Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν

Νεόφυτος ὁ Ἔγκλειστος

Προοίμιο του έργου και χαιρετισμοί προς την Υπεραγία Θεοτόκο

Εισαγωγή στη συγγραφή με αναφορά στην έλλειψη λειτουργικών βιβλίων, και εκτενής σειρά εγκωμιαστικών χαιρετισμών προς την Παναγία μέσω κοσμολογικών, βιβλικών και θεολογικών συμβόλων. Περιλαμβάνεται αφήγηση του Ευαγγελισμού και της επίσκεψης στην Ελισάβετ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 9

ΤΟΥ ΑΥΤΟΥ ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ ΤΗΣ ΥΠΕΡ ΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ <Εὐλόγησον, πάτερ.> ***] καὶ πιστεύομεν οὕτως ἔχειν. Πῶς δὲ σὺ τὰ ὑπὲρ σὲ λέγειν ἐπιχειρεῖς; Πρόσχες ὁ ἐρωτῶν καὶ μάνθανέ μου τὴν ἔννοιαν. Οἶμαι γὰρ ὅτι οὐκ ἔγωγε μόνον καὶ οἱ κατ’ ἐμὲ ἀμαθεῖς, ἀλλὰ καὶ οἷς δέδοται τῆς θεολογίας χάρις, οὐ διὰ τοῦτο ἐλάλησαν, ὥστε κοσμῆσαι τὰ ὑπερκόσμια· ἴσασι γὰρ ὅτι πολλῷ τῷ μέτρῳ τῆς ἀξίας τῶν πραγμάτων ἥττονες ἀποδείκνυνται εἰς τὸ ἀνυμνῆσαι τὰ θεῖα· ἀλλ’ ὅμως οὐ παρῃτήσατο ἕκαστος κατὰ τὸ αὐτοῦ ἐφικτὸν λαλῆσαι τὰ νοηθέντα. Ἄνθρωποι γὰρ ἐκ τῆς γῆς γεγονότες καὶ ἐν αὐτῇ διατρίβοντες περὶ θείων καὶ Θεοῦ «τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν ποιήσαντος» διετράνωσαν.

Τίς γὰρ οὕτως ῥᾳδίως περὶ ἐσχάτων καὶ ἀρχαίων καὶ ἐνεστώτων διεσάφησέ τε καὶ εἶπε; οὐχὶ ἄνθρωποι τῷ θείῳ ἐνηχούμενοι Πνεύματι ταῦτα τρανῶς διεσάφησαν; Ὅπερ ἐστὶν ἀξιοθαύμαστον πρᾶγμα καὶ μέγιστον, ὅτι οὐκ ἀγγέλοις ἢ ἀρχαγγέλοις ἡ τοιαύτη δέδοται χάρις ἀλλὰ μᾶλλον ἀνθρώποις· τοῦτο μέν, ἵνα δείξῃ ὁ φιλάνθρωπος ὅσης τιμῆς τὸ τῶν ἀνθρώπων γένος ἠξίωσεν, τοῦτο δέ, ἵνα τοὺς μὲν σῳζομένους στεφανώσῃ ἀξίως, τοὺς δὲ μὴ σῳζομένους καταδικάσῃ δικαίως, ὡς τῆς αὐτῆς φύσεως ὄντας καὶ τῆς αὐτῆς ἀμοιρήσαντας χάριτος, εἴτε δι’ ἀπιστίαν, εἴτε διὰ φαυλότητα ἔργων.

Εἰ δ’ ἴσως οὐκ ἀρκεῖ σοι ταῦτα πρὸς ἀπολογίαν τῆς σῆς ἐρωτήσεως, ἄκουσον καὶ ἄλλο τι κυριώτερον καὶ ἀληθέστερον. Ἴστε γὰρ πάντως, ὅσος ὁ ἐν τῷδε <τῷ> τόπῳ ἀμελὴς τῆς παροικίας μου χρόνος—εἰδότι λέγω—καὶ ὅτι οὐδὲν τοσούτῳ χρόνῳ ἐνέτυχον <βίβλῳ> τῆς παντίμου καὶ Θεομήτορος πανιέρων ἀναγνωσμάτων ἢ βίβλῳ ἱερᾷ περιεχούσῃ τῶν δεσποτικῶν πανηγύρεων τὰ ἀναγνώσματα. Ἐπιστάσης δὲ τῆς παντίμου ταύτης ἑορτῆς, ἥτις ἐστὶν ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, ὁπηνίκα ἐκ θείων ὑψωμάτων ὁ μέγας κατέπτη ταξίαρχος Γαβριὴλ ὁ ἀσώματος, ὁ τοῦ μεγάλου Βασιλέως μέγιστος καὶ θεῖος στρατιώτης, ὁ πρῶτος τῆς χάριτος θεῖος ἀπόστολος καὶ τῆς ἡμῶν σωτηρίας ἀρχιδιάκονος ἄριστος, εὐαγγέλια κομίζων τῇ πανάγνῳ καὶ παναγίᾳ καὶ παναμώμῳ Παρθένῳ καὶ κράζων χαρμονικῶς τὸ «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ», λύων τὸ «ἐν λύπαις τέξῃ τέκνα», τὸ τῆς προμήτορος ἐπιτίμιον, καὶ Θεοῦ πρὸς ἀνθρώπους εἰσκομίζων καταλλαγὴν καταδίκης δικαίας, ἀγγέλων δὲ καὶ ἀνθρώπων παράδοξον ἅμιλλαν ὄντως.

Καὶ ἐμαυτὸν ταλανίσας ὡς μηδέν τι εὐπορῶν τῆς τοιαύτης θείας ἑορτῆς, μήτε ἀναγνωσμάτων ἀρχαίων μήτε δέουσαν τάξιν λόγου, δι’ ἔνδειαν γνώσεως καὶ νοὸς πεφωτισμένου μὴ δυνάμενος τοῦτο, καὶ μικρόν τι ὥσπερ ἐννεὸς διαμείνας διανενόημαι κράζειν τῇ τοῦ ἀρχαγγέλου φωνῇ τῇ Παρθένῳ τὸ «Χαῖρε», ὡς ἂν τὸν ἡγεμόνα μου νοῦν ἡ χάρις φωτίσῃ αὐτῆς καὶ δώσῃ λόγον ἐν ἀνοίξει τοῦ στόματός μου εἰς δόξαν αὐτῆς, οὐχ ὡς παρ’ ἡμῶν χρῄζουσα δόξαν ἡ Θεοδόξαστος, ἀλλ’ ὡς ἂν δοξάσῃ μᾶλλον δόξαν σωτήριον τοὺς δοξάζοντας ταύτην.

Ἀλλ’ ἀπαρξώμεθα λοιπόν, ὅθεν ἐστὶν ἄμεινον· ἄμεινον δέ, ὅθεν ἡ τοῦ λόγου ἀρχὴ ἄμεινον ἔσχηκεν. Οὐ τήνδε λέγω τὴν τοῦ λόγου μόνην ἀρχήν, ἀλλὰ καὶ τὴν ἀρχὴν καὶ αἰτίαν τοῦ εἶναι τοῖς οὖσιν, ὅπερ καὶ σεσήμαγκε τὸ τοῦ ἄλφα στοιχεῖον σαφῶς. Καὶ ὥσπερ ὁ τρισάγιος ὕμνος οὐκ ἀγγέλοις καὶ μόνοις ἀλλὰ καὶ ἀνθρώποις δέδοται κράζειν, οὕτω καὶ τὸ «Χαῖρε» παρὰ τοῦ ἀρχαγγέλου μαθόντες κράζομεν καὶ ἡμεῖς τῇ πανάγνῳ Παρθένῳ τὸ «Χαῖρε»· καὶ γὰρ οὐδὲν ὑψηλότερον ἢ χαριέστερον ἢ σαφέστερον εὕροι τις ἂν ἐν ἀνθρώποις τοῦδε τοῦ ῥήματος τῇ Παρθένῳ φθέγξασθαι. Διὸ καὶ πολλάκις τόδε τὸ ῥῆμα τῇ Θεοτόκῳ τολμῶ χείλεσιν ἀναξίοις <κράζειν> καὶ τὴν ἀκήρατον χαιρετίζειν Παρθένον.

Χαῖρε, ἀνάρχου Πατρὸς Υἱοῦ συναϊδίου πανακήρατε Μήτηρ καὶ Πνεύματος ἁγίου δοχεῖον ὑπεράγιον. Χαῖρε, θρόνε βαστάζων τὸν Βασιλέα τῆς δόξης, ὃν ἄνω τὰ Χερουβεὶμ ἀτενίσαι οὐ δύνανται. Χαῖρε, ὑψηλοτέρα τῶν οὐρανίων ταγμάτων, ὡς χωρήσασα τὸν τούτοις ἀχώρητον καὶ βαστάσασα τὸν τούτοις ἀθεώρητον.

Χαῖρε, θεοκατόρθωτε πρῶτε οὐρανέ, ἐν ᾧ κατοικεῖ τὸ ἀνέσπερον φῶς. Χαῖρε, στερέωμα, ἐξ οὗ «ὁ τῆς δικαιοσύνης ἥλιος» ἀνέτειλεν. Χαῖρε, ἄδυτε ἥλιε, δι’ οὗ κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα. Χαῖρε, σελήνη παμφώτιστε, δι’ ἧς τὸ τῆς ἀπιστίας ἀπελήλατο σκότος, καὶ τὸ τῆς πίστεως φῶς ἀντεισήχθη.

Χαῖρε, τὸ τῶν ποικίλων ἀστέρων πολυπλάσιον φέγγος. Χαῖρε, δι’ ἧς ἀνεώχθησαν πύλαι οὐράνιαι, καὶ πύλαι τοῦ ᾅδου καὶ μοχλοὶ συνετρίβησαν. Χαῖρε, σίφων οὐράνιε, δι’ ἧς βροτοὶ ἀνειλκύσθημεν ἄνω. Χαῖρε, δροσοφόρε νεφέλη, ἐξ ἧς κατηρδεύθη τῆς γῆς τὰ πληρώματα.

Χαῖρε, εὐαερώτατον πνεῦμα τὸ τοὺς πιστοὺς καταψῦχον. Χαῖρε, τόξον νεφέλης σημεῖον Θεοῦ καταλλαγῆς πρὸς ἀνθρώπους. Χαῖρε, ἀδιόδευτε πύλη, ἐν ᾗ διώδευσεν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος καὶ κεκλεισμένην ἐφύλαξε.

Χαῖρε, κλῖμαξ οὐράνιε, δι’ ἧς κατῆλθεν ἐπὶ τῆς γῆς ὁ «ὑπεράνω τῶν οὐρανῶν». Χαῖρε, ἡ τοῦ ἀρχιπάτορος καὶ τῆς προμήτορος Εὔας τὸ ἐπιτίμιον λύσασα. Χαῖρε, τοῦ ἄνθους τῆς ἀφθαρσίας παράδεισε λογικέ. Χαῖρε, πηγὴ ἀναβαίνουσα ἐξ Ἐδὲμ ποτίζουσα τὸν παράδεισον, δηλονότι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τῶν πιστῶν τὰ συστήματα, ἔνθα καὶ «ἀφορίζονται ὡς εἰς τέσσαρας ἀρχάς», εὐαγγέλια τέσσαρα, τὴν οἰκουμένην καταρδεύοντα· ἐκεῖ «ἐξανέτειλεν ὁ Θεὸς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν» νοός, διδασκάλους, ὁσίους καὶ μάρτυρας, «καὶ καλὸν εἰς βρῶσιν» ψυχῆς.

Χαῖρε, «ξύλον τῆς ζωῆς τὸ ἐν μέσῳ τοῦ παραδείσου», οὗ τὸν καρπὸν οἱ πιστοὶ κατεσθίομεν εἰς ἄφεσιν ἁμαρτιῶν. Χαῖρε, θύρα τοῦ παραδείσου ἡ τοὺς πιστοὺς εἰσάγουσα τοὺς δὲ ἀπίστους ἐκτρέπουσα. Χαῖρε, ἡ ἄσπορος ἄρουρα, ἐξ ἧς ὁ ζωηφόρος ἐξανέτειλεν ἄσταχυς.

Χαῖρε, ἄμπελος εὐθηνίας καὶ κλῆμα πολύκαρπον, ὃ ὁ Πατὴρ κατεφύτευσε καὶ τὸ Πνεῦμα κατήρδευσεν, ὁ δὲ Υἱὸς ἐκαλλιέργησε καὶ ἐν ὑψηλῷ κηρύγματι συγκαλεῖται τῶν πιστῶν τὰ συστήματα, κιρνῶν «εἰς κρατῆρα τὸν ἑαυτοῦ οἶνον» καὶ διδάσκων τοὺς πάντας· «Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ κατορθώσατε σύνεσιν, ἵνα βιώσητε, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν», καὶ μεθύσθητε «ἀπὸ πιότητος οἴκου» μου.

Χαῖρε, «ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος», ἐν ᾗ κατέπλευσεν ὁ κυβερνήτης τῶν ὅλων. Χαῖρε, ἅλας τῶν ἀρετῶν τὸ τὸν κόσμον ἁλίσαν. Χαῖρε, πλοῖον θεοκυβέρνητον οὐρανίων ἀγαθῶν ὑπεργέμον. Χαῖρε, λιμὴν σωτηρίας καὶ τεῖχος ἀκράδαντον.

Χαῖρε, «πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ», φυλάττων ἀτρώτους τοὺς ἐν σοὶ καταφεύγοντας. Χαῖρε, κόσμου ἀπίστου Αἰγυπτιακοῦ δικαία τιμώρησις καὶ λαοῦ Ἰσραηλίτου δικαία ἐλευθερία. Χαῖρε, φωτοφόρε τῆς ἡμέρας νεφέλη καὶ τῆς νυκτὸς διαυγέστατε καὶ πυρφώτιστε στῦλε.

Χαῖρε, βύθισις τῶν ἀπίστων καὶ φαραωνίτιδος ἁμαρτίας καὶ Φαραὼ τοῦ νοητοῦ καὶ τῆς αὐτοῦ συμμορίας. Χαῖρε, σκηνὴ ἁγία καὶ πλατυτέρα οὐρανῶν, ἐν ᾗ ἐλάλησεν ἀνθρώποις ὁ Θεός. Χαῖρε, θεοτίμητε πλὰξ γραφεῖσα δακτύλῳ Θεοῦ.

Χαῖρε, ἁγία κιβωτὲ ἔνδοθεν φέρουσα «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου». Χαῖρε, στάμνε τοῦ μάννα. Χαῖρε, ῥάβδος Ἀαρών. Χαῖρε, πηγὴ τῆς ζωῆς. Χαῖρε, γῆ τῆς ἐπαγγελίας. Χαῖρε, «γῆ ῥέουσα μέλι καὶ γάλα». Χαῖρε, γῆ τῶν πραέων.

Χαῖρε, θεόβρυτε ποταμέ. Χαῖρε, κρήνη ἁγία. Χαῖρε, «πηγὴ ὕδατος ἁλλομένου». Χαῖρε, ἁγία κιβωτὲ ἀναχαιτίζουσα πάλαι Ἰορδάνου τὸ ῥεῖθρον. Χαῖρε, σάλπιγξ Θεοῦ. Χαῖρε, πτῶσις ἀπίστων. Χαῖρε, στήριγμα τῶν πιστευόντων τῷ τόκῳ σου. Χαῖρε, ὄρος ἅγιον.

Χαῖρε, πόλις Θεοῦ. Χαῖρε, Σιὼν ἁγία οἴκημα Θεοῦ. Χαῖρε, θεοχώρητε ναέ. Χαῖρε, ἁγία ἁγίων. Χαῖρε, χρυσοῦν θυμιατήριον. Χαῖρε, τράπεζα. Χαῖρε, λυχνία. Χαῖρε, λαμπὰς τοῦ ἀδύτου φωτός. Χαῖρε, λεωφόρε τῆς ἄνω βασιλείας, ἣν δοξάζουσιν ἄγγελοι ὡς ἀνωτέραν αὐτῶν καὶ ἐκ δεξιῶν ἑστῶσαν τοῦ Βασιλέως τῆς δόξης, δουλικῶς παρεστῶσαν καὶ μητρικῶς ἱκετεύουσαν, βασιλικῶς δὲ διαλάμπουσαν, ὡς προεῖπε Δαβὶδ «ἐν κροσσωτοῖς χρυσοῖς» καὶ «ἱματισμῷ διαχρύσῳ περιβεβλημένην πεποικιλμένην».

Χαῖρε, κράτος τῆς κάτω βασιλείας, ἣν «λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ», ἣν προστάτιν προβάλλονται πάντες βασιλεῖς τε <καὶ> ἱερεῖς, ἀρχιερεῖς καὶ μοναζόντων πληθύς, σοφῶν τε καὶ ἰδιωτῶν δυσεξαρίθμητα πλήθη.

Χαῖρε, πόλεων δόξα. Χαῖρε, κωμῶν σωτηρία. Χαῖρε, νήσων τὸ σθένος. Χαῖρε, μοναζόντων ἡ ἐλπίς. Χαῖρε, «καλλονὴ τοῦ Ἰακώβ». Χαῖρε, θυγάτηρ Δαβίδ. Χαῖρε, καρπὸς τῶν δικαίων Ἰωακεὶμ καὶ τῆς Ἄννης. Χαῖρε, τῶν περάτων ὁ ἀκένωτος θησαυρός.

Χαῖρε, τῆς Κύπρου ἡ ἀκοίμητος φύλαξ. Χαῖρε, τῆς Πάφου τὸ μέγιστον φρούριον. Χαῖρε, τῶν πιστῶν ἐξίλασμα βέβαιον. Χαῖρε, καταφύγιον πάντων ἀνθρώπων καὶ τῆς ἐμῆς ταπεινότητος. Ἀλλὰ πῶς δυσωπήσω, πῶς ἐξυμνήσω, πῶς μεγαλύνω τὸ κράτος σου, Δέσποινα; «Ἐκαρδίωσας ἡμᾶς, ἐκαρδίωσας», ὡς ἔφη Σολομὼν ἐν τοῖς ᾌσμασι. Σὲ ἐν οὐρανῷ μεγαλύνουσιν ἄγγελοι, σὲ ἐπὶ γῆς τῶν ἀνθρώπων δυσωποῦσι τὰ πλήθη, σὲ τρέμουσι τῶν δαιμόνων τὰ στίφη. Σὺ καὶ τὸ κάλλος τῆς παρθενίας ἐφαίδρυνας καὶ τὴν γένναν ἐδόξασας· σὺ τὸ γυναικεῖον γένος εὐλόγησας καὶ τῶν ἀνθρώπων τὸ γένος ἐκάθηρας καὶ Θεῷ προσήγαγες· σὺ ὡς καθαρὰ καὶ ἄμωμος τοὺς καθαροὺς ἀποδέχει ὡς φιλάγαθος καὶ τοὺς μὴ καθαροὺς καθαρθῆναι ὡς ἐλεήμων ἐφίεσαι. Κάθαρον ἡμᾶς, φώτισον ἡμᾶς, ὁδήγησον ἡμᾶς εἰς αἰώνιον ζωήν.

Χαῖρε, ἀκατάφλεκτε βάτε μωσαϊκῆς ὀπτασίας καὶ θεία φωνὴ σαφηνίζουσα Θεοῦ πρὸς ἀνθρώπους παράδοξον ἕνωσιν· πῦρ, ἐπεὶ «ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον»· βάτος, ἐπεὶ ἀδιάφθαρτος ἡ φύσις τῶν ἀνθρώπων, πρὸς ἣν συναπτόμενος συμπαθῶς διετήρησεν ἄφλεκτον.

Χαῖρε, Ἀββακοὺμ τὸ δασὺ καὶ κατάσκιον ὄρος· διὰ τὸ μέγεθος δασύ, ὡς σωματικοῖς ὀφθαλμοῖς δυσθεώρητον· κατάσκιον, ὡς μὴ τοῖς πᾶσι θεατὸν πρὸ τοῦ «τὸν ἥλιον τῆς δικαιοσύνης» ἐν αὐτῷ καταλάμψαι· ἢ πάλιν κατάσκιον, ὡς καύσωνα κακίας ἀναιροῦσα.

Χαῖρε, ὄρος ἅγιον, «ὄρος πῖον» κατὰ Δαβίδ, «ὄρος τετυρωμένον, ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος». «Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται».

Χαῖρε, ὄρος Δανιήλ, ἐξ οὗ «ἐτμήθη λίθος ἄνευ χειρός», ἐξ οὗ ἐτέχθη βρέφος ἄνευ σπορᾶς καὶ ἐπάταξε τὴν εἰκόνα τῆς ἀπιστίας εἰς τέλος καὶ τῶν ἀπίστων τυράννων τὰς βασιλείας συνέτριψε, «τῆς δὲ αὐτοῦ βασιλείας {πέρας} οὐκ ἔσται τέλος».

Χαῖρε, ἣν προεικόνισε τῶν Χαλδαίων ἡ κάμινος ἀσινεῖς τοὺς παῖδας διατηρήσασα· καὶ σὲ γὰρ τὸ πῦρ τῆς θεότητος διετήρησεν ἄφθορον. Χαῖρε, ὅτι ᾧ παρίστανται χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες, αὐτὸς «ὡς ὑετὸς ἐπὶ πόκον» κατῆλθεν ἐν μήτρᾳ σου.

Χαῖρε, νομικῶν τύπων καὶ σκιῶν τὸ ἀληθέστατον πλήρωμα. Χαῖρε, πάσης θαυματουργίας ἡ ἀρχὴ καὶ τὸ τέλος. Ἀλλὰ μέχρι τίνος τοῖς παλαιοῖς αἰνίγμασί τε καὶ τύποις τῷ λόγῳ διατρίβομεν καλοῦντες αὐτὴν πλάκα καὶ ῥάβδον καὶ στάμνον, σκηνήν τε καὶ κιβωτὸν καὶ ναὸν καὶ τράπεζαν καὶ λυχνίαν, λαμπάδα τε καὶ κάμινον; καὶ ταύτην αἰνιγματωδῶς <αὐτὰ> προϊστόρησαν. Δέον <οὖν> ἡμᾶς συντόμως καλέσαι ταύτην Μητέρα Θεοῦ, τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἄκουσμά τε καὶ θέαμα. Ἀλλ’ ἐπειδὴ πᾶσα φύσις κτιστῶν οὐκ ἐν μιᾷ ῥοπῇ τὸ τέλος εἰσδέχεται, —οἷόν τι λέγω· πρόκειται γενέσθαι ἄνθρωπον; οὐκ εὐθὺς γεννᾶται τέλειος ὁ ἀνήρ, ἀλλὰ πρῶτον μὲν σημαίνεται ὅτι τεχθῆναι ἔχει, τεχθεὶς δὲ οὐκ εὐθὺς γίνεται ἀνήρ· πρόκειται γενέσθαι ἡμέραν; καὶ προηγεῖται αὐτῆς αὐγὴ ἀμυδρά, εἶτα τὸ φῶς τῆς ἡμέρας, καὶ μετὰ μικρὸν ἀνέτειλεν ἥλιος—οὕτω δὴ καὶ ἐνταῦθα. Ἔμελλε γὰρ ἡ Πανάμωμος «διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν» γενέσθαι τε καὶ κληθῆναι Μήτηρ Θεοῦ· καὶ προεικόνιζον ταύτην τύποι καὶ αἰνίγματα, καὶ συνελάμβανον καὶ ἔτικτον στεῖραι γεγηρακυῖαι· ἔπειτα δὲ καὶ ἡ Παρθένος ἁγνὴ ἐξ ἁγίου Πνεύματος συλλαβοῦσα, μὴ παρασαλευθέντων τῶν σημάντρων τῆς παρθενίας, καὶ σαρκοφόρον τεκοῦσα Θεὸν διέμεινεν ἄφθορος, πάντων τῶν θείων θαυμάτων θαῦμα καινότερον καὶ τῆς πρώτης κοσμογενείας ἐξαιρετώτερον θέαμα.

Καὶ οὐδὲν ἀπεικὸς τοὺς τύπους πρότερον διελθεῖν καὶ τὰ αἰνίγματα καὶ μετὰ ταῦτα τρανῶς ἀτενίσαι τῷ ἡλίῳ καὶ θαλφθῆναι ὑπ’ αὐτοῦ.

Ἄρτι δὲ καὶ ἐκ παραδείσου ἐξιόντες τῶν πάλαι ἱστοριῶν εἰσίωμεν εἰς παράδεισον ἄλλον τῆς χάριτος, τὸν θεῖον Γαβριὴλ συνήθως καλοῦντες εἰπεῖν τῇ Παρθένῳ τὸ «Χαῖρε», ὡς τῆς τοιαύτης φωνῆς μηνυτὴν καὶ διδάσκαλον καὶ εὐαγγελιστὴν ἀληθέστατον τῆσδε τῆς χάριτος. «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ»· «εὐλογημένη σὺ ἐν γυναιξί». «Χαῖρε», φησί, «κεχαριτωμένη»· σὲ γὰρ κεχαριτωμένην εὗρεν ὁ Κύριος εἰς ἑαυτοῦ κατοικίαν, ὁμοίως καὶ εὐλογημένην ἐν γυναιξί· καὶ ἔμπροσθέν σου οὐχ εὑρέθη ἄλλη, καὶ μετὰ σὲ οὐκ ἔσται, δι’ ἧς εὐλογηθήσεται τὸ γένος τῶν ἀνθρώπων, καὶ λυθήσεται τῆς ἀρᾶς τὸ ἀνθρώπινον. Ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ Νῶε πλῆθος πολὺ ἐφαίνετο ἀνθρώπων, ἀλλὰ Νῶε καὶ μόνος τότε ἄνθρωπος δίκαιος μαρτυρεῖται—«Νῶε», φησίν, «ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε»—, οὕτω καὶ σὲ κεχαριτωμένην ἐν γυναιξὶ καὶ εὐλογημένην εὗρεν ὁ Θεὸς ἐν ταῖς ἡμέραις ταύταις, διὸ καὶ ἀπεστάλην πρὸς σὲ τὸ «Χαῖρε» μηνῦσαί σοι. «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ». Μὴ φοβηθῇς τὴν ξένην μου μορφήν, ἀλλὰ «χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ». Μὴ καταπίπτειν ἐπιχειρήσῃς, ὥσπερ πάλαι Δανιήλ, ὃς μὴ φέρων μου τὴν μορφὴν μικροῦ δεῖν ἀφῆκε τὸ πνεῦμα, ἀλλὰ «χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ».

Διὰ τοῦτο πρώτην φωνὴν πρὸς σὲ προσφωνῶ τὴν χαρμόσυνον, ὅπως μὴ σκυθρωπάσῃ ἢ πτοηθῇ σου τὸ πνεῦμα, ἀλλὰ «χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ». Ἐγὼ μέν, καθὼς προσετάγην, τὸ «Χαῖρέ» σοι φθέγγομαι, ὁ δὲ τῆς δόξης καὶ τῆς χαρᾶς «Κύριος μετὰ σοῦ, εὐλογημένη ἐν γυναιξί». «Ἡ δὲ ἰδοῦσα», φησὶν ὁ εὐαγγελιστής, «διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ καὶ διελογίζετο ἐν ἑαυτῇ ποταπὸς ᾖ ὁ ἀσπασμὸς οὗτος». Τί ἐστι τοῦτο, φησί, καὶ πῶς ὁ Κύριος μετ’ ἐμοῦ; τί τὸ καινὸν τοῦτο καὶ ξένον θέαμα καὶ ἄκουσμα; Ἰδοὺ ἐκ τοῦ σταλέντος καταμανθάνω τὸν στείλαντα· εἰ γὰρ τοιοῦτος ὁ σταλεὶς ὑπηρέτης, ποταπὸς ἄρα ὁ στείλας αὐτὸν Κύριος; «Καὶ διελογίζετο ἐν ἑαυτῇ ποταπὸς ᾖ ὁ ἀσπασμὸς οὗτος». Καὶ εἶπε πρὸς αὐτὴν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Μαριάμ». Εἰ καὶ φοβερὸν τὸ ῥῆμα, φησί, καὶ τὸ ἄκουσμα ξένον, ἀλλὰ σὺ «μὴ φοβοῦ, Μαριάμ»· χαῖρε δὲ μᾶλλον καὶ σκίρτα, ὡς ἀρχὴ τῆς χαρᾶς· καὶ «μὴ φοβοῦ, Μαριάμ», οὐ μὴ γάρ σε φλέξῃ· καὶ λοιπὸν «μὴ φοβοῦ, Μαριάμ», διότι «εὗρες χάριν παρὰ Κυρίου». «Εὗρες χάριν», οὐ τὴν χαμαὶ συρομένην, ἀλλὰ χάριν παρὰ Κυρίου ἀνέκφραστον, χάριν ἀκένωτον, χάριν ἀδιάβατον. «Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». Καὶ ὡς μὲν Θεὸς καὶ Θεοῦ υἱὸς «υἱὸς Ὑψίστου κληθήσεται», διὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», ὡς δὲ ἄνθρωπος καὶ ἐκ σοῦ σαρκωθεὶς τῆς ἐκ γένους Δαβὶδ καὶ υἱὸς ἀνθρώπου κληθήσεται καὶ τὸν πατρικὸν θρόνον διαδέξεται, ἵνα τὰς δύο οὐσίας, τήν τε ἀνθρωπίνην αὐτοῦ καὶ θείαν, πιστώσηται.

Ἡ δὲ σύλληψιν ἀκούσασα καὶ τόκον καὶ βασιλείαν θείαν καὶ ἀνθρωπίνην καὶ υἱὸν Ὑψίστου καὶ υἱὸν Δαβίδ, ὡσανεὶ καὶ θεῖα καὶ ἀνθρώπινα, πρόσκαιρα καὶ ἀθάνατα, «εἶπε Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ὁ τόκος, φησί, καὶ ἡ σύλληψις ἄνευ ἀνδρὸς οὐ πέφυκε γίνεσθαι· ἐμοὶ δέ, παρθένῳ οὔσῃ, «πῶς ἔσται μοι τοῦτο;» Καὶ εἶπε πρὸς αὐτὴν ὁ ἄγγελος· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ». Ἐπεί, φησίν, ἤκουσας ὅτι «ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται», μὴ ζήτει κατὰ φύσιν τὰ ὑπὲρ φύσιν, μηδὲ τὰ ἄφραστα ἑρμηνεύειν ἀπαίτει, τὰ καὶ ἀγγέλοις καὶ ἀνθρώποις ἀπόκρυφα· τὸ Πνεῦμα δὲ τὸ ἅγιον καὶ ἡ δύναμις τοῦ Ὑψίστου οἰκήσασα ἐν σοὶ ἔργῳ διδάξει σε «πῶς ἔσται σοι τοῦτο». «Καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου καὶ αὕτη συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα».

Βλέπε, φησί, τὸ ὑπόδειγμα, πῶς ἡ συγγενής σου, στεῖρα οὖσα καὶ ἄκαρπος, παρ’ ἐλπίδα συνέλαβε, καὶ οὐ τὰ δεσμὰ τῆς στειρώσεως, οὐ τῶν σωμάτων ἡ νέκρωσις, οὐκ ἄλλο τι τὸ τοῦ Θεοῦ ῥῆμα κωλῦσαι δεδύνηται· καὶ μηθὲν τούτων λαβὼν κατὰ διάνοιαν Ζαχαρίας ὁ ἱερεὺς ἠθέτει μου τὰ εὐαγγέλια τὸ αὑτοῦ γῆρας καὶ <τὸ> προβεβηκὸς τῆς συζύγου προβαλλόμενος, διὸ καὶ τὸ τῆς σιωπῆς αὐτῷ ἐπήγαγον πρόστιμον, ἕως οὗ ἐν τοῖς καιροῖς αὐτῶν πληρωθῶσιν οἱ λόγοι μου. Καὶ ἰδοὺ ἐκεῖνος διέμεινε κωφεύων, ἡ δὲ στεῖρα συνέλαβε τὸν τῆς χάριτος πρόδρομον, «ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα». «Καὶ εἶπε Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος». Ἐπεὶ οὕτως ἔχει, φησίν, ὥστε μεγάλα καὶ ξένα μοι ἐπαγγέλλῃ, οἷα οὐ γεγόνασιν οὐδ’ οὐ μὴ γένωνται πλὴν ἐμοῦ πώποτε, «γένοιτό μοι κατὰ τὸ ῥῆμά σου». Ἐπεὶ γὰρ «κεχαριτωμένην» προσηγόρευσας, καὶ «χάριν εὗρον παρὰ τῷ Θεῷ» ἡ νεᾶνις ἐγώ, καὶ «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπ’ ἐμέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει μοι», καὶ τὸν υἱὸν τοῦ Ὑψίστου, ὡς λέγεις, συλλήψομαι καὶ μήτηρ Θεοῦ γενέσθαι ἀξιωθήσομαι, «γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος».

Εἶπε τὰ προσταχθέντα, ἔσπειρεν ὥσπερ δρόσον τὰ ῥήματα, κατὰ τὸ φάσκον λόγιον· «καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου», «καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος»· ἡ δὲ Παρθένος συνέλαβε «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου».

Ἐντεῦθεν μανθάνομεν τῆς παρθενίας τὸ ἀξίωμα, ὅτι κόσμος ἀνεκαινίσθη δι’ αὐτῆς ὁλόκληρος, ὥσπερ καὶ ἐκ λαγνείας καὶ ἀκολασίας κόσμος πάλαι κατεστράφη ὁλόκληρος. Ὅρα τὸν ἐπὶ τοῦ Νῶε κατακλυσμὸν καὶ τὴν τῶν Σοδόμων καταστροφὴν καὶ Ἰσραηλιτῶν τὴν κατάπτωσιν, «ὧν πάλαι τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ». Πρὸς ἐκείνους γὰρ εἴρηται τὸ «ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ»· πρὸς δὲ ἡμᾶς, «ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας» καὶ τὸ «ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Προσεκτέον μὴ τοῖς ὀφθαλμοῖς ἐμπαθῶς βλέπειν, ἵνα μὴ τῇ καρδίᾳ μοιχεύσωμεν καὶ μετ’ ὀλίγον καὶ τῇ σαρκί· σπεύσωμεν δὲ μᾶλλον δοῦλοι γενέσθαι Θεοῦ καὶ μὴ δοῦλοι τῆς ἁμαρτίας· ἁμαρτία γὰρ ὁ διάβολος καί ἐστι καὶ λέγεται. Ἐκεῖνος γάρ, φησὶν ὁ Χριστός, ἁμαρτία ἐστὶ καὶ λέγεται καὶ ἁμαρτίας πατήρ· καὶ ὅσοι ἀμετανοήτως τὴν ἁμαρτίαν ἐργάζονται, ἐκείνῳ καὶ δουλεύουσι καὶ θεραπεύουσι· καὶ οὐκ ἔστιν ὁ τοιοῦτος δοῦλος Θεοῦ οὔτε δοῦλος ἀνθρώπου ἀλλὰ δοῦλος τῆς ἁμαρτίας. Τάχα οὐκ ἤθελον εἰς τὴν σωτήριον ταύτην ἡμέραν καὶ τῆς χαρμοσύνης τὰ ῥήματα τούσδε συνάψαι τοὺς λόγους, ἵνα μὴ σκυθρωπάσωμεν κατὰ τὴν τῆς ἡμέρας χαράν· ἀλλ’ ἐπειδὴ περὶ παρθενίας καὶ ἀκολασίας διαφορὰν ὁ λόγος παρεδηλώσατο, δέον {ἵνα} ἐκ γραφικῶν μαρτυριῶν τοῦτο πιστῶσαι.

Ἀλλὰ πρὸς τὴν ἁγίαν Παρθένον καὶ τὸ ἱερὸν εὐαγγέλιον καὶ αὖθις τὸν λόγον συνάψωμεν, ἵνα τῆς ῥυπώδους ἁμαρτίας τὴν {μὲν} μνήμην καὶ τοὺς λόγους ἀποσεισάμενοι τὰ καθαρὰ καὶ ἄμωμα τῆς παναμώμου ἐξυφαίνοντες ῥήματα χαρμονικῶς ἑορτάσωμεν. «Καὶ εἶπε», φησί, «Μαριάμ· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος».

Ἡ δὲ Παρθένος χαρᾶς θείας καὶ εὐφροσύνης πλησθεῖσα «ἀνέστη μετὰ σπουδῆς», ὡς λέγει ὁ θεῖος Λουκᾶς, «καὶ ἐπορεύθη εἰς τὴν ὀρεινὴν εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ». Διατί «ἀνέστη μετὰ σπουδῆς» καὶ ἐπορεύθη πρὸς Ἐλισάβετ; μαθεῖν γὰρ ἔσπευδεν εἰ οὕτως ἔχει τὰ περὶ τοῦ Ζαχαρίου καὶ τῆς συζύγου αὐτοῦ, καθὼς ἀκήκοε παρὰ τοῦ ἀγγέλου. Ἔστι γὰρ ἐκ Ναζαρέτ, ἔνθα ἡ Παρθένος εὐηγγελίσθη, μέχρι καὶ τῆς Ἰουδαίας καὶ τοῦ οἴκου Ζαχαρίου ὡς ἡμερῶν τὸ διάστημα δύο ταχυδρόμων ἱππέων, καὶ εἰκὸς ἦν τὴν Παρθένον λανθάνειν τῆς Ἐλισάβετ τὴν σύλληψιν. Ὡς δὲ ἤκουσε παρὰ τοῦ ἀγγέλου ὅτι συνέλαβεν, «ἀνέστη μετὰ σπουδῆς» καὶ ἀπῄει πρὸς αὐτήν, ἵνα ἴδῃ εἰ οὕτως ἔχει, ὡς εἴρηται παρὰ τοῦ ἀγγέλου, καὶ τὰ ἐν αὐτῇ μηνύσων μεγαλεῖα τῇ συγγενεῖ, ἢ καὶ κατὰ θείαν πρόνοιαν, ὅπως αἱ μακάριαι μητέρες συνευφρανθῶσιν ἀλλήλαις· διὸ «καὶ ἀνέστη μετὰ σπουδῆς καὶ ἐπορεύθη εἰς τὴν ὀρεινὴν καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ».

Ὦ μακάριαι μητέρες πᾶσαν ἔννοιαν ἐξιστῶσαι καὶ παντὸς λόγου πεφυκυῖαι ἀνώτεραι· ὦ μακάριαι γαστέρες τηλικαῦτα ἐγγάστρια φέρουσαι· ἡ μὲν γὰρ Θεὸν ἐν σαρκί, «τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου», ἡ δὲ ἄγγελον ἐν ἀνθρώποις, τῆς μετανοίας τὸν κήρυκα, ἔνδον βαστάζουσα. «Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς». Ὅρα· οὐκ εἶπεν ὅτι· ὡς εἶδεν, ἀλλ’ ὅτι· «ὡς ἤκουσε τὸν ἀσπασμόν, ἐσκίρτησε τὸ βρέφος». Ἔγνω τὴν φωνὴν τῆς Δεσποίνης καὶ τοῦ Δεσπότου τὴν παρουσίαν καὶ ἀναστὰς προσεκύνησε τὸν ἐλθόντα Δεσπότην ἐν τῇ κοιλίᾳ τῇ μητρικῇ· καὶ διὰ τοῦτο «ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ». «Ἐσκίρτησεν ἐν ἀγαλλιάσει», οὐ πόνον ἢ ὀδύνην παρέχων τῇ ἐγκύῳ, ἀλλ’ «ἐσκίρτησεν ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;» Πρὸ μικροῦ γὰρ ἔλεγε πρὸς αὐτὴν ὁ ἄγγελος· «εὐλογημένη σὺ ἐν γυναιξί»· ἡ δὲ Ἐλισάβετ εἰποῦσα καὶ αὐτὴ τὸ «εὐλογημένη σὺ ἐν γυναιξὶ» προσέθηκε καὶ τὸ «εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου».

Ἐνηχηθεῖσα τῷ Πνεύματι καὶ τὴν αὐτῆς πρὸς αὐτὴν παρουσίαν εὐλαβουμένη μεγάλῃ φωνῇ ἐβόησε· «πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με», πρὸς δούλην καὶ δοῦλον βαστάζουσαν; καὶ «πόθεν μοι τοῦτο;» Γινώσκεις, ὦ θεία Ἐλισάβετ, ὅτι παρθένος οὖσα μήτηρ γέγονα τοῦ Κυρίου σου; τίς πρὸ ἐμοῦ ἐλθὼν ἀνήγγειλέ σοι τὰ ἐμοὶ μεγαλεῖα Θεοῦ; Ἐγὼ γὰρ παρεγενόμην μετὰ σπουδῆς ἅμα τῷ τὸν ἄγγελον ἀπελθεῖν ἀπ’ ἐμοῦ, καὶ πρὸ ἐμοῦ οὐδεὶς παρεγένετο τὰ κατ’ ἐμὲ ἀπαγγεῖλαί σοι· οὐκ εἶπόν σοι τὰ εἰς ἐμὲ γεγονότα· καὶ πόθεν τοῦ Κυρίου με γινώσκεις μητέρα; φωνῆς γὰρ καὶ μόνης ἤκουσας· καὶ πῶς με οἶδας ἐν κοιλίᾳ εὐλογημένον ἔχειν καρπόν; Τῷ Πνεύματι, φησί, πλησθεῖσα τῷ ἁγίῳ εἶδόν σε μητέρα Θεοῦ καὶ εὐλογημένον τὸν καρπὸν τῆς κοιλίας σου· καὶ «ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου», ὡς ἤκουσα τῆς φωνῆς σου, «ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου». Οὐ γὰρ ἠπίστησας κατὰ τὸν ἱερὸν Ζαχαρίαν, ὃς καὶ διαμένει σιωπῶν, ἀλλὰ καὶ ἐπίστευσας καὶ ηὔξω τὸ «γένοιτό μοι κατὰ τὸ ῥῆμά σου», ὥσπερ καὶ ὁ πατὴρ ἡμῶν «Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην». Καὶ διὰ τοῦτο μακαρία εἶ ὡς πιστεύσασα τὰ μηνυθέντα σοι παρὰ Κυρίου. «

Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός». Ὄντως «ἐποίησέ σοι μεγαλεῖα ὁ δυνατός», χωρηθεὶς ἐν σοὶ ὁ τῶν ὅλων ποιητής· καὶ συλλαμβάνεις παρθένος καὶ τίκτεις παρθένος καὶ θηλάζεις παρθένος καὶ μητρικῶς ἱκετεύεις ὑπὲρ ἡμῶν, τῶν Παρθένον καὶ Θεοτόκον ὁμολογούντων σε· καὶ καθὼς προεφήτευσας, «μακαρίζομέν σε πᾶσαι αἱ γενεαί». «Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν». Κατὰ γενεὰν δὲ καὶ γενεὰν μὴ ἐλλίπῃς, Πανάχραντε, πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν σῶν ἱκετῶν· ἐπεὶ γὰρ «τὸ ἔλεος αὐτοῦ εἰς τοὺς φοβουμένους αὐτόν» ἐστιν, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν. «Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ»· «ἐποίησε κράτος», ὅτι συνέτριψε τὸν Φαραὼ σὺν τοῖς ἅρμασι καὶ τοῖς ἀναβάταις καὶ αὖθις συνέτριψε τὰς βασιλείας τῶν ἀπίστων ἐθνῶν, καθὼς εἶδε Δανιήλ, τὸ δὲ κράτος τῆς αὐτοῦ βασιλείας οὐκ εἶχε τέλος. «Διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν»· εἰ γὰρ ἡ διάνοια τῶν ὑπερηφάνων διασκορπίζει αὐτούς, τίς δυνήσεται τούτους συνάξαι λοιπόν;

ὡσανεὶ ἔλεγεν ὅτι οἱ ὑπερήφανοι οὐ χρείαν ἔχουσιν ἄλλου τινὸς διασκορπίσαι αὐτούς· ἀρκεῖ γὰρ καὶ μόνη ἡ διάνοια τῆς καρδίας αὐτῶν διασκεδάσαι αὐτούς, κἄντε ἄνθρωποι τύχωσιν εἶναι, κἄντε δαίμονες. «Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς». Ἀλλὰ τίνες οἱ καθῃρημένοι ἐκ θρόνων δυνάσται, καὶ τίνες οἱ ἐκ ταπεινώσεως ὑψωθέντες; τίνες τε οἱ ἐκ πλουσίων ἀποσταλέντες κενοί, καὶ τίνες οἱ ἐμπεπλησμένοι τῶν ἀγαθῶν; Τὸν διάβολον καὶ τὸν Φαραὼ σὺν αὐτῷ, οἶμαι, λέγει. Ἐπεὶ ὁ μὲν ἔλεγε· «θήσω τὸν θρόνον μου κατὰ ἀνατολὰς καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ»· καὶ «καθεῖλεν» αὐτὸν ὁ Θεὸς ἄνωθεν κάτω, «καὶ ὕψωσε ταπεινοὺς» ἀνθρώπους καὶ «ἐνέπλησεν ἀγαθῶν» καὶ τοὺς πρὶν «πλουτοῦντας» ἀγγέλους «ἐξαπέστειλε κενούς», δαίμονας γεγονότας, καὶ «διεσκόρπισεν ὑπερηφάνους», ὡς εἴρηται ἀνωτέρω, «διανοίᾳ καρδίας αὐτῶν». Ὁ δέ, ὅτι «διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου»· καὶ καθεῖλε καὶ αὐτὸν ἐκ τοῦ θρόνου τῆς αὐτοῦ δυναστείας, «ἐν μέσῳ τῆς θαλάσσης», ὁ ταπεινὸς δὲ καὶ πεπεινασμένος λαὸς ὑψώθη ἐκ τοῦ βυθοῦ ᾄδων τῷ Θεῷ· «ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται». «Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ» καὶ τὰ ἑξῆς. «

Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς»· ἔμεινε δηλονότι ἄχρις ἂν τῆς Ἐλισάβετ «ὁ χρόνος ἐπλήσθη τοῦ τεκεῖν».

Τὸν Μάρτιον γὰρ ἡ Παρθένος τῇ Ἐλισάβετ παρέβαλε καὶ εὗρεν αὐτὴν ἑξαμηναῖον ἔγκυον, καθὼς εἶπεν αὐτῇ ὁ ἄγγελος. Καὶ μείνασα σὺν αὐτῇ ἐπὶ μῆνας τρεῖς, ἕως τοῦ χρόνου τοῦ τοκετοῦ αὐτῆς, καὶ οὕτως χαρᾶς πολλῆς καὶ θυμηδίας ἡ Παρθένος πλησθεῖσα «ὑπέστρεψεν» εἰς Ναζαρὲτ «εἰς τὸν οἶκον αὐτῆς». Ἐκεῖθεν γὰρ καὶ ὁ Ἰωσὴφ ἀνέβη ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ὅτε ἐν αὐτῇ ὁ τίμιος τόκος ἐγένετο, ὅπως πληρωθῶσι τῶν προφητῶν τὰ κηρύγματα· «Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα», φησίν, «οὐδαμῶς ἐλαχίστη εἶ· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ». Εἰς Ναζαρὲτ δὲ ἀνατρέφεται μετὰ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, «ὅπως Ναζωραῖος κληθήσεται». «Καὶ ὑπέστρεψεν» ἡ Παρθένος, ὡς εἴρηται, «εἰς τὸν οἶκον αὐτῆς», εὐφραινομένη καὶ ἀγαλλομένη τῷ πνεύματι.

Ἀλλ’ ἡμεῖς καὶ αὖθις τὸ «Χαῖρε» ταύτῃ γηθοσύνως καὶ γεγωνοτέρως ἐξειπόντες τέλος τῷ λόγῳ ἐπιθήσωμεν. Χαῖρε, ὦ θεοχώρητε καὶ θεοδόξαστε Δέσποινα, ὅτι διὰ σοῦ σταλάζουσι τὰ ὄρη γλυκασμὸν καὶ οἱ βουνοὶ ἀγαλλίασιν.

Χαῖρε, μυροθήκη ἁγία εὐωδιάζουσα τὰ σύμπαντα· {καὶ} «εἰς ὀσμὴν μύρου σου δραμούμεθα» οἱ πρὸς σὲ καταφεύγοντες. Χαῖρε, ξύλον ἀλόης λογικὸν εὐωδέστατον, τὸ τὸν οὐρανὸν καὶ τὴν γῆν εὐωδιάσαν καὶ τὴν δυσώδη ἀπιστίαν ἀφανίσαν.

Χαῖρε, φίλεργος μέλισσα κοσμηθεῖσα τὰ ἄνθη τῶν ἀρετῶν καὶ συλλαβοῦσα τὸν Κύριον. Χαῖρε, σίμβλον ἅγιον ἔνδον φέρον τὴν τοῦ κόσμου γλυκύτητα. Χαῖρε, τὸ μέλι τῆς χάριτος καταγλυκαῖνον τὰ σύμπαντα. Χαῖρε, θεοτίμητε θήκη παντοίων ἀρωμάτων πληρέστατε.

Χαῖρε, τῶν παρθένων τὸ κλέος, τῶν μιγάδων ἡ βοήθεια, τῶν ὀρφανῶν καὶ πτωχῶν ἡ θεία παράκλησις. Χαῖρε, Νύμφη πανάμωμε τοῦ παντάνακτος Χριστοῦ καὶ Θεοῦ τῶν ὅλων. Χαῖρε, παστὰς ὡραιοκόσμητε τοῦ ἀθανάτου νυμφίου.

Χαῖρε, κλίνη ἁγία βαστάζουσα ὃν βαστάζει τὰ Χερουβεὶμ καὶ χωροῦσα γαστρὶ τὸν ἀχώρητον Θεόν. Χαῖρε, παλάτιον καθαρὸν τοῦ Βασιλέως τῆς δόξης. Χαῖρε, χωρίον εὐρύχωρον, ἀνάπαυσις Θεοῦ. Χαῖρε, τῶν θλιβομένων παραμυθία καὶ εὐφραινομένων ἡ χαρμονή.

Χαῖρε, πλεόντων ἡ κυβέρνησις καὶ πεζοπορούντων ἐνίσχυσις. Χαῖρε, τρυγὼν ἡ φιλέρημος ἐρημίας τὸν κόσμον λυτρώσασα. Χαῖρε, ἁγία χελιδών, δι’ ἧς τὸ σωτήριον ἔαρ πρὸς ἡμᾶς παρεγένετο. Χαῖρε, ἀηδὼν καλλικέλαδε κελαδοῦσα τρανῶς καὶ προφητεύουσα ἔνδοξα.

Χαῖρε, ἡ παντοίων ἀγαθῶν προσαγωγὴ καὶ παντοίων κακῶν ἀπολύτρωσις. Χαῖρε, κἀγώ, πανακήρατε καὶ θεοχαρίτωτε Δέσποινα, ὡς τὰ σὰ μεγαλεῖα διανοούμενος καὶ ἀμυδρῶς ὀπτριζόμενος τὸ θεῖον κάλλος σου, Μητροπάρθενε· καὶ χαίρων προσφεύγω τῇ σκέπῃ σου τὸ τελευταῖον τοῦτο προσάγων σοι Χαῖρε.

Χαῖρε, ἁγνὴ περιστερὰ καὶ ὑπεράμωμε, ἐν ᾗ εὐδοκίᾳ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος ὁ Λόγος σεσάρκωται· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.