Ἀλλ’ ὅμως εἶχον ἐπιθυμίαν τοῦ διηνεκῶς μετ’ αὐτοῦ εἶναι· ὃ δὴ καὶ ἐγένετο. Ἐπεὶ γὰρ τὸ ἔργον ἐτελείωσαν, ὃ παρ’ αὐτοῦ ἔλαβον, ἔδει αὐτοὺς πρὸς αὐτὸν ἀναλῦσαι· καὶ ἀνέλυσαν οὐκ ἐν ἡμέρᾳ μιᾷ, οὐδὲ ὁμοῦ πάντες τὸ μακάριον τέλος εἰλήφασιν, ἀλλ’ ὁ μὲν πρῶτον, ὁ δὲ ὕστερον μετὰ πλείστου χρόνου περίοδον. Καὶ ὁ μὲν εἰς Ἰνδίαν, ἤτοι ὁ Θωμᾶς, ὁ δὲ εἰς Ἀλεξάνδρειαν, ἤγουν ὁ Μᾶρκος, Ἰάκωβος εἰς Ἱεροσόλυμα, Φίλιππος εἰς Ἱεράπολιν, Ἰωάννης εἰς Ἔφεσον, καὶ ἄλλος ἀλλαχοῦ καὶ ἕτερος πάλιν ἑτέρωθι. Οἱ τούτων κορυφαῖοι Πέτρος ὁ θεῖος σὺν Παύλῳ τῷ θεσπεσίῳ, ὧν καὶ τὴν ἱερὰν σήμερον πανήγυριν ἄγομεν, ἐν Ῥώμῃ τῇ πρεσβυτέρᾳ πρὸς Νέρωνος τοῦ τυράννου τὸ μακάριον τέλος εἰλήφασιν· ὁ μὲν γὰρ οὐκ ἄξιον κρίνων ἑαυτὸν σταυρωθῆναι ὄρθιον καὶ δεσποτικὸν φέρειν ὁμοίωμα ἐξ ἀντιστρόφως τῷ σταυρῷ αἰτησάμενος καθηλοῦται, ὁ δὲ τὴν θείαν κάραν ἀποτμηθείς, ἑκάτεροι τὰς ψυχὰς τῷ Κυρίῳ παρέδοσαν· καὶ τὸ στέφος τῆς νίκης ἀναδησάμενοι, ἀπόστολοι ἅμα καὶ μάρτυρες καὶ φίλοι καὶ μύσται καὶ ἀδελφοὶ τοῦ Σωτῆρος γενόμενοι, σὺν αὐτῷ ἀσυγκρίτως εὐφραίνονται. «Θέλω», φησί, «Πάτερ, οὓς δέδωκάς μοι, ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου».