Πῶς γὰρ καὶ μὴ θαυμάσειέ τις βλέπων οὐρανοῦ ὕψος τοσοῦτον καὶ πλάτος καὶ μέγεθος καὶ φωστήρων λαμπρότητα καὶ ποικιλίαν ἀστέρων καὶ εὐταξίαν καὶ δρόμον καὶ πλῆθος παντελῶς ἀναρίθμητον καὶ μόνῳ τῷ Δημιουργῷ ἀριθμούμενόν τε καὶ ὀνομαζόμενον—«ὁ ἀριθμῶν», φησί, «πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν»· καὶ πάλιν· «Ὅτε», φησίν, «ἐγενήθη ἄστρα», εἴδοσαν «πάντες ἄγγελοί μου» καὶ ὕμνησαν, —τὴν εὐκρασίαν καὶ δυσκρασίαν τῶν ἀέρων, τῶν ὑετῶν τὴν φοράν, τὸ πλῆθος τῶν πετεινῶν, τῶν ἐνιαυτῶν τὰς τροπὰς καὶ ὅσην παρέχει χρῆσιν ἡ τούτων τροπὴ τῷ βίῳ παντί, τὸ πλάτος τῆς γῆς, τὴν αὐτῆς διαφοράν, οἷον τὸ ἔρημον, τὸ οἰκούμενον, τὸ πεδιάσιμον, τὸ ἀλσῶδες, τὸ λεῖον, τῶν εὐκάρπων τε καὶ ἀκάρπων δένδρων τὸ χρήσιμον, τῶν ποταμῶν τὴν ῥοήν, τῶν φρεάτων τε καὶ τῶν κρηνῶν τὸ ἀναγκαῖον καὶ χρήσιμον, τὰς ἀρούρας, τοὺς λειμῶνας, τὴν διαφορὰν τῶν φυτῶν, τὴν εὐφρασίαν τὴν ἐξ αὐτῶν καὶ τέρψιν καὶ θέαν, τῶν βοτανῶν τὴν διαφοράν, τῶν κτηνῶν τὰς ἀγέλας, τῶν θηρῶν τὸ ἀτίθασσον, τῆς θαλάσσης τὸ μέγεθος, καὶ πῶς ψάμμῳ περιτειχίζεται ἡ μεγέθης αὕτη καὶ διακατέχεται καὶ οὐχ ὑπερβαίνει τὸν ὅρον τὸν αὐτῆς δεδομένον —«μέχρι τούτου», φησίν, «ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα»—τὸ ταύτης εὔπλουν καὶ τὸ ἄπλετον, τὴν τῶν ἁλιάδων καὶ τῶν νηῶν χρῆσιν τὴν θαυμαστοτάτην, τὸ ποικιλώτατον πλῆθος τῶν ἰχθύων καὶ ὅσα ἁπλῶς ἑξῆς καθορῶσιν ἡμῶν οἱ ὀφθαλμοὶ κτίσματα Θεοῦ;