Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν ἑξαήμερον

Νεόφυτος ὁ Ἔγκλειστος

Η ολοκλήρωση της δημιουργίας (Λόγοι Δ'–ΣΤ')

Η δημιουργία των φωστήρων, των ιχθύων, των πτηνών και των χερσαίων ζώων, και η κορύφωση του έργου του Θεού με την πλάση του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 10

ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ Τοῦ αὐτοῦ, λόγος τέταρτος ἐν τῇ τετάρτῃ ἡμέρᾳ ἐν ᾗ ὁ κτίστης τρία καὶ αὖθις ἐμεγαλούργησεν ἔργα, τὸν ἥλιον, τὴν σε- στης τρία καὶ αὖθις ἐμεγαλούργησεν ἔργα, τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας. Καὶ ὥσπερ τὰ πλήθη τῶν ἀγγέλων ὄνομα κέκληκεν ἕκαστον, οὕτω καὶ τῶν ἀστέρων τὰ πλήθη ἀριθμήσας καὶ ὄνομα τέθεικεν ἴδιον. Εὐλόγησον, πάτερ.

Τὸν τρίτον ἐν τῇ τρίτῃ περὶ τῶν κτισμάτων βραχυτελῶς κατὰ τὸ ἐνὸν φιλοσοφήσας λόγον, τὸν τέταρτον τὰ ἐν τῇ τετάρτῃ κτισθέντα κατευθύνεται φᾶναι. Ὥσπερ γὰρ τρία τὰ ἐν τρίτῃ, ὑδάτων συναγωγή, βλάστησις χόρτου καὶ βλάστησις φυτῶν κατὰ γένος, οὕτω καὶ ἐν τῇ τετάρτῃ ἕτερα τρία μεγαλουργεῖ, ἥλιον, σελήνην καὶ τῶν ἀστέρων τὴν ποικιλίαν. «Ἀστὴρ γάρ», φησί, «ἀστέρος διαφέρει ἐν δόξῃ». Καὶ ὥσπερ τὴν γῆν διακαθάρας ἐκ τῶν ὑδάτων φυτοῖς κατεκόσμησε καὶ χλοηφορίαις, οὕτω καὶ οὐρανοῦ πρόσωπον τὸ ὑποκάτω, καθαρθὲν καὶ αὐτὸ τῆς πλησμονῆς τῶν ὑδάτων, ποικιλίᾳ φωστήρων κατακοσμεῖ. «Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας, καὶ ἀναμέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως».

Οὐχ ἁπλῶς φωστῆρας ἐκέλευσε γενηθῆναι, ἀλλὰ καὶ τὴν αὐτῶν ἀναγκαιοτάτην χρείαν σαφῶς κατεμήνυσεν, οἵτινες τῷ ἀριθμῷ ἓξ καταλαμβάνονται, ἵνα φαίνωσιν ἐπὶ τῆς γῆς, ἵνα μέσον διαχωρίζωσιν ἡμέρας καὶ νυκτός, ἵνα εἰς σημεῖα παρακατέχωνται, ἵνα εἰς καιροὺς μετακερματίζωνται, ἵνα, εἰς ἐνιαυτοὺς συντελούμενα, τὰς τέτταρας τοῦ ἐνιαυτοῦ τροπὰς εὐκρινῶς διακρίνωσι, ἀποτελοῦντα τὰ μέτρα τῶν χρόνων καὶ τῶν καιρῶν τὰς μεταβολάς. Γεωργὸς γάρ, πλευστικός τε, ὁδοιπόρος καὶ πᾶς χειροτέχνης, δρόμον ἡλίου καὶ σελήνης καὶ ἀστέρων σημειούμενοι στοχάζονται ὥρας καὶ διαστήματα ἡμέρας καὶ νυκτός, καὶ ποῖος μὲν ὁ καιρὸς τοῦ ἔαρος, ποῖος ὁ μετοπωρινός, καὶ ποῖος ὁ τοῦ χειμῶνος. Οἱ δὲ περὶ ταῦτα δεινοὶ ἐξέδοντο οὕτως· τὸ ἔαρ μὲν ἀπὸ εἰκάδος πρώτης τοῦ Μαρτίου ἕως εἰκάδος τετάρτης Ἰουνίου, <τὸ δὲ θέρος ἀπὸ εἰκάδος τετάρτης τοῦ Ἰουνίου> ἕως εἰκάδος πέμπτης τοῦ Σεπτεμβρίου θερμὸν καὶ ξηρόν, καὶ τὴν ξανθὴν ἐπαῦξον χολήν. Τὸ μετόπωρον δὲ ἀπὸ Σεπτεμβρίου εἰκάδος πέμπτης, ἕως Δεκεμβρίου εἰκάδος πέμπτης, ψυχρὸν καὶ ξηρόν, καὶ χολῆς μελαίνης αὐξητικόν. Τὸν δὲ χειμῶνα ἀπὸ Δεκεμβρίου εἰκάδος πέμπτης ἕως Μαρτίου εἰκάδος πρώτης, ψυχρὸν καὶ ὑγρὸν καὶ φλέγματος αὐξητικόν.

Καὶ οὐκ ἂν τὴν περὶ τούτων διάκρισιν ἴσχυσαν ἄνθρωποι εὐκρινῶς διακρῖναι καὶ ῥητορεῦσαι, εἰ μὴ ἐσημειώσαντο μεταβολὰς καὶ δρόμους καὶ ἐναλλαγάς, ἐξ ὧν ἐκέλευσεν ὁ δεσπότης φωστήρων, τοῦ εἶναι εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἑνιαυτούς. «Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάττονα εἰς ἀρχὰς τῆς νυκτός. Καὶ τοὺς ἀστέρας», ὧν ὁ ἀριθμὸς καὶ τὰ ὀνόματα ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος, Θεῷ δὲ καὶ εὐαρίθμητος καὶ εὐονόμαστος. «Ὁ ἀριθμῶν πλήθη ἄστρων», λέγει Δαβίδ, «καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν». Ὥσπερ γὰρ τὰ πλήθη τῶν ἀγγέλων ὄνομα μὲν ἕκαστος ἴδιον κέκληται πρὸς Θεοῦ, ἡμῖν δὲ ἄδηλον καὶ ἀνερμήνευτον, ἄτερ Μιχαήλ, Γαβριήλ, Ῥαγουὴλ καὶ Ῥαφαήλ, οὕτω καὶ ἐπὶ τὰ πλήθη τῶν οὐρανίων φωστήρων, οὐδὲν ἡμῖν γνώριμον ὄνομα, πλὴν Ἡλίου, Σελήνης, Ἑωσφόρου, Ὠρίωνος, καὶ τῶν ἑπτὰ πλανητῶν καὶ πλεῖον οὐδέν, εἰ μήπω οἱ τὴν ἀστρολογικὴν ἐπιστήμην ἐξησκημένοι καὶ ἄλλας τινὰς ἐπιστάμενοι ὀνομασίας ἀστέρων. Ὥσπερ δὲ πατρὶ ῥᾴδιος ὁ ἀριθμὸς καὶ αἱ προσηγορίαι τῶν ἐξ αὐτοῦ γεννηθέντων παίδων, οὕτω καὶ Θεῷ ῥᾴδιος ὁ ἀριθμὸς καὶ τὰ ὀνόματα τοῦ πλήθους τῶν ἀστέρων. «Ὁ φέρων», φησί, «κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ».

Τουτέστι, κἂν ψάμμον παράλιον εἴπῃς, κἂν τὰ φύλλα τοῦ πλήθους τῶν φυτῶν, κἂν τρίχας κεφαλῆς ἡμετέρας κυριολέκτως, πάντα φέρει κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ. «Καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον <τοῦ φωτὸς καὶ ἀνὰ μέσον> τοῦ σκότους». Καθάπερ γάρ τις ὀλβιοδότης καὶ πανόλβιος βασιλεὺς καὶ ὑπέρσοφος τῶν σοφῶν, ἀνάκτορα δομησάμενος παμμεγέθη καὶ γλαφυρὰ καὶ πολλαῖς ἄνωθεν ταῦτα καταφωτίσας λαμπάσι καὶ δᾳδουχίαις, ὥστε καταφωτίζεσθαι τοῖς στρεφομένοις ἐν τούτοις καὶ μὴ προσκόπτειν ἐν σκότει ἀβλεψίας, οὕτω καὶ ὁ ὑπερφυὴς καὶ ὑπέρσοφος ἡμῶν πανόλβιος βασιλεύς, τὸν τρικάτοικον καὶ παγκόσμιον τοῦτον ἀνακτορικῶς καὶ πανσόφως δομησάμενος οἶκον, οὐκ ἀρκεῖται τῷ ἡμερινῷ τούτῳ καὶ μόνῳ καταφωτίζεσθαι φάει, ὃ παρῆγεν εἰπών· «Γενηθήτω φῶς καὶ ἐγένετο φῶς». Καὶ παρίππευσαν ἡμερόνυκτα τρία, ἡλίου καὶ σελήνης καὶ ἀστέρων χωρίς.

Ἀλλ’ ἔτι πλείονι τοῦτον φωτὶ εὐδοκήσας καταφαιδρῦναι τὸν οἶκον, πλήθει ἀστέρων αὐγῆς τὸ νύχος ἀποσκεδάζει, ὅπως οἱ βαδιοῦντες οἰκέται τῷ παγκοσμίῳ αὐτοῦ καταλύματι αὐγαζόμενοι μὴ προσκόπτειν, καὶ ὡς μυωπάζοντες μὴ ψηλαφᾶν, ἀλλ’ ὡς φαεσφόρον τινὰ προηγούμενον ἔχοντες τὴν ἄνωθεν φρυκτωρίαν, αἰσθητῶς τε καὶ νοητῶς βαδιοῦμεν ἐν ἀσφαλείᾳ, καὶ ἀπροσκόπτως κατευθυνώμεθα πρὸς τὸν κτίστην καὶ κύριον. «<Καὶ εἶδεν ὁ Θεὸς> ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη». Ἐὰν δὲ ἄρα καὶ ἡμεῖς τὴν ἑσπέριον τῶν παθῶν ἀβλεψίαν εἰς πρωΐαν ἡμέρας μετασκευάσωμεν ἀρετῶν, ἐρεῖ καὶ ἐφ’ ἡμῶν ὁ κτίστης «ὅτι καλὸν» καὶ προσθείς, αὖθις ἐρεῖ· «Γενηθήτωσαν φωστῆρες νοεροὶ καταυγάζοντες γνῶσιν κατὰ τὸ στερέωμα τοῦ οὐρανίου νοὸς εἰς φαῦσιν ἐπὶ τῆς γῆς τῆς καρδίας αὐτοῦ, τοῦ διαχωρίζειν ἀναμέσον πράξεων φωτεινῶν καὶ φαύλων, τοῦ εἶναι εἰς σημεῖα εὔσημα καὶ χρηστὰ εἰς καιροὺς καὶ ἡμέρας καὶ ἐνιαυτούς, εἰς φαῦσιν ἐπὶ τῆς γῆς τῆς σαρκός, τοῦ διαχωρίζειν ἡμέρας καὶ νυκτὸς τὰ ἔργα τοῦ φωτὸς ἐκ πράξεων σκοτεινῶν», ὅτι ὁ τῶν παθῶν αὐτοκράτωρ νοῦς πρὸς τὸν κτίστην ἔσχε τὴν κληρουχίαν, ἵνα λέγωμεν ἕκαστος ἡμῶν πρὸς τὸν ἴδιον νοῦν· «Μὴ δὸς ἑτέρῳ πάθει τὴν δόξαν τῆς αὐτοκρατορίας σου, καὶ τὰ συμφέροντά σοι τῷ ἀλλοτρίῳ.

Εἰ δέ που καὶ φθάσας ἔδωκας τὴν τοιαύτην σου δόξαν, ταχέως ἐπίστρεψον πάλιν καὶ ἐπιλαβοῦ αὐτῆς, καὶ διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς». Ὁ Θεὸς διὰ Ἰερεμίου διεκελεύεται πᾶσιν ἡμῖν, ὅπως «ἡμέραν ἐξ ἡμέρας» φῶς φωτὶ προσλαμβάνοντες, πρὸς τὸ φῶς ἐπειχθῶμεν τὸ ἀνέσπερον, ἵνα ὁ τὸ φῶς ποιήσας καὶ τοὺς φωστῆρας ἐλέει αὐτοῦ καὶ ἡμᾶς καταυγάσας, τοῦ ἀϊδίου φωτὸς αὐτοῦ ἐπαναδείξῃ μετόχους, ὅτι ὡς κτίστῃ καὶ βασιλεῖ καὶ Θεῷ πρέπει πᾶσα, δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Τοῦ αὐτοῦ, λόγος πέμπτος, ἐν τῇ πέμπτῃ ἡμέρᾳ· Περὶ τῶν ἑρπετῶν, τῶν πετεινῶν καὶ εἰς τὰ κήτη τὰ μεγάλα, ἃ κατὰ τὴν πέμπτην ἡμέραν κελεύσει Θεοῦ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος. Εὐλόγησον, πάτερ.

Ὁ πέμπτος λόγος σήμερον, οὐ περὶ πέντε καὶ μόνον ἁπλῶς ποιημάτων Θεοῦ ἥκει ἀπαγγεῖλαι ἡμῖν, ἀλλὰ καὶ περὶ πλειόνων προσηγοριῶν, ἑρπετῶν, πετεινῶν καὶ ἰχθύων, ἅτινα συνοπτικῶς ἡ γραφὴ τρία ἐπωνόμασε γένη, ἑρπετά, πετεινὰ καὶ τὰ κήτη τὰ μεγάλα, ἅτινα τοσοῦτον μεγάλα, ὥστε μήτε κινεῖσθαι πρὸς θήραν τῆς ἰδίας τροφῆς, ὡς πᾶν ζῷον, μήτε τόπον ἐκ τόπων μακροτέρων ἀμείβειν δυνάμενα, ἀλλὰ πρὸς τὰ ἄπλευστα μέρη τῆς θαλάσσης τὰ ἐπέκεινα Γαδείρων ἀφορίσας ὁ κτίστης ἐπρυτάνευσεν εἰς ἐνδιαίτημα χώραν. Ὧν ἡ ἐφήμερος βρῶσις ἐξαρκεῖν εἶχε πόλιν, ὥς φασι, μεγάλην καὶ πολυάνθρωπον, ἣν οὐκ αὐτὰ θηρεύουσιν ἄνω καὶ κάτω περιθέοντα, ἀλλὰ κατὰ θείαν τινὰ προμήθειαν ἰχθύων ἀγέλαι προσρύουσαι τῷ στόματι αὐτοῦ κεχηνότος εἰς τὴν κοιλίαν αὐτοῦ ὡς ἐν χώρᾳ τινὶ καταδύουσι. Καὶ εἰκότως αὐτὰ ἡ θεία γραφὴ κήτη μεγάλα ἐκάλεσε. Τὰ δὲ ἀνώνυμα οὐκ ἴσμεν, ὡς τῆς γραφῆς ἀνωνύμως καὶ συντόμως εἰπούσης, ὅτι· «Ἐποίησεν ὁ Θεὸς πᾶν ζῷον ἑρπετόν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος αὐτῶν». Πάντα γὰρ πειθαρχεῖ τῷ θείῳ προστάγματι καὶ τούτῳ παρομαρτῶν ἄρτιον τὸ κελευσθὲν καρπαλίμως εὑρίσκεται, ὥστε κἄν τε ἐκ τῆς γῆς, <κἄν τε ἐξ> οὐρανοῦ, κἄν τε ἐκ τοῦ ἀέρος, κἄν τε ἐκ τοῦ πυρός, κἄν τε ἑτερουσίους τινὰς φύσεις βουλήσῃ ἐξαγαγεῖν, τὸ κωλῦσον οὐδέν.

Ἅμα γὰρ τὸ θελῆσαι καὶ τὸ τέλος τοῦ ἔργου ἤδη παρέστηκεν, κἂν καὶ πῦρ ἀπὸ χιόνος, ἢ ἐκ λίθου, κατὰ τὸν μέγαν Ἰωάννην, [***] τέκνα τῷ Ἀβραάμ. «Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος». Ὅρα μοι ἐνταῦθα σοφίας ὑπερβολὴν καὶ ἐξουσίας καὶ δυνάμεως μέγεθος, πῶς μία μὲν ἡ κέλευσις ὅτι «ἐξαγαγέτω τὰ ὕδατα», πάμπολλα δὲ τὰ γένη τὰ ἐκεῖθεν ἀναδιδόμενα, ἑρπετά, πετεινά, κήτη, δελφῖνες, τρυγονοβόες, ξιφαῖοι, γλαναῖοι, ἐρυθραῖοι, λισγαραῖοι, σκύλακες, πολύποδες, σηπῖαι, θύννοι, κίχλαι, ὀρθρογόεις, καὶ ἕτερα πλεῖστα ὁμώνυμα καὶ πολυώνυμα, ὅσα διαπορεύεται ἐν τρίβοις θαλασσῶν, «μικρὰ μετὰ μεγάλων, ὧν οὐκ ἔστιν ἀριθμός», ὡς καὶ Δαβὶδ μαρτυρεῖ.

Τὰ δὲ ἐν τῇ ξηρᾷ τίς ἐξαριθμεῖν ἱκανός, ὑπὲρ ἀριθμὸν ὄντα καὶ ταῦτα, ἃ τὸ ἓν ἐκεῖνο καὶ σθεναρώτατον ῥῆμα πεποίηκε, γρόψεις, γύπας, βούφους, ἱέρακας, ἀετούς, γερανούς, χῆνας, νήττας, πελείας, τρυγόνας, πέρδικας, κόρακας, λακερύζας, ὀρθρογόεις, καὶ ἕτερα τούτων ἀριθμῷ ὑπερβαίνοντα, τὸ ἓν καὶ αὐθεντικώτατον ῥῆμα ἐκεῖνο ἐκ τῶν ὑδάτων ἐξήγαγεν.

Ἃ καὶ διῃρέθησαν ἐν δυσὶ διαιρέσεσι, καθὼς ἐνετάλθησαν, καὶ τὰ μὲν ἐν τῇ θαλάσσῃ διαιτᾶται καὶ νήχεται καὶ ἐν τοῖς λοιποῖς ὕδασι, τὰ δὲ διαιτᾶται ἐν τῇ ξηρᾷ καὶ νήχεται ἐν τῷ ἀέρι κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καθὼς ἐκελεύσθησαν. Ὥσπερ γὰρ πολύγονον σπέρμα, οἷον τὸ τοῦ σινάπεως ἴσμεν καὶ τοῦ χρυσοῦ λεγομένου λαχάνου, κἂν εἷς κόκκος ἔν τινι κήπῳ καταβληθῇ πολύχουν τὸν καρπὸν ἀποδίδωσιν, οὕτω καὶ εἷς λόγος Θεοῦ δυνάμεως καὶ σοφίας καταβληθεὶς ἐν τοῖς ὕδασι, πλήθη ἐκεῖθεν ἐκαρποφόρησε ψυχῶν ζωσῶν, ἑρπετῶν, πετεινῶν, τετραπόδων «μικρῶν μετὰ μεγάλων, ὧν οὐκ ἔστιν ἀριθμός». Καὶ ὥσπερ ἐκ τῶν ὑδάτων τοσοῦτον καὶ τηλικοῦτον ἐστερέωσεν οὐρανόν, πολυειδεῖς σάρκας στερεώσας κατὰ γένος, ζώσας ἐξήγαγεν ἐκεῖθεν δαψιλῶς. «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά». Ἵνα γὰρ μή τις τῶν μεμψιμοίρων τολμήσειεν εἰπεῖν διατί τὸ ὁ δεῖνα καὶ τὸ ὁ δεῖνα ἐπῄνεσε Θεός, ὅτι καλά [***]. «Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθω ἐπὶ τῆς γῆς». Αὕτη γάρ ἐστιν αὐτῶν ἡ εὐλογία, τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε».

Διὸ καὶ ὑπερβλύζει ὡς μεγάλη πηγὴ τὰς τούτων ἀγέλας ἡ θάλασσα καὶ ἡ ξηρὰ τὰς τῶν χερσαίων φατρίας ἀμφιλαφῶς, ὡς μήτε θηρευτῶν πλῆθος μήτε ἄλλη τις ἐπήρεια ὀλιγῶσαι τὸ πλῆθος τούτων ἰσχύουσα, ἀλλά, καθάπερ ἀνεξάντλητον θάλασσαν, οὕτω τὰ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ ξηρᾷ ἐπαύξει ἐκεῖνος ὁ θεσμός, ὃν ἤκουσαν «αὐξάνεσθε καὶ πληθύνεσθε». «Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη».

Καὶ ἡμεῖς δὲ διὰ βραχέων τὰ ἐν τῇ πέμπτῃ ἐν τῷ πέμπτῳ λόγῳ θεοσδότως φιλοσοφήσαντες, ἐν τῷ ἕκτῳ τὰ τῆς ἕκτης ταμιευσόμεθα. Καλὸν γὰρ τὰ ἐφ’ ἑκάστης ἡμέρας θεῖα μεγαλουργήματα ἐκτραγῳδεῖσθαι ἐν αὐτῇ καὶ μηδὲν περαιτέρω ἐκτείνεσθαι καὶ τὴν ἐκ τούτων δρέπεσθαι ὄνησιν ἐκ τοῦ χωρεῖν οἴκαδε. Καὶ πρῶτον μὲν εἶναι, οἶον ἔχομεν κύριον καὶ δεσπότην, ὑπεράναρχον, ὑπεράπειρον, ὑπεράγαθον, ὑπεράγιον, ὑπεραδέκαστον, ὑπεράλκιμον, ὑπεράληστον, ὑπερτέλειον, ὑπεράπειρον, ἀπύθμαντον, ἀπρόσιτον, ἀόριστον, ἄστεκτον, ἀφόρητον, ἀκήρατον, ἀστεῖον, ἀκέστορα, ἀπαθῆ, ἀρρωγόν, ἄφατον, ἀπερινόητον, ἀπερικτύπητον, πανσθενέστατον, πολυμήχανον, κτίστην μυριάδων ἀγγέλων ἀσωμάτων, κτίστην οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης καὶ πάσης κτίσεως ἄλλης, περιεκτικόν, πολυέραστον, πρυτανευτήν, ζείδωρον, ζαμενῆν, ζαφλεγῆν, ὀλβιοδότην, ζηλωτόν, ὑπερούσιον, καὶ εἴ τι ἁπλῶς τούτων ὑπέρτερόν τε καὶ τιμαλφέστερον. Δεύτερον δέ, ἵνα πρὸς τὰ τοῦ τοιούτου δεσπότου φίλα καὶ εὐάρεστα ἐργωδῶς ἐπειχθῶμεν ἐν βίῳ λελαμπρυσμένῳ. Δεσπότου γὰρ τοιούτου ἐννοήσωμεν ποταποὺς ἄρα καὶ τοὺς δούλους ὑπάρχειν προσήκει, δῆλον ὅτι καθαροὺς καὶ ἀμώμους, ἵνα τῇ ὑπεραμώμῳ καὶ ὑπερκαθάρῳ προσπελάζουσι χάριτι καὶ λειτουργοῦσι. «Πορευόμενος», φησίν, «ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει».

Διὸ σπεύσωμεν, παρακαλῶ, ἀδελφοί, μὴ φανῆναι ἀναξίους δεσπότου τοιούτου καὶ ὑπὲρ τοιούτου, ὅπως ἡμᾶς ἐλεήσῃ καὶ σώσῃ τῇ αὐτοῦ χάριτι· ἀμήν.

ΛΟΓΟΣ ΕΚΤΟΣ Τοῦ αὐτοῦ, λόγος ἕκτος, ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ. Περὶ ἑξάδος ἔργων Θεοῦ, ἃ διεξήγαγεν ἡ γῆ, τετράποδα, ἑρπετά, θηρία, κτήνη, παράδεισον καὶ τὸν ἄρχοντα τούτων ἄνθρωπον. Εὐλόγησον, πάτερ. Χριστοῦ χάριτι τοῦ Υἱοῦ τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ ἡ μεγάλη βουλὴ ὁ Πατὴρ συνεβούλευσε· «Ποιήσωμεν ἄνθρωπον», πρὸς ἡμέραν καὶ τὸν ἕκτον λόγον ἤδη πεφθάκαμεν, ἐν ᾧ καὶ ἔργων ὑφήγησις. Συντείνωμεν ἀκοάς, κλίνωμεν ὦτα περὶ τὴν τούτων ἀκρόασιν, ἀκούσωμεν ῥημάτων ἀπαρχήν, ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν καὶ ἡ θεία χάρις διὰ Μωσέως ἀνήγγειλεν ἡμῖν. Ὅτι κατὰ τὴν ἕκτην ἡμέραν ὁ κτίστης ἀποπεράνας τὰ κτίσματα, ὅσα κτίσαι ηὐδόκησεν, φυτεύει καὶ τὸν παράδεισον, δημιουργεῖ καὶ τὸν ἄρχοντα τούτων ἄνθρωπον. «Καὶ εἶπεν ὁ Θεός, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς, κατὰ γένος». Καὶ ἐγένετο οὕτω.

Χθὲς γὰρ περὶ τῶν ἐνύδρων τοῖς ὕδασι μεγαληγόρως ἐκέλευσεν ἐξαγαγεῖν ψυχὴν ζῶσαν κατὰ γένος. Σήμερον δὲ περὶ τῶν χερσαίων τῇ χέρσῳ προστάττει ἐξαγαγεῖν γένη πολλὰ διὰ τάχους. Καὶ ὁ λόγος ἦν καρπαλίμως. Καὶ ἦν θεάσασθαι τὸ θέαμα ξένον καὶ κομιδῇ θαυμαστόν, ἐκ τῆς γῆς λοχευόμενα παρευθὺς γένη πολλά, ἤτοι πρόβατα καὶ βόας, ἵππους, καμήλους, ὄνους, ὀνοκενταύρους, μονοκερώτους, ἐλέφαντας, ἐλάφους, κριούς, λαγωούς, καὶ ἁπλῶς ὅσα τούτοις ἐφάμιλλα κτήνη, ἑρπετὰ καὶ τετράποδα γένη. Ἐν δὲ τοῖς θηρίοις, λέοντας, λεοντοπάρδους, παρδάλεις, ἄρκτους, ἀσπίδας, βασιλίσκους, ὄφεις, ἐχίδνας, σκύλακας, κερδαλέας, κερβέρους, καὶ ἁπλῶς ὅσα ἐπὶ γῆς κνώδαλα καὶ ἑρπετά. «Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά».

Ἵνα μὴ λέγωμεν διὰ τὰ θηρία καὶ ὅτου χάριν παρήχθησαν, προεπῄνεσεν ἡ γραφή, ὅτι καλὰ ὁ κτίστης ταῦτα τεθέαται, κἂν καὶ ἡμεῖς ἀγνοοῦμεν, ὅτου χάριν καλά, μᾶλλον δὲ ἀριδήλως ἐκ τούτων καλόν, ὅτι παῖδες ἰατρῶν ἀλεξίκακα ἐκ τούτων κατασκευάζουσι φάρμακα. «Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». Οὐκ ἔτι «γενηθήτω», οὐκ ἔτι «ἐξαγαγέτω» <εἶπεν>, ἀλλὰ «ποιήσωμεν», <ἵνα> τιμήσῃ τὸν ἄρχοντα τῶν κτισμάτων αὐτοῦ. Ἆρα δὲ καὶ πρὸς τίνα ἡ τοῦ Πατρὸς συμβουλή, ὅτι «ποιήσωμεν ἄνθρωπον;» Πρόδηλον γάρ, ὅτι πρὸς τὸν «θαυμαστὸν σύμβουλον» καὶ «ἀγαπητὸν Υἱὸν» καὶ τὸ ὁμούσιον Πνεῦμα. Τί δὲ τὸ κατ’ εἰκόνα; Τὸ ἀρχικὸν καὶ αὐτεξούσιον καὶ ἀπαθές. Τί δὲ τὸ καθ’ ὁμοίωσιν; Τὸ ἐνάρετον, τὸ διορατικόν, καὶ τὸ ἀθάνατον, ἅτινα, οἴμοι, τῷ τῆς παρακοῆς συναντήματι ἀνετράπησαν ἄρδην καὶ ὑπεχώρησαν. «Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς». «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ ηὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς».

Μεγάλη ἀρχὴ καὶ ἐξουσία τὸ ἄρχειν καὶ βασιλεύειν πάσης τῆς γῆς καὶ πάντων κυριεύειν αὐτῆς κτισμάτων Θεοῦ καὶ αὐτεξούσιον εἶναι καὶ νοερὰν ἔχειν ψυχὴν καὶ διορατικότατον νοῦν, ὅ ἐστι τὸ κατ’ εἰκόνα. «Καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς».

Ἐρώτησις· Καὶ τί ἐστι χόρτον σπόριμον; Ἀπόκρισις· Σῖτος, κριθή, πίσσος, κύαμος, ἐρέβινθος, λουβός, καὶ εἴ τι τούτων ἐφάμιλλον. Ὁ δὲ λοιπὸς χόρτος οὐ φέρει ἡμῖν καρπὸν σπέρματος σπορίμου, ἀλλὰ τοῖς κτήνεσι χρησιμώτατος.

Ὥσπερ καὶ ἐν τοῖς ξύλοις, οὐ πάντων οἱ καρποὶ ἐδώδιμοι ἀνθρώποις, ἀλλ’ ὁ τῆς ἐλαίας, τῆς συκῆς, τῆς συκαμίνου, τῆς ξυλοκέρκου, τῆς ῥοιᾶς, τῆς ἀπιδέας, καὶ τῶν λοιπῶν ἐδωδίμων ἀνθρώποις ὀπωρῶν. Φέρει γὰρ καὶ ἡ πεύκη καρπόν, ἡ κέδρος, ἡ κυπάρισσος, ἡ σκλῆθρος, ἡ βάλανος, οὐκ οἶδα εἰ καὶ ἡ πλάτανος καὶ τὰ λοιπὰ ξύλα κατὰ γένος. Οὐ μέντοι καὶ πρὸς βρῶσιν ἐπιτήδεια τὰ τούτων ἀκρόδρυα, ἀλλ’ ὅμως οὐδὲ ταῦτα παρέργως ἡμῖν ὁ δεσπότης παρήγαγεν, ἀλλὰ καὶ λίαν πολὺ ἐν τῷ βίῳ τὸ αὐτῶν χρησιμώτατον, ὡς οὐ μόνον ἐν πάσῃ καύσει καὶ βαναύσων τὰς ἀναγκαίας χρείας ἀποτελεῖν, ἀλλὰ καὶ πᾶς ξυλουργός, τέκτων καὶ λαξευτὴς αὐτὰ καταχρώμενος φατνώματα καὶ θύρας καὶ ὀρόφους διὰ τούτων ἀποτελεῖ, ὥστε τά τε δύσκαρπα τούτων καὶ ἄκαρπα χρησιμωτέραν καὶ ἀναγκαιοτέραν τὴν χρῆσιν τῶν εὐκάρπων ἀποτελεῖν, ἵνα ὡς μηδὲν πάρεργον καὶ εἰκαῖον, ἀλλὰ «πάντα ἐν σοφίᾳ πεποιηκέναι» ὁ κτίστης ἀποφανθῇ· «Καὶ πᾶν ξύλον ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου ὑμῖν ἔσται εἰς βρῶσιν· καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν.

Καὶ ἐγένετο οὕτως», ὡσανεὶ τοῦτο ὁ Θεὸς ἔλεγεν τῷ Ἀδάμ, ὅτι σοῦ χάριν καὶ τῶν ὑπὸ σὲ πάντων πρὸς ἀπόλαυσιν ταῦτα παρήγαγον πάντα, καὶ ἰδοὺ ἔστωσαν σοί τε καὶ αὐτοῖς πρὸς ἰδίαν ἀπόλαυσιν. «Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη». «Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν». Οὐρανοῦ δὲ κόσμος τῶν φωστήρων ἡ ποικιλία, γῆς δὲ φυτὰ καὶ πόαι καὶ πάντα τὰ ἐξ αὐτῆς. «Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν», οἶμαι δὲ ὅτι καὶ τὸν παράδεισον. Λέγει γὰρ ἐνταῦθα, ὅτι «συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ», καὶ λέγει πάλιν μετὰ μικρόν, ὅτι «κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ». Ἐπεὶ οὖν μέγα ἔργον Θεοῦ καὶ ὁ παράδεισος, εὔδηλον ὅτι ἐν τῇ ἕκτῃ ἡμέρᾳ καὶ τοῦτον εἰργάσατο, κἂν καὶ ἡ γραφὴ προϊοῦσα τότε ἐξεῖπε περὶ αὐτοῦ, καὶ οὐδὲν ξένον.

Ὥσπερ καὶ περὶ τοῦ ἀνθρώπου, κατὰ πολὺ προϊοῦσα τότε ἑρμήνευσεν, ὅτι ἐκ τοῦ χοὸς πέπλασται καὶ ἐκ τῆς αὐτοῦ πλευρᾶς ἡ γυνή, ἐν τῇ ἕκτῃ αὐτὸν ἔπλασε. Πόθεν δὲ αὐτὸν ἔπλασεν, οὐκ εἶπεν, ἐξεῖπε δὲ μετὰ ταῦτα. Καὶ τὸν παράδεισον ἐν τῇ ἕκτῃ πεποίηκεν, ἐξεῖπε δὲ καὶ περὶ αὐτοῦ μετὰ ταῦτα. Εἴτε δὲ πρὸ τοῦ ἀνθρώπου αὐτὸν κατεφύτευσεν εἴτε μετὰ τὸν ἄνθρωπον, οὐκ ἴσμεν. Ἐμοὶ γὰρ δοκεῖ ὅτι πρὸ τοῦ ἀνθρώπου, ὥσπερ πρὸ αὐτοῦ καὶ τὰ πάντα, ἵνα ὡς βασιλεὺς προσφοιτήσας ἐμπαράσκευα εὑρήσῃ τὰ πάντα καὶ πρόσφορα. «Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρα τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε». Συνετελέσωμεν οὖν λοιπὸν καὶ ἡμεῖς τὰ τῆς ἕκτης ἐνταῦθα, ἵνα τὰ τῆς ἑβδόμης ἐν τῇ ἑβδόμῃ ταμιευθήσωνται.

Ἡμεῖς δὲ μαθόντες πηλίκου καὶ ὅσου ἡμᾶς ἀξιώματος κατηξίωσεν ὁ δεσπότης, οὐ μόνον βασιλικωτάτου καὶ ἀρχικωτάτου ἁπλῶς, ἀλλὰ καὶ τὰ τῆς αὐτοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, καὶ ταῦτα διὰ τῆς ἁμαρτίας προσαπολέσαντες, ἑαυτοὺς ταλανίσωμεν καὶ γνησίως μετανοήσαντες πενθήσωμεν ἀπὸ καρδίας καὶ κλαύσωμεν, καὶ προσελθόντες αὐτῷ ἡμῶν τῷ κυρίῳ «προσκυνήσωμεν καὶ προσπέσωμεν» καὶ προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὁμολογοῦντες αὐτῷ τὴν ζημίαν, ἣν πεπόνθαμεν, ἣν καὶ αὐτὸς οἶδε καὶ καθορᾷ.

Καὶ δεηθῶμεν αὐτοῦ ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἵνα τῷ ἐλέει αὐτοῦ σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς ἀνακαλέσηται πάλιν πρὸς τὸ ἀρχαῖον ἀξίωμα, ὡς ἀγαθός, ὡς ἐλεήμων, ὡς φιλάνθρωπος, καὶ ὡς Θεὸς τῶν μετανοούντων, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.