Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Α΄: Κατηχήσεις ΣΤ΄-Θ΄ (Περίοδος των Νηστειών)

Κατηχήσεις για την περίοδο της Αγίας Τεσσαρακοστής (πρώτη έως πέμπτη εβδομάδα), την προσκύνηση του Τιμίου Σταυρού, τη νηστεία, την κάθαρση των παθών και τη φύλαξη των αισθήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 17

ΚΑΤΗΧΗΣΙΣ ϛʹ <ΠΕΡΙ ΠΡΩΤΗΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ, ΠΕΡΙ ΕΡΓΑΣΙΑΣ ΠΝΕΥΜΑΤΙΚΗΣ> ***] καὶ εἶθ’ οὕτω τῇ καλῇ ταύτῃ καὶ καρποφόρῳ καὶ αὖθις προσελθόντες ἀμπέλῳ προθύμως ἐπεργασώμεθα καὶ τοὺς νοεροὺς καὶ ἁγίους ταύτης δρεψάμενοι βότρυας καὶ ἀποθλίψαντες, γλεῦκος εὐφραντικὸν καὶ σωτήριον ληνοβατήσαντες διψαλέως πιώμεθα καὶ μεθυσθέντες ἐκ πιότητος οἴκου Θεοῦ ἡμῶν εὐφρανθῶμεν ἐνθέως. Ἐγὼ γὰρ ἀμπέλου αἰσθητῆς, ὡς καὶ ὑμεῖς οἴδατε, ἀμπελουργὸς ἐμπειρότατος. Καὶ τοῦτο λέγω οὐχ ἵνα ἐμαυτὸν ἐπαινέσω ἁπλῶς, ἀλλ’ ἵνα τῆς ἀμπελουργίας τὰ ἐπιτηδεύματα πνευματικῶς τε καὶ νοητῶς δι’ ὠφέλειαν τοῖς βουλομένοις κατὰ τὸ ἐμοὶ ἐγχωροῦν συνοπτικῶς ἐξηγήσωμαι, ὡς τήν τε πρὸ τῆς φυτείας καὶ ἐν τῇ φυτείᾳ καὶ μετὰ τὴν φυτείαν καὶ ὑδραγωγίαν καὶ μέχρι καρποῦ καὶ κλαδίου καὶ τρυγητοῦ καὶ ληνοῦ πατητοῦ τὴν πεῖραν καλῶς ἐπιστάμενος. Ἀλλ’ ἔμοιγε τοῦ νῦν λόγου τὸ σπούδασμα οὐ περὶ τοιαύτης ἀμπέλου καὶ καλλιεργίας σπουδάζεται, ἀλλὰ περὶ νοητῆς, ὡς προέφην, ἀμπέλου καὶ ἐπιτηδεύσεως, καὶ περὶ ἧς «ἐξῆλθεν» ὁ οἰκοδεσπότης «ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ», μεθ’ ὧν καὶ ἀνὰ δηνάριον συνεφώνησε τὴν ἡμέραν καὶ ἀπέστειλεν αὐτούς.

Οἰκοδεσπότης ἐστὶν ὁ Θεός, ὡς τὴν τρικάτοικον πανσόφως δομήσας πᾶσαν οἰκίαν καὶ δεσπόζων καὶ διακατέχων αὐτὴν δρακὶ καὶ κατοικῶν πανταχοῦ ἐν αὐτῇ καὶ πληρῶν «ἐξῆλθεν ἅμα πρωΐ». «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου». Ἐξέρχεται ἅμα πρωΐ, ἐκ πρώτης ἡλικίας ἡμῶν, καὶ συγκαλεῖται ἡμᾶς εἰς τὴν ἁγίαν αὐτοῦ ἄμπελον, ἐκκλησίαν, ἐργάζεσθαι ἐν αὐτῇ τὸ ἀγαθὸν ἐξ ἡλικίας πρώτης. Κληθέντες οὖν οὕτω καὶ φυτευθέντες, περιμένει ὁ πανελεήμων οἰκοδεσπότης καὶ γεωργὸς καρποφορῆσαι ἡμᾶς ἀρετὴν καὶ μέχρι τριῶν ἐτῶν, ἤτοι τρίτης μεθηλικιώσεως χρόνου τριακοστοῦ, ἐρχόμενος καὶ μὴ εὑρίσκων καρπὸν ἄξιον ζωῆς, προστάσσει τῷ ἀγγέλῳ ἀμπελουργῷ ἐκκόψαι ἡμᾶς, ὥσπερ συκῆν ἄκαρπον, ἵνα μὴ καὶ τὴν γῆν καταργῶμεν, ἤτοι διακωλύωμεν. Δηνάριον δὲ τὸν πλοῦτον νόει τῆς βασιλείας τῶν οὐρανῶν, ὃν ἐπηγγείλατο καὶ συνεφώνησε τοῖς βιαζομένοις καὶ ἐργαζομένοις ὅλην τὴν ἡμέραν τῆς ἑαυτῶν ζωῆς τῇ ἀμπελουργίᾳ τῶν ἐντολῶν καὶ τῶν πόνων τὸν καύσωνα ὡς ἐργάται σπουδαῖοι καὶ τοῦ ῥηθέντος δηναρίου ἐρασταὶ γενναιοφρόνως βαστάζοντες, ὅτι βιαστή ἐστιν «ἡ βασιλεία τῶν οὐρανῶν» καὶ «βιασταὶ ἁρπάζουσιν αὐτὴν» καὶ «στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν».

Ἀλλὰ δεῖ ἡμᾶς καὶ περὶ νοητῆς ἀμπέλου καὶ νοητῆς ἐργασίας εἰπεῖν, ὡς προϋπεσχόμεθα, ἡ δὲ περὶ τῶν ἐργατῶν δεσποτικὴ παραβολὴ ἀναμεινάτω μέχρι καὶ τῆς ἐπιούσης Κυριακῆς.

Προσέλθωμεν οὖν, ἀδελφοί, τῇ προρρηθείσῃ ἀμπέλῳ τῆς πανσέπτου νηστείας ἅμα πρωῒ καὶ ἐργασώμεθα ἐν αὐτῇ ἐργασίαν τοῦ οἰκοδεσπότου εὐάρεστον, ἵνα ὀψὲ πρὸς τὸ τέλος ἡμῶν ἐλθόντος τοῦ οἰκοδεσπότου τὸ ῥηθὲν δηνάριον ἀπολάβωμεν.

Ἐργασώμεθα δὲ οὕτω καθὼς καὶ προεῖπον ὡς ἐπιστήμων ἀμπελουργός, ἤγουν καθαρίσωμεν πρῶτον τὴν διάνοιαν ἡμῶν ἐξ ἀκαθάρτων ἐννοιῶν καὶ πάντα λίθον πωρώσεως βάλωμεν ἔξω καὶ πᾶσαν ὕλην καὶ ἀκαθαρσίαν θεϊκῷ πυρὶ καταπρήσαντες ἐκκαθάρωμεν καὶ γῆν χερσωθεῖσαν, καρδίαν ἡμῶν, εἰ δυνατόν, δάκρυσι διαβρέξωμεν καὶ ἁπαλύναντες ταύτην συζεύξωμεν τὰς δύο βοῦς τὰς ἐκλεκτάς, ἤτοι νηστείαν καὶ προσευχήν, ἃς καὶ δεσμεύσωμεν σχοίνῳ ἀτμήτῳ, φόβῳ Θεοῦ, καὶ ἄροτρον μετανοίας καὶ ὕνιν ταπεινώσεως αὐταῖς περιβάλωμεν, ἵνα τῶν ἀκανθῶν, παθῶν, ἐκείνων ἐκριζωθῶσι τὰ λείψανα, ζυγῷ δὲ χρηστῆς ἐπιεικείας καὶ ζεύγλῃ ὑπομονῆς περισφίξαντες τὸ ῥηθὲν ἁγιοσύζευκτον ζεῦγος καὶ πήξαντες κορωνίδα τῷ ἀρότρῳ τῆς μετανοίας φόβον καὶ πόθον Θεοῦ καὶ δόντες ἐν τῇ χειρὶ τῆς ψυχῆς βούκεντρον ἐργασίας καὶ ὀξυμάχιν ὀξύ, νεώσωμεν καὶ καλλιεργήσωμεν τὴν χερσωθεῖσαν γῆν, καρδίαν ἡμῶν, καὶ οὕτω πᾶν δένδρον φιληδονίας ῥιζηδὸν ἀνασπάσαντες, τότε τὸ ἁγνείας καὶ σωφροσύνης κλῆμα εὐκόλως καὶ ῥᾳδίως Θεοῦ συνεργίᾳ καταφυτεύσωμεν, καὶ τοῦτο φόβῳ Θεοῦ κύκλωθεν περιφράξαντες, νεμομένων παθῶν καὶ βοσκημάτων παντοδαπῶν τὴν λύμην ἀποτειχίσωμεν, ἵνα τὸ κλῆμα ἡμῶν ὑπάγῃ, ὡς εἶπεν ὁ Κύριος, ἤτοι ἐλάσῃ, αὐξήσῃ καὶ καρπὸν φέρῃ καὶ ὁ καρπὸς ὑμῶν μείνῃ, τουτέστιν ἄσυλος, ἄτμητος, ἄφθαρτος, ἀένναός τε καὶ ἀθάνατος. «

Ἐγώ εἰμι», φησίν, «ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ». Ὁρᾶτε, ἀγαπητοί, πῶς καὶ ὁ Χριστὸς διὰ παραβολῶν καὶ παραδειγμάτων πρὸς ἔνθεον ζῆλον βούλεται ἀνάγειν τοὺς μαθητάς; Ὁρᾶτε πῶς βούλεται κολλᾶσθαι αὐτῷ τοὺς βουλομένους; Ὡς κλῆμα γὰρ ἐν ἀμπέλῳ, οὕτω προσήκει κολλᾶσθαι αὐτῷ τοὺς ἀγαπῶντας αὐτόν, ἵνα μὴ ἀλλότριον, ἀλλ’ οἰκεῖον καὶ ἄξιον τῆς τοιαύτης ἀμπέλου καρποφορῇ καὶ καρπόν.

Ἐπεὶ γοῦν πᾶσα γραφὴ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν διὰ παραδειγμάτων ἡμῖν τὰ πλεῖστα διαλέγεται, μηδεὶς ἐξ ὑμῶν τὰ ἐν παραδείγμασι καὶ εἰκόσι παρ’ ἡμῶν λεγόμενα ὡς μύθους λογίζεται· ὁ γὰρ μὴ ἐκ τῶν γνωρίμων παραδειγμάτων ὠφελούμενος, πῶς ἆρα ἐκ τῶν ἀγνώστων, εἰ ἀκούσειεν, ὠφεληθήσεται;

Ὁ γὰρ ἀκούων ποῦ τὸ ζεῦγος καὶ τὸ ἄροτρον καὶ ἡ γεωργία καὶ ἡ καλλιεργία καὶ ἡ φυτεία παρεικάζεται, καὶ ἐντεῦθεν μὴ ὠφελούμενος, τί λοιπὸν ἄλλο ἀκούσας ὠφεληθήσεται, καθὼς καὶ ὁ Κύριος ἡμῶν ἔλεγεν ὅτι «εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσητε;». Χρᾶται γὰρ ἡ θεία Γραφὴ κατὰ κράτος θεοσόφως τοῖς παραδείγμασι, βουλομένη ἐκ τῶν γνωρίμων ἡμῶν πραγμάτων παριστᾶν ἡμῖν τῶν λεγομένων τὴν δύναμιν. Διὸ καὶ ἐξηγουμένη ἡ τοῦ θείου Πνεύματος χάρις ὅτι τὸν γνησίως ἐπιστρέφοντα ἐξ ἁμαρτίας πρὸς μετάνοιαν δέχεται αὐτὸν ὁ Θεὸς καὶ Πατήρ, παριστᾷ τοῦτο σαφῶς ἐκ πατρικῆς εὐσπλαγχνίας καὶ υἱοῦ ἀσώτου ἐπιστροφῆς καὶ ὅτι «πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών», ἡ ποτὲ «πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;».

Ἀμέλει ἦν γὰρ πόρνη καὶ ἀξία πλήρης κρίσεως ἡ Χαναναία γῆ πάλαι, ὅτε οἱ Χαναναῖοι πονηρῶς καὶ ἀθέως ᾤκουν αὐτήν· ὅτε δὲ ὁ τοῦ Θεοῦ λαὸς κατέσχεν αὐτὴν καὶ ᾤκησεν ἐν αὐτῇ, τότε γέγονε πόλις πιστὴ Σιών, ὅτι δικαιοσύνη, Χριστός, ἑκουσίως σαρκὶ ἐκοιμήθη ἐν αὐτῇ, νῦν δέ, ὡς τοῦ Κυρίου γεγονότες Ἰουδαῖοι φονεῖς, φονευταί. Καὶ ἄλλως· πῶς ἐγένετο πόρνη ψυχὴ διὰ μετανοίας πόλις πιστή, Θεοῦ οἴκημα, Σιών, ἡ ποτὲ πλήρης χρίσεως, ἤτοι κατακρίσεως, ἐν ᾗ δικαιοσύνη, Χριστός, ἐκοιμήθη, ἤτοι ἐπανεπαύσατο ἐν αὐτῇ, νῦν δὲ φονευταί, λογισμοὶ αὐτῆς πράξεων πονηρῶν;

Τοῖς δέ γε μὴ βουλομένοις μετανοεῖν, ἀλλὰ δουλοῦσθαι διὰ παντὸς τῇ ἁμαρτίᾳ, ἐπαπειλεῖ ὁ Δαβίδ, «ὡς τήκεται κηρός», λέγων, «ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ», καὶ διὰ Ἠσαΐου προσφωνεῖ Κύριος· «Ἐγενήθητέ μοι», φησίν, «εἰς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας» ὑμῶν «πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν»· καὶ διὰ Σολομῶντος· «Ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινα λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, ἐπιχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος καὶ ὡς ἂν ἀφίκηται ὑμῖν θλῖψις καὶ πολιορκία, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ· ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσί με κακοὶ καὶ οὐχ εὑρήσουσιν· ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον Κυρίου οὐ προείλοντο οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς· τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ».

Θλιβερὰ ὄντως, ἀδελφοί, καὶ δεινὰ τὰ ἀπειλούμενα, μεγάλα δὲ πάλιν καὶ χαροποιὰ τὰ περὶ τῶν ἀγαθῶν ἐπαγγέλματα· σπεύσωμεν, δράμωμεν, ὡς ἔτι καιρὸν ἔχομεν, μὴ τῶν παρακουόντων, μὴ τῶν καταδίκων, μὴ τῶν ὑπευθύνων καὶ ἁμαρτωλῶν, ἀλλὰ τῶν ὑπακουόντων, ἀλλὰ τῶν ἀνευθύνων, ἀλλὰ τῶν δικαίων τῆς κληρουχίας καὶ τῆς μερίδος τῶν σῳζομένων καὶ τῆς αἰωνίου ζωῆς καὶ τῆς Χριστοῦ βασιλείας κληρονόμοι γενέσθαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ εἴη δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ζʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΔΟΞΟΛΟΓΙΑΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ ΘΕΙΑΣ ΚΑΙ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΤΗΣ ΚΑΤΑ ΔΥΝΑΜΙΝ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, τῶν τῆς πανσέπτου νηστείας παρῳχηκότων δύο ἑβδομάδων καὶ τῆς τρίτης ἤδη ἐφεστηκυίας, ὑμνήσωμεν τὸν ἐν Τριάδι ὑμνούμενον Θεὸν ἡμῶν, δι’ οὗ παρήχθη «οὐρανός τε καὶ γῆ καὶ τὰ καταχθόνια» καὶ τῶν ὑδάτων ἡ φύσις· δι’ οὗ διεκοσμήθη τὸ πᾶν καὶ ἀπεριτρέπτως κρατεῖται ὁμοῦ καὶ συνέχεται· δι’ οὗ κρατεῖται ὡς ἀκρίδες τῆς γῆς ὁ γῦρος καὶ πάντες οἱ ἐν αὐτῇ κατοικοῦντες ὁμοῦ καὶ μετρεῖται σπιθαμῇ ὁ οὐρανὸς καὶ δρακὶ πᾶσα ἡ γῆ καὶ ἵσταται τὰ ὄρη σταθμῷ καὶ αἱ νάπαι ζυγῷ καὶ ἑδρᾶται ὕδασιν ἡ γῆ καὶ θεμελιοῦται ἀσφαλῶς ἐν αὐτοῖς· δι’ οὗ καὶ ἡμεῖς εἰς τὸ εἶναι ἀπὸ τοῦ μὴ ὄντος παρήχθημεν καὶ τῶν αὐτοῦ εὐεργεσιῶν καθ’ ἑκάστην ἐπαπολαύομεν· δι’ οὗ βασιλεῖς βασιλεύουσι καὶ τύραννοι κρατοῦσι γῆς· δι’ οὗ ἄρχοντες ἄρχουσι καὶ εἰς τὸ μηδὲν ἄρχειν ἄλλοι πάλιν προδίδονται· δι’ οὗ κρίσις δικαία πάντας μετ’ ὀλίγον προσδέχεται· δι’ οὗ καταστρέφονται δίκαιοι καὶ ἁμαρτωλοὶ κατακρίνονται· δι’ οὗ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἀποδίδοται, εἴτε φαῦλα εἴτε ἀγαθά.

Τοῦτον οὖν τὸν μέγαν, τὸν φοβερόν, τὸν ἀνείκαστον καὶ ἀνεξιχνίαστον καὶ ἀπειροδύναμον καὶ ἀκατανόητον καὶ ἀκατάληπτον καὶ πανταίτιον Θεὸν καὶ Δεσπότην ἡμῶν φοβηθῶμεν καὶ ἀγαπήσωμεν καὶ ἔργῳ καὶ λόγῳ καὶ πίστει δοξάσωμεν. Τηροῦντες γὰρ τοὺς θείους καὶ σωτηρίους νόμους αὐτοῦ καὶ περὶ τῆς ἡμῶν σωτηρίας ἀγωνιζόμενοι, ἔργῳ τοῦτον δοξάζομεν· ἁμαρτάνοντες δὲ καὶ ἀσελγοῦντες καὶ τὰς ἁγίας αὐτοῦ ἀθετοῦντες νομοθεσίας, ἔργῳ αὐτὸν ἀτιμάζομεν· «Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις», φησίν. Ἔργῳ οὖν δοξάσωμεν αὐτόν, ποιοῦντες ἑαυτὸν «θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ», καθὼς Παῦλος ὁ θεῖος παραινεῖ θεαρέστως.

Δοξάσωμεν Πατέρα τὸν ποιήσαντα ἡμᾶς· δοξάσωμεν Υἱὸν τὸν σώσαντα ἡμᾶς· δοξάσωμεν Πνεῦμα θεῖον τὸ ἀνακαινίσαν ἡμᾶς· δοξάσωμεν τρισυπόστατον μίαν Θεότητα, καθὼς οἱ θεολόγοι θεοπνεύστως παρέδοσαν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ οὕτως εὐσεβοφρόνως καὶ ἀμέμπτως ἔργῳ καὶ λόγῳ δοξάσαντες Τριάδα τὴν ἄκτιστον, τῇ τρίτῃ ἑβδομάδι ταύτῃ τῶν νηστειῶν προθύμως προσέλθωμεν, ὅτι καὶ περὶ τρίτην ὥραν τοὺς ἐρχομένους εἰς ἐργασίαν δέχεται φιλανθρώπως ὁ οἰκοδεσπότης καὶ τὸ δηνάριον ἀποδίδωσι. Μηδὲν ἀμφιβάλωμεν ὅσοι καὶ μέχρι τῆς τρίτης καθυστερίσαμεν, ἀλλὰ προθύμως καὶ ἀσμένως τῇ καλλίστῃ ταύτῃ ἀμπελουργίᾳ προσέλθωμεν, μὴ «ἐν δυσὶ καρδίαις», κατὰ τὴν σοφὴν παροιμίαν, ἀλλ’ ὁλοψύχως, ὡς ὁ σπείρων καὶ ὡς ὁ θερίζων, καὶ τὰ εἰκότα ἐν τῇ ἀμπέλῳ ταύτῃ νηστείᾳ ἐργασώμεθα, ἤγουν καθαρίσωμεν λογισμούς, ἀροτριάσωμεν νηστείαις, σκάψωμεν γονυκλισίαις, κλαδεύσωμεν περισσείας βρωμάτων, ἀνασπάσωμεν παραφυάδας, ἐννοίας ἀνωφελεῖς, καὶ ῥίψωμεν ἔξω· ἐὰν γὰρ ἐργασώμεθα οὕτως, καρπὸν πάντως ἐντεῦθεν δρεψόμεθα κάλλιστον καὶ «ἐκ τοῦ γεννήματος τῆς» τοιαύτης «ἀμπέλου» πιόμεθα καὶ εὐφρανεῖ καρδίαν ἡμῶν καὶ ἱλαρύνει «πρόσωπον ἐν ἐλαίῳ», καθὼς λέγει Δαβίδ.

Ἐὰν δὲ παραφυάσιν ἀκάρποις καὶ φύλλοις ἀπροσεξίας ἡ ψυχὴ σκεπασθῇ καὶ δικαιοσύνης οὐ φέρῃ καρπὸν καὶ ἄτμητος ἐναπομείνῃ καὶ ἄσκαφος καὶ τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι δαίμονες τὴν τοῦ βίου ὁδὸν καὶ ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος, δαίμων ἀκαθαρσίας, καταλυμαίνηται αὐτήν, ἀκούσειέ πως τὸ «ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη» ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ἀφαιρεῖται φραγμὸς καὶ καθελεῖται τοῖχος θείου φόβου ἀπ’ αὐτῆς καὶ ὑετὸς δακρύων οὐ δίδοται αὐτῇ καὶ σκληρύνεται καὶ χερσοῦται καὶ ἀναβαίνει ἐπ’ αὐτὴν ὡς εἰς χέρσον ἄκανθα καὶ γεωργεῖ σταφυλὴν χολῆς ἀμπέλου Σοδόμων, βότρυν πικρίας αὐτῆς, θυμὸν δρακόντων οἶνον ἀπογεννῶσα καὶ θυμὸν ἀσπίδος ἀνίατον, τουτέστιν ἀναισθησίαν καὶ ἀπόγνωσιν [***

ΚΑΤΗΧΗΣΙΣ Ηʹ <ΠΕΡΙ ΤΗΣ ΠΑΡΑΒΟΛΗΣ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ ΚΑΙ ΕΙΣ ΤΟΝ ΣΤΑΥΡΟΝ ΚΑΙ ΤΗΝ ΜΕΣΟΝΗΣΤΕΙΑΝ> ***]φόρῳ καὶ καρποφόρῳ ταύτῃ ἀμπέλῳ καὶ θείᾳ διεξάγοντες βίον ἐσταυρωμένον, κατὰ τὴν θείαν φωνήν, μηδὲν ὅλως βλέποντες τὰ ὀπίσω, μηδὲν ὑποκύπτοντες σαρκικαῖς ἡδοναῖς, ὡς φεύγειν ταύτας Θεῷ συνταξάμενοι.

Πέτρου τοῦ κορυφαίου τῆς ἀποστολικῆς δωδεκάδος ἀκούσωμεν λέγοντος· «Εἰ γὰρ ἀποφυγόντες», φησί, «τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος» ἡμῶν «Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε δὲ αὐτοῖς», φησί, καὶ «τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρασμα καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου».

Τί δὲ πρὸς ταῦτα καὶ ὁ θεῖος συμφωνεῖ Παῦλος; «Εἰρήνην», φησί, «διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Κυρίου, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι’ αὐτῆς μιανθῶσι πολλοί, μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ». Καὶ πάλιν «ἑκουσίως», φησίν, «ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους· ἀθετήσας», φησί, «τις, νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ» ἑκουσίως ἁμαρτάνων μετὰ «τὴν ἐπίγνωσιν τῆς ἀληθείας» καὶ «τὸ πνεῦμα τῆς χάριτος» ἐνυβρίζων «ἐν ᾧ ἡγιάσθη»;

Ταῦτα οὖν, ἀγαπητοί μου ἀδελφοί, καὶ ἕτερα πλεῖστα καὶ φρικωδέστερα τῶν θεοκηρύκων πρὸς ἡμᾶς ἐπᾳδόντων, φοβηθῶμεν τὴν ἀπειλήν, φύγωμεν τὰς πράξεις τὰς πονηράς, προσδράμωμεν τῇ μετανοίᾳ, μάθωμεν καλὸν ποιεῖν, ἐκκλίνωμεν ἀπὸ κακοῦ, ποιήσωμεν τὸ ἀγαθόν, παύσωμεν γλῶσσαν ἀπὸ κακοῦ καὶ χείλη τοῦ μὴ φθέγγεσθαι δόλον, ἀπορρίψωμεν φθόνον, ἐκτρέψωμεν μνησικακίαν, ἀγαπήσωμεν ἀλλήλους γνησίως ὡς ἀδελφοί· σπουδάσωμεν, ἵνα σωθῶμεν· ἀγαπήσωμεν πτωχείαν πρόξενον βασιλείας· μισήσωμεν φιλαργυρίαν πρόξενον καταδίκης· ἀγαπήσωμεν ἡσυχίαν πρόξενον θεογνωσίας· μισήσωμεν ταραχὴν πρόξενον κολάσεως· ἀγαπήσωμεν ἐγκράτειαν καὶ νηστείαν πρόξενον καθάρσεως· μισήσωμεν γαστριμαργίαν πρόξενον μολυσμάτων· ἀγαπήσωμεν ὑδροποσίαν, ἐν ᾗ ἐστι σωφροσύνη· οἱ ἐρρωμένοι τῷ σώματι μισήσωμεν οἴνου πλεονασμόν, «ἐν ᾧ ἐστιν ἀσωτία», Παῦλος διδάσκει· ἀγαπήσωμεν ἐργασίαν, ἤτοι ἔργα σωτήρια· μισήσωμεν πάθη ὀλέθρια, δι’ ὧν προξενεῖται ἀπώλεια· μισήσωμεν κόσμον (ἔστι γὰρ πειρατήριον)· ἀγαπήσωμεν Θεὸν (ἔστι γὰρ πάντων σωτήρ). «Ἰδοὺ γὰρ καιρὸς εὐπρόσδεκτος» τοῖς μετανοεῖν βουλομένοις. Ἰδοὺ καιρὸς σωτηρίας τοῖς θέλουσι σωτηρίαν. Ἰδοὺ καιρὸς ἐργασίας τοῖς ἐργάταις τῆς ἀρετῆς. Ἰδοὺ ὁ οἰκοδεσπότης παρῇ καὶ τὸ δηνάριον συμφωνεῖ.

Ἰδοὺ καὶ ἡμεῖς πάρεσμεν καί, εἰ ἐρῶμεν τοῦ δηναρίου, ὑπάγωμεν αὔριον πάλιν ἀπὸ Δευτέρας εἰς τὸν αὐτοῦ ἀμπελῶνα, ἵνα ἐργασώμεθα ἐκεῖ ὅλην τὴν ἡμέραν τῆς πανσέπτου νηστείας καὶ ὅλην τὴν ἡμέραν τῆς ἑκάστου ἡμῶν βιοτῆς.

Μεσονήστιμος γὰρ καὶ σταυρώσιμος ἡ ἑξῆς ἑβδομὰς καὶ μέσον ὁρᾶται προκείμενος, εἰς ὃν ὁ Μεσσίας ἐσταυρώθη Χριστός, καὶ ἐκ μέσης καρδίας τε καὶ ψυχῆς ἡμᾶς δεῖ αὐτὸν προσκυνεῖν καὶ ἐκ μέσου παθῶν ὀλεθρίων τῇ αὐτοῦ δυναστείᾳ ἡμᾶς φεύγειν προσήκει καὶ μέσον τῆς ἀμπέλου νηστείας χάριτι Θεοῦ χωρήσαντες, μεσάσωμεν κόλπους ψυχῆς ἢ καὶ μεστώσωμεν βότρυας σωτηρίας καὶ μέσης ἡμέρας μὴ ἀποκάμωμεν οἱ καλῶς τῇ καλῇ ταύτῃ ἀμπέλῳ δουλικῶς ἐργατεύοντες, μηδὲ ἀπείπωμεν τῷ καμάτῳ, μηδὲ ὀκνήσωμεν τοῦ καλοῦ, μηδὲ ἀπαιτήσωμεν πρὸ καιροῦ τὸν μισθόν, ἀλλὰ μέχρις ὀψίας καὶ δεσποτικῆς παρουσίας προθύμως καὶ καρτερῶς ἐργασώμεθα, ἵνα ὅλης τῆς ἡμέρας τὸν καύσωνα καὶ τὸ βάρος βαστάσαντες, ὅλον ἐκεῖνο τὸ πολυτάλαντον δηνάριον ἀπολάβωμεν καὶ ὅλον τὸν πλοῦτον τοῦ ἐπαγγέλματος, ὅτε καιρός, θεασώμεθα, καὶ ὅλας ἐκείνης τῆς ἄνω πόλεως τὰς θείας καὶ ἀρρήτους μονὰς περινοστήσωμεν καὶ ὅλους τοὺς μεγιστάνους αὐτῆς κατοπτεύσωμεν, καὶ ὁλικῶς ἑνωθέντες τοῖς ἐκεῖσε πολίταις καὶ σὺν Χριστῷ βασιλεύσαντες —ὢ τῆς μεγαλοδωρεᾶς! ὢ τῆς ἀπείρου μισθαποδόσεως! —ἀσυγκρίτου εὐφροσύνης καὶ ἀγαθῶν μετουσίας ἀρρήτων μεθέξωμεν, ὧν ἥ τε θέα καὶ ἡ ἀκοὴ ὁράσεως βροτείου καὶ ἀκοῆς ὑπέρκειται τὴν κατάληψιν.

Ὧν γένοιτο καταξιωθῆναι πάντας ἡμᾶς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Θʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ Εʹ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΠΕΡΙ ΤΩΝ Εʹ ΤΟΥ ΣΩΜΑΤΟΣ ΑΙΣΘΗΣΕΩΝ ΚΑΙ ΓΡΑΦΙΚΑΙ ΜΑΡΤΥΡΙΑΙ ΚΑΙ ΠΑΡΑΙΝΕΣΕΙΣ ΩΦΕΛΙΜΟΙ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, τὴν σταυρώσιμον ἤδη περαιώσαντες ἑβδομάδα καὶ τὴν τετάρτην τῶν νηστειῶν χάριτι Θεοῦ φθάσαντες ἤδη Κυριακήν, χάρις τῷ ζωῆς ἐξουσιάζοντι καὶ τῷ θανάτου δεσπόζοντι καὶ σῴζοντι ἐκ θλίψεως καὶ ῥυομένῳ ἀπὸ «παντὸς κακοῦ», ὡς ἡ Σοφία δηλοῖ. Τὴν ἰσάριθμον δὲ τῶν πέντε αἰσθήσεων μέλλοντες πέμπτην ἐπιβάναι ἑβδομάδα, δίκαιον ᾠήθημεν περὶ τῶν πέντε αἰσθήσεων μικρὰ τῇ ὑμετέρᾳ διαλεχθῆναι ἀγάπῃ, δηλαδὴ τῆς ὁράσεως, τῆς ὀσφρήσεως, τῆς ἀκοῆς, τῆς γεύσεως καὶ τῆς ἁφῆς, δι’ ἃς πολλῆς χρεία σπουδῆς, πολλῆς νήψεως, πολλῆς ἐγρηγόρσεως τοῖς βουλομένοις σωθῆναι, ἵνα μὴ «θάνατος ἀναβῇ», ὡς γέγραπται, «διὰ τῶν θυρίδων» ἡμῶν—θυρίδας λέγω τὰς ῥηθείσας πέντε αἰσθήσεις ἡμῶν—καὶ ὥσπερ τὰ βάρβαρα ἔθνη διὰ θυρίδος τοῦ κάστρου εἰσέρχονται καὶ κρατοῦσιν αὐτοῦ ἢ ἀκοντίζουσι βέλη διὰ τῶν θυρίδων καὶ ἀναιροῦσι πολλούς, οὕτω καὶ οἱ βάρβαροι δαίμονες διὰ τῶν θυρίδων, αἰσθήσεων ἡμῶν, ἀκοντίζουσι βέλη αἰσχρῶν ἐπιθυμιῶν καὶ τραυματίζουσι καὶ ἀποκτείνουσιν ἡμῶν τὰς ψυχάς.

Ἐκπέμπει γὰρ ἐν τῇ καρδίᾳ βέλη ὁ πονηρός, ποτὲ μὲν ἐξ ὁράσεως, ἐκ τοῦ βλέψαι κακῶς καὶ τρωθῆναι «κάλλους ἐπιθυμίᾳ», ποτὲ δὲ ἐξ ὀσφρήσεως, ἐκ τοῦ ἐμπαθῶς ὀσφρανθῆναι, ποτὲ δὲ ἐξ ἀκοῆς, ἐκ τοῦ ἀκούειν τὰ βλαβερά, ποτὲ δὲ ἀπὸ γεύσεως, ἐκ πολυσίτου διαίτης καὶ τρυφηλοῦ, ποτὲ δὲ ἐξ ἁφῆς, ἐκ τοῦ κρατῆσαι κακῶς ἢ ἐκ τοῦ κλέψαι καὶ πλεονεκτῆσαι καὶ ἁρπάξαι τὰ ἀλλότρια ἢ ἐκ τοῦ τύψαι ἀδίκως καὶ ἀνηλεῶς.

Καὶ ὁ μὲν Θεὸς χάριτι κατ’ εἰκόνα ἰδίαν πλάσας τὸν ἄνθρωπον καὶ τὸ αὐτεξούσιον χαρισάμενος, ὡς μέγα τι δῶρον καὶ τὰς πέντε ταύτας αἰσθήσεις ἡμῖν ἐχαρίσατο, οὐχ ἵνα ἐμπαθῶς βλέπωμεν καὶ ἀκούωμεν καὶ ὀσφραινώμεθα καὶ κρατῶμέν τε καὶ γευώμεθα, ἀλλὰ τὸ στόμα μέν, ἵνα τὰ χρειώδη τὸ σῶμα διατραφῇ πρὸς σύστασιν καὶ ἵνα ἀνοίγωμεν τοῦτο λόγῳ Θεοῦ, τὰς δὲ χεῖρας, ἵνα ἐργαζώμεθα ἔργα τὰ πρέποντα καὶ αἴρωμεν αὐτὰς εἰς εὐχὴν πρὸς Θεόν, τὴν δὲ ὄσφρησιν, ἵνα ὀσφραινώμεθα εὐωδίαν σωτήριον καὶ μυροθήκαις ἁγίων καὶ αὐτοὺς ἐκμιμούμεθα, τὰς δὲ ἀκοάς, ἵνα ἀκούωμεν τὰ τοῦ Θεοῦ θαυμάσια καὶ τὰ ἡμῖν εἰς σωτηρίαν συντείνοντα, τὰς δὲ ὁράσεις, ἵνα καὶ τὸ φῶς καὶ τὰ κτίσματα καθορῶμεν τοῦ Θεοῦ καὶ δοξάζωμεν καὶ θαυμάζωμεν ἀπειρότατον Θεοῦ σοφίαν καὶ δύναμιν.

Πῶς γὰρ καὶ μὴ θαυμάσειέ τις βλέπων οὐρανοῦ ὕψος τοσοῦτον καὶ πλάτος καὶ μέγεθος καὶ φωστήρων λαμπρότητα καὶ ποικιλίαν ἀστέρων καὶ εὐταξίαν καὶ δρόμον καὶ πλῆθος παντελῶς ἀναρίθμητον καὶ μόνῳ τῷ Δημιουργῷ ἀριθμούμενόν τε καὶ ὀνομαζόμενον—«ὁ ἀριθμῶν», φησί, «πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν»· καὶ πάλιν· «Ὅτε», φησίν, «ἐγενήθη ἄστρα», εἴδοσαν «πάντες ἄγγελοί μου» καὶ ὕμνησαν, —τὴν εὐκρασίαν καὶ δυσκρασίαν τῶν ἀέρων, τῶν ὑετῶν τὴν φοράν, τὸ πλῆθος τῶν πετεινῶν, τῶν ἐνιαυτῶν τὰς τροπὰς καὶ ὅσην παρέχει χρῆσιν ἡ τούτων τροπὴ τῷ βίῳ παντί, τὸ πλάτος τῆς γῆς, τὴν αὐτῆς διαφοράν, οἷον τὸ ἔρημον, τὸ οἰκούμενον, τὸ πεδιάσιμον, τὸ ἀλσῶδες, τὸ λεῖον, τῶν εὐκάρπων τε καὶ ἀκάρπων δένδρων τὸ χρήσιμον, τῶν ποταμῶν τὴν ῥοήν, τῶν φρεάτων τε καὶ τῶν κρηνῶν τὸ ἀναγκαῖον καὶ χρήσιμον, τὰς ἀρούρας, τοὺς λειμῶνας, τὴν διαφορὰν τῶν φυτῶν, τὴν εὐφρασίαν τὴν ἐξ αὐτῶν καὶ τέρψιν καὶ θέαν, τῶν βοτανῶν τὴν διαφοράν, τῶν κτηνῶν τὰς ἀγέλας, τῶν θηρῶν τὸ ἀτίθασσον, τῆς θαλάσσης τὸ μέγεθος, καὶ πῶς ψάμμῳ περιτειχίζεται ἡ μεγέθης αὕτη καὶ διακατέχεται καὶ οὐχ ὑπερβαίνει τὸν ὅρον τὸν αὐτῆς δεδομένον —«μέχρι τούτου», φησίν, «ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα»—τὸ ταύτης εὔπλουν καὶ τὸ ἄπλετον, τὴν τῶν ἁλιάδων καὶ τῶν νηῶν χρῆσιν τὴν θαυμαστοτάτην, τὸ ποικιλώτατον πλῆθος τῶν ἰχθύων καὶ ὅσα ἁπλῶς ἑξῆς καθορῶσιν ἡμῶν οἱ ὀφθαλμοὶ κτίσματα Θεοῦ;

Διὰ τοῦτο γὰρ καὶ ὁ Δεσπότης ἡμῶν τὰς ὁράσεις τῶν ὀφθαλμῶν ὡς μέγαν τινὰ πλοῦτον ἡμῖν ἐχαρίσατο, ἵνα ἐκ τῶν ὁρωμένων κτισμάτων τὸν κτίστην θαυμάσαντες καὶ τὰ μὴ ὁρώμενα φαντασθέντες πρὸς αὐτὸν ἀναδράμωμεν. Οὐκ οἶδα δὲ πῶς τοῦ τοσούτου καλοῦ τοὺς ὀφθαλμοὺς ἀποκλίναντες ἐμπαθῶς καὶ περιέργως καθορῶμεν τὰ πρὸς ἀπώλειαν ἕλκοντα καὶ μεστοὺς περιεργείας μοιχαλίδος τινὲς κτησάμενοι ὀφθαλμοὺς εἰς πρόσωπα εὐειδῆ ἀκρατῶς καθορῶσι, μὴ ἀκούοντες τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἐπιφωνοῦντος τρανῶς ὅτι ὁ ἐμβλέψας «γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ». Ἄρα οὖν, φησί, ἐάν τις ἐμβλέψῃ τῇ μητρὶ [*** ***] καὶ θνῄσκειν καὶ θάπτεσθαι.

Ὁρᾶτε τῆς περιεργείας τῶν ὀφθαλμῶν τὰ ἐπικαρπεύματα; Ὁρᾶτε τῆς κλοπῆς καὶ παρακοῆς καὶ βρώσεως τὰ γεννήματα; Ὁρᾶτε ὅσα κακὰ ἐκ παραβάσεως ἐντολῆς μίας κατέρρευσαν; «Εἰ γὰρ» τῶν πρωτοπλάστων, ὧν οἰκείᾳ πλάσας χειρί, «ἁμαρτησάντων Θεὸς οὐκ ἐφείσατο», προσχῶμεν μήπως καὶ ἡμῶν ἁμαρτανόντων ἀμετανοήτως οὐ φείσεται· μᾶλλον δὲ καὶ «ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τετηρημένους, καὶ ἀρχαίου κόσμου», κατὰ τὴν θείαν Γραφήν, «οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα τῶν μελλόντων ἀσεβεῖν τεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων <ἐν> ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο»· «Οἶδε» γὰρ «Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίαις μιασμοῦ πορευομένους» καὶ «ὀφθαλμοὺς ἔχοντας μεστοὺς μοιχαλίδος ἀκαταπαύστως» μοιχεύοντας, ὅτι ὁ ἐμβλέψας «πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ», καθὼς γέγραπται.

Ταύτην οὖν ἐκ τοῦ Κυρίου ἀκούοντες τὴν ἀπόφασιν, μὴ ἀντιλέγειν τολμήσωμεν· ἀντιλογία γάρ ἐστι τὸ εἰπεῖν ὅτι “καὶ τί μοι βλάπτει ἐὰν ἴδω καὶ συντύχω γυναικὶ καὶ οὐ βλαβῶ μετ’ αὐτῆς;”. Τί σε βλάπτει; Ἄκουσον τί σε βλάπτει· βέλος ἐπιθυμίας τιτρώσκει σου τὴν καρδίαν, χαυνοῦταί σου ὁ λογισμός, μοιχεύεις ἐν τῇ καρδίᾳ, ὡς εἶπεν ὁ Κύριος, συλλαμβάνεις εἰς ἐπιθυμίαν, ἡ δὲ «ἐπιθυμία συλλαβοῦσα», φησί, «τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον». Θέλεις βλάβην τούτων περισσοτέραν; Θέλεις ζημίαν ἄλλην μεγαλωτέραν;

Θέλεις θάνατον ἄλλον βαρύτερον τούτου; Ἤκουσας ὅτι ἐκ περιέργου καὶ ἐμπαθοῦς θεωρίας ἐπιθυμία· ἐκ δὲ ἐπιθυμίας ἁμαρτία· ἐκ δὲ ἁμαρτίας θάνατος ψυχῆς· ἐκ δὲ θανάτου ψυχῆς χωρισμὸς ἀπὸ Θεοῦ· χωρισμὸς δὲ ἀπὸ Θεοῦ καταδίκη μετὰ δαιμόνων· μετὰ δαιμόνων δὲ καταδίκη κόλασις αἰώνιος· κόλασις δὲ αἰώνιος «πῦρ ἄσβεστον», «σκώληξ ἀκοίμητος», «σκότος ἐξώτερον», «βρυγμὸς ὀδόντων» καὶ τάρταρος «καὶ κλαυθμὸς ἀπαράκλητος», ὡς ἡ Γραφὴ μαρτυρεῖ. Καὶ ἀπιστείτω ἢ μύθους λογιζέσθω ταῦτα μηδεὶς καὶ ἡμῶν ταῦτα λεγόντων πρὸς σωτηρίαν ὑμῶν καὶ ὠφέλειαν βαρυνέσθω μηδείς· οὐχ ἵνα πάντως ἐπιβαρήσωμεν, ἀλλ’ ἵνα μᾶλλον ὑμᾶς ὠφελήσωμεν, τόνδε τὸν κόπον καθυπομένομεν καὶ ἀντὶ προθυμίας εἰς ῥᾳθυμίαν ἡμᾶς κατακλίνετε καὶ ἀντὶ εὐχαριστίας ἀχαριστίαν καὶ ἀντὶ τιμῆς ἀτιμίαν. «Οἱ κοπιῶντες», φησὶν ὁ ἀπόστολος, «ἐν λόγῳ καὶ διδασκαλίᾳ διπλῆς τιμῆς ἀξιούσθωσαν». Ἐγὼ δὲ οὐ τιμὴν ὑμᾶς ἀπαιτῶν λέγω ταῦτα· τιμὴν γὰρ καὶ φιλοτιμίαν καὶ ὠφέλειαν ἐκείνην λογίζομαι τὴν ὑμῶν σωτηρίαν, τὴν ὑμῶν προκοπήν, τὴν ἑκάστου ἐπιστροφήν, τὴν ἑκάστου μετάνοιαν, τὴν ἑκάστου διόρθωσιν καὶ παντὸς κακοῦ ἀποχήν. Τοῦτό μοι τιμὴ καὶ χαρὰ καὶ ἀκένωτον κέρδος, εἰ βλέπω καὶ ἀκούω ὑπὲρ ὑμῶν ὅτι καὶ μικροὶ καὶ μεγάλοι τὴν ὁδὸν ζητεῖτε τῆς σωτηρίας καὶ ἀγωνίζεσθε τοῦ σωθῆναι.

Καιρὸς γὰρ σωτηρίου ἀγῶνος ἐπιτήδειος ὁ παρών. Προσκαλεῖται ὁ οἰκοδεσπότης ἡμᾶς πρὸς ἐργασίαν τοῦ ἀμπελῶνος αὐτοῦ· δέχεται γὰρ τοὺς ἐρχομένους καὶ ἐν τῇ ἕκτῃ καὶ ἐν τῇ ἐννάτῃ. Μηδὲν ῥᾳθυμήσωμεν, μηδὲν κατοκνήσωμεν, μηδὲν τὸ πᾶν ζημιωθῶμεν οἱ μέχρι τοῦ νῦν ὑστερίσαντες· προσέλθωμεν πιστῶς, προσέλθωμεν ἀνδρείως, προσέλθωμεν ἐν ἐλπίσι χρησταῖς τῇ ἀμπέλῳ τῇ σωτηρίῳ. Πέμπτη γὰρ ἡ ἐφεστῶσα τῶν νηστειῶν ἑβδομάς, διὸ καὶ εὐσυνόπτως περὶ τῶν πέντε τοῦ σώματος αἰσθήσεων εἴπομεν, καὶ ὁ καιρὸς ἤδη ἐγγίζει τῆς παγκοσμίου χαρᾶς. Δράμωμεν, σπεύσωμεν, ἵνα τὸ δηνάριον ἀπολάβωμεν, ἵνα ἐν τῷ μεγάλῳ ἐκείνῳ δείπνῳ εἰσέλθωμεν, ἵνα τοῖς ἀμιάντοις ἐκείνοις ἐπαπολαύσωμεν γάμοις, ἵνα τῷ νυμφίῳ λαμπαδηφόροι συναπαντήσωμεν, ἵνα ταῖς οὐρανίαις παστάσι χάριτι τοῦ νυμφίου κατασκηνώσωμεν, ἵνα τὸ τάλαντον, ὃ ἐπιστεύθημεν ἕκαστος, διπλάσιον εἰσκομίσωμεν συνεργίᾳ Θεοῦ καὶ χάριτι, ἵνα ἀκούσωμεν ἕκαστος «εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου», καὶ εἴπωσιν ἅπαντες τὸ ἀμήν, γένοιτο, γένοιτο.