Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰς ᾠδάς

Νεόφυτος ὁ Ἔγκλειστος

Ερμηνεία της πρώτης ωδής του Μωυσέως

Ερμηνευτικός σχολιασμός της επινίκιας ωδής του Μωυσέως και της προφήτιδας Μαριάμ μετά τη θαυμαστή διάβαση της Ερυθράς Θάλασσας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 8

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΙΑʹ ΕΙΣ ΤΑΣ ΤΡΕΙΣ ῼΔΑΣ ΠΡΩΤΑΣ ΕΥΣΥΝΟΠΤΟΣ ΕΡΜΗΝΕΙΑ ᾨδὴ αʹ Ἄρδην βυθίσας Φαραὼ Μωσῆς λέγει. ᾨδὴ Μωυσέως ἐν τῇ ἐξόδῳ. Εὐλόγησον, πάτερ. Πάσης ᾠδῆς πρεσβυτέρα ἡ διὰ Μωϋσέως λεχθεῖσα τῇ ἐκ τῆς Αἰγύπτου ἐξόδῳ ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ, ὁπηνίκα τὸν διώκτην εἶδον Φαραὼ σὺν τῇ αὐτοῦ παντευχίᾳ ἀποπνιγέντα.

Πρῶτος Μωϋσῆς ἀνεβόησε τὴν ἐπινίκιον ᾠδὴν καὶ σὺν αὐτῷ ᾖδον τὰ πλήθη τῶν ιβʹ φυλῶν λέγοντα· «ᾌσωμεν τῷ Κυρίῳ ἐνδόξως γὰρ δεδόξασται», ἤτοι μεγαλοπρεπεστέρως, ἀρτίως, «δεδόξασται»· τὴν ἱππασίαν Φαραὼ μετὰ τῶν ἀναβατῶν ἐβύθισεν εἰς θάλασσαν. «Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν· οὗτός μου Θεὸς καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ πατρός μου», ἤτοι τοῦ Ἀβραάμ, «καὶ ὑψώσω αὐτόν». Αὐτός μοι ἐγένετο σωτὴρ ἐκ τῶν διωκτῶν κἀγὼ ὑψώσω, κηρύξω, μεγαλυνῶ τὸ ὄνομα αὐτοῦ. «Κύριος ὄνομα αὐτῷ», ὡς κυριεύων ἁπάντων καὶ «συντρίβων καὶ ἐξαφανίζων πολέμους». «Ἅρματα» ὀχήματα «Φαραὼ καὶ τὴν αὐτοῦ πανοπλίαν ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους», ἐκλεκτούς, «ἀναβάτας» ἐπὶ τοῦ ἅρματος, «τριστάτας», τρεῖς ἐπὶ τοῦ ἅρματος ἑστῶτας, ἡνίοχος ὁ εἷς, οἱ δὲ δύο πολεμισταί. Οὕτω γὰρ τὰ ἐκλεκτὰ ἑξακόσια ἅρματα ἦσαν καθωπλισμένα, ἀνὰ τριῶν ἀναβατῶν καὶ ἀνὰ δύο σαρδανῶν καὶ θρασυτάτων ἵππων, δοκοῦντες τὸν φυγάδα ἐκεῖνον λαὸν ὡς πεζικὸν καταπατεῖν καὶ συντρίβειν διὰ τῶν ἵππων καὶ τῶν ἁρμάτων, καθ’ ὃν τρόπον δράγματα ἐν ἅλωνι τὰ ζεύγη.

Ὁμοίως καὶ τὰ ἑξῆς περὶ δόξης Θεοῦ καὶ διατομῆς τῆς θαλάσσης διαλαβὼν καὶ αὖθις φησίν· «Ἀποστείλας τὸ πνεῦμα», τὸν βίαιον νότον ἐκεῖνον, «ἐκάλυψεν αὐτοὺς θάλασσα» καὶ τὰ ἑξῆς. Εἶτα κηρύττει, ὅτι «οὐδεὶς ὅμοιός σοι ἐν θεοῖς, Κύριε», τοιαῦτα τερατουργῶν.

Εἶτα προφητεύει περὶ τῶν ἀρχόντων Ἐδὼμ καὶ Μωάβ, ὅτι «ἐπιπέσοι ἐπ’ αὐτοὺς φόβος καὶ τρόμος μεγέθει», ὅπερ καὶ γέγονε. Διὸ καὶ Βαλαὰκ βασιλεὺς Μωὰβ μετεστείλατο ἐντίμως τῷ μάντει Βαλαὰμ ἐκ τῆς Μεσοποταμίας, ἵνα ἐπαράσηται τὸν λαόν. Ὃς ἐλθών, ἀντὶ τοῦ ἐπαράσασθαι εὐλογήσεσι μᾶλλον καὶ ἐπαίνοις ἐμεγάλυνε τὸν λαόν. Πνεῦμα γὰρ Θεοῦ γενόμενον ἐπ’ αὐτῷ μεγαληγόρως περὶ τοῦ Χριστοῦ προεφήτευσεν· «Ὡς καλοί σου», λέγων, «οἱ οἶκοι Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ» καὶ τὰ ἑξῆς. Καὶ ὅτι «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἐξελεύσεται ἄνθρωπος ἐξ Ἰσραήλ». Ἵνα μὴ δόξῃ ἄστρον ἁπλῶς λέγειν ἀνθρώπου ἐκεῖνο τὸ ἄστρον, ἡρμήνευσε δηλαδὴ τὸν Δεσπότην Χριστόν. «Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, ὃ κατειργάσω, Κύριε, ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές σου», ἤτοι ὃ ἐδόξασας παρὰ πᾶν ὄρος καὶ παρὰ πᾶσαν τὴν γῆν.

Εἶτα πάλιν τὴν τοῦ Κυρίου ἀΐδιον βασιλείαν ἐπιφημήσας καὶ τὴν τῶν διωκτῶν στηλιτεύσας ἀποπνιγὴν τὴν ᾠδὴν περιστέλλει λέγων· «Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης». Εἶτα τοῦ πλήθους τῶν ἀνδρῶν τῆς ᾠδῆς παυσαμένου, ἰδοὺ καὶ «ἡ Μαριὰμ ἡ προφῆτις ἡ ἀδελφὴ Ἀαρὼν καὶ Μωϋσέως, λαβοῦσα τύμπανον καὶ ἐξελθοῦσα· Ἐξήλθοσαν», φησί, «καὶ πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς, μετὰ τυμπάνων καὶ χορῶν· ἐξῆρχε δὲ αὐτῶν Μαριὰμ λέγουσα· ᾌσωμεν τῷ Κυρίῳ ἐνδόξως γὰρ δεδόξασται» καὶ τὰ λοιπὰ τῆς ᾠδῆς.

Οὕτω γὰρ δοξάσαντες εὐθύμως τὸν Θεὸν ἐπὶ τῇ ξένῃ ταύτῃ καὶ μεγίστῃ τερατουργίᾳ «ἐξῆραν ἐκεῖθεν καὶ ἦλθον εἰς τὴν ἔρημον Σούρ».