Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Η δημιουργία του ορατού και αόρατου κόσμου (Λόγοι Α'–Γ')

Η πλάση των αγγέλων, του ουρανού, της γης, του φωτός και της βλάστησης κατά τις τρεις πρώτες ημέρες της δημιουργίας, καθώς και η αυτοβιογραφική διήγηση του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 2 από 10

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ Λόγος πρῶτος εἰς τὴν ἑξαήμερον γένεσιν· Περὶ τῆς ἀγγέλων πρωτοκτισίας καὶ τῶν λοιπῶν κτισμάτων τοῦ Θεοῦ ἐν τῇ πρώτῃ ἡμέρᾳ. [***] ἀφηγήσεται τῶν γεγονότων τὴν φάλαγγα. Εἰ μή γε κἀκεῖνος τὴν τοιαύτην χάριν δαψιλῶς ἐπαπήλαυκεν, οὐκ ἂν ἴσχυσεν οὕτω φάναι ῥᾳδίως τὰ πρὸ τρισχιλίων ὀκτακοσίων πεντήκοντα καὶ ὀκτὼ τῆς αὐτοῦ γεννήσεως ἐνιαυτῶν γεγονότα κτίσματα ἐκτραγῳδῆσαι τρανῶς καὶ εἰπεῖν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν».

Ἐρώτησις· Καὶ διατί οὐκ εἶπε τὸ πρῶτον <περὶ> τῆς πρωτοκτίστου δυνάμεως, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὰ πλήθη τῶν ἀγγέλων, ἀλλ’ ἐκ τῶν παχυτέρων κτισμάτων, οὐρανοῦ τε καὶ γῆς, ἄρχεται τὴν ἀφήγησιν; Ἀπόκρισις· Δύο ἐνταῦθα ἔγωγε καθορῶ τὰς αἰτίας· ὅτι πρὸς παχυνόους Ἰουδαίους καὶ μὴ δυναμένους ἀκούειν περὶ κτίσεως ἀΰλου, ἐκ τῆς ὑλικῆς λοιπὸν καὶ ὁρωμένης ἄρχεται ἀφηγήσεως· καὶ ὅτι κατὰ πολὺ πρεσβυτέραν τῆς ὁρατῆς κτίσεως τὴν τῶν ἀΰλων ἀγγέλων πληθὺν ἔκτισε Θεός. Καὶ πολὺς ὁ μεταξὺ χρόνος τῶν ἑκατέρων, οἷα ὑμνῳδὸς Θεοῦ ἡ φάλαγξ ἐκείνη καὶ φῶτα δεύτερα τῆς ἄνω λαμπρότητος γεγονότα, καθὼς καὶ Βασίλειος ὁ μέγας πρεσβυτέραν κτίσιν καλεῖ τοὺς ἀγγέλους.

Ὁμοίως καὶ ὁ θεῖος Χρυσόστομος ἐν τῷ τετάρτῳ αὐτοῦ λόγῳ «Περὶ ἀκαταλήπτου φωνῆς», ὅτι οὐδὲ γὰρ οἱ ἄγγελοι ταύτης ἐδέοντο τῆς κτίσεως. Πῶς γὰρ οἱ καὶ πρὶν γεγονότες πολλῷ ταύτης πρεσβύτεροι, κἂν καί τινες οἴωνται κατὰ τὴν πρώτην τῆς δημιουργίας ἡμέραν κτισθῆναι καὶ τοὺς ἀγγέλους; ὅπερ ἐστὶν ἄτακτον, τὸ ἄυλον καὶ ὑλικὴν ὁμοῦ συνάψαι δημιουργίαν.

Ἀλλὰ φοβῇ πρεσβυτέραν καὶ νεωτέραν σχολὴν κτισμάτων προσοῖσαι Θεῷ; καὶ ποία, εἰπέ μοι, σχολὴ τῷ μόνῳ ἐννοουμένῳ καὶ τὸ ἐννόημα ἔργον ἀποτελούμενον καὶ στερεοῦντα τὴν γῆν, «ἥτις οὐ σαλευθήσεται»; ἀλλὰ φοβῇ πάλιν ἀρχαιοτέρας τῆς κτίσεως τὰς δυνάμεις ἐκείνας εἰπεῖν, ἵνα μὴ τῆς προανάρχου φύσεως συνανάρχους ἐναποφῆναι; ἀλλ’ οὐδ’ αὐτό σε χρὴ διανοηθῆναι ποσῶς. Ὅσον γὰρ ἂν πρεσβυτέραν τῆς ὁρατῆς κτίσεως τὴν ἀόρατον ἐννοήσῃς, οὐ δύνασαι αὐτὴν προσπελάσαι τῇ παναιτίῳ καὶ ὑπεραρχίῳ φύσει· ὅτι πᾶν κτίσμα δοῦλον τοῦ κτίσαντος, ὅτι «τὰ σύμπαντα δοῦλά σοι», καὶ τῷ κτίστῃ ἁμιλληθῆναι τολμηρὸν καὶ ἀμήχανον. Ἄκτιστον γάρ, ὁμοούσιον καὶ συνάναρχον Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογεῖν καὶ πιστεύειν θεοπνεύστως θεσμοθετούμεθα, τὰ δ’ ἄλλα πάντα κτίσματα καὶ δοῦλα.

Καὶ ἀπόχρη μὲν τούτων, περὶ τῆς ἀρχαιοκτίστου φάλαγγος τῶν θείων ἀσωμάτων. Εἰ δέ τις ταῦτα οὐ προσίεται, οὐδ’ ἡμεῖς αἱρούμεθα ζυγομαχεῖν καὶ λόγους καινοτομεῖν περὶ τούτων· ἐροῦμεν δὲ τὸ προκείμενον. «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν».

Οὐρανὸν τὸν πρῶτον ἄναστρον, τὸν πρὸ τῆς γῆς δομηθέντα, οὗ τὰ ὑπερῷα ἀνέσπερον φῶς εἰς ἀναμάρτητον χώραν, ὡς ἀπρόσιτον ἀδικίας, ὡς χωρίον ἀβέβηλον, ὡς Θεοῦ παντοκράτορος καὶ ἀγγέλων θεῖον ἐνδιαίτημα. «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». Ἐξ ἐναντίας ἡ κτίσις τῆς καθ’ ἡμᾶς συνηθείας, καθότι καὶ ἡ τοῦ κτίστου δύναμις καὶ σοφία τῶν καθ’ ἡμᾶς ἀπαράμιλλος. Ἔνθεν καὶ τὸν ὄροφον πρῶτον ἐκτείνας, εἶθ’ οὕτω τὰ θεμέλια καταπήγνυται. Ἑκάτερα δὲ κρείττονι δυνάμει ἐπ’ οὐδενὸς ὑπεβάθρωσεν, ἀλλὰ τὸν μὲν «ὡσεὶ δέρριν ἐξέτεινε», τὴν δὲ πρὸς «τὴν εὐδιάχυτον φύσιν τῶν ὑδάτων» αὐτὴν ἐστερέωσεν, τὴν οὕτω βαρεῖαν καὶ ἀβάστακτον, ὅπως κἀντεῦθεν τὸ τῆς αὐτοῦ δυνάμεως ὑπεράπειρον ὑπερθαυμάζωμεν ὅσοι βαθύγλωσσοι. «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου». Μετὰ γὰρ τὸ ποιῆσαι τὴν γῆν, εἴασεν αὐτὴν ἐν τῷ τέως ἀόρατον καλύπτεσθαι ὑπὸ τῶν ὑδάτων, ὡσαύτως καὶ τὰ ὕδατα παρῆκε καλύπτεσθαι ὑπὸ τοῦ σκότους, ὡς ἂν μετὰ μικρὸν τὴν αὐτὴν ἀκοσμίαν ὡς κοσμήτωρ κατακοσμήσειε καὶ διαδέξηται μὲν τὰ ὕδατα ἡ χέρσος, διαδέξηται δὲ τὸ σκότος τὸ φῶς. «Καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος».

Πνεῦμα Θεοῦ, καθότι πνεύματα Θεοῦ καὶ αἱ πνοαὶ τῶν ἀνέμων. «Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες», φησίν, «αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ». Οὕτω καὶ ἐνταῦθα «πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος», ἓν τῶν ἀνέμων διαταράττον τὸ ὕδωρ καὶ διακινοῦν, ἵνα μὴ κεῖται ὡς νεκρὸν πεπηγός. Καὶ οὐ πάντως τὸ Πνεῦμα λέγει τὸ ἅγιον, τὸ πανταχοῦ ὡς Θεὸς πληροῦν τὰ σύμπαντα, ὅτι ἐπάνω τῶν ὑδάτων εἶχε τὴν οἴκησιν. «Καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς»· Ὢ δυνάμεως ἀνεκφράστου, ὢ θείας ἐξουσίας καὶ ἀκαταλήπτου ἀγούσης λόγῳ καὶ ἐννοίᾳ μόνῃ τὰ σύμπαντα. Ἅμα γὰρ τῇ τοῦ κτίστου κελεύσει, τὸ καθολικὸν ἐκεῖνο καὶ βαθύτατον ἔρεβος καρπαλίμως ὑποχωρεῖ καὶ συστέλλεται καὶ τάχει πολλῷ τὸ φῶς ἀντεισάγεται. «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν». Καὶ τί γὰρ οὐ καλόν, ὦ δέσποτα, τὸ παρὰ σοῦ τοῦ ὑπερκάλου κτισθὲν καὶ δεξαμένου τὸν ἔπαινον; «Καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτὸς καὶ ἀναμέσον τοῦ σκότους», ἤτοι ἐν ἰδίᾳ χώρᾳ ἀποκληρώσας τούτων ἑκάτερον. Καὶ προσφόρως τὰ ὀνόματα· τῇ δευτέρᾳ ὁ τίμιος τόκος ἀντὶ τοῦ στερεώματος γίνεται. Ἐν δὲ τῇ τρίτῃ τὸ βάπτισμα ἀντὶ τῆς τῶν ὑδάτων συναγωγῆς καταδέχεται, ἵνα κόσμον ἀποκαθάρῃ τῆς ἁμαρτίας, ὡς πάλαι τὸν κόσμον τοῖς ὕδασιν. Ἐν δὲ τῇ τετάρτῃ τοὺς θεοκαπήλους αὐθεντικῶς ἀπελαύνει καὶ τὸν αὐτοῦ ναὸν κατακοσμεῖ, ὡς πάλαι τὸν οὐρανὸν ἐν τοῖς ἄστρασιν.

Ἐν δὲ τῇ πέμπτῃ, τὸν δεῖπνον τὸν μυστικὸν καὶ τὴν καινὴν ἀρτυλίαν καὶ τὰ μέγιστα ὄργια τῆς μεγαλουργήσεως εὐλογεῖ, ὡς καὶ ἐν τῇ πάλαι πέμπτῃ τὰ κήτη τὰ μεγάλα καὶ τὰ ἔνυγρα πάντα ποιήσας καὶ εὐλογήσας «αὐξάνεσθε», φησί, «καὶ πληθύνεσθε» καὶ τὰ ἑξῆς. Ἐν δὲ τῇ ἕκτῃ, ὑπὸ θηρῶν ἀπανθρώπων μετὰ λῃστῶν συσταυροῦται ὡς ἄνθρωπος, ὁ τὰ θηρία καὶ τὸν ἄνθρωπον ἐν τῇ πάλαι ἕκτῃ δημιουργήσας πανευκλεῶς καὶ ἀποτελέσας πανολβίως τὸ τῆς οἰκονομίας μυστήριον, ὡς τῇ πρώτῃ ἕκτῃ τὰ κτίσματα. Ἐν δὲ τῇ ἑβδόμῃ, ὡς πάλαι ἐκ τῶν ἔργων, καταπαύει ἐπὶ τοῦ μνήματος, εὐλογήσας καὶ εὐλογῶν πολυεβδόμως ἡμᾶς τοὺς πρὸς αὐτὸν πεποιθότας. Ἐν τῇ ὀγδόῃ τῇ πρώτῃ καὶ τελευταίᾳ τὰς τοῦ θανάτου ὀδύνας κατέβαλε <καὶ> ἐκ νεκρῶν ἐξανίσταται συνεγείρας καὶ τοὺς προπάτορας.

Ταῦτα δὲ οὕτως ἐπιδρομάδην παρειληφὼς ἔγωγε, οὐ πάντως φημὶ ὅτι ἐν μιᾷ ἑβδομάδι Χριστὸς διαμπὰξ τὸ τῆς οἰκονομίας μυστήριον ἐξεπλήρωσε, ἀλλὰ κατὰ τὴν ψῆφον τῆς παγκοσμίου ἑξαημέρου κτίσεως, ἀναλόγως ἐν ἰδίῳ καιρῷ, ἕκαστον ὁ Χριστὸς ἀνεπλήρου τὰ πρόσφορα. Ταῦτα δὲ ἡμεῖς, ἀγαπητοὶ ἀδελφοὶ καὶ ὅσοι φιλόχριστοι, μὴ παρέργως ἀκούωμεν, μηδὲ ἀγνοοῦμεν τὴν ἄφατον ὑπὲρ ἡμῶν εὔνοιαν τοῦ Θεοῦ, ὅτι δι’ ἡμᾶς καὶ τὴν ἡμῶν σωτηρίαν καὶ ἀνάπαυσιν τόν τε ἀρχαιότατον ἐδομήσατο κόσμον καὶ τὴν ὑπερφυῶς ἔνσαρκον οἰκονομίαν εἰργάσατο ἐπ’ ἐσχάτων. Διὸ καὶ τότε μὲν τὴν τῆς γῆς καὶ τῶν ἐν αὐτῇ πάντων τὴν κάθεξιν καὶ τὴν ἡγεμονίαν θεσμοθετῶν τοῖς προπάτορσιν ἔλεγεν· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτήν», νῦν δὲ οὐ τὴν γῆν ἁπλῶς καὶ τὰ ἐν τῇ γῇ, ἀλλ’ οὐρανὸν καὶ τὴν ἐν αὐτῷ βασιλείαν ὑπέσχετο δοῦναι τοῖς βεβιωκόσι καλῶς. Διὸ σπεύσωμεν, παρακαλῶ, μὴ φανῆναι περὶ τὸν εὐεργέτην ἀχάριστοι, μηδ’ οὐρανῶν βασιλείας γῆν ἀνταλλάξαι, μηδὲ τῶν ἐκεῖ ἀθανάτων τῶν ἐνθάδε θνητῶν, ὥσπερ οἱ χρυσῷ ἀφρόνως πηλῷ ἀμειβόμενοι, καὶ ἀντὶ τοῦ φωτὸς τὸ σκότος προκρίνοντες καὶ ἀντὶ τῆς ὑγιείας τὴν νόσον αἱρούμενοι καὶ ἀντὶ τῆς ζωῆς τὸν θάνατον προτιμώμενοι.

Ταῦτα γὰρ τὰ εἰκονίσματα καὶ τὰ τούτων ἐφάμιλλα ἐξομοιοῦνται οἱ ἐμπαθῶς τῷ κόσμῳ καὶ τοῖς τοῦ σώματος πάθεσιν ἰλυσπώμενοι τῇ ἁμαρτίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν καταδουλούμενοι· «Οὐαί», φησίν, «οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας» αὐτῶν. Ὧν τῆς μιμήσεως ἀλλοτρίους ἀναφανῆναι καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπιστρέψαι τὸν Κύριον δυσωπήσωμεν καὶ τῶν αὐτοῦ ἐκλεκτῶν ἐν τῇ αὐτοῦ βασιλείᾳ κοινωνοὺς ἀναδεῖξαι ὡς εὔσπλαχνος, ἐλέει καὶ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος, ὅτι πρέπει αὐτῷ πᾶσα δόξα τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι πάντοτε, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ Τοῦ αὐτοῦ, τῇ δευτέρᾳ ἡμέρᾳ λόγος δεύτερος· Περὶ τῆς παμπόλλου τῶν ὑδάτων ὁλκῆς, ἐξ ὧν τὸ στερέωμα μεταξὺ αὐτῶν ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐστερεώθη κελεύσει Θεοῦ. Εὐλόγησον, πάτερ. Ὥσπερ γὰρ τὰς ἐν τῇ πρώτῃ ἡμέρᾳ Θεοῦ μεγαλουργίας ὁ πρῶτος κατὰ τὸ ἐγχωροῦν πεφιλοσόφηκε λόγος, μᾶλλον δὲ ὡς ἡ τοῦ παναγίου Πνεύματος ἐχορήγησε χάρις, οὕτω καὶ τῇ δευτέρᾳ ὁ δεύτερος λόγος περὶ τῆς τῶν ὑδάτων ὁλκῆς καὶ τοῦ στερεώματος θεοδηγήτως λέγειν ἐπείγεται. Διὸ τῶν τοιούτων διηγημάτων ἡ ἀκρόασις καλὴ καὶ πάνυ ὠφέλιμος, ὡς εἰς θεογνωσίαν καὶ Θεοῦ πόθον καθέλκουσα. Τέτταρα γὰρ ἐν τῇ πρώτῃ ἡμέρᾳ μεγαλουργήματα ὑποληπτέον κτισθῆναι πρὸς Θεοῦ, ὁ πρῶτος οὐρανός, τὰ πλήθη τῶν ὑδάτων, ἡ γῆ, καὶ τὸ φῶς. Ἐν δὲ τῇ δευτέρᾳ μόνον τὸ μεταξὺ τῶν ὑδάτων στερέωμα.

Καὶ πῶς ὁ μέγας Μωσῆς οὐδόλως περὶ τῶν ὑδάτων ἐξεῖπε, μὴ ξενίζου. Οὐδὲ γὰρ περὶ τῶν ἀγγέλων ἐξεῖπεν, οὐδὲ περὶ ἄλλης τινὸς μίξεως ἐναντίων, ὅτι ἐκ τεσσάρων στοιχείων ἐναντιουμένων ἀλλήλοις ὁ κτίστης συνήρμοσε τὴν κτίσιν καὶ οὐκ ἐλυμήνατο θάτερον θατέρου. Ἐναντίον γὰρ μίξις ὕδατος καὶ πυρός, ἀλλὰ τῇ τοῦ κτίστου κελεύσει ἐναντιοῦται οὐδέν, κἄν γε καὶ ἀπὸ χιόνος κελεύσῃ πῦρ ἐκβληθῆναι, οὐδὲν τὸ κωλῦσον. Διατί δὲ περὶ τούτων λεπτομερῶς οὐκ ἐμπεδοῖ Μωσῆς; ὅτι οὐ χρεία ἦν τότε διδασκαλίας λεπτομεροῦς, ἀλλὰ τοῦτο ἦν τὸ σπουδαζόμενον τότε, ἵνα μάθωσιν οἱ ἄνθρωποι, ὅτι ἐστὶ Θεὸς ὁ κτίσας τὸν κόσμον καὶ πιστεύσωσιν εἰς αὐτὸν καὶ εἰδώλοις μὴ προσανέχειν ὡς θεοῖς, καθ’ ὅτι οὐδ’ εἰσὶ θεοὶ τὰ εἴδωλα τῶν ἐθνῶν, ἀλλὰ ξόανα κωφά, ἔργα χειρῶν ἀνθρώπων, καὶ διά τινος ὕλης εὐδιαφθάρτου σκαιωρηθέντα φενακίζειν ἀνθρώπους.

Εἰ γὰρ καὶ Μωσῆς οὐ καθορᾶται περὶ ἀγγέλων καὶ ὑδάτων ἐκφαντορεῖν, ἀλλ’ ὁ Δαβὶδ μετὰ ταῦτα ἐξεῖπε σαφῶς· «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα», καὶ ὅτι· «Αὐτοῦ ἐστὶν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν». Αὐτὸς δηλονότι ὁ εἰπών· «Συναχθήτω τὸ ὕδωρ», «καὶ τὰ συστήματα τῶν ὑδάτων» θαλάσσας ἐπωνόμασε.

Καὶ ὁ Σολομών· «Πρὸ τοῦ τὴν γῆν ποιῆσαι», φησί, «καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων» καὶ τὰ ἑξῆς. Ἀμήχανον γὰρ τὸ παμμέγεθες τουτὶ στοιχεῖον τὸ τῶν ὑδάτων τοῦ μὴ καὶ θεόκτιστον εἶναι καὶ θεοσύνοχον. Καὶ μὴ μόνον θεόκτιστον, ἀλλὰ καὶ τῆς γῆς ἐν τῇ πρώτῃ ἡμέρᾳ πρωτόκτιστον καὶ τοῦ πρώτου οὐρανοῦ δευτερόκτιστον, κἂν καὶ καινότερόν πως καταφαίνεται τὸ ῥηθέν, διὰ τὸ φάναι Μωσῆν μετ’ οὐρανὸν γῆν γεγονέναι. Ναί, ὅτι οὕτως τὴν αὐτοῦ γλῶσσαν ἡ τοῦ ἁγίου Πνεύματος καθωδήγησε χάρις εἰπεῖν, διὰ τὸ ἀτελὲς τῆς ἀκροάσεως τῶν τότε ἀκηκοότων. Ἡ δὲ ἀληθὴς τῶν πραγμάτων ἀκολουθία καὶ ἡ τοῦ παναγίου Πνεύματος χάρις ἡ τὰ τότε διδάξασα οὕτως ἡμᾶς ἀρτίως μυσταγωγεῖ, ὅτι προγενέστερον τὰς τῶν ἁγίων ἀγγέλων ὁ κτίστης παρήγαγε φάλαγγας, μεταγενέστερον δὲ κατὰ τὴν πρώτην ἡμέραν τὸν πρῶτον παρήγαγεν οὐρανόν, εἶθ’ οὕτω τὰς τῶν ὑδάτων ἀβύσσους μέχρι καὶ τοῦ οὐρανοῦ ἐκείνου ἀφικνουμένας, καθὼς καὶ Δαβὶδ τῆς ξηρᾶς τὴν ὑγρὰν προέταξε λέγων· «Αὐτοῦ ἐστὶν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν», δηλονότι πρὸ τῆς γῆς τὰς ἀβύσσους ἔκτισε Κύριος, αἳ καὶ ἀπὸ τῶν κατωτάτω, πόθεν εἰπεῖν οὐκ οἶδα, μέχρι καὶ πόλου τοῦ ἀνωτάτου ἦσαν ἀφιγμέναι.

Καὶ ὥσπερ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐκέλευσε γενέσθαι στερέωμα οὐρανὸν ἐν μέσῳ τῶν ὑδάτων, οὕτω καὶ ἐν τῇ πρώτῃ προσέταξε γενέσθαι στερέωμα γῆν, οὐκ ἐξ ὑδάτων ὡς τὸ στερέωμα, ἀλλ’ ἐξ οὐκ ὄντων, ὡς τὸν πρῶτον οὐρανόν, οὐδὲ ἐν μέσῳ τοῦ ὕδατος, ἀλλ’ ἐν τῷ τρίτῳ τοῦ ὕδατος, ὅπως ἡ μὲν τρίτη μερὶς ὑποκάτω τῆς γῆς κληρωθεῖσα κληθήσεται ἄβυσσος, τὸ δὲ δίμοιρον, ἐπάνω τῆς γῆς, διῆκον ἕως τοῦ πρώτου οὐρανοῦ.

Ἐξεπλάγημεν θεωρήσαντες τὰ τῶν ὑδάτων πλήθη, ἀλλὰ καὶ αὖθις ὑπερθαυμάσωμεν, ὅτι τοσοῦτόν ἐστι καὶ τὸ πῦρ, κἂν καὶ οὐχ ὁρᾶται καθόλου, ἀλλὰ κέκρυπται ἐν τῇ γῇ, ἐν τοῖς λίθοις, ἐν τοῖς ξύλοις, ἐν τῷ ἡλίῳ καὶ ἐν τῷ αἰθέρι. Ἰσόμετρον δὲ τῶν ὑδάτων καὶ τοῦ πυρὸς ἡ γῆ καὶ ὁ ἀήρ. Καὶ θαυμάσαντες τὰ τῶν κτισμάτων μεγέθη, ἐννοήσωμεν σοφίαν κτίστου καὶ δύναμιν, καθὼς καὶ ἐδιδάχθημεν· «Ἐκ μεγέθους», φησί, «καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται», καὶ ὅτι· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», ἥ τε ἀΐδιος τοῦ Θεοῦ δύναμις καὶ θεότης.

Καὶ ταῦτα διανοηθέντες «εὐφρανθῶμεν ἐνθέως», ὡς τοιούτου ὑπεραπείρου καὶ ὑπερσόφου, ὑπεραλκίμου καὶ ὑπερανάρχου δεσπότου καταξιωθέντες δοῦλοι καλεῖσθαι καὶ τέκνα καὶ μηδὲν τῇ ἀκαθάρτῳ καὶ μοχθηρᾷ καταδουλοῦσθαι ἁμαρτίᾳ μηδὲ πατρὸς καὶ δεσπότου τοιούτου τὰ ἀνάξια δρᾶν, δρᾶν δὲ μᾶλλον τὰ εἰς αὐτοῦ δόξαν καὶ θεραπείαν, ἀπὸ δὲ τῶν κτισμάτων αὐτοῦ, κατὰ τὸ ἐγχωροῦν, αὐτὸν κατανοεῖν καὶ ἐντεῦθεν αὐτὸν θαυμάζειν καὶ μεγαλύνειν μετὰ Δαβὶδ καὶ Ἠσαΐου. Ὅτι ὁ μὲν ἔλεγε· «Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια» καί· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας», ὁ δέ· «Τίς», φησί, «ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; τίς ἔγνω νοῦν Κυρίου, ἢ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβάσει αὐτόν;» «ὁ στήσας τὸν οὐρανὸν ὡς καμάραν, καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν κατοικεῖν». «Ἀναβλέψατε», φησίν, «εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέργασε ταῦτα πάντα; ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ» «Θεὸς ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ».

Ὁρᾶτε, ἀγαπητοί, ὁρᾶτε οἷα ἐκ τοῦ περισσεύματος τῆς καρδίας μεγαληγόρως ἐλάλει τὸ στόμα τῶν ἀγαπώντων τὸν Κύριον. Τί δὲ καὶ ὁ Θεὸς διὰ τοῦ αὐτοῦ λέγει προφήτου ἀπομνημονεῦσαι καλόν, ἐπεὶ καὶ περὶ ποιημάτων Θεοῦ ἡμῖν ὁ λόγος ἐκτίθεται. «Ἐγώ», φησίν, «ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην», ἤτοι ἐξανέτειλα, πεποίηκα. «Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα», δηλαδὴ τὸν Χριστόν, «καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου», ἤτοι τὴν Ἐκκλησίαν μου, «καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει», ἤτοι, τὴν ἐκ τοῦ διαβόλου, τῆς ἀπὸ τοῦ ᾅδου αἰχμαλωσίας, «οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ».

Ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπιστρέψωμεν. Εἴρηται γάρ, ὅτι τὸ ἐπάνω τῆς γῆς ὕδωρ ἀφικνούμενον ἦν μέχρι καὶ πόλου τοῦ ἀνωτάτου. «Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, καὶ ἐγένετο οὕτως». Ὅρα δυνάμεως ἀνεικάστου καὶ σοφίας ὑπερβολήν. Καθάπερ γάρ τις ὀπὸς ἢ πυτία γάλακτος φύσιν πηγνύουσα σκευάζει τυρόν, οὕτω καὶ ἡ θεία ῥῆσις ἐκείνη, τῇ ἁπαλωτάτῃ φύσει τῶν ὑδάτων ἐπιφοιτήσασα, πέπηκε καὶ ἐστερέωσε τὸ τῶν ὑδάτων μεσόχωρον, διαχωρίζον μεταξὺ τῶν ὑδάτων τῶν ἄνω καὶ τῶν κάτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ τὸ ἔργον ἑτοίμως παρομαρτεῖ τῷ λόγῳ. «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν». Οὕτω γὰρ ἡ αὐτοῦ πάνσοφος ἐδοκίμασεν εὐδοκία, ὥστε τὰ μὲν τῶν κτισμάτων ἐξ οὐκ ὄντων παρεισάγειν εἰς τὸ εἶναι, τὰ δὲ ἐκ τῶν ἤδη κτισθέντων κελεύσει τὴν ὕπαρξιν ἔχειν, ὡς τέκνα ἐκ μητρός.

Καὶ ἐξ οὐκ ὄντων μὲν ἀγγέλους, οὐρανόν, ὕδατα, γῆν, φῶς, πῦρ, καὶ εἴ τι ἕτερον, ἐκ τούτων δέ, ἀπὸ μὲν τῶν ὑδάτων τὸ στερέωμα, τὰ πλήθη τῶν πετεινῶν, ὅσα ἐν τῇ θαλάσσῃ, καὶ ὅσα ἐν τῇ ξηρᾷ, τὰ πλήθη τῶν ἰχθύων καὶ τὰ κήτη τὰ μεγάλα, ἀπὸ τοῦ πυρὸς τὸν πυρσόφωτον ἥλιον, τὸν πολύπυρσον αἰθέρα καὶ εἴ τι ἕτερον, ἀπὸ δὲ τοῦ φωτὸς τὴν σελήνην καὶ τοὺς ἀστέρας, ἀπὸ δὲ τῆς γῆς πλήθη τετραπόδων, ἑρπετῶν, θηρίων, καὶ τὸν ἐξάρχοντα τούτων ἄνθρωπον, τάχα ἵνα μὴ μέγα φρονῇ διὰ τὸ ἀρχικὸν ἀξίωμα, πανσόφως ἐκ τῆς γῆς, ἐξ ἧς τὰ κτήνη καὶ τὰ θηρία, πλάττει καὶ αὐτόν. «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν», «καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος». Ὅρα πῶς εἰς τρεῖς ἰσομοιρίας τὰς τῶν ἀβύσσων καταδιέλει χώρας, καθὼς ἔφη μετὰ ταῦτα καὶ Σολομών· «Ἐν αἰσθήσει αὐτοῦ», φησίν, «ἄβυσσοι ἐρράγησαν».

Καὶ μοῖρα μὲν μία ὑποκάτω τῆς γῆς τεταμίευται, ἡ δὲ ἑτέρα ἐπάνω τῆς γῆς, ἡ δὲ τρίτη ἐπάνω τοῦ στερεώματος, ὡς κληθῆναι τὴν κατωτέραν μὲν ἄβυσσον, τὴν δὲ ἐπάνω τῆς γῆς θάλασσαν, τὴν δὲ ἐπάνω τοῦ στερεώματος ὕδατα· «Ὁ στεγάζων» φησίν «ὕδασι τὰ ὑπερῷα αὐτοῦ», ἤτοι τοῦ στερεώματος. «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν», ὅς ἐστι δεύτερος καὶ παρ’ ἡμῶν καθορώμενος μετὰ ἀστέρων πολλῶν. «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα δευτέρα». Καλὸν δὲ καὶ ἡμᾶς τὰ τῆς δευτέρας ἔπη ἐν αὐτῇ καταπαῦσαι, ὅπως ἂν τὰ ἐν τῇ τρίτῃ ἐν τῷ τρίτῳ λόγῳ ταμιευθήσωνται.

Ὁ δὲ στερεώσας λόγῳ τοὺς οὐρανοὺς καὶ ὀμβροτόκους νεφέλας ἐν αὐτοῖς καταρτίσας καὶ ὑετοὺς δαψιλοὺς ἐκεῖθεν ἐξαποστέλλων τῇ γῇ, «τοῦ ἐξανατέλλειν χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων», αὐτός, Κύριε, καὶ τὸν νοητὸν ἡμῶν οὐρανόν, νοῦν, στερεώσας ἀπεριτρέπτως ἐν τοῖς προστάγμασί σου, ὑετὸν ἐξ ὀφθαλμῶν ἡμῶν πρυτάνευσον πλουσίως, ὅπως ἂν καὶ ἡ ἄνικμος ἡμῶν γῆ, σὰρξ καὶ καρδία, ἐντεῦθεν ἀρδευθεῖσα ἐκτέκῃ καὶ βλαστήσῃ πολὺ σοὶ τῷ παγγεωργῷ τῶν ὅλων, καὶ καρπόν σοι προσοίσῃ τριακοστόν, ἑξηκοστόν, καὶ ἑκατοστόν, εἰς ἡμῶν, δέσποτα, σωτηρίαν καὶ σὴν εὐφροσύνην τοῦ ὄντως φιλανθρώπου, τοῦ χαίροντος ἀεὶ μετὰ τῶν σῶν ἀγγέλων ἐπὶ τῇ ἡμῶν σωτηρίᾳ, καὶ ἡμεῖς ἀξιοχρέως δοξάζωμέν σου τὸ ὑπεράγιον ὄνομα, ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι πάντοτε, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΤΡΙΤΟΣ Τοῦ αὐτοῦ, λόγος τρίτος ἐν τῇ τρίτῃ ἡμέρᾳ· Περὶ τῆς τῶν ὑδάτων συναγωγῆς, ὧν τὰ πλήθη μέχρι καὶ τοῦ οὐρανοῦ ἦν. Περὶ διακοσμήσεως διὰ τῶν ἐξ αὐτῆς βλαστημάτων, καὶ περὶ τῆς αἰτίας τῆς συντάξεως τῆσδε τῆς βίβλου. Εὐλόγησον, πάτερ.

Μόλις γὰρ ἐκ τῆς πολλῆς τῶν ὑδάτων ὁλκῆς διασωθεὶς ὁ δεύτερος, καίπερ ἐν πολλῇ περιθεόμενος συντομίᾳ καὶ μηδὲν καταδυόμενος πρὸς τὰ τούτων μειζότερα, ὀρρωδῶν τὴν ἀποπνιγὴν καὶ νηχόμενος ἐπιπολαίως, ὡς ἔν τινι ἀκατίῳ, καὶ σπεύδων ἐπὶ νευστάθμῳ καταλῦσαί τινι, μόλις τὰς ἀβύσσους ἐκείνας παρελθεῖν ἠδυνήθη καί τινα μέτρια περὶ τοῦ στερεώματος ἐπειπὼν πεπεράτωται. Ὁ δὲ παρὼν τρίτος τὰ ἐν τῇ τρίτῃ πρὸς Θεοῦ δημιουργηθέντα φιλοσοφήσεται, ὡς ἡ τοῦ παναγίου Πνεύματος αὐτῷ χάρις ἀποκαλύψειε καὶ φωτίσῃ τὸν νοῦν, ὁ καὶ τὸν μέγαν ἐκεῖνον φωτίσας Μωσῆν ἐξειπεῖν τὰ πρὸ πολλῶν γενεῶν ἀρχαιότερα αὐτοῦ. «Καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά». Καὶ ποῦ, ὦ δέσποτα, συναχθήσεται καὶ ποῦ συγκλεισθήσεται καὶ μέχρι καὶ τοῦ στερεώματος ἀφικνούμενον τὸ ὕδωρ; «Γεγόνασι», φησί, «προστάγματι ἐμῷ δοχεῖα καὶ χάσματα γῆς» μηδὲν τὸ οὐρανοῦ ὕψος τῷ βάθει ἐλαττούμενα, κἀκεῖ συναχθήσονται καὶ τῆς γῆς ἰσοπρόσωπον τὰ τούτων ἐπιπόλαια φέρουσι. «Καὶ ἐγένετο οὕτω, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρά». Καὶ ἦν θεάσασθαι τότε θέαμα ξένον καὶ πολλῆς γέμον ἐκπλήξεως, πῶς μέχρι καὶ οὐρανοῦ κορυφούμενα ὕδατα ἐν τάχει πολλῷ πρὸς τὰς ὁρισθείσας συναγωγὰς περιθέοντα.

Ἅμα γὰρ ἡ κέλευσις, ἅμα ἡ σύναξις, ἅμα καὶ ἡ τῆς γῆς ἀπαμφίασις, καὶ ὤφθη ἡ ξηρά. «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν, τὰ δὲ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας». Λέγουσι δέ τινες λίαν ἀπερισκέπτως, ὅτι κατωτέρω μέν που ὁ οὐρανὸς γέγονε, μετὰ δὲ τὴν ὑποχώρησιν τῶν ὑποκάτω αὐτοῦ ὑδάτων ἦρεν αὐτὸς τὰ ἐπὶ τοῦ νώτου αὐτοῦ καὶ ἀνῆλθεν ἀνυψωθῆναι. Καὶ πῶς οἷόν τε τὴν τοιαύτην ἀληθεύειν ὑπόληψιν; Ὁ γὰρ Θεὸς ἐν μέσῳ τοῦ ὕδατος τὸ στερέωμα γενέσθαι ἐκέλευσε. Καὶ εἰ γέγονέ που χθαμαλωτέρως καὶ εἶθ’ οὕτως ὑψώθη, λοιπὸν οὐ γέγονεν ὡς ἐκελεύσθη ἐν μέσῳ τοῦ ὕδατος, ἀλλὰ πρὸς τὰ κατώτερα μέρη τὰ πλεῖστα τῶν ὑδάτων ἄνωθεν καταλείψας. Καὶ εἰ αὐτὰ ἀράμενος ἀνυψώθη, πῶς ἐχωρήθησαν μεταξὺ αὐτοῦ καὶ τοῦ πρώτου οὐρανοῦ; πῶς δὲ καὶ ὁ κελευσθεὶς ἐν ἑνὶ τόπῳ στερεωθῆναι ἅπαξ, μετατίθεται πρὸς ἕτερον τόπον; Περιττὴ γὰρ ἡ τοιαύτη ἐπίνοια καὶ ἀπερίσκεπτος. «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας». Οὐχ ἁπλῶς μίαν θάλασσαν, ἀλλὰ θαλάσσας πλείους διὰ τῶν ὑδάτων τὰ πλήθη. Καὶ καθάπερ <εἷς> κόσμος ἐστί, λέγονται δὲ πολλαὶ χῶραι καὶ νῆσοι, οὕτω καὶ ἡ μία θάλασσα, διὰ τὸ πλῆθος λέγεται θαλάσσας, διακρίνουσα χώρας καὶ γένη καὶ κυκλάδας νήσων πολλῶν, μικρῶν τε καὶ μεγάλων.

Λέγονται δὲ καὶ διάφορα πελάγη κατὰ τοὺς περὶ τὰ τοιαῦτα δεινούς, οἷον τὸ Ἀτλαντικόν, τὸ Ἰνδικόν, τὸ Ποντικόν, τὸ Ὑρκανικόν, τὸ Τυρρηνικόν, τὸ Ἰονικόν, τὸ Αἰγαῖον, ὁ Ἑλλήσποντος Κόλπος καὶ ἡ Προποντίς.

Καὶ μάλα εἰκότως ὁ δημιουργὸς «τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας». «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν». Ὁ γὰρ Θεὸς καὶ πρὸ τοῦ ποιῆσαι εἶδεν ὅτι καλὸν τὸ παρ’ αὐτοῦ γεγονός, ἀλλ’ ἵνα καὶ ἡμεῖς παιδευθῶμεν καλὸν ποιεῖν, καὶ ὅτι ὁ Θεὸς φαῦλον πεποίηκεν οὐδέν. «Εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς». Καθαρθεῖσα γὰρ ἡ γῆ τῆς πλησμονῆς τῶν ὑδάτων, ὡς κεκαρμένη λοιπὸν τὸ διαμπὰξ καὶ ἀκόσμητος καθωρᾶτο. Δεξαμένη δὲ τὸν τοῦ κτίστου ὅρον καὶ λόγον, ὡς γονιμώτατον σπόρον, ὠδίνησε καὶ ἔτεκε παραυτίκα εἰς πλήθη τεκνογονίας, πόας, φυτά, λειμῶνας, ἄνθη, καρποὺς διειδεστάτους, καὶ ὡς νύμφη κατεκοσμήθη ὡραϊσμένη καταστολὴν εὐκοσμίας ἡ πρὸ μικροῦ κεκαρμένη. Ἅμα γὰρ ὁ θεῖος λόγος ἐκεῖνος, ὡς πολύγονον σπέρμα ταῖς λαγόσι τῆς γῆς κατεβλήθη, εὐθέως ἡ ὠδίνη τῶν βλαστῶν καὶ ὁ τόκος ὁμοῦ. «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν».

Ἐπειδὴ γάρ τινα τῶν κτισμάτων ἐναντία ὑποτοπάζονται ἄνθρωποι, διὰ τὸ ἀγνοεῖν τὰ ἐκ τούτων καλά, «εἶδεν ὁ Θεὸς ὅτι καλόν», καὶ ἐναντίον οὐδέν. «Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη». Τρία γὰρ ὁ ἐν τριάδι Θεὸς ἐν τρίτῃ ἡμέρᾳ ἔδρασεν ἔργα, τὴν τῶν ὑδάτων συναγωγήν, τὴν βλάστην τοῦ χόρτου καὶ τὴν παντὸς ξύλου ἀνατολήν, ἅτινα συνέχων ὁ δράσας διαρκῆ τῷ κόσμῳ παρέχουσι τὴν διαμονήν, ὡς μήτε ὁ χόρτος μήτε τὰ ξύλα τῆς γῆς ἀπολειφθῆναι ποτέ· εἰ δ’ ἴσως καὶ διαφθαρῶσι τῷ χρόνῳ, πάλιν ἕτερα πλείονα ἡ πολύγονος μήτρα αὐτῶν γῆ ἀποτίκτει ῥᾳδίως. Οὐ μὴν δέ, ἀλλὰ καὶ ἡ θάλασσα ὁμοίως οὔτε ἐν τῷ πλήθει τοῦ χρόνου ἔληξεν οὔτε ἐπλεόνασε διὰ τὰς ἀβυσσοτόκους πρὸς αὐτὴν ἀναβλυζούσας πηγάς.

Εἰ γὰρ ἐν τοσούτῳ πάχει πέλουσα ἡ γῆ πλῆθος τόσον ἀναβλύζει ποταμῶν μεγίστων καὶ κρηνῶν, τί ἂν λοιπὸν εἴπωμεν ἐν τοσούτῳ χάσματι θαλαττίῳ τῷ καὶ ὕψει οὐρανίῳ ἁμιλλωμένῳ τῷ βάθει; εὔδηλον γὰρ ὅτι οὐκ ἀναβλύσεις ἁπλῶς ἀβυσσαίους ἡ θάλασσα δέχεται, ἀλλὰ καὶ ἔν τισι τόποις, ὡς ἔμοιγε δοκεῖ, ἀπύθμαντον εἶναι τὸν ταύτης βυθὸν καὶ τῇ κάτω ἀβύσσῳ συνηνωμένην. Ἀλλ’ οὐκ ἐπλήθυνε τῷ μήκει τοῦ χρόνου πρὸς τὸ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς, κατεχομένη ὡς κλεῖθρον τό· «Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ».

Ἡμεῖς δὲ διὰ δύω τινὰς καλλίστους καὶ ὀνησιφόρους αἰτίας ταῦτα φαμέν, τὸ μέν, ἵνα ἐκ τῶν κτισμάτων εἰσόμεθα σοφίαν κτίστου καὶ δύναμιν ἄφατον καὶ βοήσωμεν σὺν τῷ Δαβίδ· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας», τὸ δέ, ἵνα καὶ ἡμεῖς αἰδεσθῶμεν καὶ λάβωμεν αἴσθησιν, ὅτι ἡ μὲν ἄλογος καὶ ἀναίσθητος κτίσις διαμένει τῇ διατάξει τοῦ Θεοῦ· «Ἐθεμελίωσας», φησί, «τὴν γῆν καὶ διαμένει τῇ διατάξει σου». Ἡμεῖς δὲ ἡ λογικὴ κτίσις τῇ τοῦ κτίστου διατάξει μὴ διαμένοντες ἁμαρτάνομεν, μήτε ὡς δεσπότην φοβούμενοι, μήπως ἐρεῖ ἐνδίκως καὶ πρὸς ἡμᾶς· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν». Διὸ ἀποστῶμεν ἀπὸ κακίας καὶ ἐπειχθῶμεν πρὸς ἀρετήν, ἵνα, ὅτε ὁ κτίστης ἥξει τοῦ κρῖναι, μὴ φανῶμεν αὐτῷ ἐστιγμένοι ταῖς ἁμαρτίαις, ἀλλὰ μᾶλλον κατηγλαϊσμένοι ταῖς ἀρεταῖς καὶ συμμέτοχοι τῶν ἁγίων ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ἐμοὶ δὲ δοκεῖ ἄμεινον εἶναι ὡς ἥδυσμά τι συγκαταμεῖξαι τῷ λόγῳ ἐκ ποίας αἰτίας προήχθημεν πρὸς τὴν σύνταξιν τῆσδε τῆς βίβλου. Ἔχει γὰρ τὸ διήγημα καί τι τὸ χαρίεν καὶ ὠφέλιμον τοῖς παρέχουσιν, οὗ χάριν ἔδοξε κἀμοὶ σὺν Θεῷ ἐκκαλύψαι τὸ λεληθός. Ἔχει δ’ οὕτως. Ὅτε γάρ με θεία τις ἐπεσκέψατο «ἀνατολὴ ἐξ ὕψους», τοῦ ἀναζεῦξαι τῆς τοῦ βίου ματαιότητος καὶ τοὺς ταπεινοὺς πόδας ἐμοὺς κατευθῦναι πρὸς τρίβους εὐθείας καὶ εἰς ὁδὸν εἰρήνης βίου μοναδικοῦ, ἐξέφυγον λάθρα γονέας καὶ ἀδελφοὺς ἑπτά, ἄρρενας καὶ θηλείας, καὶ πρὸς ἱερὰν ἀφικνούμην μονήν, ἐν ᾗ μοι καὶ ἔτυχέ ποτε ἀκηκοέναι τὴν λέγουσαν προφητείαν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ τὰ τούτων ἀκόλουθα, καὶ μεγάλως ἠγάσθην ἀκηκοὼς τὰ τοιαῦτα. Οὔπω γὰρ ἤμην φθάσαι τοιοῦτόν τι ῥῆμα πώποτε ἀκοῦσαι, ἅτε δὴ ἀμαθὴς ἄχρι καὶ τοῦ ἄλφα κηπουρὸς ὡς ἐτῶν ὀκτωκαίδεκα τῇ ἡλικίᾳ. Οὕτω δὲ ἐξεπλάγην ἐπὶ τοῖς ῥηθεῖσι, καὶ ἡ ψυχή μου ἠγάπησεν αὐτὰ σφόδρα, ὡς· «Εἴθε» λέγουσα «καθ’ ἡμέραν ἀνεγίνωσκον τὰ τοιαῦτα ἀναγνώσματα καὶ τούτων ἀκήκοα», καίπερ μηδὲ τὸν ἐγκείμενον νοῦν ἐπιστάμενος τῶν λεγομένων, πλὴν τοῦ· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς» καὶ ὅτι· «Εἶδεν ὁ Θεὸς ὅτι καλὰ λίαν» καὶ τούτων ᾐσθόμην πλεῖον οὐδέν. Ἀλλ’ οὐδέ τινα περὶ τούτων πείθεσθαι εἱλόμην, μόνον δὲ ὅτι ἐν τῷ τῆς καρδίας παραβύστῳ χωρίῳ κατεῖχον τὸ θαῦμα.

Ἐπεὶ δὲ παρὰ τῶν κρατούντων ἐκρίθην ἀμπέλους καλλιεργεῖν, ἐν οἷς καὶ μικρὸν ἅψασθαι μαθημάτων, ἔδοξε Θεῷ κἀμοί, ὅσον ἐμπεδωθῆναί με τὴν σύναψιν τοῦ νυχθημέρου τοῖς μοναχοῖς εἰθισμένην. Ἀλλὰ πλεῖον καὶ ταύτης ἡ θεία μοι ἐχαρίσατο χάρις, ὡς καὶ τὸν θεῖον ὁλικῶς ἀπαγγελκέναι Ψαλτῆρα. Ἐπεὶ δέ με καὶ αὖθις θεία τις ἐπισκοπὴ ἐπεσκέψατο ἀπαναστῆσαι κοινοβιακῶν θορύβων πρὸς νέσταθμον ἡσυχίας, γέγονεν ἤδη καὶ τοῦτο ἐξ εὐδοκίας Θεοῦ. Τότε λοιπὸν ἡσυχίας εὐπορήσας καιρὸν καὶ ἐπὶ μνήμης παρακατέχων τὰ προρρηθέντα θεῖα ῥήματα, πρὸ πάσης ἄλλης βίβλου τὴν προφητείαν ἐζήτουν ἐκείνην· ἣν ἐντυχών, ἀπεστομάτισα σὺν Θεῷ πόθῳ τὰ ἐν αὐτῇ, οὐ μόνον τὰς καθ’ ἑξαήμερον κοσμοκτισίας, ἀλλὰ καὶ τὰ περὶ παραδείσου καὶ τῆς παραβάσεως, περί τε τοῦ κατακλυσμοῦ καὶ τῆς πυργοποιίας καὶ μέχρι τοῦ φιλοθέου Ἀβραάμ, καὶ εἶχον διὰ θαύματος πολλοῦ τὰ θεῖα ῥήματα τῆς γραφῆς ταύτης.

Ἐνέτυχον δὲ καὶ Ἑξαημέρῳ τοῦ θείου Χρυσοστόμου, ἐπόθουν δὲ ἐντυχεῖν καὶ Βασιλείου τοῦ μεγάλου Ἑξαημέρῳ καὶ οὐχ ηὕρισκον. Διιππευσάντων δὲ χρόνων τριάκοντα καὶ ἑπτά, καὶ αὖθις ἐργωδεστέρας ἡσυχίας χρείαν ᾠηθεὶς καὶ πρὸς τὴν νέαν Σιὼν ταύτην διῳκισθείς, πάλιν ἐζήτουν ἐμπόνως τὴν τοῦ μεγάλου Βασιλείου ἐντυχεῖν Ἑξαήμερον, καὶ ἐν τοῖς μοναστηρίοις τῶν δύο ἐνοριῶν Πάφου τε καὶ Ἀρσινόης ζητήσας καὶ μὴ εὑρών, ὡς εἰκός, ἐλυπούμην. Ὡς καὶ τῶν ἁγίων ἡμερῶν τῆς ἀμώμου νηστείας ἤδη προσφοιτησασῶν καὶ ἤρξατό μου ὁ νοῦς περὶ τὴν θεωρίαν φαντάζεσθαι τῆς Ἑξαημέρου, ἅτε δὴ ὡς ἐπὶ στόματος φέρων τὰς ῥήσεις αὐτῆς, καὶ μεθ’ ἡμέρας τινὰς ἐπέσκηπτέ μοι ὁ νοῦς κατατολμῆσαι καὶ συγγραφῆς.

Ἐγὼ μὲν φενακισμὸν νοὸς τοῦτο ἐλογιζόμην, τὸ τῶν ἀνεφίκτων κατατολμᾶν, ὁ δὲ ἰσχυρίζετο τοῦ λακωνίζειν καὶ λακωνικῶς ὑπισχνεῖτο λαλεῖν. Ἐπεὶ δὲ οὐδ’ αὐτὸς τοῦ ἐγχειρήματος κατετόλμουν οὔτε ὁ λογισμὸς παρῆκε τοῦ μὴ ἐνοχλεῖν μοι, πείθομαι τρόπῳ ἑτέρῳ καὶ λαμβάνω χάρτην τοῦ γράψαι στίχους πέντε ἢ ἓξ καὶ ἀφοσιῶσαι τοῦ λογισμοῦ τὴν ἐπίτασιν καὶ καταπαῦσαι. Ἀρξάμενος δέ, οὔτε ὁ τοῦ λόγου εἱρμὸς παρῆκε διατομὴν οὐδ’ αὐτὸς παρῆκα τὸν κάλαμον, ἄχρις ἂν σὺν Θεῷ ὁ πρῶτος συντετελέσθαι λόγος. Ἐπεὶ γοῦν καὶ αὖθις πρὸς δεύτερον λόγον καθεῖλκέ με προθυμία, αὐτὸς δ’ ἐπὶ τὸ ἐγχείρημα δεδιώς, λοιπὸν μετὰ θερμῶν δακρύων τὴν θείαν ἐξελιπάρουν εὐμένειαν, τοῦ μή μοι τὸν νοῦν συγχωρῆσαι ἔξω περιπλανᾶσθαι τῆς προσηκούσης ἐννοίας τῆς θεοπνεύστου γραφῆς, ἀλλ’ ἐν ἐκείνῃ μᾶλλον αὐτὸν φωτισθῆναι, μεθ’ ἧς καὶ ὁ μέγας ἐκεῖνος ἐλάλει Μωσῆς. Εἶτα εἶδον ἐν ὁράματι τῆς νυκτὸς ἐκείνης, ὅτι ἐπελαβόμην χάρτου τόμον παλαιὸν γεγραμμένον, ἐν ᾧ καὶ ἄγραφόν τι μέρος παρῆν, καὶ ἠρξάμην ἐν τῷ ἀγράφῳ μέρει τοῦ τόμου διαγράφων τὰ περὶ τῆς Ἑξαημέρου.

Ἔτι δὲ γράφοντός μου, οὐκ οἶδ’ ὅπερ, τὶς βίβλον εὐπρεπεστάτην μεγάλην ἀποκομίσας κατὰ τὸ ἐμὸν τέθεικε πλάγιον καὶ μανουάλιον μετὰ ἁπτομένης λαμπάδος ἐπάνω τῆς βίβλου. Ἣν θεασάμενος ἥσθην καὶ εἶπον, ὅτι αὕτη ἡ βίβλος, ὡς ἔοικε, τοῦ Θεολόγου ἐστί, καὶ πότε ἀδειάσω τοῦ ἀναγνῶσαι αὐτήν.

Καὶ εὐθὺς διυπνισθεὶς ἔφην· ὅτι ὁ χάρτης θεία τίς ἐστι <ἐπίπνοια> καὶ οὐ φενακισμὸς τοῦ ἀπατεῶνος ἐχθροῦ, ἔχει διδάξαι τὸ ἔργον. Τοῦτο τὸ ἀφήγημα οὐ χάριν φιλοτιμίας, ἀλλὰ χάριν ὠφελείας καὶ ἕνεκεν τῆς δόξης τοῦ Θεοῦ ἐν κεφαλαίῳ ἱστόρησα ἔγωγε, ὅπως σὺν ἐμοὶ δοξάσητε οἱ ἀκροαταὶ τὸν Θεόν, οὗ τὸ ἔλεος ἔστω μετὰ πάντων ἡμῶν. Αὐτῷ ἡ δόξα τῷ τρισαγίῳ Θεῷ εἰς τοὺς αἰῶνας· ἀμήν.