἰακὼβ ἐξ ἐναντίας τὸν ἀδελφὸν Ἰωσὴφ διὰ τρεῖς ταύτας αἰτίας· ὅτι οὐχ ὁμόμητρος, ὅτι ἐφίλει πλεῖον πάντων αὐτὸν ὁ πατὴρ καὶ ὅτι ἤκουσαν μέλλειν αὐτὸν ὡς βασιλέα προσκυνῆσαι. Ὧν ὁ πατὴρ τὴν βασκανίαν μὴ αἰσθόμενος, στέλλει αὐτὸν πρὸς αὐτοὺς ἐν Συχέμ, ἔνθα ἐμηλοβότουν.
Οὗτοι δὲ διεσπάραξαν αὐτὸν ὡς θῆρες ἄρνα, εἶτα εἰς λάκκον ῥίπτουσι τοῦ θανατῶσαι. Φεισάμενοι δὲ τοῦ φόνου θεόθεν, πιπράσκουσιν αὐτὸν ἐμπόροις Αἰγυπτίοις, κρίναντες αὐτὸν δουλῶσαι ἀντὶ τοῦ βασιλεῦσαι. Προσάγουσι δὲ τῷ πατρὶ πευκεδανοὺς ὄμβρους δακρύων, καὶ ὀλολυγμοὺς ἀκαθέκτους, ὡς θηρίων βορὰν γενέσθαι δῆθεν τὸν Ἰωσήφ. Οὐκ ἔμελλε δὲ ἡ ἀδέκαστος δίκη τὸ δρᾶμα μὴ ἐκδικῆσαι. Διὸ καὶ ὥσπερ παρά τινος Κερβέρου ἐκ τοῦ λιμοῦ ἐλαυνόμενοι, εἰς χεῖρας τοῦ πεπραμένου καταφοιτοῦσιν οἱ πρᾶται, ὅπως, ὃν ἀπεδοκίμασαν καὶ ὡς δοῦλον προΐεσαν, προσκυνήσουσιν ἄκοντες βασιλεύοντα, ἵνα μὴ λάθῃ Θεὸς κρίματα ποιῶν. Ἐξεπείρασε δὲ αὐτοὺς ὁ σοφὸς ὡς δολόπτας, ὡς κεκλοφότας, ὡς ἀχαρίστους ἅμα καὶ δολερούς. Ταῦτα δέ, οὐχ ὡς μνησικακῶν αὐτοὺς ὁ δίκαιος ἔπραττεν, ἀλλ’ ἵνα μετὰ μικρὸν εἴσονται, ὅτι οὐδέποτε δύναται «κατισχῦσαι κακία σοφίας», οὐδὲ παρέρχεται πονηρούς, κατὰ τὴν σοφὴν παροιμίαν, «ἐλέγχουσα ἡ δίκη».
Ἐπεὶ δὲ καὶ εἰς προὖπτον ἐχώρει τὸ δρᾶμα καὶ ἀπετίθετο τὸ προσωπεῖον καὶ ἀδελφοῦ ἐγνωρίζετο πρόσωπον ἀληθῶς, ἐξειπόντος ἐκείνου ὅτι· «Ἐγώ εἰμι Ἰωσήφ, ὃν εἰς δουλείαν ἀπέδοσθε». Ὤ, οἷον πευκεδανὸν αὐτοῖς ἐφωράθη τὸ ῥῆμα, καὶ οἵα κατέλαβεν αὐτοὺς καταιγὶς λογισμῶν καὶ ζάλη καὶ κλόνος καὶ τάραχος. Οὓς οὐ παρῆκεν ὁ δίκαιος οὕτω κλοναίως ἔχειν ἐπὶ πολύ, ἀλλ’ ὄμματι γλυκοδερκεῖ καὶ ῥήμασι μελιχροῖς τὴν ζάλην κατεύνασε τῶν λογισμῶν καὶ τῆς καρδίας τὴν ταραχήν, φιλήματι αὐτοὺς μετὰ Βενιαμὶν θεραπεύσας καί· «Σπεύσαντες», φησί, «καταγάγετε τὸν πατέρα μου ὧδε», ἵνα μὴ ἐκτριβῆτε διὰ τὴν πενταετῆ ἐπικράτειαν τοῦ λιμοῦ, ἐν οἷς ἀροτρίασις καὶ ἀμητὸς οὐ παρῆν. Ἐφοδιάσας δὲ αὐτοὺς ἱκανῶς, στείλας καὶ τῷ πατρὶ χρήματα πλεῖστα καὶ ἁμάξας μεταναστεῦσαι αὐτόν.
Εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραήλ· «Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον, εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ. Ἐγὼ γὰρ καταβήσομαι εἰς Αἴγυπτον μετὰ σοῦ, καὶ ἐγώ σε ἀναβιβάσω εἰς τέλος». Ἀπαναστὰς οὖν Ἰσραὴλ καὶ ἐπιβὰς πανοικὶ ταῖς ἁμάξαις ἐν ψυχαῖς πέντε καὶ ἑβδομήκοντα, καταλαμβάνει τὴν Αἴγυπτον. ᾯ συναντᾷ Ἰωσὴφ μετὰ πλείστης δορυφορίας, γέρας πατρὶ χαριζόμενος, ὡς φιλοπάτωρ υἱός. Οἳ ἀλλήλοις περιπτυσσόμενοι, θάτερος θατέρῳ τραχήλους τε καὶ ὤμους δάκρυσιν ἔβρεχον. ᾬκησε δὲ Ἰσραὴλ ἐν γῇ Γεσέμ. Προσάγει δὲ αὐτῷ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ πρὸς τὸ εὐλογῆσαι αὐτούς, στήσας δεξιόθεν τοῦ δικαίου τὸν Μανασσῆν, ὡς πρωτότοκον, ἐξ ἀριστερῶν δὲ τὸν Ἐφραίμ. Προφητικῶς δὲ προτετίμηκε Μανασσῆν τοῦ Ἐφραίμ, ἔνθεν καὶ τὰς χεῖρας ἀμείψας πρὸς ἀριστερὰ τῷ Ἐφραὶμ φέρει τὴν δεξιάν, τὴν δὲ ἀριστερὰν πρὸς τὰ δεξιὰ τῷ Μανασσῆ. Τοπάσας δὲ Ἰωσὴφ λήθην τοῦ πρωτοτόκου· «Τὸν Μανασσῆν», ἔφη, «πρωτότοκον εἶναι, πάτερ». Ὁ δέ· «ᾜδειν κἀγώ», φησίν, «ἀλλ’ οἶδα ὅτι μείζων τοῦ Μανασσῆ ὑψωθήσεται Ἐφραίμ».
Ὅτε δὲ ὁ καιρὸς ἐπέστη τῆς τελευτῆς τοῦ δικαίου· «Ἰδοὺ γὰρ ἐγὼ ἀποθνήσκω», φησί, «καὶ ἔσται ὁ Θεὸς μεθ’ ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν». Καὶ ὥρκισεν Ἰωσὴφ τοῦ ἀνακομίσαι καὶ θάψαι αὐτὸν ἐν γῇ Χαναάν. Εἶτα συγκαλεῖται πάντας τοὺς υἱοὺς αὐτοῦ «Συνάχθητε» λέγων «ἀναγγείλω ὑμῖν τί ἀπαντήσηται ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν». Ὧν ἀθροισθέντων, εὐλογεῖ καὶ προλέγει ἑκάστῳ τὰ μέλλοντα. Πλεῖον δὲ πάντων προαγορεύσας ἐμεγάλυνεν Ἰούδαν λέγων· «Ἰούδα, αἰνέσουσί σε οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα ἐκ βλαστοῦ υἱοῦ ἐμοῦ ἀνέβης».
Πρὸς τὸν Χριστὸν τοῦτο λέγει τὸ μέλλον ὡς γεγονὸς ἤδη, ὅτι· «Σύ, εἶ ὁ σκύμνος, υἱὸς Θεοῦ βασιλέως καὶ λέοντος, ἐκ βλαστοῦ ψυχῆς Ἰούδα υἱοῦ ἐμοῦ ἀνέβης, ἤτοι ἐξανέτειλας». Προσημαίνων δὲ αὐτοῦ τὸ πάθος καὶ τὴν ταφήν· «Ἀναπεσών», φησίν, «ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» Καὶ κοιμώμενος γὰρ ὁ λέων ἐστὶ φοβερὸς καὶ οὐδεὶς ὁ ἐγείρων αὐτόν, εἰ μὴ αὐτὸς ἑαυτόν, ὡς τῶν θηρίων βασιλεύς. Καὶ Χριστὸς κοιμηθεὶς ἐπὶ μνήματος φοβερὸς ἦν πάσῃ τῇ κτίσει, ὡς βασιλεὺς κραταιός, καὶ οὐδεὶς ὁ ἐγείρων αὐτὸν εἰ μὴ αὐτὸς ὁ καὶ προειπών· «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν» καὶ ὅτι· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ». Στολὴν γὰρ καὶ περιβολὴν τὴν δεσποτικὴν σάρκα καλῶν, οἶνον δὲ καὶ αἷμα σταφυλῆς ὃν εὐλόγησεν οἶνον ἐν τῷ δείπνῳ τῷ μυστικῷ, καὶ εἶπε· «Τοῦτό μού ἐστι τὸ αἷμα», οὐ μὴν δέ, ἀλλὰ καὶ τὸ διὰ λόγχης ἐκ τῆς πλευρᾶς ῥυὲν πρὸς τὴν ἁγίαν στολὴν αὐτοῦ σάρκα αἷμα προλέγων ὁ πατριάρχης, καὶ ὅτι· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται», ἤτοι ὁ Ἰησοῦς Χριστός, καὶ αὐτὸς προσδοκία ἐθνῶν.
Διὸ καὶ μεθ’ ὃ ἦλθε Χριστός, ἡ τῶν ἐθνῶν προσδοκία, πᾶς ἄρχων, βασιλεύς, προφήτης καὶ ἀρχιερεὺς ἐξέλιπεν ἐξ Ἰούδα διὰ τὴν χριστοκτονίαν αὐτῶν, καὶ ὡς ἀκέφαλοι πανταχοῦ περιφέρονται. Τῷ Ἰωσήφ, ὑπὲρ βουνοὺς καὶ ὄρη περίβλεπτα καὶ μεγάλα ἐπεύχεται περιφανέστερον ἔτι καὶ ἐπισημότερον παρὰ πᾶσιν ἀναφανῆναι, λέγων οὕτως· «Ὑπερίσχυσαν γὰρ ὑπὲρ εὐλογίας ὀρέων μονίμων καὶ ἐπιθυμίας ἐπὶ κεφαλῆς Ἰωσὴφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν αὐτοῦ». «Κατέπαυσε δὲ Ἰακώβ», φησί, «ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας ἐπὶ τὴν κλίνην ἐξέλιπε καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ». Δηλονότι οἱ θνήσκοντες οὐκ ἀφανίζονται, ἀλλὰ μετατίθενται πρὸς τοὺς πρὸ ἑαυτῶν τὸν βίον ἀπολιπόντας, καραδοκοῦντες νεκρῶν ἐξανάστασιν καὶ πράξεων ἀμοιβάς, οἵ τε φαῦλοι οἵ τε χρηστοί.
Ὁ δὲ Ἰωσὴφ «κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσεν ἐπ’ αὐτόν». Καὶ ἐνεταφίασαν αὐτὸν οἱ παῖδες αὐτοῦ «καὶ ἐπένθησεν ἐπ’ αὐτὸν Αἴγυπτος ἡμέρας ἑβδομήκοντα». Τάχα δὲ καὶ ὅλον τὸν κόσμον ἔδει πενθῆσαι ὡς ἀνδρὸς τοιούτου στερηθείς.
Καὶ μετὰ ταῦτα ἀνεβίβασεν αὐτὸν Ἰωσὴφ ἐπὶ τὸ θάψαι ἐν γῇ Χαναάν, κατὰ τὴν τοῦ πατρὸς ἐντολήν. «Καὶ συνανέβησαν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ οἱ πρεσβύτεροι πάσης Αἰγύπτου καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο παρεμβολὴ μεγάλη σφόδρα». Καὶ παρεγένοντο πέραν τοῦ Ἰορδάνου ἐν ἅλωνι «Ἀτάδ». «Καὶ ἐκόψαντο ἐπὶ ἑπτὰ ἡμέρας κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα». Καὶ ἐκάλεσαν οἱ Χαναναῖοι τὸν τόπον ἐκεῖνον «Πένθος Αἰγύπτου». «Καὶ ἔθαψαν τὸν Ἰακὼβ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἀβραὰμ παρὰ Ἐφραὶμ τοῦ Χετταίου, κατέναντι Μαμβρῆ.
Καὶ ἀνέστρεψεν Ἰωσὴφ εἰς Αἴγυπτον καὶ πάντες οἱ σὺν αὐτῷ μετὰ τὸ θάψαι τὸν πατέρα αὐτοῦ» δόντες αἶνον τῷ Θεῷ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.