Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στους κορυφαίους και στους λοιπούς αποστόλους

Εγκωμιασμός του αποστολικού αξιώματος, αναφορά στην αρχική ανθρώπινη αδυναμία των μαθητών, την άρνηση και μετάνοια του Πέτρου, τη μετέπειτα ιεραποστολική παρρησία τους στα έθνη και το μαρτυρικό τους τέλος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 9

ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟΥΣ ΘΕΙΟΥΣ ΚΑΙ ΚΟΡΥΦΑΙΟΥΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΕΤΡΟΝ ΚΑΙ ΠΑΥΛΟΝ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΛΟΙΠΟΥΣ ΑΠΟΣΤΟΛΟΥΣ Εὐλόγησον, πάτερ. Τῶν ἀποστόλων καὶ μυστῶν καὶ φίλων καὶ ἀδελφῶν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν πανήγυριν ἄγοντες σήμερον, τίς ἱκανὸς ἀξίως τούτους ἀνευφημῆσαι; Εἰ γὰρ τοῖς τῶν ἐπὶ γῆς βασιλέων φίλοις καὶ ἀδελφοῖς πολλὴ παρὰ πάντων ἀπονέμεται ἡ τιμή, πολλῷ μᾶλλον τοὺς ἀξιωθέντας γενέσθαι φίλους καὶ ἀδελφοὺς κατὰ χάριν τοῦ βασιλέως τῆς δόξης. «Ὑμεῖς φίλοι μού ἐστε», φησίν, «ἐὰν ποιήσητε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν». Καί· «Ἐγὼ εἴρηκα ὑμᾶς φίλους, ὅτι πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν». Καί· «Ἀπελθοῦσαι», φησίν, «ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται». «Καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ» λύειν «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν» καὶ «ἀφιέναι ἁμαρτίας», «κἀγὼ πέμπω ὑμᾶς». Καί· «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται, ἄν τινων κρατῆτε, κεκράτηνται». Καί· «Ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ».

Διὰ τούτων οὖν καὶ τῶν τοιούτων ῥημάτων τὸ ἀποστολικὸν ὕψος καὶ τὸ ἀξίωμα καὶ τῆς τούτων τιμῆς τὸ ἀκρότατον ἀμυδρῶς πως εἰς νοῦν εἰληφὼς σιωπᾶν ὁ λογισμός μοι ἐπέσκηπτε, καὶ ὁ πόθος πρὸς τὸ εἰπεῖν τι καίριον εἰς τὴν τούτων πανήγυριν καὶ αὖθις ἀντικαθεῖλκεν. Οὗτοι γὰρ ὡς λογικοὶ «οὐρανοὶ διηγούμενοι δόξαν Θεοῦ» παύονται οὐδαμῶς· εἰ γὰρ καὶ τοῦ κόσμου σαρκικῶς ἀπεδήμησαν πρὸς τὸν ἀθάνατον νυμφίον αὐτῶν, ἀλλὰ τῷ πνεύματι καὶ θανόντες συνῶσι καὶ ἔτι λαλοῦσιν ἡμῖν. Καὶ ὁ λόγος ὁ θεῖος αὐτῶν πανταχοῦ περιέρχεται καὶ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν», ὡς προεῖπε Δαβίδ, «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Εἰ γὰρ καὶ ἡ πολύφθογγος γλῶσσα τούτων ἀρτίως σιγᾷ, ἀλλ’ ὁ λόγος αὐτῶν ὡς θεῖος ὄμβρος ψυχὰς ἀρδεύει πιστῶν· καὶ καθάπερ τὸ φῶς τοῦτο τὸ ἡλιακὸν ἀπελαύνει τὸ σκότος, οὕτω καὶ τὰ θεῖα δόγματα τούτων τριαδικῆς θεογνωσίας φῶς ἀντεισάγουσι. Ὀπαδοὶ γὰρ τοῦ μεγάλου φωτὸς ἀξιωθέντες γενέσθαι, χάριν πλείστην ἐκεῖθεν εὑράμενοι, ὡς φῶς τοῦ κόσμου καὶ ὡς ἅλας τῆς γῆς ἀπεστάλησαν καὶ ἔργῳ τὸν λόγον ἐπλήρωσαν. Φωτίζοντες γὰρ καὶ ἁλίζοντες ἀνθρώπων ψυχὰς οὐκ ἐπαύσαντο· μέσον γὰρ βασιλέων καὶ τυράννων καὶ δυναστῶν θαρσαλέως ἐχώρουν Χριστὸν ἐπίκουρον ἔχοντες. Ὡς ἄρνας γὰρ ὁ ποιμὴν ὁ καλὸς ἐξαποστείλας αὐτοὺς τῶν λύκων περιεγένοντο. «

Ἰδοὺ ἐγὼ ἀποστέλλω», φησίν, «ὑμᾶς ἐν μέσῳ λύκων ὡς πρόβατα», οὐχ ἵνα κατάβρωμα λύκων ὑμᾶς ἀπεργάσωμαι, ἀλλ’ ἵνα τοὺς λύκους εἰς πρόβατα μεταποιήσετε· «γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις», τὴν κεφαλὴν ὑμῶν τὸν Χριστὸν ἀρνήσεως πάσης τηροῦντες ἀσύνθλαστον, «καὶ ἀκέραιοι ὡς αἱ περιστεραί», ἄκακοι μὲν καὶ ἀγαθοὶ ἐπὶ τοῖς ἐπανισταμένοις ὑμῖν, ἐπάνω πάσης ἐξουσίας ἐπιγείου καὶ δυναστείας ἀφόβως διὰ τοῦ θείου κηρύγματος στερεῶς διαπετώμενοι. «Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν <δὲ> ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν.

Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. Πᾶς δὲ ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· καὶ ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς».

Ταῦτα οὖν ὁ μέγας Πέτρος κατὰ διάνοιαν ἔχων ἐν τῷ καιρῷ τῆς προδοσίας ἀντέλεγε τῷ Δεσπότῃ. Λέγοντος γὰρ ἐκείνου ὅτι «πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ», ἀντέλεγεν οὗτος ὅτι «κἂν πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι». Ἀκούων δὲ ὅτι «ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνήσει τρὶς ἀπαρνήσει με δίς», πάλιν ἀντέλεγεν, ὅτι «κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι». Ταῦτα καὶ οἱ ἄλλοι μαθηταὶ ὁμοίως εἶπον. Καὶ τάχα μὲν οὕτως εἶχε τούτων ἡ πρόθεσις, μήτε σκανδαλισθῆναι, μήτε ἀρνήσασθαι τὸν διδάσκαλον· ἐπελάνθανον <δὲ> τόδε, τὸ «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν». Διό, οὐδὲ εἶπον δὸς ἡμῖν βοήθειαν, Κύριε, μὴ ἀρνηθεῖν σε, καὶ ἐμεγαλαύχουν ἐξ οἰκείας δυνάμεως μήτε σκανδαλισθῆναι, μήτε ἀρνήσασθαι, μόνον δὲ ἔναυλον ἔχοντες, ὡς ἔφημεν, τὸ ὅστις με ὁμολογήσει ἢ ἀρνήσεται, ὁμολογήσω ἢ ἀρνήσομαι αὐτὸν κἀγώ. Ὅτε δὲ εἶδον κρατηθέντα τὸν Κύριον μετὰ μαχαιρῶν καὶ ξύλων, πάντων ὧν ἔλεγον ὡς ὀλίγον ἐπιλαθόμενοι, ἀφέντες αὐτὸν ἔφυγον. Καὶ ἔμαθον ἔργῳ τί ἐστι «τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής», ἵνα, ὅταν ἐνώπιον βασιλέων καὶ τυράννων παρρησιάζωνται ὕστερον, μηδὲν ἀφ’ ἑαυτῶν ποιεῖν τι ὑποτοπάσουσι. Διὸ καὶ πάντες μὲν οἱ μαθηταὶ ἀφέντες τὸν Διδάσκαλον ἔφυγον, ὁ δὲ τούτων κορυφαιότατος καὶ πλεῖόν τι ἐπεχείρησε τῶν λοιπῶν μαθητῶν.

Τὸν δοῦλον γὰρ τοῦ ἀρχιερέως ὠτότμητον ποιήσας εἵπετο τῷ Δεσπότῃ ὡς θερμότατος ἰδεῖν τί τὸ ἀποβησόμενον. Διὸ καὶ πλεῖον πάντων ὑφειστήκει τῷ πτώματι· κορασίου γὰρ μικροῦ μὴ ὑπενέγκας ἐρώτησιν ἠρνήσατο τρίτον ὅτι «οὐκ οἶδα τὸν ἄνθρωπον». Καὶ ἀναμαθὼν ἐξ ὧν ἔπαθεν ὅτι χωρὶς θείας ἐπικουρίας οὐ δύναταί τις ποιεῖν ἀγαθὸν καὶ τὴν οἰκείαν ἀσθένειαν ἐπιγνοὺς «ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς». Πῶς, φησί, συνηρπάγην; πῶς τὸν Διδάσκαλον ἠρνησάμην, ὃν πρὸ μικροῦ ὡμολόγουν Χριστὸν καὶ Υἱὸν τοῦ ζῶντος Θεοῦ, πρὸς ἣν ἐξεῖπεν ὁμολογίαν, ὡς «ἀσφαλῆ καὶ βεβαίαν», τὴν ἑαυτοῦ ἐκκλησίαν οἰκοδομεῖν, ὃς καὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐξεῖπέ μοι ἐγχειρεῖν; τί πέπονθα; πῶς ἐκλάπην; πῶς ὑστερήθην γλυκυτάτου Δεσπότου καὶ οὐρανομήκους ἐκπέπτωκα ἀξίας; Ὁ εἰληφὼς ἐξουσίαν δένειν καὶ λύειν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἁμαρτίας ἀνθρώπων πῶς ἐδέθην ἐπὶ τῆς γῆς; πῶς εὐτελοῦς κορασίου οὐχ ὑπέφερα φόβον; ποίας γὰρ ὑπέστην κολάσεις; ποίας μάστιγας δι’ αὐτὸν ἐδεξάμην καὶ ἠρνησάμην αὐτὸν καὶ εἶπον ὅτι «οὐκ οἶδα τὸν ἄνθρωπον»; ποῦ ἀπεκρύβη, τί γέγονεν ὁ πρὸς αὐτόν μου θερμότατος ἐκεῖνος ἔρως καὶ ἀνείκαστος πόθος, καὶ ἐν οὕτω βραχείᾳ ῥοπῇ τὸν ἐμὸν καὶ τοῦ κόσμου ἀπεῖπα Σωτῆρα;

Ἀλλὰ δέξαι μου, Δέσποτα, τὰ πικρότατα δάκρυα καὶ αὖθίς μοι ἔκτεινον χεῖρα βοηθείας, οὐ θαλαττίου με πόντου ὡς τὸ πρὶν διασῴζων, ἀλλ’ ἐκ βυθοῦ ἀπογνώσεως καὶ πολλῆς ἀθυμίας. Ταῦτα οὖν καὶ τὰ αὐτῶν παραπλήσια λέγων καὶ ἀποδυρόμενος μετὰ δακρύων πικρῶν συγγνώμης ἠξίωται· καὶ βυθοῦ μὲν ἀπογνώσεως ἀπαλλάττεται, οὐ μέντοι καὶ συγγνώμης εὐθὺς ἀπόφασιν δέχεται, ἕως οὗ Χριστοῦ τὴν ἀνάστασιν ὁ θεῖος ἄγγελος ταῖς μυροφόροις εὐηγγελίσατο. «Πορευθεῖσαι», φησίν, «εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν»· «τῷ Πέτρῳ» προστεθεὶς τὸ δέος ἐξέβαλε τῆς ἀρνήσεως· μήπως, φησί, πτοηθῇ τὸν Δεσπότην ἐλθεῖν εἰς τὴν Γαλιλαίαν. Οὐ μόνον γὰρ συγγνώμης ἁπλῶς ὁ φιλάνθρωπος τὸν ἀρνηθέντα αὐτὸν κατηξίωσεν, ἀλλὰ καὶ πρῶτον τῶν λογικῶν ποιμνίων αὐτοῦ ποιμένα κατέστησεν. «Εἰ φιλεῖς με», φησί, «ποίμαινε τὰ πρόβατά μου». Καὶ ταῦτα μὲν τῶν μαθητῶν ὁ πρωτόθρονος καὶ τὰ τούτων ἀκόλουθα.

Ὅρα δέ μοι λοιπὸν καὶ τοὺς λοιποὺς μαθητάς, οἵου καὶ ὅσου φόβου γεγόνασι κάτοχοι. Οὐ μόνον ἁπλῶς ὅτι κρατηθέντα τὸν Κύριον ἐξέφυγον, ἀλλ’ ὅτι καὶ μετὰ τὸ σωτήριον αὐτοῦ πάθος καὶ τὴν ἔγερσιν <τῶν> θυρῶν κεκλεισμένων εἴσω ἐκάθηντο, καίτοι γε ἅπαξ καὶ δὶς καὶ μεθ’ ἡμέρας ὀκτὼ τούτοις ἐν μέσῳ σταθεὶς τῶν θυρῶν κεκλεισμένων καὶ βεβαιῶν αὐτοῖς τὴν ἐκ νεκρῶν αὐτοῦ ἐξανάστασιν, οὐδ’ οὕτως ἐτόλμουν πρὸς Ἰουδαίους ὀφθῆναι. Διὸ καὶ ἔξω τῆς Ἰουδαϊκῆς συναυλίας πρὸς τὸ ὄρος τῆς Γαλιλαίας αὐτοὺς συγκαλεῖται, ἵνα ἀφόβως καὶ ἀδεῶς ἐκεῖ τῆς αὐτοῦ ἀπολαύσωσιν ὁμιλίας. Ταῦτα δὲ συνοπτικῶς ὁ λόγος διεξῄει, οὐχ ἵνα τῶν σωτηρίων κηρύκων κατηγορήσῃ ἁπλῶς, ἀλλ’ ἵνα τὴν ἀνθρωπίνην πρῶτον ἀποδείξῃ ἀσθένειαν καὶ αὖθις ἀνθυποδείξῃ ὅσον καὶ οἷον παρὰ Θεοῦ ἔλαβον θάρσος καὶ δύναμιν μετὰ τὸ θεῖον πάθος καὶ τὴν ἔγερσιν. Ὅτι δὲ οὐ περὶ Πέτρου μόνου καὶ Παύλου, ἀλλὰ περὶ πάντων τῶν ἀποστόλων διαλεγόμεθα, ξενιζέσθω μηδείς. Οὐκ ἀκουσίως γὰρ ἀλλ’ ἑκουσίως τοῦτό γε μᾶλλον πεποιήμεθα, διὰ τὸ σήμερον μὲν τῶν πρωτοθρόνων, αὔριον δὲ τῶν πάντων ἀποστόλων ἄγομεν τὴν πανήγυριν.

Ἐπεὶ δὲ τὴν ἀνθρωπίνην ἀσθένειαν αὐτῶν καὶ τὸ δέος ἐξείπαμεν, φέρε δὴ καὶ τὴν τούτων ἀνδρείαν καὶ δύναμιν κατὰ τὸ ἡμῖν ἐφικτὸν πάλιν ἐξείπωμεν. Καὶ ἴδωμεν τοὺς ὧδε κἀκεῖ κρυπτομένους καὶ φεύγοντας καὶ μηδὲ εἰς πρόσωπον Ἰουδαίων ὀφθῆναι τολμῶντας, ὅσης παρρησίας μετὰ τὸν σταυρὸν καὶ <τὴν> ἀνάστασιν καὶ Πνεύματος παρουσίας γεγόνασι μέτοχοι.

Μεθ’ ὃ γὰρ ἐπήρθη ἐν τῷ σταυρῷ «ὁ ἥλιος τῆς δικαιοσύνης», «καὶ ἡ σελήνη» ἐκκλησία «ἔστη ἐν τῇ τάξει αὐτῆς» κατὰ τὸν ἅγιον Ἀββακούμ, τότε ἐπὶ τοὺς ἵππους καὶ ἱππασίας τοῦ Θεοῦ Λόγου ἔπεισιν ἡ σωτηρία· «καὶ ἐπεβίβασεν εἰς θάλασσαν», ἤτοι οἰκουμένην, «τοὺς ἵππους» ἀπολεῖν τὰ κύματα τῆς κακίας, πρὸς τὸ ἐξάξαι πρὸς πίστιν ἐκ βυθοῦ ἀπιστίας τῶν ἀνθρώπων τὰ στίφη. Τότε ἀφέντες τὸ ὧδε κἀκεῖ ἀποκρύπτεσθαι, εἰς φῶς ὡς φωστῆρες τῆς οἰκουμένης ἐξίεσαν τὸ φῶς τὸ ἀληθινὸν τρανῶς καταγγέλλοντες. «Εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς σου ὅπλων σου». Καί· «Ὑμεῖς ἐστε», φησί, «φῶς τοῦ κόσμου καὶ τὸ ἅλας τῆς γῆς».

Τότε γὰρ πρὸς Ἰουδαίους, πρὸς Πάρθους, πρὸς Μήδους, πρὸς Ἐλαμίτας, πρὸς Ἰνδούς, πρὸς Σκύθας, πρὸς Ῥωμαίους, καὶ ἁπαξαπλῶς πρὸς βόρειά τε καὶ νότια καὶ ἑῷά τε καὶ ἑσπέρια, πρὸς βασιλεῖς καὶ δυνάστας, πρὸς τυράννους καὶ ἡγεμόνας, πρὸς πᾶσαν πόλιν καὶ χώραν, πρὸς πᾶσαν γλῶσσαν καὶ γένος θαρσαλέως ἐχώρουν. Οἱ πρὸ μικροῦ γὰρ πρὸς Ἰουδαίους μόνον, ἐξαίφνης ἐπαρρησιάζοντο καὶ ἔχαιρον «ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν ἀτιμασθῆναι»· ἀλλὰ καὶ πᾶσαν περινοστοῦντες τὴν οἰκουμένην τὸν θεῖον λόγον κατέσπειραν καὶ μυρίας ἐκ τῶν τυράννων ὑποστάντες τὰς θλίψεις προέκριναν τῆς ζωῆς ταύτης τὸν θάνατον, ὥστε «ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι» ἐφέσεως ἔχοντες. Ἐστάλησαν δὲ ὡς ἐργάται ὀλίγοι θερίσαι καὶ συνάξαι πρὸς θεῖα σιτοδοχεῖα τὴν παγκόσμιον ψυχοσύλλεκτον ἄρουραν. Ἐστάλησαν δεκαδύο λίθοι ἐκλεκτοὶ τὴν οἰκουμένην φωτοβόλοις ἀστραπαῖς καταπλουτίσαι καὶ λάμψαι.

Οὐ σάρδιον λέγω καὶ πάζιον, οὐ σμάραγδόν τε καὶ ἄνθρακα, οὐ σάμφειρον καὶ ἰάσπιν, οὐχ ὑάκινθον καὶ ἀχάτην, οὐκ ἀμέθυστον καὶ χρυσόλιθον ἢ βηρύλλιον καὶ ὀνύχιον, ἐν οἷς καὶ χαίρουσιν οἱ φιλόϋλοι, ἀλλὰ Πέτρον λέγω καὶ Παῦλον, Λουκᾶν τε καὶ Ματθαῖον καὶ Μᾶρκον, Ἰωάννην, Ἀνδρέαν ὁμοῦ καὶ Θωμᾶν, Βαρθολομαῖον καὶ Σίμωνα, Ἰάκωβον καὶ Φίλιππον, τὴν ἔμψυχον δωδεκάδα τῶν λίθων τῶν ἐκλεκτῶν, ἐξ ὧν κατηγγέλθη ὁ λίθος ὁ ἀκρογωνιαῖος, «ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες» κακῶς Ἰουδαῖοι καὶ Φαρισαῖοι, «ὃς καὶ ἐγενήθη εἰς κεφαλὴν γωνίας» συνδήσας καὶ συναρμόσας καὶ διακοσμήσας καλῶς τὴν οἰκίαν τὴν ἑαυτοῦ, ἤγουν τὴν ἐκκλησίαν, «καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν» «καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς».

Ἐστάλησαν ὡς ἀστέρες πολύφωτοι «τὸν ἥλιον τῆς δικαιοσύνης» τοῖς ἐν σκότει κηρύξοντες καὶ τὸν ζόφον τῆς ἀγνωσίας μειώσοντες, τὸ δὲ φῶς τῆς θεογνωσίας «εἰς ἔθνη μακρὰ» ἐξαπλώσοντες, ἵνα, κατὰ τὸν ἅγιον Ἠσαΐαν, «οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι» ὅτι «ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν», ἀλλὰ «τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν» καὶ «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν», δηλαδὴ ἐπὶ τὸν σταυρόν, «καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη». Ἐστάλησαν ὡς πιστοὶ στρατιῶται τοῦ βασιλέως τῆς δόξης οὐ μόνον πεζοὶ καὶ στρατιωτικῆς πανοπλίας πάσης ἐκτός, ἀλλὰ καὶ ῥάβδων καὶ δύο χιτώνων καὶ ὑποδημάτων χωρίς, ἅμα μὲν ἵνα φανῶσι «πόδες ὡραῖοι τῶν εὐαγγελιζομένων εἰρήνην», ἅμα δὲ ἵνα τὸ τρόπαιον ἀξιαγαστότερον γένηται καὶ οἱ ἄρραβδοι καὶ ἀνυπόδητοι τοὺς ὡπλισμένους καὶ ἰσχυροὺς καταβαλόντες νικήσωσιν.

Ἐστάλησαν ὡς ἀρνία, καὶ πολλοὺς λύκους θηρεύσαντες τῷ μεγάλῳ ποιμένι ὡς πρόβατα ἐνεγκόντες προσήγαγον. Ἐστάλησαν ὡς στρουθία ἐν μέσῳ τῶν θηρευτῶν, καὶ τὰς παγίδας συντρίψαντες τοὺς θηρευτὰς ἀντεθήρευσαν καὶ «θυσίαν ζῶσαν εὐάρεστον τῷ Θεῷ» τούτους προσήνεγκαν, ἐξ ὧν καὶ ὁ μέγας τυγχάνει Διονύσιος καὶ πλεῖστοι ἄλλοι σὺν τούτῳ.

Κακῶς θηρεύων ὁ Σαῦλος ποτὲ καὶ δεινῶς ἐκπορθῶν τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ «βλάσφημος ὢν καὶ διώκτης καὶ ὑβριστής», ὡς αὐτὸς περὶ αὐτοῦ γράφων λέγει, καὶ εἰς Δαμασκὸν ἀπιὼν θηρεῦσαι κακῶς ἀντιθηρᾶται καλῶς. Ἀκούσας γὰρ «Σαούλ, Σαούλ, τί με διώκεις;» τυφλοῦται καλῶς ὁ βλέπων κακῶς. Κῆρυξ ἐξάπινα ὁ βλάσφημος γίνεται· ὁ διώκτης ἀπόστολος· ὁ τὸ ποίμνιον τοῦ Χριστοῦ σπαράττων ὡς λύκος Χριστοῦ πρόβατον ἀναδείκνυται καὶ «σκεῦος ἐκλογῆς» ἀπαρτίζεται καὶ «εἰς ἔθνη μακρὰ» τὸ τοῦ Χριστοῦ ὄνομα βαστάζων πορεύεται καὶ πλεῖον τῶν πρὸ αὐτοῦ ἀποστόλων ἐν τῷ εὐαγγελίῳ κοπιῶν οὐ κορέννυται καὶ καθ’ ἡμέραν θνῄσκειν τοῖς πόνοις οὐ παύεται καὶ ἡ τούτου καθ’ ἡμέραν ἐπίστασις ἡ μέριμνα γίνεται πασῶν τῶν ἐκκλησιῶν καὶ ὁ καλῶς ἐξ ἄνωθεν θηρευθεὶς πολλοὺς θηρεύειν διαγωνίζεται, μεθ’ ὧν καὶ τὸν μέγαν ὡς προέφημεν εἰπόντες ἀντιθηρᾷ Διονύσιον. Ἐστάλησαν ὡς ἰατροὶ φάρμακα μὲν συνήθη καὶ ξυρία φέροντες οὐδαμῶς, «τὴν μάχαιραν δὲ τοῦ Πνεύματος» ἔχοντες. Ἔτεμνον, ἔκαιον, ἐπίπασσον ἱλαρῶς καὶ ψυχὰς μετὰ σωμάτων ὁμοῦ καλῶς ἐθεράπευον. Ἐστάλησαν ὡς γεωργοί, καὶ ὑλομανούσας χώρας ἐμψύχους τῆς ἀσθενείας ἐκάθηραν καὶ «νεώσαντες νεώματα» τῷ ἀρότρῳ τῆς χάριτος τὸν θεῖον λόγον κατέσπειραν.

Ἐστάλησαν <ὡς> οἰκοδόμοι καὶ τέκτονες, καὶ τὴν μεγάλην οἰκίαν ὡς ἀσφαλεῖς οἰκοδόμοι, τὴν σωστικὴν κιβωτὸν τοῦ Χριστοῦ ἐκκλησίαν, ἀσφαλῶς ᾠκοδόμησαν καὶ ὡς ἀρχιτέκτονες ἄριστοι τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος ταύτην ὀροφώσαντες ἐτελείωσαν, οὐχ ἵνα κατακλυσμοῦ ὑδάτων αὐτὴν καὶ τοὺς αὐτῆς ἐπιβάτας ἁπλῶς διασώσουσι καὶ ἐπάνω τῶν ὀρῶν Ἀραρὰτ ἀκινδύνως ἐγκαθορμίσουσιν, ἀλλ’ ἵνα εἰδωλολατρίας, κατακλυσμοῦ ἀσεβείας καὶ ἀσβέστου πυρὸς αἰωνίου αὐτὴν ἀπαλλάξουσι καὶ ὕδατος καὶ Πνεύματος ἐπάνω τῶν οὐρανίων ἁψίδων αὐτὴν ἀναπέμψουσι, τὸν ζοφερὸν δὲ διάβολον κόρακα ὡς σαρκοβόρον ὁμοῦ καὶ φιλόβρωμον ἐξ αὐτῆς ἀπελάσουσιν. Ἐστάλησαν ἐξ ἀμπέλου ἀληθινῆς <ὡς> κλήματα· «καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ». Ἐστάλησαν <ὡς> υἱοὶ βροντῆς, ὡς νεφέλαι δροσώδεις ἅγιαι καὶ ὡς βέλη σωτήρια, τὸ μὲν ἵνα τὸν θεῖον ὄμβρον ἀποσταλάξουσι, τὸ δὲ ἵνα ὡς βέλη θεῖα καὶ γλυκερὰ φιλοθέους κατατρώσουσιν, ὅτι «τετρωμένος», φησίν, «ἀγάπης ἐγὼ» καὶ «ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι» καὶ ὅτι «φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται».

Καὶ τί δεῖ πολλὰ παροιμιάζειν αὐτοὺς καὶ τὸν λόγον μηκύνειν; Ἐπεὶ γὰρ ἤκουσαν τὸ «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων», ἔδει πάντως ἔργῳ πληρωθῆναι τὸν λόγον καὶ σταλῆναι ὡς ἁλιεῖς καὶ ἁλιεύειν ἀνθρώπους διὰ λόγου σαγήνης καὶ καλάμου σταυροῦ καὶ λογικοὺς ἰχθύας προσάγειν τῷ πέμψαντι· ὅπερ καὶ γέγονεν. Οὗτοι γὰρ τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον εὑράμενοι θησαυρὸν πάντα ὅσα εἶχον ἐπώλησαν καὶ τοῦτον ἠγόρασαν καὶ ἐγένοντο μεγαλέμποροι τὸν τίμιον μαργαρίτην κτησάμενοι· καὶ ὡς κόκκος σινάπεως καὶ ὡς ζύμη μικρὰ εἰκαζόμενοι, τῷ πλάτει τοῦ κόσμου ἀντιβαλλόμενοι, τὸν κόσμον ὅλον ταῖς διδαχαῖς ὡς σάτα τρία ἀλεύρου ζύμῃ μικρᾷ γυναικὸς καλῶς κατεζύμωσαν· καὶ ἡ κόκκος τῆς σίναπος διδαχῆς αὐτῶν δενδρωθεῖσα οὐρανίους ἁψῖδας κατέλαβεν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ θεῖα στρατεύματα ἐν τοῖς κλάδοις ταύτης ἐπαναπαύοντο, ὡς τρισαγίου μονάδος μυσταγωγοῦ φέροντα στελέχη. Οὕτως οὖν σταλέντες, ὡς ἵπποι, ὡς φωστῆρες, ὡς ἅλας, ὡς ἐργάται, ὡς λίθοι, ὡς στρατιῶται, ὡς ἀρνία, ὡς στρουθία, ὡς ἰατροί, ὡς γεωργοί, ὡς οἰκοδόμοι, ὡς τέκτονες, ὡς κλήματα, ὡς τέκνα βροντῆς, ὡς νεφέλαι, ὡς βέλη, ὡς ἁλιεῖς, ὡς ἔμποροι καὶ ὡς ζύμη καὶ ὡς σίναπος, τί ἐνήργησαν;

Ἄκουε καὶ πρόσεχε τῶν λεγομένων τὴν δύναμιν· ἐτάραξαν, ἐφώτισαν, ἤρτυσαν, ἔσπειραν, ἐθέρισαν, ἰάτρευσαν, ᾠκοδόμησαν, ἐτεκτόνευσαν, ἐκαρποφόρησαν, ἐβρόντησαν, ὄμβρησαν, ἔτρωσαν, ἡλίευσαν, ἐμπορεύθησαν, ἐζύμωσαν, ὕψωσαν πρὸς θεογνωσίαν τοὺς ὁμοφυεῖς ὡς μύσται Χριστοῦ.

Οὕτως οὖν οἱ μακάριοι τὸν καλὸν ἀγωνισθέντες ἀγῶνα, τὸν δρόμον τετελεκότες, τὴν πίστιν τετηρηκότες ἔφεσιν εἶχον τοῦ «ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι» καὶ λαβεῖν παρ’ αὐτοῦ τῆς δικαιοσύνης τὸν στέφανον, ὡς πολλὰς ὑπὲρ τούτου ὑπομείναντες θλίψεις καὶ πλείους παρ’ αὐτοῦ δεξάμενοι παρακλήσεις· εἶχον γὰρ αὐτὸν μεθ’ ἑαυτῶν πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος τῆς ἑαυτῶν ζωῆς, καθὼς αὐτοῖς προϋπέσχετο.

Ἀλλ’ ὅμως εἶχον ἐπιθυμίαν τοῦ διηνεκῶς μετ’ αὐτοῦ εἶναι· ὃ δὴ καὶ ἐγένετο. Ἐπεὶ γὰρ τὸ ἔργον ἐτελείωσαν, ὃ παρ’ αὐτοῦ ἔλαβον, ἔδει αὐτοὺς πρὸς αὐτὸν ἀναλῦσαι· καὶ ἀνέλυσαν οὐκ ἐν ἡμέρᾳ μιᾷ, οὐδὲ ὁμοῦ πάντες τὸ μακάριον τέλος εἰλήφασιν, ἀλλ’ ὁ μὲν πρῶτον, ὁ δὲ ὕστερον μετὰ πλείστου χρόνου περίοδον. Καὶ ὁ μὲν εἰς Ἰνδίαν, ἤτοι ὁ Θωμᾶς, ὁ δὲ εἰς Ἀλεξάνδρειαν, ἤγουν ὁ Μᾶρκος, Ἰάκωβος εἰς Ἱεροσόλυμα, Φίλιππος εἰς Ἱεράπολιν, Ἰωάννης εἰς Ἔφεσον, καὶ ἄλλος ἀλλαχοῦ καὶ ἕτερος πάλιν ἑτέρωθι. Οἱ τούτων κορυφαῖοι Πέτρος ὁ θεῖος σὺν Παύλῳ τῷ θεσπεσίῳ, ὧν καὶ τὴν ἱερὰν σήμερον πανήγυριν ἄγομεν, ἐν Ῥώμῃ τῇ πρεσβυτέρᾳ πρὸς Νέρωνος τοῦ τυράννου τὸ μακάριον τέλος εἰλήφασιν· ὁ μὲν γὰρ οὐκ ἄξιον κρίνων ἑαυτὸν σταυρωθῆναι ὄρθιον καὶ δεσποτικὸν φέρειν ὁμοίωμα ἐξ ἀντιστρόφως τῷ σταυρῷ αἰτησάμενος καθηλοῦται, ὁ δὲ τὴν θείαν κάραν ἀποτμηθείς, ἑκάτεροι τὰς ψυχὰς τῷ Κυρίῳ παρέδοσαν· καὶ τὸ στέφος τῆς νίκης ἀναδησάμενοι, ἀπόστολοι ἅμα καὶ μάρτυρες καὶ φίλοι καὶ μύσται καὶ ἀδελφοὶ τοῦ Σωτῆρος γενόμενοι, σὺν αὐτῷ ἀσυγκρίτως εὐφραίνονται. «Θέλω», φησί, «Πάτερ, οὓς δέδωκάς μοι, ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου».

Τοῦτο δέ, οἶμαι, οὐ περὶ τῶν ἀποστόλων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ πάντων <τῶν> πιστῶν καὶ ἀγωνιζομένων καλῶς· βούλεται γὰρ τῆς αὐτοῦ βασιλείας καὶ δόξης πάντας μεθέξαι καὶ οὐκ ἀποστόλους {καὶ} μόνους. Καὶ ὅτι τοῦτο ἀληθές, αὐτοῦ τοῦ Δεσπότου ἄκουσον λέγοντος· «Οὐ περὶ αὐτῶν», Πάτερ, φησίν, «ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας.

Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί»· ἐγὼ ἐν αὐτοῖς ὡς ἄνθρωπος δι’ αὐτούς, ἵνα ὦσιν ἕν, καθὼς καὶ ἡμεῖς τῇ οὐσίᾳ ἕν ἐσμεν, καὶ σὺ ἐν ἐμοὶ ὡς Θεὸς σὺν Θεῷ Λόγῳ καὶ Υἱῷ, «ἵνα ὦσι» τῇ πίστει καὶ ἀγαθοεργίᾳ «τετελειωμένοι εἰς ἕν». «Οὐ περὶ αὐτῶν δέ», ἤτοι τῶν ἀποστόλων, «ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἐν ἡμῖν ἓν ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι».

Γένοιτο δὲ καὶ ἡμᾶς πρεσβείαις τῶν κλεινῶν ἀποστόλων σου εἰς αἰῶνας αἰώνων μετὰ σοῦ εἶναι, Χριστὲ βασιλεῦ, ἵνα τὴν πατρικήν σου κατοπτεύοντες †δόξαν τῷ κράτει σου† σὺν Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.