Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰς ᾠδάς

Νεόφυτος ὁ Ἔγκλειστος

Προοίμιο του Δωδέκατου Λόγου και ερμηνεία της τέταρτης ωδής

Εισαγωγή στο δεύτερο μέρος του έργου και σχολιασμός της προσευχής του προφήτη Αββακούμ, με χριστολογικές προτυπώσεις, αναφορές στο αποστολικό κήρυγμα και στην κλήση της εξ εθνών Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 8

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΙΒʹ ΕΙΣ ΤΑΣ ΕΞΗΣ ΕΞ ῼΔΑΣ ΕΥΣΥΝΟΠΤΟΣ ΕΡΜΗΝΕΙΑ <Προοίμιον> Εὐλόγησον, πάτερ. Ὁ μὲν ἑνδέκατος λόγος τὰς τρεῖς πρώτας ᾠδὰς ἀνεκάλυψε διὰ βραχέων, τὰς δὲ λοιπὰς ἓξ παρῆκε τῷ δωδεκάτῳ, ὧν ἡγεῖται νῦν Ἀββακοὺμ ὁ προφήτης λέγων οὕτως·

ᾨδὴ δʹ Τὴν τοῦ Λόγου κένωσιν, Ἀββακούμ, φράσον. Προσευχὴ Ἀββακοὺμ τοῦ προφήτου. «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην». Πνευματικοῖς ὠσὶν ἤκουσα περὶ τῆς ἐνανθρωπήσεώς σου «καὶ ἐφοβήθην», ὅτι ποία σε χωρήσει γαστὴρ τὸν ἀχώρητον καὶ πῶς μετὰ ἀνθρώπων <ὁ> ἀπερίγραπτος Θεός. «Καὶ ἐξέστην» κατανοήσας ταῦτα καὶ τὰ τοιαῦτα ἔργα σου, Κύριε. «Ἐν μέσῳ δύο ζῴων», λῃστῶν, σταυρωθεὶς «γνωσθήσῃ» Θεός, ἀέρα σκοτίζων καὶ τὴν γῆν κατασείων καὶ τὰ λοιπὰ τεράστια, ἅ με καὶ εἰς ἔκστασιν ἤγαγον διανοούμενα. «Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ». Ὅτε καιρὸς ἐπιστῇ τῆς τοιαύτης σου οἰκονομίας, τότε σαφῶς ἀναδειχθήσῃ ἀνθρώποις ἄνθρωπος. «Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ». Πᾶσα ψυχὴ ἁμαρτωλὸς καὶ ἀξία ὀργῆς καὶ ταραχῆς, εἴ γε μετανοήσειεν, ἐν ἐλέει αὐτοῦ μέμνηται αὐτῆς ὁ Θεός. «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει» ἀπὸ νότου Ἰερουσαλήμ, ἀπὸ Βηθλεέμ, ἐν ᾗ γεννηθεὶς ἥξει «καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος». Ἅγιος ὢν καὶ ἀσώματος ἐξ ὄρους σωματικοῦ καὶ οὐρανομήκους, παρθένου καὶ «κατασκίου δασέος», διὰ τὸ ἄθικτον τῆς παρθενίας, ἥξει δι’ αὐτῆς. «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ», ὑπερτέρα τῶν οὐρανίων δυνάμεων ἡ δόξα αὐτοῦ.

Τοιούτου δὲ αὐτοῦ ὄντος, πάντως καὶ τῆς συνέσεως «καὶ τῆς αἰνέσεως αὐτοῦ», ἤτοι τῆς σοφίας καὶ τῆς φήμης αὐτοῦ «πλήρης ἡ γῆ». Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται. «Κέρατα» τὸ φέγγος τοῦ κηρύγματος τοῦ εὐαγγελίου αὐτοῦ, φωτίσει ἐκ τοῦ σκότους τῆς πλάνης πρὸς τὸ φῶς τῆς πίστεως, οὐ κοινὸν λαὸν καὶ μόνον ἁπλῶς, ἀλλὰ καὶ πολλοὺς ἐν κράτει βασιλείας εὐκλεϊζομένους. Οὐ διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ «δι’ ἀγάπησιν», φησίν, «κραταιὰν ἰσχύος αὐτοῦ. Πρὸ προσώπου» τοῦ Πατρὸς ἐξελεύσεται Υἱὸς «καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ», ἤτοι εἰς παίδευσιν θεογνωσίας ἀνθρώπων ἐπιστῇ. «Ἔστη», ἦλθε, «καὶ ἐσαλεύθη ἡ γῆ». Οἱ ἄνθρωποι ἐσαλεύθησαν μεταβαίνοντες ἀπὸ τοῦ σκότους ἐπὶ τὸ φῶς τῆς ἀληθείας. «Ἐπέβλεψεν», ἐπεσκέψατο «καὶ ἐτάκη», ἐτεφρώθη ἐθνῶν εἰδωλομανία. «Διεθρύβη τὰ ὄρη βίᾳ». Διεθρύβησαν ὑψηλοὶ τύραννοι βασιλεῖς βίᾳ δυνάμεως αὐτοῦ, «ἐτάκησαν βουνοὶ αἰώνιοι. Πορείας αἰωνίους αὐτῶν ἀντὶ κόπων εἶδον». Ἐτάκησαν βουνοί, δαίμονες, αἰωνίως τυραννοῦντες ἀνθρώπους. Τὰ δὲ «ἀντὶ κόπων εἶδον» ὁ προφήτης πρὸς ἑαυτὸν λέγει, ὅτι ἀντὶ κόπων τινῶν, ὧν ἐκοπίασα, εἶδον ταῦτα, ἃ διαγορεύω. «Σκηνώματα», εἴδωλα «Αἰθιόπων», δαιμόνων, «πτοηθήσονται» Χριστοῦ παρουσίαν, «καὶ σκηναὶ γῆς Μαδιάμ». Κατείδωλος οὖσα πείσεται τὰ ὅμοια. «

Μὴ ἐν ποταμοῖς ὀργισθῇς, Κύριε» τὸν νέον Ἰσραήλ «μηδὲ ἐν θαλάσσῃ», καθὼς ἔδρασας τοὺς Αἰγυπτίους διὰ τὸν παλαιὸν Ἰσραήλ· «ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία»· διὰ τῶν λογικῶν σου ταχυδρόμων ἵππων, ἀποστόλων, ἀποβήσεται τῷ κόσμῳ σωτηρία. «Ἐντείνων ἐντενεῖς τὸ τόξον» τοῦ σταυροῦ «σου ἐπὶ σκῆπτρα» τυραννικὰ λέγει Κύριος, ὁ Πατήρ, καὶ κατασφάξεις τὴν πλάνην τῆς εἰδωλομανίας. «Ποταμῶν ῥαγήσεται γῆ». Ποταμοὶ νοητοὶ οἱ ἅγιοι ἀπόστολοι, ἀφ’ ὧν ἐρράγησαν ποταμοὶ διδασκαλίας ἐκ θείου Πνεύματος ἀρδεύοντες τὴν οἰκουμένην. «Ὄψονταί σε καὶ ὠδινήσουσιν οἱ λαοὶ» τῶν Ἰουδαίων, φόνον καὶ φθόνον κατὰ σοῦ ληψόμενοι. «Σκορπίζων ὕδατα πορείας». Ὁρῶντές σε πορείαν ποιούμενον κατὰ πόλιν καὶ κώμην καὶ σκορπίζοντα ἐν τοῖς λαοῖς διδασκαλίας νάματα, ἐξεμαίνοντο πλέον. «Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς». Ἄβυσσος τὰ πλήθη τῶν πιστευσάντων ὄχλων «ἔδωκαν φωνήν», πίστεως ὁμολογίαν, μέχρι καί τινων εὐγενείας ὕψει πεφαντασμένων.

Νικόδημος γὰρ καὶ Ἰωσὴφ καὶ Βύζος καὶ Ἀλέξανδρος ὕψος εἶχον φαντασίας, ὡς ἄρχοντες τῶν Ἰουδαίων, ἀλλ’ ἔδωκαν φωνὴν πίστεως τῷ Χριστῷ. «Ἐπήρθη» ἐν τῷ σταυρῷ «ὁ ἥλιος» τῆς δικαιοσύνης «καὶ ἡ σελήνη» Ἐκκλησία «ἔστη ἐν τῇ τάξει» τῆς εὐσεβείας «αὐτῆς. Εἰς φῶς βολίδες σου πορεύσονται».

Οἱ διὰ τὸν φόβον τῶν Ἰουδαίων κρυπτόμενοι ἀπόστολοι «εἰς φῶς πορεύσονται» πρὸς τὸ κήρυγμα, ὡς «βολίδες» ὅπλων τὴν εἰδωλομανίαν τοξεύοντες. «Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν» Ἰουδαίαν «καὶ ἐν θυμῷ πατάξεις ἔθνη» αὐτῆς, ὡς φονικῶς λυττήσαντα κατὰ σοῦ. «Ἐξῆλθες» ἀδιαστάτως ἐκ τῶν κόλπων ἐκείνων τῶν πατρικῶν «εἰς σωτηρίαν τοῦ λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου». Ἐλήλυθας τοῦ σῶσαι τοὺς χρισθέντας ἐπὶ τῷ ὀνόματί σου μύρῳ τοῦ θείου βαπτίσματος. «Ἔβαλας δὲ εἰς κεφαλὰς ἀνόμων», τυράννων καὶ δαιμόνων, «θάνατον» ἀθάνατον διὰ τὴν αὐτῶν δυστροπίαν. «Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν». Τοὺς αὐτοὺς πάλιν λέγει τυράννους καὶ δαίμονας, ὧν τῆς ἐκστάσεως τὸ ὕψος διατμηθὲν ἐταπεινώθησαν καὶ γεγόνασιν ἀπαρρησίαστοι «ὡς ὁ ἐσθίων πτωχὸς λάθρᾳ», χαλινούς, ἤτοι στόμα, ἀνοίγων ἡσύχως καὶ διαμασσώμενος λάθρᾳ, ὅπως μὴ διά τινος φόβου ἐπιγνωσθῇ.

Τοὺς δὲ λογικοὺς καὶ θείους ἵππους σου ἀποστόλους οὐχ οὕτως, ἀλλ’ ἐν πολλῇ καὶ φανερᾷ παρρησίᾳ «ἐπεβίβασας εἰς θάλασσαν» ἐθνικῆς περιουσίας, «ταράσσοντας» ἀπιστίας «ὕδατα πολλά», καὶ ἡδύποτα νάματα εὐσεβείας ποτίζοντας τὰ ἔθνη. «Ἐφυλαξάμην» ἀπὸ τῆς εἰδωλομανίας ἡ ἐξ ἐθνῶν Ἐκκλησία «καὶ ἐπτοήθη ἡ καρδία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου καὶ ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου» τοπάζουσα μήπως διὰ τὰς πρὶν ἀσεβείας ἀπώσεταί με ὁ Θεός. Εἶτα εἰς τὸ Χριστοῦ πρόσωπον ἡ προφητεία μετάγεται· «Ἀναπαύσομαι» φησίν, «ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου». Ἀνάπαυσιν διὰ τὸν κόπον τῆς στενοχωρίας ἐκ πέραν τοῦ Ἰορδάνου ἕως εἰς Βηθανίας, ἡμέραν θλίψεως, ἐν ᾗ ἐδάκρυσεν ἐπὶ Λαζάρου φίλου τὸν θάνατον. Ἀνάβασιν δὲ πρὸς παροίκους, ἐντεῦθεν πρὸς τὴν Ἰερουσαλὴμ αὐτοῦ ἄνοδον, ἐν ᾗ καὶ περὶ τῆς ξηρανθείσης συκῆς προηγόρευσε λέγων· «Διότι συκῆ οὐ καρποφορήσει καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις». Οὐχ ἵνα πάντως συκέας καὶ ἀμπέλους ἀκάρπους καταδικάσῃ εἰς τέλος, ἀλλ’ ἵνα τὴν ἐνήδονον ἁμαρτίαν καὶ τὴν ἐξ αὐτῆς μέθην ἀποξηράνῃ. «Ψεύσεται ἔργον ἐλαίας καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν». Ὁμοίως καὶ ἐνταῦθα, οὐχ ἵνα ἐλαιῶνας καὶ πεδιάδας ἐμποδίσῃ καρποφορεῖν, ἀλλ’ ἵνα τὰ λιπώδη καὶ θρεπτικὰ τῶν παθῶν ἀπείρξῃ ἐργαστήρια. «

Ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις». Πρόβατα μὲν ὡς λαὸς Θεοῦ Ἰουδαῖοι, βόες δὲ διὰ τὸν τοῦ νόμου ζυγόν.

Ἐξεβλήθησαν δὲ τῆς νομικῆς καὶ εὐαγγελικῆς τροφῆς ὡς βόες ἀπὸ φάτνης, ὡς τὸν γεωργὸν καὶ δεσπότην κατασφάξαντες παρανόμως. «Ἐγὼ δέ», ὁ σφαγεὶς παρ’ αὐτῶν, «ἀγαλλιάσομαι καὶ χαρήσομαι» κατὰ τὸ ἀνθρώπινον «ἐπὶ τῷ Θεῷ» Πατρὶ «καὶ σωτῆρί μου». «Κύριε ὁ Θεός μου, δύναμις» τῆς ἐνανθρωπήσεώς μου «καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν», ἀπαρτισμὸν τῆς τοιαύτης οἰκονομίας «καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβήσομαι» ἀναληφθεὶς εἰς οὐρανούς, «τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ», νίκην δοὺς τοῖς ἀνθρώποις κατὰ τῶν εἰδώλων καὶ ᾠδὰς ἐπινικίους ᾄδειν τῷ Θεῷ, ὡς δημιουργῷ καὶ σωτῆρι καὶ συνοχεῖ τῶν ἁπάντων.