Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰς ᾠδάς

Νεόφυτος ὁ Ἔγκλειστος

Ερμηνεία της δεύτερης ωδής του Μωυσέως

Ιστορική αναδρομή στα γεγονότα του Σινά, τυπολογική περιγραφή της Σκηνής του Μαρτυρίου, έλεγχος της αποστασίας του Ισραήλ, καταδίκη των ειδώλων και αποκάλυψη της παντοδυναμίας του αληθινού Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 2 από 8

ᾨδὴ βʹ Νόμου γραφέντος αὖθις ᾠδὴ δευτέρα. ᾨδὴ Μωυσέως ἐν τῷ Δευτερονομίῳ. Μέλλων περὶ τῆς δευτέρας ᾠδῆς φάναι, καλὸν οἶμαι τὴν ἱστορίαν ἀνωτέρω εὐσυνόπτως περισυνάψαι, καὶ ὡς ἡδύσματι πιθανῷ αὐτὴν περιαρτῦσαι. Μετὰ βραχίονος γὰρ ὑψηλοῦ καὶ τεράτων πολλῶν, ἐξ Αἰγύπτου ὁ Θεὸς ἐξαγαγὼν τὸν λαὸν αὐτοῦ, ἤγαγεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ Σινᾶ ὄρους, ἐν ᾧ καὶ τὸν θεόγραφον νόμον ἔλαβε Μωϋσῆς ἐπὶ χεῖρας καὶ ἤκουε τοῦ Θεοῦ λαλοῦντος πρὸς αὐτὸν ἐκ μέσου τοῦ πυρὸς καὶ τῆς νεφέλης.

Ἐν δὲ τῷ τόπῳ, ἐν ᾧ ἐδόκει ἵστασθαι ὁ Θεὸς λαλῶν, ἐτυπώθησαν ἴχνη ἀνθρώπου, «ὥσπερ ἔργον», φησί, «πλίνθου σαπφείρου». Ὤ, συγκαταβάσεως ἄκρας· πῶς ἡ ἀσώματος φύσις καταδέχεται πῆξαι ἴχνη σωματικά. Χριστὸς δὲ οὗτος ἦν ὁ λαλῶν, ὁ ἐνυπόστατος λόγος τοῦ Θεοῦ καὶ ὁ Υἱὸς ὁ ἀγαπητός, διὰ τῶν λόγων καὶ τῶν ἰχνῶν προδιαγράφων καὶ προμηνύων τὴν ἔνσωμον αὐτοῦ οἰκονομίαν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν. Διὸ καὶ τὴν οὐρανότυπον ἐκείνην σκηνὴν τοῦ μαρτυρίου πανσόφως καὶ δυσερμηνεύτως διετάξατο γενηθῆναι, τύπον καὶ αὐτὴ σώζουσα τῆς ἐμψύχου σκηνῆς Θεοτόκου, δι’ ἧς ἔμελλεν ἀνθρώποις ἐπ’ ἐσχάτων προσομιλῆσαι τῶν ἡμερῶν.

Διὸ καὶ εὐρύχωρον καὶ λαμπρὰν ἀρτιωθῆναι διετάξατο «τὴν σκηνὴν αὐλαίας ἔχουσαν δέκα, ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας» καὶ μέγιστα ἕνδεκα δέρη ἐκ τριχῶν αἰγίων σκέπουσα τὴν σκηνὴν ἄνωθεν. Τὸ μῆκος αὐτῆς πήχεων ἑκατὸν τεσσαράκοντα καὶ τὸ εὖρος αὐτῆς πήχεων ὀγδοήκοντα· τὰ σκεύη αὐτῆς πάμπολα, κάλλιστα καὶ ποικίλα. Οἱ στύλοι αὐτῆς μήκους δέκα πήχεων τὸ ὕψος καὶ μιᾶς καὶ ἡμίσεος πήχεως τὸ πλάτος περιηργυρωμένοι καὶ κατακεχρυσωμένοι χρυσίῳ καθαρῷ ἄνωθεν ἐκ τῶν κεφαλίδων ἕως κάτω καὶ αἱ βάσεις αὐτῆς ἀργυραῖ εἰς ἅγια καὶ ἅγια ἁγίων διακεκριμένη ἡ σκηνή. Οἱ δὲ ὑπηρέται αὐτῶν λευῖται χιλιάδες μηʹ τετραμερῶς φυλάττοντες αὐτήν· αἱ δὲ ἑξακόσιαι χιλιάδες τῶν ἕνδεκα φυλῶν καὶ αὗται κύκλωθεν μὲν τῆς σκηνῆς, πορρωτέρω δέ. Ἐν καιρῷ δὲ μεταβάσεως λαμπῆναι ἅμαξαι μέγιστοι ἓξ καὶ βόες ἀλκιμότατοι δώδεκα εἷλκον τὴν ἀποσκευὴν τῆς σκηνῆς, ταῖς ἁμάξαις πεφορτισμένα, τὰ δὲ ἁγιώτερα τῶν σκευῶν ἐν τοῖς ὤμοις αὐτῶν ἐβάσταζον οἱ λευῖται.

Καὶ ἵνα τῆς ἱστορίας παραδράμω τὴν πολυέπειαν, γίνονται πρὸς τὴν γῆν Μωάβ, πέραν τοῦ Ἰορδάνου ἄντικρυς Ἱεριχώ, κἀκεῖσε λαμβάνει Μωυσῆς τὴν τῆς τελευτῆς αὐτοῦ ἀπόφασιν, ὅτι «οὐ διαβήσεται τὸν Ἰορδάνην», ἀλλὰ τὴν γῆν κατίδῃ ἄνωθεν ἐκ τοῦ ὄρους. Ἔγραψε δὲ τὸ Δευτερονόμιον ἐν κεφαλαίῳ ἐπισυνάπτων ὅλην τὴν βίβλον τοῦ νόμου καὶ ἀντ’ αὐτοῦ χειροτονήσας δημαγωγὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ. «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· «Ἰδοὺ σὺ κοιμᾶσαι μετὰ τῶν πατέρων σου»», ἐγὼ δὲ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν καὶ φάγονται καὶ κορεσθήσονται καὶ ἐγκαταλείψουσί σε καὶ ἐπιστρέψουσι καὶ λατρεύσουσι θεοὺς ἀλλοτρίους. Κἀγὼ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ εὑρήσουσιν αὐτοὺς κακὰ καὶ θλίψεις πολλαί. Καὶ νῦν γράψον καὶ δίδαξον αὐτοῖς τὰ ῥήματα τῆς ᾠδῆς ταύτης λέγων οὕτω· «Πρόσεχε, οὐρανέ, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου». Μωϋσῆς μὲν ὁ γράφων, Θεὸς δὲ ὁ λαλῶν. Ἐπεὶ γὰρ ὁ λαὸς ἐκώφευσε, «πρόσεχε, οὐρανέ, καὶ ἀκουέτω ἡ γῆ», ἤτοι προσέχετε, ἄγγελοι ἐξ οὐρανοῦ, καὶ ὅσοι ἐν τῇ γῇ ἔχετε ὦτα ἐνωτίσασθε τοῦτο. Καὶ διὰ Ἠσαΐου τοῦ προφήτου ὕστερον ἔφη· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος λελάληκε·

Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου οὐ συνῆκεν». «Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου· ὡς ὄμβρος ἐπ’ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. Ὅτι ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν». Τοιαύτη, φησίν, ἡ ἐνέργεια τοῦ ῥήματός μου, οἷα δρόσου καὶ νιφετοῦ, ἤτοι χιονιτοῦ ἐπ’ ἄγρωστιν ὑπὸ δρόσου. Οὕτω ψυχὴ ἐπικαλουμένη καὶ μεγαλύνουσα τὸν Κύριον θάλλει, ποτιζομένη λόγον Θεοῦ. «Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ» καὶ οὐδὲν ἐν τούτοις ἀπατηλὸν «καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσις» ἀδέκαστος. «Θεὸς πιστός», ἤτοι ἀληθής, «καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος», ἤτοι κριτὴς δίκαιος καὶ ἅγιος. «Ἡμάρτησαν οὐκ αὐτῷ τέκνα μωμητά», ἤτοι φαῦλα. «Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε;» ἀντὶ ἀγαθῶν πονηρά; «Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός». Ὁ ἐν ἀσεβείᾳ καὶ ἁμαρτίᾳ κεκρατημένος, κἂν καὶ σοφὸς δοκῇ εἶναι, μωρός ἐστι Θεῷ. «Οὐκ αὐτὸς οὗτός σοι πατήρ, ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;» καὶ σὺ αὐτὸν ἀποποιούμενος πρὸς ἀλλοτρίους ἐπιτρέχει θεούς; «Μνήσθητε ἡμέρας αἰῶνος καὶ σύνετε», ὅσα παρὰ Θεοῦ «κατὰ γενεὰν καὶ γενεὰν» πεπόνθατε ἀγαθά. «

Ἐπερώτησον τὸν πατέρα σου» Ἀβραάμ, «τοὺς πρεσβυτέρους σου» προφήτας, «καὶ λέξουσί σοι». «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη καὶ διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν». Καὶ γὰρ μετὰ τὸν κατακλυσμόν, ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε ἐπληρώθη ἡ γῆ πάλιν ἀνθρώπων· «Ὅρια ἐθνῶν»· ἤτοι ὁροθέσια, τοῦ μὴ θάτερον πρὸς θατέρου ἐπιβαίνειν μοῖραν, ὅτι εἰς τρεῖς μερίδας κατεμερίσθη πᾶς ὁ κόσμος, τῷ Σήμ, τῷ Χὰμ καὶ τῷ Ἰάφεθ, τοῖς τρισὶν υἱοῖς Νῶε. Τὸ δέ «κατ’ ἀριθμὸν ἀγγέλων Θεοῦ», κατὰ τάξιν ἀγγελικῶν ταγμάτων, ὅτι ἕκαστον τάγμα στέργει τῷ αὐτῷ κληρωθέντι χώρῳ καὶ οὐ σφετερίζεται τόπον τάγματος ἑτέρου. «Καὶ ἐγενήθη μερὶς Κυρίου», ἤτοι ὡς μοῖραν ἰδίαν ἐξελέξατο Κύριος παρὰ πάντα τὰ ἔθνη τὸν λαὸν τοῦτον διὰ τοὺς πατέρας αὐτοῦ, καὶ ἰδοὺ γέγονε καὶ αὐτὸς λαὸς μωρός, ἀντὶ σοφοῦ.

Εἶτα διαγορεύει τήν τε κατὰ τὴν ἔρημον καὶ τὰς ἐν τῇ γῇ τῆς ἐπαγγελίας μυρίας τοῦ Θεοῦ εὐεργεσίας καὶ ἀπολαύσεις καὶ ὃ προεῖπε· «Κορεσθήσονται τῶν ἀγαθῶν μου καὶ ἐγκαταλείψουσί με», πεπλήρωται ἤδη. «Καὶ ἔφαγε», φησίν, «Ἰακὼβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». Ὅλα γὰρ ἐκεῖνα τὰ πλήθη τοῦ λαοῦ Ἰακὼβ ἐκαλεῖτο διὰ τὴν εὐσέβειαν τοῦ Ἰακώβ. Τὸ δὲ «ἀπελάκτισεν», ὅτι ἠτάκτησε καὶ ὅτι ἀπὸ Θεοῦ ἀπέστη καὶ ἀπεπήδησεν· Τὸ δὲ «ἐλιπάνθη καὶ ἐπαχύνθη», ὅτι μετὰ τὸ πλουτῆσαι καὶ ἀπολαῦσαι πολλῶν καλῶν ἐκ τῆς γῆς τῆς ἀγαθῆς, «ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ».

Εἶτα τὴν αὐτοῦ κατονειδίσας ἀποστασίαν, πάλιν ἔφη· «Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε;» «Καὶ παρωξύνθη Κύριος» καὶ εἶπε, καθὼς καὶ προεῖπε τῷ Μωυσεῖ· «Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ’ ἐσχάτων». Διὸ καὶ παρὰ τῶν Μωαβιτῶν κατεκυριεύθησαν ἔτη ιηʹ καὶ θλίψεις μυρίαι συνήντησαν αὐτοῖς καὶ αἰχμαλωσίαι δειναὶ κατὰ διαφόρους καιρούς, ἠνδραπόδισαν αὐτούς. «Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ». Ἦν γὰρ ἐν τοῖς εἰδώλοις τῶν Χαναναίων καί τι ξόανον, «ἐπ’ οὐ θεῷ» καλούμενον, ᾧ καὶ Ἰουδαῖοι προσελθόντες «παρώργισάν με», φησίν, «ἐν τοῖς εἰδώλοις αὐτῶν».

Καὶ ὅρα τὴν ἑτοιμολογίαν. Ἐκεῖνοι μὲν «ἐπ’ οὐ Θεῷ» κἀγὼ αὐτοὺς «ἐπ’ οὐκ ἔθνει ἀσυνέτῳ προδώσω αὐτούς, ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου» καὶ τὰ ἑξῆς τῆς δικαίας ὀργῆς. «Εἶπον· διασπερῶ αὐτοὺς καὶ παύσω ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν». Καὶ τὸ μὲν δίκαιον, φησίν, οὕτως ἔχει. «Εἰ μὴ δι’ ὀργὴν ἐθνῶν». Ἔχω γάρ, φησί, καὶ αὐτοὺς ἐν ὀργῇ διὰ τὴν ἀσέβειαν αὐτῶν. Καὶ εἴ γε περιγένωνται τοῦ λαοῦ τούτου, συντόμως ἔχουσι μέγα φρονῆσαι καὶ εἰπεῖν· «Ἡ χεὶρ ἡμῶν ὑψηλὴ καὶ οὐχὶ Κύριος ἐποίησε ταῦτα πάντα. Ὅτι ἔθνος ἀπολωλεκὸς οὐκ ἔχει βουλὴν ἐπιστήμης» ἀσφαλῶς διακρῖναι.

Ἰουδαῖοι δέ «οὐκ ἐφρόνησαν συνιέναι», δι’ ἣν αἰτίαν «οὐ διεσπάρησαν, οὐδὲ ἐπαύθη ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν» καὶ ἐπεὶ οὐ συνῆκαν, πείσονται ταῦτα πάντα «εἰς τὸν ἐπιόντα χρόνον». Ὅπερ καὶ πεπόνθασι κατὰ διαφόρους <καιροὺς> καὶ μετὰ τὴν σφαγὴν τοῦ Χριστοῦ. «Πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας;» Ὁ ἐρωτήσας αὐτὸς καὶ ἀποκρίνεται, ὅτι οὐδεὶς ἱκανὸς πρὸς δίωξιν χιλίων οὐδὲ δύο ἱκανοὶ μετακινῆσαι μυριάδας, «εἰ μὴ Κύριος παραδῷ τοὺς διωκομένους διὰ τὴν ἁμαρτίαν αὐτῶν εἰς χεῖρας τῶν διωκόντων ἐκείνων, τοῦ ἑνὸς πρὸς χιλίους καὶ τῶν δύο πρὸς μυριάδας».

Ὅπερ πεπόνθασιν Ἰουδαῖοι πολλάκις ἀσεβήσαντες εἰς Θεόν, ὕστερον δὲ καὶ παρὰ τῶν Ῥωμαίων μετὰ τὴν ἀναίρεσιν τοῦ Χριστοῦ. Εἶτα στηλιτεύει τὴν ἀθεΐαν τῶν ἐθνῶν καὶ αἰνίττεται τὰς σοδομιτικὰς πράξεις αὐτῶν, «ὡς χολῆς καὶ πικρίας» πεπληρωμένας, «θυμοῦ τε δρακόντων καὶ ἰοῦ ἀσπίδων» μηδὲν διενηνοχέναι τὰς πράξεις αὐτῶν, αἵ εἰσιν ἀρρενομανίαι μυσαραὶ καὶ τὰ αὐτῶν παραπλήσια ἔργα, ἃ φυλάττονται, φησίν, «εἰς ἡμέρας ἀπωλείας» αὐτῶν, δηλαδὴ τῶν ἀθέων ἐθνῶν. «Τὸν δὲ λαὸν αὐτοῦ κρινεῖ Κύριος», ἤτοι τοὺς λιποτακτήσαντας πρὸς ἀλλοτρίους θεούς· οὓς ἰδὼν «παραλελυμένους καὶ παρειμένους», φησὶ Κύριος· «Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ’ οἷς ἐπεποίθεισαν πρὸς αὐτούς;» πρὸς οὓς ἐθυσίαζον καὶ οὓς ἐθεράπευον; «ἀναστήτωσαν καὶ βοηθησάτωσαν καὶ γενηθήτωσαν ὑμῶν σκεπασταί».

Ἐὰν εἰσὶ θεοί, φησί, βοηθησάτωσαν καὶ ἐξαγαγέτωσαν ὑμᾶς ἐκ τῶν θλίψεων ὑμῶν. Οὕτω γοῦν αὐτοὺς κατονειδίζει καὶ ὡς πεπλανημένους ἐλέγξας πρὸς τὸν ἀληθῆ Θεὸν χειραγωγεῖ αὐτοὺς λέγων· «Ἴδετε· ἴδετε», διπλασιάζει τὸ «ἴδετε», ἤτοι ἀκριβῶς καταμάθετε, «ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ». Τί πλανᾶσθε, φησί, πρὸς θεοὺς νεκροὺς καὶ μὴ δυναμένους δρᾶσαι καλὸν ἢ κακόν; «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω καὶ ἰάσομαι». Δύναμαι, φησίν, ἀποκτεῖναι καὶ πατάξαι τοὺς ἁμαρτάνοντας, ἰᾶσαι καὶ ζωοποιῆσαι τοὺς μετανοοῦντας, «καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου». Τῶν δὲ ψευδωνύμων θεῶν ὑμῶν ποία ἡ ἐνέργεια;

Εἶτα μεθ’ ὅρκου βεβαιοῖ προσέχειν τὰ παρ’ αὐτοῦ λεγόμενα καὶ ὅρκου συνήθους τῶν τότε ὀμνυόντων ἀνθρώπων. Ἔτεινον γὰρ πρὸς οὐρανὸν τὴν δεξιὰν ὁ δὲ ὅρκος ἦν· «Ζῇ ὁ Θεὸς τὸ τόδε ἢ τόδε». Τῇ αὐτῇ συνηθείᾳ καὶ ὁ Θεὸς συγκαταβαίνων· «Ἀρῶ» φησὶν «εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὁμοῦμαι τῇ δεξιᾷ μου λέγων· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα». Δηλονότι, ἐὰν μὴ ἀποστῆτε ἀπ’ ἐμοῦ, ἐγὼ πατάξω τοὺς ἐχθροὺς ἡμῶν. «Παροξυνῶ γὰρ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου», ἤτοι ἀντιλήψομαι μὲν τοῦ λαοῦ μου, «ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσω.

Μεθύσω τὰ βέλη μου ἀφ’ αἵματος καὶ ἡ μάχαιρά μου φάγεται κρέα». Τὴν κατὰ τῶν ἐναντίων δικαίαν θείαν ὀργὴν βέλη ὠνόμασεν, ἐπεὶ διὰ βελῶν αἷμα ἐκχέεται καὶ διὰ μαχαίρας τέμνεται κρέα «ἀφ’ αἵματος τραυματιῶν», ἤτοι τῶν τραυματισθέντων ὑπὸ τῶν ῥηθέντων βελῶν καὶ μαχαιρῶν καὶ οὐχ ἁπλῶς τῶν ὑποδεεστέρων, ἀλλὰ καὶ ἀπὸ κεφαλῆς ἀρχόντων, ἤτοι βασιλέων ἐθνῶν. «Εὐφράνθητε, οὐρανοί», δηλαδὴ τὰ οὐράνια τάγματα, «ἅμα αὐτῷ»· ποίῳ αὐτῷ; αὐτῷ τῷ λαλοῦντι Υἱῷ καὶ Λόγῳ Θεοῦ «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ», ὡς ἑνοποιήσαντα τὰ οὐράνια καὶ τὰ ἐπίγεια. «Εὐφράνθητε ἔθνη» τὰ πεπιστευκότα «μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχυσάτωσαν αὐτοῦ» τὸν πιστὸν λαὸν «πάντες υἱοὶ Θεοῦ», ἤτοι προφῆται, ἀπόστολοι καὶ διδάσκαλοι, ὡς υἱοὶ Θεοῦ ἐνισχύσατε διὰ δογμάτων ὀρθοδόξων τὸν νεοπαγῆ πρὸς πίστιν λαὸν τοῦ Θεοῦ. «Ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται». Καὶ ἐκδικεῖται ἐκδίκησιν, πρῶτον αἷμα προφητῶν καὶ αὖθις αἷμα ἀποστόλων καὶ μαρτύρων «καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει». Οὕτω γὰρ προφητοκτόνοι, Χριστοκτόνοι, ἀνταποδοθέντες ἀπώλοντο. «Καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ».

Πάλαι μὲν ἀπὸ τῶν ἑπτὰ ἐθνῶν, Ἀμορραίων, Χαναναίων, Χετταίων, Γεργεσαίων καὶ τῶν ἑξῆς, μετὰ ταῦτα δὲ καὶ τὴν γῆν τοῦ νέου λαοῦ αὐτοῦ, ἀπεκάθηρεν ἐκ ζιζανίων αἱρετικῶν καὶ τυράννων δυσμενῶν καὶ ἐγένετο «μία ποίμνη, εἷς ποιμήν». Καὶ ἔγραψε Μωϋσῆς τὸ Δευτερονόμιον καὶ τὴν δευτέραν ᾠδὴν καὶ ἐδίδαξε τὸν λαόν, καθάπερ συνέταξεν αὐτῷ Κύριος. Καὶ Ἀαρὼν ρλʹ ἐτῶν ἐκοιμήθη· Μωϋσῆς ρκʹ, Ἰησοῦς δὲ τοῦ Ναυῆ ριʹ μετὰ τὸ καθέξαι τὴν γῆν τῆς ἐπαγγελίας.