Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰς ᾠδάς

Νεόφυτος ὁ Ἔγκλειστος

Ερμηνεία της τρίτης ωδής και ολοκλήρωση του Ενδέκατου Λόγου

Αλληγορική και τυπολογική ερμηνεία της ευχαριστήριας προσευχής της Άννας, μητέρας του προφήτη Σαμουήλ, και δοξολογική κατακλείδα του πρώτου μέρους του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 8

ᾨδὴ γʹ Θεὸς γεραίρει στεῖραν τίκτουσαν ξένως. Προσευχὴ Ἄννης, μητρὸς Σαμουὴλ τοῦ προφήτου. Ἄννα καὶ Φεννάνα γυναῖκες τοῦ Ἑλκανά. Καὶ πολύτεκνος μὲν ἡ Φενάννα, ἄτεκνος δὲ ἡ Ἄννα· ἧς τῇ προσευχῇ Θεὸς ἐπικαμφθεὶς καὶ δοὺς αὐτῇ καρπὸν κοιλίας τὸν μέγαν Σαμουήλ, δοτὸν αὐτὸν δέδωκε τῷ δεδοκότι Θεῷ. Καὶ αὕτη μετὰ τὸν τόκον τὸ προφητικὸν γέρας λαμβάνει πρὸς Θεοῦ, ὡς προφήτην τεκοῦσα πρεσβύτερον τῶν προφητῶν. Καὶ στερεωτέραν πρὸς Θεοῦ κτησαμένη καρδίαν, ἤρξατο λέγειν· «Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ». Στερεωτέρα πρὸς πίστιν καὶ θεῖον ἔρωτα γενομένη· «Ὑψώθη κέρας μου ἐν Θεῷ μου», ἤτοι ὑψώθη ἡ δόξα μου, πρὸς Θεοῦ μου· «ἐπλατύνθη στόμα μου ἐπ’ ἐχθρούς μου», τοὺς ὀνειδίζοντάς μου τὴν στείρωσιν· «εὐφράνθην ἐν σωτηρίῳ σου»· εὐφράνθην ὅτι σωτηριωδῶς ἐπεσκέψω με. «Ὅτι οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἅγιος πλήν σου». Πολλοὺς μὲν γὰρ ἁγίους καὶ δικαίους, φησίν, ὁ καθ’ ἡμᾶς ἱστόρησε βίος, κατὰ μέθεξιν μέντοι τὸ τῆς ἁγιωσύνης γέρας ἐδρέψαντο. Σὺ δὲ ἅγιος καὶ δίκαιος φύσει γνωρίζῃ. «Μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλὰ» εἰς ὑπεροχὴν «μηδὲ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων καὶ Κύριος».

Καὶ μὴ κομπάζετε, φησί, μεγαλορρημοσύναις ὑπερέχειν πολλῶν, ὡς ἐξ οἰκείας γνώσεως ἐπαιρόμενοι, «ὅτι Θεὸς γνώσεων Κύριος καὶ» δοτὴρ «καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ», ἤτοι, ἀποτελῶν ὅσα καὶ βούλεται. Μεταποιεῖ γὰρ «τόξον δυνατῶν εἰς ἀσθένειαν» καὶ ἀσθενεῖς εἰς ἰσχυροὺς οἰκονομικῶς ἀπεργάζεται. Καὶ οἱ «πλήρεις ἄρτων», ἤτοι πλουτοῦντες ἐπτώχευσαν «καὶ οἱ πεινάσαντες παρῆκαν γῆν», ἀφῆκαν τὴν ἰδίαν γῆν καὶ μετέστησαν πρὸς ἀλλοτρίαν, ἐν ᾗ καὶ χορτάσματα.

Εἶτα καὶ τὰ περὶ αὐτῆς καὶ τὰ περὶ τῆς ἀντιζήλου Φενάννας αἰνίττεται· «Ὅτι στεῖρα ἔτεκεν ἑπτά». Τεκοῦσα γὰρ τὸν Σαμουὴλ καὶ δοτὸν αὐτὸν ἀποδοῦσα τῷ Θεῷ, γέγραπται ἐν τῇ πρώτῃ βίβλῳ τῶν Βασιλειῶν, ὅτι «ἐπεσκέψατο Κύριος τὴν Ἄνναν καὶ ἔτεκε τρεῖς υἱοὺς καὶ θυγατέρας δύο»· διὰ δὲ τὸ πολὺν εἶναι τὸν Σαμουὴλ ἐξεῖπεν ἑπτά. «Ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε»· τῆς Φενάννας τὸ ὑψαύχενον διὰ τὸ τίκτειν τεταπείνωται· ἦν δὲ καὶ στεῖρα κατὰ ἀναγωγὴν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, διὰ δὲ τοῦ εὐαγγελικοῦ σπόρου καὶ τῆς ἁγίας κολυμβήθρας πολύπαις καὶ πολύτοκος γέγονε. «Καὶ ἡ πολλὴ» εὔτεκνος Ἑβραίων συναγωγή «ἠσθένησε», μάλιστα δὲ καὶ ἀπέθανε. «Κύριος θανατοῖ καὶ ζωογονεῖ, πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ»· καὶ ποῦ τὸ καθορώμενον; λόγῳ καὶ πράγματι. «Διδοὺς εὐχὴν τῷ εὐχομένῳ»· εὐχή ἐστιν ὑπόσχεσις πρὸς Θεόν, ἧς τὴν ἔκβασιν συνεργεῖ Θεὸς τῷ προαιρουμένῳ. «Καὶ εὐλόγησεν ἔτη δικαίου», ἤτοι προσέθηκεν ἔτη ζωῆς, ὥσπερ καὶ τῷ Ἐζεκίᾳ μετὰ ταῦτα. «Ὅτι οὐκ ἐνισχύει δυνατὸς ἀνὴρ ἐν τῇ ἰσχύει αὐτοῦ», ἀλλ’ ὁ Κύριος αὐτὸν μὲν ἐνισχύσει, τὸν δὲ ἀντίδικον αὐτοῦ ἀσθενῆ καὶ ἥττονα καθιστᾷ. «

Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ», ὅτι πολλοὶ σοφοὶ μωρανθέντες ἀπώλοντο, «καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ», ὅτι πολλοὶ δυνατοὶ μέγα φρονήσαντες συνετρίβησαν, «καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ», ὅτι οἱ κακῶς πλουτοῦντες, ὡς κατάρατοι, πρὸς τὸ πῦρ τὸ αἰώνιον πορευθῆναι ἀκούσουσι. Λοιπὸν γοῦν «ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος», ἤτοι ἐν τούτῳ εὐθυμείτω, «ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον», ὡς Θεὸν τῶν θεῶν καὶ Κύριον τῶν κυρίων «καὶ ποιεῖν κρῖμα δίκαιον» οἱ λαχόντες τοῦ κρίνειν «ἐν μέσῳ λαοῦ». «Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε». Τὴν τοῦ Χριστοῦ ἀνάληψιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος κάθοδον, προφητεύει ἐνταῦθα σαφέστατα, ἀλλὰ καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν καὶ κρίσιν προηγόρευσεν. «Αὐτός», φησί, «κρινεῖ ἄκρα γῆς», ἤτοι πᾶσαν τὴν γῆν ἕως τὰ ἄκρα αὐτῆς «δίκαιος ὤν», καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, «καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν». Ὡς βασιλεὺς τῆς δόξης ἐνισχύσει τοὺς πιστοὺς βασιλεῖς αὐτοῦ. Ὅτε δὲ ταῦτα προεφήτευεν Ἄννα, οὔπω ἦν βασιλεύς· μετὰ ταῦτα δέ, ὁ ἐξ αὐτῆς προφήτης Σαμουὴλ ἔχρισε τὸν Σαοὺλ βασιλέα τοῦ Ἰσραήλ.

Καὶ ὁ μὲν Πατὴρ «ὑψώσει κέρας» βασιλείας «χριστοῦ» τοῦ Υἱοῦ αὐτοῦ. «Ἐπὶ τοὺς οὐρανούς», φησίν, «ἡ δόξα αὐτοῦ», ὁ δὲ Υἱὸς «ὑψώσει κέρας χριστῶν αὐτοῦ», ἤτοι πιστῶν αὐτοῦ βασιλέων καὶ ἀρχιερέων κατὰ τὴν τάξιν Ἀαρὼν καὶ Δαβίδ. Χριομένων γὰρ αὐτῶν τῷ ἐλαίῳ τῆς χρίσεως ἐκαλοῦντο χριστοί.

Ὃς «ἐν ἐλέει καὶ οἰκτιρμοῖς» χρισάτω καὶ ἡμᾶς τοὺς ταπεινοὺς ἔλαιον ἀφέσεως ἁμαρτιῶν. Καὶ ἡμεῖς ἐνταῦθα τῶν τριῶν ᾠδῶν τὸν λόγον περιστείλαντες νῦν δῶμεν δόξαν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.