Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στα Εισόδια της Θεοτόκου

Η αφιέρωση της τριετούς Παρθένου στα Άγια των Αγίων, η εκπλήρωση του θείου θελήματος έναντι του μωσαϊκού νόμου και θεολογικές προεκτάσεις περί πνευματικής καθαρότητας, μοναχικών υποσχέσεων και μετάνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 9

ΤΟΥ ΑΥΤΟΥ ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΚΟΡΗΝ ΚΑΙ ΘΕΟΜΗΤΟΡΑ ΟΠΗΝΙΚΑ ΥΠΟ ΤΩΝ ΑΥΤΗΣ ΓΟΝΕΩΝ ΕΠΕΔΟΘΗ ΕΙΣ ΤΑ ΑΓΙΑ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΕΤΙΖΟΥΣΑ <Εὐλόγησον, πάτερ.> Βλέπουσι τὰ τῶν ἁγίων ἅγια σήμερον τὴν ἁγιωτέραν αὐτῶν ἥκουσαν πρὸς αὐτὰ καὶ ἀσυγκρίτως εὐφραίνονται· βλέπουσι νεάνιδα, ἧς τὸ κάλλος ἀμήχανον καὶ ἡ δόξα ἀπόρρητος, καὶ αὐτὴν εἰσοικίζονται. Βλέπει ὁ σολωμόντειος ναὸς θεοχώρητον ἄλλον ναὸν καὶ εἰς τὰ ἅγια τῶν ἁγίων τοῦτον εἰσδέχεται· βλέπει τὴν ἐπουράνιον πύλην ἐγγίζουσαν καὶ διαπετᾷ τὰς πύλας τρανότατα· βλέπει τὴν ὄντως λυχνίαν τὴν ἔμψυχον καὶ δᾳδουχεῖται φανότατα· βλέπει ὅτι αὐτῆς τὸ λαμπάδιον οὐ τὰ τῶν ἁγίων ἅγια καταλάμψει μονώτατα, ἀλλὰ καὶ φωτίσει φαιδρῶς πανταχοῦ τὴν ὑφήλιον ἅπασαν. Βλέπει τὴν ἱερὰν Παρθένον ὁ ἱερὸς Ζαχαρίας ὡς προσφορὰν παναμώμητον καὶ εἰς τὰ ἅγια τῶν ἁγίων αὐτὴν εἰσκομίζει· βλέπει κειμήλιον ἔμψυχον καὶ θησαύρισμα θεῖον καὶ εἰς τὰ ἅγια τῶν ἁγίων χαρμονικῶς ἀποτίθεται, καὶ ὡς χρυσοῦν θυμιατήριον εὐωδιάζει τὰ τῶν ἁγίων ἅγια θυμιαμάτων ἐπέκεινα. Βλέπουσα δὲ καὶ ἡ κτίσις τὰ προοίμια τῆς αὐτῆς καινουργίας σὺν τοῖς ἁγίοις τῶν ἁγίων πανηγυρίζει λαμπρότατα.

Σήμερον τὰ τῶν ἁγίων ἅγια τῆς Παρθένου τὴν εἴσοδον εἰσδεξάμενα εἴσω τῶν ἀδύτων εἰσάγουσι καὶ ἀσυγκρίτως λαμπρύνονται. Ἔπρεπε γὰρ οὕτως καὶ ἥρμοττεν αὐξηνθῆναι εἰς τὰ ἅγια τῶν ἁγίων τὴν μέλλουσαν βαστάζειν ὃν βαστάζει τὰ Χερουβεὶμ καὶ ὑμνοῦσι τὰ Σεραφεὶμ καὶ «ἀναπαυόμενον ἐν ἁγίοις» καὶ θαυμαζόμενον, κατὰ τὸν θεῖον Δαβίδ. Σήμερον ἀγλαοφανὴς παρουσία συνέπεται νοητῶς τῇ ἀκηράτῳ Παρθένῳ καὶ διακοσμεῖ καὶ φαιδρύνει πρὸς τὰ ἅγια τῶν ἁγίων ταύτης τὴν εἴσοδον. Ἔδει γάρ, ἔδει καὶ ἔπρεπεν ὄντως δορυφορεῖσθαι ὑπ’ ἀγγέλων ἁγίων τὴν μέλλουσαν βαστάξαι σαρκὶ τὸν Θεὸν τῶν ἀγγέλων· εἰ γὰρ καὶ ἄγνωστον ἦν τούτοις ἀκμὴν τὸ μυστήριον, ἀλλ’ ἤρξατο ἤδη ἀμυδρῶς πως ἐκκαλύπτεσθαι τούτοις. Ἀφ’ ἧς γὰρ ἡμέρας διὰ Ἠσαΐου τὸ πανάγιον ἐλάλησε Πνεῦμα ὅτι ἥξει «ἡ παρθένος καὶ λήψεται ἐν γαστρὶ καὶ τέξει υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ» καὶ γενήσεται «μεθ’ ἡμῶν ὁ Θεός», ἤκουσαν τοῦτο ἄγγελοι καὶ ἄνθρωποι ὡσαύτως καὶ δαίμονες, καὶ τὸ μυστήριον τὸ ἄγνωστον ἔκτοτε λοιπὸν ἐκκαλύπτεσθαι ἤρξατο, καὶ ἀμφότεροι περιέμενον τῆς προφητείας τὴν ἔκβασιν· οἱ ἄγγελοι μὲν ἵνα δοξάσωσιν, οἱ δ’ ἄνθρωποι ἵνα θαυμάσωσιν, οἱ δαίμονες ἵνα ψόγον τῇ παρθένῳ συνάψωσι· ἀλλ’ οὐκ ἴσχυσαν οἱ ζοφώδεις οὗτοι συνάψαι μῶμον τῇ σελασφόρῳ ταύτῃ σελήνῃ καὶ ἡλιακῇ φωταυγίᾳ.

Οἱ δ’ ἄνθρωποι ἐθαύμασαν μὲν ὅσοι βλέποντες ἔβλεπον· ὅσοι δὲ βλέποντες μέν, μὴ βλέποντες δέ, μᾶλλον προσέκοψαν τέκτονος εἶναι σύνευνον λέγοντες καὶ ἄλλα τινὰ φληναφήματα, ὅσα τῆς ἐκείνων κακοτέχνου ψυχῆς ληρωδήματα. Οἱ ἄγγελοι δὲ ἐδόξασαν καὶ δοξάζουσι Θεοῦ θαυμάσια καὶ ἀγνώστων μυστηρίων εἰς προὖπτον φανέρωσιν· διὸ καὶ τὴν εἴσοδον πρὸς τὰ ἅγια τῶν ἁγίων καθορῶντες ἐπειγομένην τῆς ἀκηράτου παρθένου ταύτῃ συνέπονται. Καὶ ἦν ἐκεῖ τότε, ἦν ἐκεῖ ἀγγέλων καὶ ἀνθρώπων φαιδρὰ ὄντως πανήγυρις· νῦν δὲ οὐκ ἐκεῖ μόνον, ἀλλὰ καὶ πᾶσα ἡ οἰκουμένη πανηγυρίζει φανότατα· καὶ ὥσπερ γεννηθείσης αὐτῆς ἐδηλώθη τῆς πεπτωκυίας φύσεως ἡμῶν ἡ ἀνάστασις, οὕτω καὶ εἰς τὰ ἅγια τῶν ἁγίων ἡ ταύτης εἴσοδος προοίμια μυστηρίων μεγάλων σεσήμαστο.

Ἐπεὶ γὰρ ἔμελλεν ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ ἀφράστου Θεοῦ, ὁ τῷ Πατρὶ συνημμένος καὶ συναΐδιος καὶ τῆς οὐσίας αὐτοῦ ὁμότιμος ὁμοῦ καὶ συνάναρχος, πατρικῇ εὐδοκίᾳ καὶ συνεργίᾳ Πνεύματος θείου μορφωθῆναι τὸ καθ’ ἡμᾶς καὶ παρθενικῆς ἀφράστως προελθεῖν νηδύος καὶ ἀνυψῶσαι καὶ τιμῆσαι πατρικῇ παρεδρίᾳ τὴν ἔκπτωτον φύσιν, ποῦ ἔδει ἄρα λοιπὸν τὴν πανακήρατον ἐκείνην ἀνατραφῆναι παρθένον, εἰμὴ πάντως εἰς τὰ ἅγια τῶν ἁγίων, ἁγιωτέραν αὐτῶν <οὖσαν> καὶ τῷ ὑπεραγίῳ Λόγῳ ἁγιωτάτως δανεῖσαι σάρκα ἐπειγομένην;

Ἔδει γὰρ τὸν ἅγιον καὶ ὑπεράγιον καὶ ὄντως πανάγιον τῶν ἁγίων εἰς ἁγιώτατον ναὸν κατασκηνῶσαι, θαυμαστὸν ἐν δικαιοσύνῃ. «Ἅγιος», φησίν, «ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ». Εἰ γὰρ εἶπεν ἅγιον ναὸν καὶ θαυμαστόν, εἶχεν ἄν τις ὑποτοπάσαι τὸν σολομώντειον ναόν· προσθεὶς δὲ τὸ «θαυμαστὸς ἐν δικαιοσύνῃ» ἐδήλωσεν ἀριδήλως ἔμψυχον ναὸν τὴν θεοχώρητον κόρην καὶ θεοπρόκριτον. Ἔστι, φησί, καὶ χειροποίητος ναός, ἅγιος τῷ Θεῷ· πάλαι μὲν διὰ τὰς θυσίας τὰς ἀναιμάκτους καὶ χαρακτῆρας ἁγίας δεσποτικὰς καὶ δούλων γνησίων Θεοῦ καὶ λέγεται εἰκότως ναὸς ἄψυχος, ἅγιος Θεοῦ, καὶ οὐκ ἄν τις εἴποι ναὸν τοιοῦτον εἶναι ἁμαρτωλόν. Ἔμψυχος δὲ ναὸς Θεοῦ ἄνθρωπός ἐστι καὶ λέγεται· ἁμαρτωλὸς δὲ γεγονὼς ἀφαιρεῖται τοῦ εἶναι ἢ λέγεσθαι ναὸς Θεοῦ. Ἐμοῦ δὲ λόγος, φησί, περὶ ἐμψύχου ναοῦ καὶ παναγίου ὄντως καὶ θαυμαστοῦ· ὃν καὶ θαυμάζων προσέθηκε «θαυμαστὸς ἐν δικαιοσύνῃ», τὴν ἐσομένην προβλέπων ἐμψυχωμένον ναὸν Θεοῦ θαυμαστὸν ἐν δικαιοσύνῃ. Στέφανος δὲ ὁ πρώταθλος φαίη· «Σολομὼν δέ», φησίν, «ᾠκοδόμησεν αὐτῷ οἶκον», δηλονότι τῷ Θεῷ, «ἀλλ’ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· Οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;»

Οὗτος ὁ μεγεθέστατος καὶ πανταχοῦ μὴ χωρούμενος, ὁ τὸν οὐρανὸν ἔχων θρόνον καὶ τὴν γῆν ὑποπόδιον, ὁ ἐκ τοῦ μὴ ὄντος τὰ σύμπαντα παραγαγὼν εἰς τὸ εἶναι, ὁ κατέχων τῆς γῆς τὸν γῦρον καὶ τοὺς κατοίκους αὐτῆς ὡς ἀκρίδας, ὁ τὸν οὐρανὸν πληρῶν καὶ τὴν γῆν καὶ πέλων ἀχώρητος, οὗτος εἰς ναὸν ἅγιον θαυμαστὸν ἐν δικαιοσύνῃ χωρηθῆναι εὐδόκησεν. «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». Ὢ δυνάμεως ἀνεικάστου καὶ ἀφράστου κηδεμονίας· ὢ συγκαταβάσεως ἄκρας καὶ ἀρρήτου φιλανθρωπίας· ὢ μυστηρίου καινοῦ καὶ ἀπροσίτου τότε ἀνθρωπίναις ἐννοίαις. Μόνος γὰρ ὁ ἀρχιερεὺς κατὰ τὸν θεῖον νόμον εἰς τὰ ἅγια τῶν ἁγίων εἰσελεύσεται, καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ τοῦτο ἐν πάσῃ τῇ ἱεραρχικῇ καθαρότητι καὶ οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ αὑτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ πῶς ἄρα τριετίζουσα παῖς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσάγεται, καὶ Ἰουδαῖοι ἀνέχονται; πῶς τότε οὐκ ἐστασίασαν «οἱ τὸν κώνωπα διυλίζοντες, τὴν δὲ κάμηλον καταπίνοντες»; πῶς οὐκ ἀντεῖπον; πῶς οὐκ ἀντέστησαν οἱ τὰ δῶρα τοῦ Ἰωακεὶμ ἀποστρέφοντες ὡς ἀτέκνου τὸ πρίν; πῶς τὴν αὐτοῦ παῖδα εἰς τὰ ἅγια τῶν ἁγίων εἰσάγειν ἀνέχονται;

Εἰκὸς γὰρ ἦν αὐτοῖς κατὰ ἀνθρωπίνην ἀκολουθίαν εἰπεῖν ὅτι τὰ ἅγια τῶν ἁγίων οὐκ εἰσὶ προσιτὰ τοῖς βουλομένοις ἁπλῶς, ἀλλ’ οὐδὲ εὐλαβῶν τινων ἀνδρῶν ἢ γυναικῶν, πλὴν μόνου τοῦ ἀρχιερέως, ἀλλὰ καὶ αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ καὶ ἐν πάσῃ ἱεραρχικῇ καθαρότητι. Καὶ πῶς σύ, ὦ Ἰωακεὶμ καὶ Ἄννα, καὶ σύ, ἀρχιερεῦ Ζαχαρία, προκρίνεις τοῦ νόμου τὸ φίλτρον τῆς συγγενείας καὶ εἰσάγεις ἐν παρρησίᾳ πρὸς τὰ ἄδυτα τῶν ἁγίων τῆς Ἐλισάβετ τὴν συγγενίδα, παῖδα οὖσαν ἁπαλωτάτην καὶ σχοῦσαν χρείαν παιδαγωγίας τῶν αὐτῆς γεννητόρων καὶ συναυλίας νεανίδων καὶ ὁμηλίκων περιχαρείας καὶ θεραπείας δουλίδων καὶ ὅση ἁπλῶς ταῖς τοιαύταις παισὶ πρέπει παιδαγωγία; Μὴ βούλει ἀπείργειν τὴν ἱερατείαν ἐκ σοῦ καὶ ἀνατρέφειν τὴν παῖδα; Μὴ θέλεις ἀνατρέψαι τὴν πάλαι διὰ νόμου δοθεῖσαν ἀκρίβειαν, ὅτι μόνος ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων εἰσίετο ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ εἰσάξαι κοράσιον περινοστεῖν διηνεκῶς εἰς τὸ ἀρχιερέως χωρίον; Καὶ ἴσμεν ὅτι καθαρὰ καὶ ἄμωμος καὶ οὐθὲν γυναικεῖον οἶδεν ἡ παῖς· ἀλλ’ οὐδὲν σύνηθες τοῦτο ἡμῖν, ὥστε καθαρὰς νεάνιδας ἢ μειράκια καθαρὰ συγχωρεῖν εἰσιέναι εἰς τὰ ἅγια τῶν ἁγίων πλὴν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνου τοῦ ἀρχιερέως.

Ταῦτα γὰρ καὶ τὰ αὐτῶν παραπλήσια ἔδει κατὰ ἀνθρωπίνην ἀκολουθίαν, ὡς εἴρηται, ἀντιλέγειν πρὸς τῆς Παρθένου τὴν εἴσοδον· ἀλλ’ οὐδὲν τούτων ἐλάλησαν ἢ ἐνόησαν. Διατί; ὅτι «ἃ Κύριος ὁ Θεὸς βεβούλευται, τίς διασκεδάσει;» φησὶν ἡ θεία Γραφή. Ἠβουλήθη γὰρ διὰ πληθυσμὸν ἀνθρωπίνης <κακίας> καταλῦσαι τὸν κόσμον καὶ ἐξαλεῖψαι πᾶσαν πνοὴν ἀπὸ προσώπου τῆς γῆς, καὶ ἐγένετο οὕτως, καὶ ὁ κωλύσων οὐδείς, καὶ ἐγένετο μία θάλασσα πᾶσα ἡ γῆ· καὶ ἠθέλησε φυλάξαι δίκαιον ἐν αὐτῇ, καὶ τὸ κωλῦον οὐδέν· καὶ αὖθις ἠβουλήθη λυτρωθῆναι δουλείας τὰ γένη τῶν Ἑβραίων, βυθίσαι δὲ πανοπλίαν Φαραώ, <καὶ> ὁ διακόπτων οὐδείς. Κραυγῆς δὲ Σοδόμων καὶ Γομόρρων πληθυνομένης ἔμπροσθεν αὐτοῦ, αἱ δὲ αὐτῶν ἀνομίαι σφόδρα, ἠθέλησε βρέξαι πῦρ καὶ θεῖον καὶ κατακαῦσαι αὐτούς, καὶ ἐγένετο οὕτως, καὶ ὁ κωλύσων οὐδείς· ἠβουλήθη τὸ πῦρ μεταποιῆσαι εἰς δρόσον καὶ διασῶσαι παῖδας ἀφλέκτους, καὶ τῇ βουλῇ ταύτῃ τὸ πῦρ οὐκ ἀντεῖπεν· ἠβουλήθη ἐν λάκκῳ λεόντων στόματα διαφράξαι μὴ βορᾶσθαι σῶμα δικαίου, καὶ ἐγένετο οὕτως, καὶ οὐδεὶς ὁ κωλύσων· ἠβουλήθη δὲ καὶ κόρην παρθένον εἰς τὰ ἅγια τῶν ἁγίων ἀνατραφῆναι ὡς ἄμεμπτον· καὶ τίς λοιπὸν ἱκανὸς τοῦτο κωλῦσαι;

Ὁ διασώσας γὰρ τὸν δίκαιον Νῶε μεταξὺ πόντου καθολικοῦ καὶ δουλείας λύσας Φαραὼ Ἰσραηλίτην λαὸν καὶ βυθίσας δουλοῦντας ἄρδην ὡς πολεμίους καὶ Σοδομίτιδας πόλεις ἐμπρήσας δικαίως καὶ Χαλδαϊκῆς καμίνου κλείσας τὴν δύναμιν καὶ στόματα λεόντων φιμώσας ῥᾳδίως ἠδύνατο πάντως καὶ τῶν Ἰουδαίων τὰ στόματα φιμῶσαι καὶ φράξαι, εἰς τὸ μηδὲν ἀντειπεῖν πρὸς τῆς Παρθένου τὴν εἴσοδον, μήτε νομικῆς ἀκριβείας περὶ τῶν ἁγίων μνημονεῦσαι κατὰ τὸν τότε καιρόν· «ἃ γὰρ ὁ Θεός», ὥς φησιν Ἠσαΐας, «βεβούλευται, τίς διασκεδάσει;» —ἀντὶ τοῦ οὐδείς· ὥσπερ γὰρ καὶ ὅταν λέγῃ· «Ἐν τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Προώρισε γὰρ ὁ Θεὸς τὸ ἔμψυχον αὐτοῦ καὶ πανάγιον τέμενος εἰς τὰ ἅγια τῶν ἁγίων διαιτᾶσθαί τε καὶ ἀνατρέφεσθαι· καὶ τίς ἱκανὸς τούτῳ ἀντερεῖν ἢ ἀντιβλέψαι ποσῶς; Ποσῶς ποτε καὶ διὰ μέσου προώρισε τοῦτο πρὸ πολλῶν γενεῶν διὰ Δαβὶδ τοῦ προφήτου· «Ἄκουσον», φησί, «θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου».

Τοῦτο δὲ καὶ περὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας νενόηται καὶ ἑρμηνεύεται· ἄκουσον, θύγατερ, Χριστοῦ τὰ διδάγματα καὶ ἴδε πῶς πηγαῖα ἔχεις τούτου τὰ θαύματα καὶ κλῖνον τὸ οὖς σου ταῖς αὐτοῦ ἐντολαῖς καὶ ἐπιλάθου τοῦ λαοῦ σου ἐκείνου τοῦ ἐθνικοῦ καὶ τοῦ οἴκου τοῦ πατρός σου τοῦ εἰδωλοθύτου ἐκείνου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους τῆς ἁγιστείας σου, ὅτι αὐτὸς ἀληθῶς, οὐκ ἐκεῖνος ὁ ἀπατεών, ἀλλ’ «αὐτός ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ», καὶ θυγάτηρ Τύρου τῆς κακοτρόπου καὶ ἀπίστου δῶρα προσοίσει σοι. Καὶ ταῦτα μὲν καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ ἐκλαμβάνεται μέν, ὡς εἴρηται, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πολλῷ δὲ μᾶλλον ἁρμόσειεν ἄν τις τῇ νύμφῃ καὶ θυγατρὶ τοῦ Βασιλέως τῆς δόξης, δι’ ἧς καὶ ἡ Ἐκκλησία νενύμφευται τῷ Βασιλεῖ καὶ Θεῷ. Καὶ ὥσπερ «τὸ σάββατον διὰ τὸν ἄνθρωπον, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον», οὕτω καὶ ἡ Ἐκκλησία διὰ τῆς Παρθένου δεδόξασται, οὐ μέντοι καὶ ἡ Παρθένος δι’ ἐκείνης νενύμφευται· εἰ μὴ γὰρ ἐτέχθη ἐκ τῆς Παρθένου Χριστός, πῶς ἂν ἡ Ἐκκλησία λοιπὸν τοῦτον εἶχε νυμφευθῆναι; «Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου». Ταῦτα ἔλεγεν ἐκ θυμηδίας ἀπλέτου ὁ τοῦ Νυμφίου φίλος καὶ Πρόδρομος, ὅτε νενυμφευμένην ἑώρα τὴν Ἐκκλησίαν τῷ ἀληθεστάτῳ νυμφίῳ.

Ἁρμόττει οὖν λοιπὸν τὰ ψαλμικὰ ῥήματα τῇ νύμφῃ καὶ θυγατρὶ Ἐκκλησίᾳ τοῦ Βασιλέως τῆς δόξης, ἀλλὰ πάνυ ἁρμόττει καὶ τῇ πανάγνῳ Παρθένῳ καὶ νύμφῃ καὶ θυγατρὶ τοῦ ἀθανάτου Πατρός. «Ἄκουσον», φησί, «θύγατερ, καὶ ἴδε». Ἆρα ὁ Δαβὶδ τοῦτο λέγει καὶ ὡς ἰδίαν παραινεῖ θυγατέρα ἢ ἐκ προσώπου Ἰωακεὶμ καὶ τῆς Ἄννης τοῦτό φησιν;

Ἀλλ’ αὐτὸς μὲν ὡς προφήτης Θεοῦ προλέγει τὸ μέλλον, Ἰωακεὶμ δὲ καὶ ἡ Ἄννα εἰκὸς ἦν παραινεῖν τὸ θυγάτριον αὐτῶν καὶ λέγειν αὐτῷ· «Ἄκουσον, θύγατερ» καὶ πῶς ἔχει τὰ κατὰ σέ· οὐχ ἁπλῶς, οὐδ’ ἀπόνως, οὐδ’ ἀκολούθως τοῖς τικτομένοις ῥᾳδίως, ἵνα τῇ φύσει τις ἀπονέμῃ τὴν χάριν. Ἔλαχε γὰρ ἡ φύσις ἡμῶν τοιαύτης γεωργίας ἀδόκιμος· διὸ καὶ τὰ δῶρα ἡμῶν διπλᾶ τῷ Θεῷ προσήγομεν, ἀλλ’ οὐδ’ οὕτως τοῖς ἱερεῦσιν ἦσαν εὐπρόσδεκτα· καὶ πολλὰ ἡμεῖς παρ’ αὐτῶν ὑπέστημεν σκώμματα, πολλὰς δὲ ἱκεσίας ᾔσαμεν τῷ Θεῷ, ὥστε τὴν ἡμῶν ἀκαρπίαν καρποφόρον ἐργάσηται· καὶ ὅτι, εἰ τύχωμεν τῆς ἐφέσεως καὶ τοιαύτης καρπογονίας τευξώμεθα, πάλιν τὸ δοθὲν σπέρμα εἰς ἡμᾶς προθύμως τῷ δεδωκότι προσοίσομεν.

Μόλις δὲ ὀψέποτε τὰ τῆς ἐφέσεως ἐξανύσαμεν, καὶ ἄγγελος Θεοῦ συλλήψεως εὐαγγέλια πρὸς ἡμᾶς διεκόμισε, καὶ ὅτι «οὐχ ἁπλῶς», φησί, «παιδοποιήσετε, ἀλλὰ καὶ ἐν ὅλῃ τῇ οἰκουμένῃ τοῦ τικτομένου παιδίου λαληθήσεται τὸ ὄνομα».

Τεχθέντος οὖν παρ’ ἡμῶν τέκνου, ὡς δῶρον θεόσδοτον σπεύδομεν ἀντιδοῦναι τῷ δεδωκότι τὸ δώρημα. «Ἄκουσον» οὖν, «θύγατερ, καὶ ἴδε»· ἄκουσον ταῦτα πάντα τὰ εἰρημένα σοι, κόρη, καὶ ἴδε ναοῦ περικαλλίαν καὶ ἀναθήματα θεῖα καὶ ναοῦ θαυμαστὴν εὐκοσμίαν· ἐκεῖ γὰρ εἴσω τὰ ἐξαίρετα ἡμῶν ἅγια τεθησαύρισται, ἐκεῖ τράπεζα καὶ λυχνία ἡ ἑπτάφωτος, ἧς τὸ λαμπάδιον ἄνωθεν φωτοειδέστατον, ἐκεῖ κιβωτὸς ἁγιασμάτων Μωσαϊκῆς θεοπτίας, ἐν ᾗ τεθησαύρηνται πλάκες θεόγραφοι ἥ τε στάμνος τοῦ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα. «Ἄκουσον, θύγατερ, καὶ ἴδε» ταῦτα καὶ αὐτοῖς ἁμιλλήθητι «καὶ κλῖνον τὸ οὖς σου» μετὰ πολλῆς εὐπειθείας καὶ μὴ ἀντιλέγειν θελήσειας· μὴ προκρίνῃς πατρικὴν καὶ μητρικὴν συναυλίαν τῆς εἰς τὰ ἅγια τῶν ἁγίων ἀνατροφῆς ἱερᾶς καὶ ἀναστροφῆς πανολβίου καὶ διαίτης εὐαγεστάτης. «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου», καθὼς παραινεῖ ὁ πατὴρ ἡμῶν, «<καὶ> ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου».

Εἴτε γὰρ εἰς σὲ ἀποβήσονται τὰ τότε προφητευόμενα, εἴτε καὶ μή, σαφῶς οὐ γινώσκομεν· ὅμως ἀγαθὰς περὶ σοῦ, ποθεινότατον τέκνον, τὰς ἐλπίδας κεκτήμεθα διὰ πολλὰς δηλαδὴ καὶ εὐλογωτάτας αἰτίας· ὅτι ἐξ ἐπαγγελίας ἐλήφθης ἡμῖν καὶ ὅτι δι’ εὐχῆς ἐπιπόνου καὶ κοπετοῦ καὶ νηστείας, καὶ ὅτι ὁ εἰσκομίσας ἡμῖν τότε θειότατος ἄγγελος τὰ ὑπὲρ σοῦ εὐαγγέλια, «ἐν ὅλῃ τῇ οἰκουμένῃ», ἔφη, «λαληθήσεται» τὸ ὄνομα τοῦ ἐξ ὑμῶν τεχθησομένου παιδίου· καὶ χρηστὰς λοιπὸν περὶ σοῦ, ὦ θυγάτριον ἡμῶν καὶ φῶς καὶ πνοή, ἔχομεν τὰς ἐλπίδας. Καὶ οὐ τοσοῦτον ἡμεῖς πέλομεν ἄστοργοι ἁπλῶς καὶ μισότεκνοι, ὥστε διαζεῦξαι ἀφ’ ἡμῶν τὸ μόλις ἡμῖν φυὲν παιδίον καὶ ἐκκόψαι ἀφ’ ἡμῶν ὀρπήκιον τρυφερὸν καὶ ἁπαλώτατον λίαν πρὸ τοῦ αὐξηθῆναι καλῶς καὶ παγιωθῆναι ἀσφαλῶς καὶ πιανθῆναι ἐκ τῆς ῥίζης, εἰ μή που, ὡς ἔφημεν, χρηστὰς περὶ σοῦ καὶ βεβαίας εἴχομεν τὰς ἐλπίδας.

Ἤκουσε ταῦτα ἡ θεόφωτος παῖς ὁμοῦ καὶ θεοσόφιστος, ἤκουσε τῶν θεοφρόνων αὐτῆς γονέων διηγουμένων ταῦτα καὶ ἐθαύμασεν, ἤκουσε καὶ ἐνωτίσθη τῶν εἰρημένων τὴν δύναμιν. Ἦν γὰρ ἡ θεόνυμφος παῖς τότε λοιπὸν τῇ ὁρωμένῃ ἡλικίᾳ τριετίζουσα, τέλειον δὲ ὡς θεοχαρίτωτος καὶ ὑπερτέλειον εἶχε τὸ φρόνημα· καὶ οὐχ ἁπλῶς κορασίων ὁμηλίκων ἢ νεανίδων ἢ γηραλέων, {εἶχε τὸ φρόνημα} ἀλλ’ ἐπεὶ πάντα τὰ αὐτῆς θεοχαρίτωτα καὶ ἀνθρωπίνης πάσης ἀκολουθίας ἀνώτερα, ἀνώτερον πάντως καὶ ἐκ πρώτης ἡλικίας εἶχε τὸ φρόνημα, καὶ οὐδὲν τῶν γονικῶν διηγημάτων αὐτὴν διελάνθανεν, ἐῶ γὰρ λέγειν ὅτι καὶ ὑψηλότερα καὶ ἀπορρητότερα ὑπενόει τῶν διηγημάτων ἐκείνων ἡ παῖς. Καὶ εἴθε, Χριστὲ βασιλεῦ, τῆς παιδὸς ἐκείνης κἀμοὶ τὴν σύνεσιν προύτεινας, καὶ ῥανὶς μία τῆς συνέσεως αὐτῆς καὶ τοῦ ἀκραιφνεστάτου φρονήματος κατεπέμφθη μοι. Τότε ἂν ἠδυνήθην λαλῆσαι καὶ γράψαι τρανῶς τὰ μεγαλεῖα τῆς πανάγνου θεόπαιδος· τότε ἂν ἐξέστησαν ἅπαντες ἀκούοντες ἄρρητα ῥήματα θεῖα θεονύμφου Κόρης καὶ θεομήτορος· τότε ἂν ηὐφράνθησαν λαοὶ εὐφροσύνην ἀσύγκριτον· «ἐγκωμιαζομένου γὰρ δικαίου εὐφρανθήσονται λαοί».

Διατί; ὅτι «ἐστὶν ἀθανασία», φησίν, «ἡ μνήμη αὐτοῦ, καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις». Εἰ οὖν τοῦ δικαίου τὸ ἐγκώμιον εὐφραίνει λαούς, καὶ «ἀθανασία ἐστὶν ἡ μνήμη αὐτοῦ, καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις», τίς οὐκ ἂν ηὐφράνθη λοιπὸν ἀκούων ἐγκώμια οὐ δικαίου ἁπλῶς καὶ ἑνὸς τῶν πολλῶν, ἀλλ’ ἐγκώμια θεονύμφου ἁγίας καὶ θεομήτορος, ἐξ ἧς ἐτέχθη ἀληθῶς ὁ πάσης δικαιοσύνης ἐπέκεινα καὶ τὴν τοῦ κόσμου ἁμαρτίαν αἴρων καὶ δικαιοσύνην πᾶσαν καταφυτεύσας, οὐδ’ ἀθανασίας μνήμην ἁπλῶς, ἀλλὰ Λόγον βαστάσασαν καὶ οὐ παρὰ Θεῷ καὶ ἀνθρώποις γινωσκομένην, ἀλλὰ καὶ θεοδόξαστον ὄντως καὶ ἀξιοχρέως ἀγγελικῶς ὑμνουμένην; Τότε ἂν ἠδυνήθην, ὡς προέφην, ἀξίως εἰπεῖν περὶ αὐτῆς, ὅτε με τῆς ἱερᾶς ἐκείνης παιδὸς ῥανὶς πεφθάκει φρονήματος· τότε ἂν κρυπτῶν μυστηρίων ὤφθην ἐξηγητὴς ἀκριβέστατος, τότε ἂν τὸ τῆς διανοίας ὄμμα τὸ μεμυκὸς διὰ παθῶν τυραννίδα ἀφυπνίσθη τρανότατα, τότε ἂν «ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα», τότε ἄν μου ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ τὰ αἰσθητήρια πάντα καὶ ἐνεκρώθησαν κόσμῳ καὶ ἔζησαν Θεῷ.

Δέσποινα, Δέσποινα, τῇ σῇ βοηθείᾳ οὕτως γενέσθω μοι· Δέσποινα, Δέσποινα, μὴ καταλίπῃς ἡμᾶς ὑπὸ ὀλεθρίων τυραννεῖσθαι παθῶν καὶ τῇ αὐτῶν ἐμπίμπρασθαι φλογὶ καὶ ὑπ’ αὐτῶν κατατήκεσθαι, ἀλλὰ κατάσβεσον ταῦτα ὡς δροσοβόλος νεφέλη, Πανάμωμε, καὶ ἄρδευσον ὡς πηγὴ ζωηφόρος τὸ τριμερὲς τῆς ψυχῆς μου, Θεοχαρίτωτε, θυμοῦ καὶ ἐπιθυμίας καὶ λογικῆς ἀλογίας αὐτὴν ἀπαλλάττουσα καὶ ἐξωθοῦσα ἐξ αὐτῆς ἐν τῇ ἀπαθείᾳ τῇ σῇ, Πανακήρατε, καὶ λογικὸν ἀντεισάγουσα προσφορώτατον καὶ ἐπιθυμίαν πρὸς Θεὸν καὶ τῆς αὐτοῦ βασιλείας ἀμετάτρεπτον καὶ κινεῖν τὸν θυμὸν κατὰ παθῶν ὀλεθρίων καὶ ἀοράτων ἢ καὶ ὁρωμένων ἐχθρῶν, Ὑπεράγαθε.

Σὲ γὰρ ὡς ἄτρυγον καὶ ῥύπου παντὸς ἀνεπίδεκτον ὁ Καθαρὸς καὶ Ἀκήρατος πρὸ γενεῶν πασῶν εἰς αὐτοῦ κατοικίαν ἀφώρισεν καὶ εἰς τὰ ἅγια τῶν ἁγίων ὡς ἁγίαν ὄντως καὶ ὑπεράμωμον ἀνατραφῆναι εὐδόκησεν, ὅπως διὰ σοῦ τῆς Ἀκηράτου ὁ Πανακήρατος ἀποσμήξῃ ῥυπαρίας τὸ ἀνθρώπινον· διὸ καὶ εἰς τὰ ἅγια τῶν ἁγίων ἡ Πανευαγέστατος ὑπὸ τῶν αὐτῆς γεννητόρων, ὡς ὁρᾶτε, φιλέορτοι, προσάγεται σήμερον.

Εἴδατε, ὦ φίλοι, πῶς μετρίως ὁ λόγος τριετοῦς θυγατρίου ἐδήλωσε φρόνημα; εἴδατε πῶς προσηνῶς τῶν γονέων ἠνωτίσθη τὰ ῥήματα; εἴδατε πῶς οὐκ ἠπείθησε διαζευχθῆναι πατρὸς καὶ μητρὸς καὶ θεραπείας δουλίδων; Τίς γὰρ ἄλλος ποτὲ τοιοῦτον ἔσχε θυγάτριον; τίς τῶν θηλέων ἢ μειρακίων σύνεσιν τοσαύτην ἔσχε ποτέ; Καὶ τὸ μὲν κάλλος αὐτῆς τὸ νοητὸν ἅμα καὶ αἰσθητὸν ἐδήλωσεν ὁ Δαβίδ, βασιλίδα αὐτὴν ὡραϊσμένην ὁρῶν ἐκ δεξιῶν ἑστῶσαν τοῦ βασιλέως τῆς δόξης, «ἐν κροσσωτοῖς χρυσοῖς ἠμφιεσμένην, πεποικιλμένην», τὴν δὲ σύνεσιν αὐτῆς τὴν ἀξιάγαστον καὶ τὸ πραότατον φρόνημα αὐτὴ διὰ τῶν ῥημάτων αὐτῆς ἐδήλωσε τοῖς βουλομένοις τρανότατα.

Νῦν μὲν «ποταπὸς ᾖ ὁ ἀσπασμὸς οὗτος», φησί, «καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω», καὶ «γένοιτό μοι κατὰ τὸ ῥῆμά σου»· νῦν δὲ «μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ», καὶ «ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός», καὶ «ἰδοὺ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί», καὶ ὅσα ἑξῆς ἡ Πανάμωμος προφητεύει σαφέστατα. Εἰ δέ που φαίη τις ὅτι δωδεκαετοῦς καὶ οὐ τριετοῦς τῆς Πανάγνου ταῦτα τὰ ῥήματα, φημὶ κἀγὼ ὅτι καὶ τριετὴς οὖσα ἡ παῖς ἀπηρτισμένον εἶχε τὸ φρόνημα· καὶ εἰ μὴ οὕτως εἶχεν, οὐκ ἂν τοὺς γονεῖς ἐν ἡλικίᾳ τοιαύτῃ παρῆκε καὶ εἰς τὰ τῶν ἁγίων ἅγια εὐλαβῶς ἀνετρέφετο.

Ἀλλὰ δεῖ ἡμᾶς ἀνακομίσαι τὸν λόγον εἰς τὸ προκείμενον· οὐ γὰρ δήπου χρείαν ἔχει τις μυηθῆναι λαμπρότητα ἡλίου καὶ τῶν αὐτοῦ φεγγοβόλων ἀκτίνων καὶ αἴγλην τῆς αὐτοῦ καθαρότητος καὶ τῆς αὐτοῦ θάλψεως τὴν θερμότητα· πάντες γὰρ οἱ ὁρῶντες ὁρῶσιν αὐτόν, εἰ καὶ μὴ πάντες ἐπίσης· τὴν δὲ φύσιν αὐτοῦ καὶ τὸ μέγεθος οὐδεὶς γηγενῶν δύναται εἰπεῖν. Καὶ ποῖος ἂν λοιπὸν γηγενὴς ἐφίκοιτο τῷ λόγῳ τῆς ἡλιοδόχου ταύτης τὸ μέγεθος, ἥτις διὰ καθαρότητος αἴγλην «τὸν ἥλιον τῆς δικαιοσύνης» συλλαβοῦσα καὶ τέξασα; Ὁρῶμεν γὰρ αὐτὴν φαιδροτέραν ἡλίου καὶ τῶν αὐτοῦ ἀκτίνων καθαρωτέραν καὶ ἀγγελικῶν δυνάμεων ἀσυγκρίτως ἐξηρμένην, καὶ τὸ ὕψος τῆς δόξης αὐτῆς νοῦς βρότειος ἀπεικάσαι ἀμήχανον, καὶ ἀνθρωπίνη γλῶσσα ἐγκωμιάσαι αὐτὴν κατ’ ἀξίαν ἀδύνατον. Ἀλλὰ καὶ αὖθις τὸν λόγον εἰς τὸ προκείμενον ἐπαναγάγωμεν. «

Ἄκουσον, θύγατερ», γονικὰς παραινέσεις, μᾶλλον δὲ καὶ πρὸ αὐτῶν τοῦ πατρός σου Δαβίδ, «καὶ ἴδε» ναοῦ εὐκοσμίαν «καὶ κλῖνον τὸ οὖς σου» εὐπειθῶς καὶ ἀσμένως «καὶ ἐπιλάθου τοῦ λαοῦ σου», Ἰωακεὶμ καὶ τῆς Ἄννης καὶ λοιπῆς συγγενείας καὶ ὁμηλίκων πασῶν, «καὶ τοῦ οἴκου τοῦ πατρός σου» καὶ τῆς αὐτοῦ θεραπείας, «καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου», Κόρη, καὶ στείλει σοι ταξίαρχον τῶν αὐτοῦ στρατευμάτων κομίζων σοι εὐαγγέλια χαρμονικὰ καὶ θεῖα καὶ Πνεύματος ἁγίου καλέσει σε δοχεῖον καὶ «δύναμιν ὑψίστου ἐπισκιάζειν σοι» λέξειεν· ὅτι αὐτός ἐστι κύριός σου ἀληθῶς καὶ προσκυνήσεις αὐτόν. Καὶ θυγάτηρ Τύρου δῶρα προσοίσει σοι διὰ τὸν σὸν κύριον, τὸν τοῦ σοῦ κάλλους ἐρώμενον· «τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ», ὁπηνίκα τῶν ἀσεβῶν πέσῃ τὸ φρύαγμα καὶ ἀναστῇ φιλοχρίστων πληθὺς ἡμερώτατος καὶ κρατήσῃ πιστῶς τῆς εὐσεβείας τοὺς οἴακας· τότε «τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ».

Ἀλλ’ ἰδοὺ νῦν εἰς ἔργον ἀπέβη τοῦ προφήτου τὰ ῥήματα· πᾶσα γὰρ χώρα πιστῶν καὶ πόλις καὶ κώμη τῆς ἀκηράτου Κόρης λιτανεύει τὸ πρόσωπον καὶ οὐχὶ πλούσιοι τοῦ λαοῦ καὶ μόνοι, ἀλλ’ ἁπαξαπλῶς καὶ πάντα τῶν πιστῶν τὰ συστήματα λιτανεύουσιν εὐσεβῶς διὰ τῆς ἁγίας εἰκόνος τῆς Πανάγνου τὸ πρόσωπον, καταμεμφόμενα ἡμᾶς τὰ φῦλα τῶν ἀπίστων ἐθνῶν, μᾶλλον δὲ τὰ σκοτεινότατα τοῦ διαβόλου φῦλα. Πῶς, φησί, λιτανεύουσι χριστιανοὶ ἀπατώμενοι τῆς Μαρίας τὸ πρόσωπον μὴ ἀκούοντες τοῦ προφήτου τρανῶς διηγουμένου ὅτι «τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσι»;

Τούτων τὴν ἄπιστον καὶ ἐσκοτισμένην καρδίαν καὶ τὰ ἀπύλωτα στόματα ὁ αὐτὸς ἀποφράττων προφήτης φησί· «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη». Ὡσανεὶ λέγων· Τί ἐνατενίζετε τῇ ὁρωμένῃ εἰκόνι καίπερ ξένῃ οὔσῃ καὶ θαυμαστῇ, ὅτι δι’ αὐτῆς τιμᾶται καὶ τὸ ἀρχέτυπον; τί σκανδαλίζεσθε ὅτι οὐ λαλεῖ προφανῶς, ὅτι οὐ κρατεῖ φανερῶς, ὅτι οὐ περιπατεῖ αἰσθητῶς; Εἰ γὰρ ταῦτα ἐποίει, οὐκ ἂν ἐλέγετο εἰκών, ἀλλ’ ἦν πάντως ἂν φανερῶς τὸ πρόσωπον· «πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν»· τὰ δὲ ἔσωθεν τοῖς ἔξωθεν ὀφθαλμοῖς καθορᾶσθαι ἀδύνατον. Οἱ προσκυνοῦντες γὰρ καὶ τιμῶντες καὶ λιτανεύοντες τὴν σκιὰν καὶ τὸ εἰκόνισμα πόσον ἄρα λοιπὸν ἐτίμησαν ἂν καὶ ἐλιτάνευσαν, εἰ ἔβλεπον τοῦ πρωτοτύπου τὸ πρόσωπον; ὅσοι δὲ τὰς σεβασμίους βλασφημοῦσιν εἰκόνας, τάχα εἰ καὶ τὸ πρωτότυπον ἔβλεπον, ἐβλασφήμησαν ἄν· καὶ γὰρ καὶ ἔβλεπον αἰσθητῶς τὰ γένη τῶν Ἑβραίων τότε τὸν Κύριον, ἀλλ’ ἐβλασφήμουν αὐτόν. Πολλοὶ δὲ ὕστερον, καὶ μὴ ἰδόντες αὐτὸν αἰσθητῶς, ἐπίστευσαν εἰς αὐτόν· καὶ τοσοῦτον ἐπίστευσαν, ὥστε καὶ τὰ αἵματα αὐτῶν ὑπὲρ αὐτοῦ προθύμως ἐξέχεαν, καὶ ὑπὲρ τῆς τούτου ἀγάπης καὶ τῆς ἀχράντου εἰκόνος πλήθη μαρτύρων αὐτῷ προσηνέχθησαν.

Καὶ ἡμεῖς προσκυνοῦντες πιστῶς λιτανεύομεν τὰς ἀχράντους εἰκόνας καὶ δι’ αὐτῶν τὰ πρωτότυπα· καὶ τοῦτο ἐστὶ τὸ «μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες». «Πᾶσα», φησίν, «ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν», ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, «ἐν κροσσωτοῖς» ἀρετῶν διαχρύσων «πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως» τοῦ σοφοῦ Σολομῶντος. Ἀπηνέχθησαν «τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς» ἑπόμεναι, συνεπόμεναι καὶ προσαγόμεναι, λαμπαδηφόροι παρθένοι προπέμπουσαι πρὸς τὰ ἅγια τῶν ἁγίων τὴν θεόνυμφον Δέσποιναν. Πλὴν οὐ πρὸς ταύτας καὶ μόνας ὁ προφήτης τὰς παρθένους ἐδήλωσεν· αἱ γὰρ ὀπίσω αὐτῆς ἀπενεχθεῖσαι παρθένοι τῷ Βασιλεῖ καὶ Θεῷ αὗταί εἰσιν, ὅσαι διὰ μαρτυρίου καὶ ἀσκήσεως καὶ καθαρᾶς παρθενίας ὀπίσω αὐτῆς ἐπορεύθησαν.

Τὸ δὲ «αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι», οὐ πᾶσαι φησὶν αἱ παρθένοι ἀπενεχθήσονται τῷ Βασιλεῖ καὶ Θεῷ· εἰσὶ γὰρ καὶ παρθένοι αἱρετικῶν καὶ παρθένοι πολλοῦ γέμουσαι τοῦ αἴσχους, οἵας καὶ τὰς πέντε μωρὰς ἐκείνας παρθένους ὁ λόγος δηλοῖ, ὅτι οὐκ ἠνέχθησαν τῷ Βασιλεῖ, οὔτε οἶδεν αὐτὰς ὁ νυμφίος· «ὑπάγετε», φησίν, «οὐκ οἶδα ὑμᾶς»· καὶ οὐκ ἤνοιξεν αὐταῖς τὸν νυμφῶνα τὸν ἅγιον, οὐ γὰρ ἦσαν πλησίον τῆς Παρθένου καὶ Θεομήτορος· «αἱ πλησίον αὐτῆς», φησί, τῇ ἀρετῇ «ἀπενεχθήσονταί σοι». Πῶς δὲ «ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει» ἀπηνέχθησαν «τῷ βασιλεῖ» αἱ παρθένοι; διὰ τὴν ἐλπίδα τὴν μέλλουσαν τοὺς μεγάλους ἐκείνους πόνους ὑπέστησαν ἀγαλλόμεναι.

Καὶ ὅρα τὴν πανεύφημον Θέκλαν τὴν πρωτομάρτυρα καὶ τὰς μετόχους αὐτῆς παρθένους καὶ μάρτυρας καὶ πάλιν τὰς ὁσίας παρθένους καὶ ἀσκητρίας, πῶς μετὰ πόνων μαρτυρικῶν καὶ παλαισμάτων τὸ κάλλος τῆς παρθενίας ἐφαίδρυναν καὶ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει τῷ Βασιλεῖ ἀπηνέχθησαν. Νεάνιδες γὰρ παρθένοι καὶ ἄλλαι πλεῖσται γυναῖκες διὰ καθαρᾶς πολιτείας ἠνέχθησαν τῷ Βασιλεῖ καὶ Θεῷ ὀπίσω τῆς Θεοτόκου βαδίσασαι, καὶ βασιλείαν ἀσάλευτον καταλαβοῦσαι ἀλήκτως ἀγάλλονται, καὶ οὐδὲν αὐτὰς παρημπόδισε τῆς πορείας τὸ δύσκολον, οὐ φύσις γυναικεία, οὐκ ἀκμὴ σώματος, οὐ κάλλος νεανικόν, οὐ σαρκικῶν ὀρέξεων ἡδοναί, οὐ φαντασία τοῦ βίου καὶ τῶν αὐτοῦ θελημάτων, οὐκ ἄλλο τι τῶν κωλυόντων κωλῦσαι ταύτας ἐξίσχυσε. Πάντων γὰρ κατεφρόνησε, πάντων ὑπερεῖδε τῶν φθειρομένων, πάντα νενίκηκε τὸ ἀσθενέστερον γένος· καὶ ὀπίσω τῆς Παρθένου Μαρίας καὶ Θεοτόκου βαδίσασαι τῷ Βασιλεῖ ἀπηνέχθησαν.

Ποίαν ἄρα εὕροιμεν ἀπολογίαν ἡμεῖς οἱ ἀνδρικῇ ῥώμῃ τετιμημένοι καὶ γυναικῶν μαλακώτεροι εὑρισκόμενοι; Ἆρα οὐκ ἔστιν αἰσχύνης μεγάλης καὶ γέλωτος ἄξιον, ὅτε εἰς ἡμέραν πολέμου ἀνδραγαθοῦσι γυναῖκες καὶ ἀριστεύουσι, φάλαγγας μὲν πολεμίων συγκόπτουσαι καὶ κεφαλὰς ἀλλοτρίων καὶ σκῦλα τῷ βασιλεῖ παρεισάγουσαι, οἱ ἄνδρες δὲ καταπίπτουσιν, οἱ μᾶλλον ἀριστεύειν ὀφείλοντες, καὶ ἀναιροῦνται ῥᾳδίως μηδὲν τοῖς ἐχθροῖς ἀνθιστάμενοι; ἆρα οὐκ ἔστιν ἡ αἰσχύνη αὕτη βαρυτέρα θανάτου, ὅτι στρατιῶται μὲν ὑπὸ ἐχθρῶν ἁλίσκονται, γυναῖκες δὲ τούτους συντρίβουσι; ἆρα οὐ συμβήσεται τοῦτο ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μεταξὺ ἡμῶν καὶ τῶν ἁγίων γυναικῶν καὶ παρθένων ἐκείνων; Ἐκεῖναι γὰρ τοὺς ἐχθροὺς καὶ τὰ πάθη τοῦ σώματος ἀνδρικῶς κατεπάτησαν, ἡμεῖς δὲ ἐχθρῶν καὶ παθῶν, οἴμοι, ὤφθημεν καταπάτημα. Τίς ἄρα ἐξ ἡμῶν τότε διᾶραι στόμα τολμήσειεν, ὅτι ὑπὸ ἀσθενείας νενίκημαι σώματος καὶ ἐπιθυμίας ἐμφύτου ἀντιστῆναι οὐκ ἴσχυσα;

Εἰ δέ που καὶ ἀσθένειαν σώματος καὶ ἐχθροῦ τυραννίδα καὶ ἐπιθυμίας ἐμφύτους προβαλέσθαι τις εἰς ἀπολογίαν θελήσειεν, ἰδού, φησὶν ὁ Κριτής, καὶ αἱ παροῦσαι γυναῖκες, τὸ ἀσθενέστερον γένος, ὑπὸ τῶν ἴσων παθῶν ἐνοχλούμεναι οὐχ ἡττήθησαν ταῖς ἡδοναῖς, οὐκ ἐτρώθησαν τῷ βέλει τῶν ἀνοσίων ἐχθρῶν, καὶ ἀξίως ἐστέφθησαν κόραι οὖσαι καὶ ἁπαλώταται καὶ ἄλλαι γεγηρακυῖαι καὶ σωφρονέσταται καὶ τὴν βασιλείαν ἤδη τῶν οὐρανῶν ἐκληρώσαντο. Καὶ πῶς σὺ τολμᾷς εἰς ἀπολογίαν προβάλλεσθαι ἐπιθυμίας ἐμφύτους καὶ ἐχθροῦ τυραννίδα φυσικὴν ἔχων ἰσχὺν ὡς ἀνὴρ καὶ ταύτην προδοὺς γυναικῶν ὤφθης ἐλάχιστος; Εἰ γὰρ εἶχον οἱ δαίμονες καὶ τὰ πάθη ἰσχὺν καὶ ἐξουσίαν τοσαύτην, ὥστε ἀπείργειν τῆς ἐμῆς βασιλείας τοὺς αὐτῆς ἐραστάς, πῶς ἂν ἐσώθη λοιπόν τις τῶν ἀνθρώπων μονώτατος; πῶς ἂν αἱ παροῦσαι γυναῖκες τῆς βασιλείας ἠξιώθησαν ἢ πῶς ἂν τὰ στίφη τῶν σῳζομένων ἠθροίσθησαν πρός με; Τί προφασίζει «προφάσεις ἐν ἁμαρτίαις»; τί προβάλλει ἀσθένειαν μὴ αἰσχυνόμενος ἐστεμμένας βλέπων γυναῖκας; Ἔδει σε λοιπὸν καταιτιᾶσθαι τὴν διεστραμμένην σου γνώμην καὶ ἄλλως μηθέν· αὐτεξούσιος γὰρ ὢν αὐτεξουσίως τὸ κακὸν ᾑρετίσω.

Καὶ αὕτη μὲν τοῦ δικαιοτάτου Κριτοῦ ἡ δικαιοτάτη καταδίκη προσήκει καθολικῶς πρὸς πάντας ἀνθρώπους ἁπαξαπλῶς. Εἰ δὲ πᾶς ἄνθρωπος ὑπόδικος τῷ Κριτῇ εὑρεθήσεται διὰ φαυλότητα βίου, καὶ «πᾶν στόμα», ὥς φησιν ὁ Παῦλος, «φραγήσεται», τί ἄρα ἡμεῖς πάθοιμεν οἱ τὸν μονήρη βίον ἑλόμενοι καὶ αὐτὸν μὴ φυλάξαντες, οἱ τὴν πρώτην ὁμολογίαν καὶ συνθήκην διὰ βίου φαυλότητα ἀθετήσαντες; Ἀποτασσόμενοι γὰρ τῷ σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ, συντασσόμενοι δὲ τῷ Χριστῷ εἰς αὐτὸν ἐβαπτίσθημεν· τοῦτο δὲ τὸ θεῖον βάπτισμα δι’ ἁμαρτημάτων μολύναντες καὶ τὰς συνθήκας ἡμῶν ἀθετήσαντες πάλιν τῷ ἐχθρῷ δεδουλεύκαμεν. Εἶτα προσδραμόντες τῷ βίῳ τῶν μοναχῶν συνθήκας Θεῷ δευτέρου βίου δεδώκαμεν ἀπεταξάμεθα κόσμῳ καὶ τοῖς ἐν κόσμῳ καὶ πᾶσιν ὅσα τούτῳ παρέπεται καὶ ὡμολογήσαμεν ὑπακοὴν ἔχειν καὶ ἐγκράτειαν, ἀκτημοσύνην τε καὶ ὑπομονὴν καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἁγνείαν φυλάττειν καὶ σωφροσύνην· ἀλλὰ καὶ αὐτὴν ἀθετήσαντες πάλιν πεπτώκαμεν καὶ τῆς δευτέρας συνθήκης ἡμῶν παραπλησίως τῇ πρώτῃ ἐπιλαθόμενοι, ποίαν ἄρα ἀπολογίαν τῷ Δεσπότῃ προσοίσωμεν; Δὶς γὰρ αὐτῷ συνεταξάμεθα, ὅτε δηλαδὴ τὸ βάπτισμα ἐλάβομεν καὶ ὅτε τῷ βίῳ τῶν μοναχῶν συνετάχθημεν, καὶ δὶς αὐτὸν κατεψεύσθημεν. Καὶ ποία λοιπὸν κατελείφθη ἡμῖν σωτηρίας ὁδός;

τάχα οὐδεμία πλὴν τῆς εἰλικρινοῦς μετανοίας καὶ μόνης, δι’ ἧς ἐσώθησαν πόρναι καὶ ἄσωτοι καὶ λῃσταὶ καὶ τελῶναι, δι’ ἧς ἐκ βυθοῦ παραπτώσεων εἰς οὐρανοὺς ἀνελκύσθησαν ἄνθρωποι, δι’ ἧς Θεὸς θεραπεύεται καὶ ἵλεως τοῖς ἐπταικόσιν εὑρίσκεται, δι’ ἧς αἰσχύνονται δαίμονες καὶ χαίρουσιν ἄγγελοι· «Χαρά», φησί, «γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»· καί· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν».

Εἰ οὖν τὴν πρώτην καὶ δευτέραν ὁμολογίαν, ὡς ἔφημεν, ἀθετήσαντες καὶ τῆς σωστικῆς μετανοίας παρημελήσαμεν, ἀνάγκη πάντως αἰωνίως κολάζεσθαι, ὅπερ ἀπεύχομαι. Ἀλλὰ μηδεὶς τῶν ἀκουόντων οἰέσθω ἡμᾶς ξένα λέγειν τῆσδε τῆς πανηγύρεως καὶ ἀμέτοχα· ἐμοὶ γὰρ δοκεῖ καὶ μάλα ἁρμοδίως τὰ εἰρημένα συνᾴδουσι πρὸς τὴν παροῦσαν πανήγυριν.

Ἐπειδὴ γὰρ περὶ Παρθένου ὁ λόγος, καὶ ὅτι παρθένων πληθὺς ὀπίσω αὐτῆς ἀπηνέχθη τῷ Βασιλεῖ, ἡμεῖς δὲ ὀπίσω τῶν ἐπιθυμιῶν ἐπορεύθημεν καὶ τῶν ἁγίων παρθένων ἐκείνων κἂν ἴχνος οὐ πεπατήκαμεν, καὶ ἴσμεν ὅτι ἡ εἴσοδος τῆς Πανάγνου πρὸς τὰ τῶν ἁγίων ἅγια συμβολικῶς τὴν φύσιν ἡμῶν εἰς ἁγιασμὸν ἐκάλεσε, καὶ εἴ τι ἄλλο εἴποιμεν εἰς τὴν παροῦσαν πανήγυριν, οὐδὲν ἴσον τοῦ εἰπεῖν περὶ ψυχῶν ἁγιστείας καὶ σωμάτων ὁμοῦ καὶ παντοίων κακῶν ἀλλοτριώσεως. Οὕτω γὰρ ἡ πάναγνος Δέσποινα ἡμᾶς ἑορτάζειν ἐφίεται <καὶ> πρὸς κάθαρσιν καὶ ἁγιασμὸν πάντας προτρέπεται. Καὶ ὅστις οἱῳδήποτε πάθει κατεχόμενος τούτῳ ἀποτάξεται σήμερον καὶ εἰς βοήθειαν τὴν αὐτῆς προσκαλεσάμενος ἄμαχον δύναμιν νικήσει τοῦ πάθους τὸ ἄτοπον κἀντεῦθεν τοῦ καθαρῶς βιοτεύειν ἀπάρξεται, ὁ τοιοῦτος ἐνδόξως ἠξίωται τὴν παροῦσαν περαιῶσαι πανήγυριν. Εἰ δὲ μὴ οὕτως, κἂν μυρίας τις περὶ τῆς ἑορτῆς ταύτης ἀκούσειε φιλοσοφίας, κἂν συμπλοκῶν ἐγκυκλίων, κἂν λέξεων καλλιεπείας, οὐδὲν ἂν ὠφελήσειεν· ἔτερψε γὰρ μόνον τὰς ἀκοὰς αὐτοῦ καὶ ὑπεχώρησεν ἄκαρπος.

Ἡ δὲ παῖς ἡ θεόκλητος, ὡς ἁγίων ἁγία καὶ ἀγγελικῶν δυνάμεων ὄντως καθαρωτέρα, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῆλθε τριετίζουσα σήμερον· εἰσῆλθεν ἡ τριετὴς εἰς τὰ ἅγια τῶν ἁγίων, δι’ ἧς ἡμῖν ἡ τῆς Τριάδος ὤφθη φανέρωσις, καὶ τὸ ἄλγος τῆς ἁμαρτίας μεμίσηται, καὶ τῶν ψυχῶν καὶ σωμάτων ὁ ἁγιασμὸς τοῖς βουλομένοις δεδώρηται· εἰσῆλθεν ἡ ἄμεμπτος νύμφη τοῦ Βασιλέως εἰς θάλαμον ἔνδοξον· εἰσῆλθε νύμφη πανάμωμος καὶ τοῦ νυμφίου τοῦ ἀμώμου προσμένει τὴν εἴσοδον· εἰσῆλθεν ἁγία πρὸς ἅγια, ἵνα τὸν ὑπεράγιον Λόγον ἀρρήτως εἰσδέξηται. Ἐκεῖ ἔνδοθεν τῶν ἁγίων ἡ Παναγία εὐλαβῶς ἀνετρέφετο· ἐκεῖ ἁγιοπρεπῶς διαιτωμένη ἀνεστρέφετο· ἐκεῖ ἐνναέτη χρόνον διαβιβάσασα ἄρτον ἀγγέλων εἰς βρῶσιν διὰ θείου ἀγγέλου καθ’ ἑκάστην ἐδέχετο. Ὅτε δὲ λοιπὸν ἐπέστη τῶν χρόνων τὸ πλήρωμα, ἐκεῖθεν ἡ Κόρη οἰκονομικῶς πρὸς μνηστείαν ἐξάγεται καὶ τῷ δικαίῳ Ἰωσὴφ τῷ τέκτονι δίδοται, ὅπως τῷ ἀρχιτέκτονι πάντων τηρήσῃ αὐτὴν εὐλαβῶς, δι’ ἧς ὁ ἀριστοτέκτων ἐκεῖνος τὴν σαθρωθεῖσαν οἰκίαν ἀνανεώσει καὶ ἀνακαινίσει τὸ σκάφος ἡμῶν τὸ διαφθαρὲν εἰς τοῦ βίου τὴν θάλασσαν καὶ πειρατὰς ἀφανίσει βυθίους καὶ δώσει πλωτῆρας ἐξ ὕψους καὶ γαλήνην εἰσφέρει τὴν πρέπουσαν καὶ τὸ σκάφος εἰς λιμένα εἰσάξει σωτήριον.

Ἀλλ’ ἡμεῖς τὸ πρὸ τριῶν καὶ ἑβδομήκοντα <ἡμερῶν> χρεώσαντες χρέος ἀπωφλήσαμεν ἤδη καὶ χάρις τῷ δεδωκότι καὶ τιμὴ καὶ προσκύνησις. Ἔφημεν γὰρ τότε κατὰ τὴν θείαν ἐκείνην τῶν γενεθλίων τῆς θεόπαιδος ἑορτὴν ὅτι μεθ’ ἡμέρας τρεῖς καὶ ἑβδομήκοντα πανήγυρις ἄλλη προσδέχεται ἡμᾶς, καὶ Εἰσόδια ἐκείνην εἰκότως ὀνομάζειν εἰώθαμεν. Καὶ πάλιν μεθ’ ἡμέρας δύο καὶ ἑβδομήκοντα ἑτέρα πανήγυρις θεία, καὶ Ὑπαπαντὴν ἐκείνην λέγειν ἐσυνηθίκαμεν. Καὶ εἰ πιστεύσει τῇ ἡμετέρᾳ πτωχείᾳ τις πλούσιος, Ἰησοῦς Δεσπότης θεάνθρωπος, ἢ πλουσία τις, Μαρία Δέσποινα θεόνυμφος, τὰ χρειώδη ῥήματα τῶν εἰρημένων ἑορτῶν, οὐκ ὀφθῶμεν κενοὶ ἐν τῇ ἐκείνων ἐπιδημίᾳ, ἀλλὰ καρποφορήσομεν λόγον καὶ ἀποφλήσομεν εὐγνωμόνως τὸ χρέος καὶ ἀποτίσομεν σὺν τόκῳ τὴν ὀφειλήν.

Καὶ ἰδού, ὡς ἡ χάρις ηὐδόκησε, τῶν ἐμοὶ δανειστῶν τὸ προβληθέν μοι ἀπώφλησα χρέος. Εἰ δὲ καὶ τόκον, ὡς προϋπεσχόμην, ἀπαιτεῖς με τοῦ λόγου, ἔστω σοι τόκος τὰ ἀνωτέρω λεχθέντα ἀπὸ τοῦ “νεάνιδες παρθένοι” ἕως τοῦ “ὅπερ ἀπεύχομαι” καὶ εὑρήσεις ἐκεῖ τόκον ἅγιον καὶ ἀνάτρεφε τοῦτον, ἵνα δουλεύσῃ σοι καὶ ἀπαλλάξῃ σε κόπων· καὶ ἔστω σοι τόκος ἄλλος εἰς μνήμην, ὁ πανάγιος τόκος τῆς θεόφρονος Ἄννης, ἥτις διὰ καθαρότητος ἄκραν εἰς τὰ ἅγια τῶν ἁγίων προσῴκησε καὶ τὸν Ἅγιον τῶν ἁγίων διὰ Πνεύματος ἁγίου συλλαβοῦσα ἐβάστασε καὶ τεκοῦσα ἀφράστως ἐν δυσὶ ταῖς οὐσίαις τῆς Τριάδος τὸν ἕνα «ἔδωκεν ἡμῖν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι».

Ἔχε οὖν τόκον τοῦ λόγου ταῦτα καὶ ῥύθμιζέ σου τὸν βίον, ἀγαπητέ, πρὸς καθαρὰν πολιτείαν· ἐμοὶ δὲ εἰ λείψανόν ἐστι ζωῆς καὶ αὖθις τῇ ἐμῇ πτωχείᾳ οἱ ἐμοὶ δανείσουσι δανεισταί, ἔχω σοι πάλιν καὶ λέγειν καὶ γράφειν μεθ’ ἡμέρας δύο καὶ ἑβδομήκοντα καὶ ἀποτίσω καὶ τότε σὺν τόκῳ τὸ χρέος, καθάπερ καὶ νῦν. Εἰ δ’ οὐδεὶς καταπιστεύσει δανεῖσαί μοί τι τῶν χρειωδῶν ἐκείνης τῆς πανηγύρεως, καλόν μοί ἐστι διατρέχειν λοιπὸν τὰς ἱερὰς βίβλους, οἰκίας τῶν ὄντως πλουσίων, καὶ ἀπαιτεῖν καὶ ἑορτάζειν καὶ ζῆν ἐξ αὐτῶν· ἐκεῖναι γὰρ εὐποροῦσαι πλούτων πνευματικῶν δαψιλῶς καὶ ῥᾳδίως τοὺς πεινῶντας ἐκτρέφουσιν, ὧν τοῦ πλούτου καὶ ἡμᾶς καταξίωσον κληρονόμους γενέσθαι, Χριστὲ βασιλεῦ, λιταῖς εὐπροσδέκτοις τῆς παναγίας καὶ ἀμώμου καὶ πανάγνου Μητρός σου· ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ πανταιτίῳ καὶ συνανάρχῳ σου Πατρὶ καὶ τῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.