Τοιούτου δὲ αὐτοῦ ὄντος, πάντως καὶ τῆς συνέσεως «καὶ τῆς αἰνέσεως αὐτοῦ», ἤτοι τῆς σοφίας καὶ τῆς φήμης αὐτοῦ «πλήρης ἡ γῆ». Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται. «Κέρατα» τὸ φέγγος τοῦ κηρύγματος τοῦ εὐαγγελίου αὐτοῦ, φωτίσει ἐκ τοῦ σκότους τῆς πλάνης πρὸς τὸ φῶς τῆς πίστεως, οὐ κοινὸν λαὸν καὶ μόνον ἁπλῶς, ἀλλὰ καὶ πολλοὺς ἐν κράτει βασιλείας εὐκλεϊζομένους. Οὐ διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ «δι’ ἀγάπησιν», φησίν, «κραταιὰν ἰσχύος αὐτοῦ. Πρὸ προσώπου» τοῦ Πατρὸς ἐξελεύσεται Υἱὸς «καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ», ἤτοι εἰς παίδευσιν θεογνωσίας ἀνθρώπων ἐπιστῇ. «Ἔστη», ἦλθε, «καὶ ἐσαλεύθη ἡ γῆ». Οἱ ἄνθρωποι ἐσαλεύθησαν μεταβαίνοντες ἀπὸ τοῦ σκότους ἐπὶ τὸ φῶς τῆς ἀληθείας. «Ἐπέβλεψεν», ἐπεσκέψατο «καὶ ἐτάκη», ἐτεφρώθη ἐθνῶν εἰδωλομανία. «Διεθρύβη τὰ ὄρη βίᾳ». Διεθρύβησαν ὑψηλοὶ τύραννοι βασιλεῖς βίᾳ δυνάμεως αὐτοῦ, «ἐτάκησαν βουνοὶ αἰώνιοι. Πορείας αἰωνίους αὐτῶν ἀντὶ κόπων εἶδον». Ἐτάκησαν βουνοί, δαίμονες, αἰωνίως τυραννοῦντες ἀνθρώπους. Τὰ δὲ «ἀντὶ κόπων εἶδον» ὁ προφήτης πρὸς ἑαυτὸν λέγει, ὅτι ἀντὶ κόπων τινῶν, ὧν ἐκοπίασα, εἶδον ταῦτα, ἃ διαγορεύω. «Σκηνώματα», εἴδωλα «Αἰθιόπων», δαιμόνων, «πτοηθήσονται» Χριστοῦ παρουσίαν, «καὶ σκηναὶ γῆς Μαδιάμ». Κατείδωλος οὖσα πείσεται τὰ ὅμοια. «