Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Πίνακες περιεχομένων των δεκαέξι λόγων

Οι αναλυτικοί κατάλογοι των κεφαλαίων που αφορούν την εξαήμερο δημιουργία, την ιστορία των πρωτοπλάστων, τον κατακλυσμό και τον βίο των πατριαρχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 10

ΠΙΝΑΚΕΣ τῶν λόγων εἰς τὴν Ἑξαήμερον Γένεσιν Τοῦ αὐτοῦ Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου αʹ. Λόγος πρῶτος εἰς τὴν ἑξαήμερον γένεσιν· Περὶ τῆς ἀγγέλων πρωτοκτισίας καὶ τῶν λοιπῶν κτισμάτων τοῦ Θεοῦ ἐν τῇ πρώτῃ ἡμέρᾳ.

βʹ. Τοῦ αὐτοῦ, τῇ δευτέρᾳ ἡμέρᾳ, λόγος δεύτερος· Περὶ τῆς παμπόλλου τῶν ὑδάτων ὁλκῆς, ἐξ ὧν τὸ στερέωμα μεταξὺ αὐτῶν ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐστερεώθη κελεύσει Θεοῦ. γʹ. Τοῦ αὐτοῦ, λόγος τρίτος ἐν τῇ τρίτῃ ἡμέρᾳ· Περὶ τῆς τῶν ὑδάτων συναγωγῆς, ὧν τὰ πλήθη μέχρι καὶ τοῦ οὐρανοῦ ἦν. Περὶ διακοσμήσεως γῆς διὰ τῶν ἐξ αὐτῆς βλαστησάντων, καὶ περὶ τῆς αἰτίας τῆς συντάξεως τῆσδε τῆς βίβλου.

δʹ. Τοῦ αὐτοῦ, λόγος τέταρτος ἐν τῇ τετάρτῃ ἡμέρᾳ, ἐν ᾗ ὁ κτίστης τρία καὶ αὖθις ἐμεγαλούργησεν ἔργα, τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας. Καὶ ὥσπερ τὰ πλήθη τῶν ἀγγέλων ὄνομα κέκληκεν ἕκαστον, οὕτω καὶ τῶν ἀστέρων τὰ πλήθη ἀριθμήσας καὶ ὄνομα τέθεικεν ἴδιον.

εʹ. Τοῦ αὐτοῦ, λόγος πέμπτος, ἐν τῇ πέμπτῃ ἡμέρᾳ· Περὶ τῶν ἑρπετῶν, τῶν πετεινῶν καὶ εἰς τὰ κήτη τὰ μεγάλα, ἃ κατὰ τὴν πέμπτην ἡμέραν κελεύσει Θεοῦ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος. ϛʹ. Τοῦ αὐτοῦ, λόγος ἕκτος, ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ· Περὶ ἑξάδος ἔργων Θεοῦ, ἃ διεξήγαγεν ἡ γῆ, τετράποδα, ἑρπετά, θηρία, κτήνη, παράδεισον καὶ τὸν ἄρχοντα τούτων ἄνθρωπον.

ζʹ. Τοῦ αὐτοῦ, λόγος ἕβδομος· Περὶ τῆς ἐν τῇ ἑβδόμῃ εὐλογίας καὶ καταπαύσεως, καὶ ἀριθμὸς ἔργων Θεοῦ. Περί τε τοῦ παραδείσου καὶ τοῦ Ἀδάμ, ὃς πρὸ τῆς παραβάσεως προφητείας καὶ γνώσεως καὶ σοφίας πολλῆς ἦν ἠξιωμένος.

ηʹ. Τοῦ αὐτοῦ, λόγος ὄγδοος· Περὶ τῆς ἀφαιρεθείσης ἐκ τοῦ Ἀδὰμ πλευρᾶς εἰς γυναῖκα καὶ τῆς αὐτοῦ περὶ αὐτῆς προφητείας. Εἶτα πάλιν πρὸς τοὺς ληρῳδοῦντας, ὅτι τὸ ξύλον ἡ γυνὴ ἦν. Καὶ αὖθις ἀπόδειξις τί ἦν τὸ ξύλον.

θʹ. Τοῦ αὐτοῦ, λόγος ἔνατος. Περὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ πόσον διέτριψαν ἐν τῷ παραδείσῳ, περί τε τοῦ Κάϊν καὶ τῆς ἀναιρέσεως τοῦ Ἄβελ καὶ ὅτι πορνεία ἐστὶ πᾶσα ἁμαρτία χωρίζουσα Θεοῦ. ιʹ. Τοῦ αὐτοῦ, λόγος δέκατος· Περὶ τοῦ Νῶε καὶ ἀγανακτήσεως Θεοῦ διὰ τὰς ἀθέσμους τῶν ἀνθρώπων πράξεις. Περί τε τοῦ κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ καὶ ὅτι πανωλέθριον ἔργον ἡμάρτηται.

ιαʹ. Τοῦ αὐτοῦ, λόγος ἑνδέκατος· Περὶ τῆς κιβωτοῦ, ποῦ ἐκτίσθη καὶ ποῦ μετετέθη καὶ ποία ἐστὶν ἡ γῆ Ναΐδ, καὶ εἰς τὰ ἑξῆς περὶ Νῶε καὶ τῶν υἱῶν αὐτοῦ. ιβʹ. Τοῦ αὐτοῦ, λόγος δωδέκατος. Περὶ τοῦ πύργου Χαλάνης καὶ ὅτου χάριν καὶ πότε Χαλάνης τόπος ἐκεῖνος ὁ χῶρος ἐκλήθη, καὶ περὶ πυργοποιῶν ἑτέρων ἐκ βίβλου λόγων Ἠσαΐου τοῦ προφήτου.

ιγʹ. Τοῦ αὐτοῦ, λόγος τρισκαιδέκατος· Περὶ τοῦ θεοκλήτου Ἀβραὰμ ἐκ γῆς Χαλδαίων ἐν γῇ Χαναὰν καὶ περὶ τῆς ἐν Αἰγύπτῳ αὐτοῦ καθόδου καὶ ἀνόδου, περί τε τῆς τοῦ Λὼτ διαστάσεώς τε καὶ αἰχμαλωσίας καὶ περὶ τῶν πλείστων Θεοῦ ἀνθέξεων πρὸς τὸν δίκαιον.

ιδʹ. Τοῦ αὐτοῦ, λόγος τεσσαρεσκαιδέκατος· Περὶ τοῦ πατριάρχου Ἀβραὰμ καὶ περὶ τῆς πρὸς αὐτὸν θεοφανείας ἐν τῇ δρυῒ τῇ Μαμβρῆ, περί τε τοῦ Λὼτ καὶ τῆς καταστροφῆς τῶν Σοδόμων. ιεʹ. Τοῦ αὐτοῦ, λόγος πεντεκαιδέκατος· Περὶ Ἰσαὰκ τοῦ δικαίου καὶ τῶν ἐκ τούτου φύντων Ἡσαῦ καὶ Ἰακώβ.

ιϛʹ. Τοῦ αὐτοῦ, λόγος ἑξκαιδέκατος· Περὶ τοῦ πατριάρχου Ἰακὼβ καὶ Ἰωσὴφ τοῦ υἱοῦ αὐτοῦ μέχρι καὶ τελευτῆς Ἰσραὴλ συνοπτικῶς.