Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰς ᾠδάς

Νεόφυτος ὁ Ἔγκλειστος

Ερμηνεία της πέμπτης και έκτης ωδής

Σχολιασμός των προσευχών των προφητών Ησαΐα και Ιωνά, με έμφαση στο μυστήριο της θείας οικονομίας, τις εσχατολογικές προεκτάσεις και τον συσχετισμό με τα γεγονότα του Πάθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 8

ᾨδὴ εʹ Ἠσαΐου πρόρρησις εὐχὴ τὸ πλέον. Προσευχὴ Ἠσαΐου τοῦ προφήτου Συνᾴδει καὶ οὗτος ὁ προφήτης Ἠσαΐας τῷ προλαβόντι προφήτῃ Ἀββακούμ, τὰ περὶ τοῦ θείου καὶ ἱεροῦ εὐαγγελίου καὶ αὐτὸς διαγορεύων σαφῶς· «Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ Θεός». Ἔτι τῆς νομικῆς, φησί, σκιᾶς ἐπικρατούσης τὸ ἐν ἐμοὶ Πνεῦμα ἅγιον ὀρθρίζει καὶ προλαμβάνει. Πρὸ τοῦ ἀνατεῖλαί σε τὸν ἥλιον τῆς δικαιοσύνης ὀρθρίζει τὸ πνεῦμά μου καὶ διδάσκει· «Διότι φῶς τὰ προστάγματα» τοῦ εὐαγγελίου σου «ἐπὶ τῆς γῆς» φωτίζοντα τοὺς ἐν σκότει τῆς πλάνης πρὸς τὸ φῶς τῆς ἀληθείας, τοῦ μαθεῖν εὐαγγελικὴν δικαιοσύνην «οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβὴς» λαὸς τῶν Ἰουδαίων, πέπαυται τοῦ ἄρχειν, πέπαυται ὁ νόμος «μαθεῖν δικαιοσύνην» τὴν ἐκ τοῦ εὐαγγελίου καὶ «ἐπὶ τῆς γῆς ἀλήθειαν οὐ μὴ ποιήσει». Οὐ μὴ διδαχθῇ ἐν τῷ νόμῳ αὐχώμενος τῷ πεπαυμένῳ. Διό· «Ἀρθήτω ὁ ἀσεβὴς» οὖτος λαός, «ἵνα μὴ ἴδῃ τὴ δόξαν Κυρίου». Φθονήσας γὰρ καὶ ἀπιστήσας οὐκ εἶδε τὴν δόξαν Κυρίου οὐδὲ τὰ θαύματα οὐδὲ τὴν ἀνάστασιν οὐδὲ τὴν δόξαν θεάσηται τῆς δευτέρας αὐτοῦ παρουσίας, ἀλλὰ θεάσηται μὲν φόβῳ, ἀρθήσεται δὲ ὡς ἀσεβὴς τρόμῳ. «Κύριε» ὁ Πατήρ, «ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν»· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. «Γνόντες δὲ αἰσχυνθήτωσαν», ἤτοι, ὅτι γνώσονται τὴν δευτέραν ἔλευσιν αὐτοῦ αἰσχυνθήσονται. «

Ζῆλος λήψεται λαὸν ἀπαίδευτον», τάχα ὡς τοῦ Θεοῦ ζηλωταὶ καὶ τὸν νόμον πεπαιδευμένοι δοκοῦντες ἀνεῖλον τὸν Ἰησοῦν· ἀπέβη δὲ τοὐναντίον. Ἀπηλέγχθησαν γὰρ θεομισεῖς καὶ ἀπαίδευτοι ταῖς θείαις γραφαῖς, καὶ νῦν, ἤτοι διηνεκῶς, «ὡς ὑπεναντίους αὐτοῦ τὸ πῦρ καταφάγεται».

Χριστιανοὶ δὲ διὰ τοῦ προφήτου κράζουσι πρὸς τὸν Πατέρα λέγοντες· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν». Μετὰ πάντων γάρ, φησί, τῶν ἀγαθῶν σου δὸς ἡμῖν καὶ τὸν Υἱόν σου τὸν δυνάμενον εἰρηνεῦσαι τὸν κόσμον πρὸς σὲ καὶ διὰ τῆς ἀναγεννήσεως τοῦ βαπτίσματός σου καινὴν κτίσιν ἀνακτίσει ἡμᾶς, «ὅτι τὸ ὄνομά σου ὀνομάζομεν.

Οἱ δὲ νεκροί», οἱ τῇ ἀσεβείᾳ συντεθνηκότες, φησί, «ζωήν» τὴν αἰώνιον «οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροί», ἤγουν οἱ δοκοῦντες αὐτῶν εἶναι ἰατροὶ καὶ διδάσκαλοι, οὐ δυνήσονται αὐτοὺς «ἀναστῆσαι» ἐκ τοῦ λάκκου τῆς ἀπωλείας πρὸς τὴν αἰώνιον ζωήν. «Διὰ τοῦτο», ἤτοι, διὰ τὴν αἴτησιν ταύτην τῆς ἀμετατρέπτου ἀσεβείας αὐτῶν, «ἀπήγαγες καὶ ἀπώλεσας καὶ ἦρας πᾶν ἄρσεν», ἤτοι, πᾶν ἰσχυρὸν «αὐτῶν. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακὰ τοῖς ἐνδόξοις τῆς γῆς», βασιλεῖς καὶ τυράννους, ἵνα μετριάζωσι. «Κύριε, ἐν θλίψει μικρᾷ» τε καὶ μεγάλῃ «ἐμνήσθημέν σου», ὅτι δι’ αὐτῆς παιδεύεις ἡμᾶς καταφεύγειν πρός σε. «Καὶ ὡς ἡ ὠδίνουσα ἐλθοῦσα εἰς τὸ τεκεῖν» κράζει, «οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου» Υἱῷ.

Προφητῶν καὶ ἀποστόλων καὶ χριστιανῶν χοροὶ κράζομεν κηρύττοντες αὐτὸν Θεόν τε καὶ ἄνθρωπον, δι’ οὗ «ἐν γαστρὶ συνελάβομεν» πόθον καὶ πίστιν «καὶ ἐτέκομεν» διὰ τὸν φόβον σου «πνεῦμα σωτηρίας», ἤτοι, ὡς κύημα θεῖον ἐπὶ τῆς γῆς κατελείψαμεν τὰς περὶ αὐτοῦ προφητείας ἡμῶν. «Οὐ πεσούμεθα» οἱ πεποιθότες ἐπ’ αὐτόν, «ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς» πονηρῶς καὶ ἀθέως. «Ἀναστήσονται οἱ νεκροί», ἄπιστοι πρὸς ἀνάστασιν πίστεως, ὅσοι συνήσουσι, καὶ αὖθις ἡ κοινὴ τῶν νεκρῶν ἐξανάστασις ἥξει, ὅτε καιρός, «καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ» ἀπαλλαγέντες τῆς πλάνης. «Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ» τοῦ θείου βαπτίσματος «ἴαμα αὐτοῖς ἐστιν» ἁμαρτημάτων «ἡ δὲ γῆ τῶν ἀσεβῶν» σὰρξ μετὰ ψυχῆς «πεσεῖται» ἐν τῇ κολάσει. Τῷ δὲ πιστῷ λαῷ αὐτοῦ λέγει Χριστὸς διὰ τοῦ προφήτου· «Βάδιζε, λαός μου,» πρὸς τὴν τελευτήν, ὡς θνητός. «Εἴσελθε εἰς τὸ ταμεῖόν σου», τάφον· «ἀπόκλεισον τὴν θύραν σου», τοῦ τάφου, «ἀποκρύβηθι μικρὸν ὅσον ὅσον». Κατὰ μικρὸν καὶ μικρὸν ἐλεύσεται ἡ τῆς ἀναστάσεως ἡμέρα. «Ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου», ἡ κατὰ τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν ὀργὴ Κυρίου δηλονότι, οἱ δὲ δίκαιοι σὺν τῷ Χριστῷ βασιλεύσουσι.

ᾨδὴ ϛʹ Ἐκ θηρὸς ἐκραύγασεν Ἰωνᾶς λέγων· «Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου καὶ εἰσήκουσέ μου ἐκ κοιλίας ᾅδου», τὴν τοῦ κήτους κοιλίαν ᾅδου κοιλίαν καλῶν. Εἶτα καταλέγει τὰ διανοήματα αὐτοῦ, ὡς ὅτι· «Ἀπερρίφην ἐξ ὀφθαλμῶν σου» καὶ οὐκέτι λοιπὸν «προσθήσω τοῦ ἰδεῖν τὸν» ἐν Ἱεροσολύμοις «ναὸν ἅγιόν σου». Καὶ «ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὴν ψυχήν μου» φθάσας ἤδη μέχρι καὶ τῆς ἐσχάτης ἀναπνοῆς, ἐμνήσθη λέγων· «Ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν ἅγιόν σου», κἂν ἔξω τοῦ ναοῦ σου ταῦτα προσεύχωμαι, ἀλλ’ ἐξ ἀνάγκης τοῦτο ποιῶ ἐν τῇ κοιλίᾳ τοῦ κήτους καὶ δέξαι μου τὴν ἱκετείαν, ὡς ἐν αὐτῷ τῷ ναῷ σου. «Φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον». Προφητεύει περὶ τῶν ματαίως φυλασσόντων στρατιωτῶν τὸν τάφον τοῦ Χριστοῦ καὶ περὶ τῶν ψευδῶς καὶ οὐκ ἀληθῶς ποιούντων ἔλεον Γραμματέων καὶ Φαρισαίων, ὅτι, οἱ μὲν διὰ τὰ μάταια, οἱ δὲ διὰ τὰ ἀργύρια αὐτὸν ἐγκατέλιπον λέγοντες, ὅτι «οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων». Οὕτω γὰρ αὐτοὺς ἐδίδαξαν φάναι οἱ φαῦλοι διδάσκαλοι. «Ἐγὼ δὲ μετὰ φωνῆς εὐχαριστηρίου θύσω σοι» ῥυσθεὶς ἐκ τῆς κοιλίας τοῦ κήτους, καὶ «ὅσα ηὐξάμην», ἤτοι ὅσα ὑπεσχόμην, ἀψευδῶς «ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ».