Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις
Πίνακες περιεχομένων και προοίμιο του έργου
Κατάλογος περιεχομένων των δύο βιβλίων των Κατηχήσεων, προοίμιο της συγγραφής και ποιμαντικές παραινέσεις προς τον ηγούμενο Ιωάννη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πίνακες περιεχομένων και προοίμιο του έργου
Κατάλογος περιεχομένων των δύο βιβλίων των Κατηχήσεων, προοίμιο της συγγραφής και ποιμαντικές παραινέσεις προς τον ηγούμενο Ιωάννη.
ΠΙΝΑΞ ΤΗΣ ΠΡΩΤΗΣ ΒΙΒΛΟΥ ΤΩΝ ΚΑΤΗΧΗΣΕΩΝ αʹ. Πρόλογος τῶν ψυχωφελῶν καὶ θείων κατηχήσεων τοῦ ὁσιωτάτου πρεσβυτέρου μοναχοῦ Νεοφύτου καὶ ἐγκλείστου πρὸς τὸν ἴδιον ἀδελφὸν μοναχὸν Ἰωάννην καὶ ἡγούμενον τῆς περιωνύμου [τοῦ Κουτ]ζουβένδη μονῆς καὶ πρὸς τοὺς ὑπ’ αὐτὸν μοναχοὺς εἰς τήνδε τὴν βίβλον τῶν κατηχήσεων καὶ ὅτι καλὸν τὸ καλῶς καὶ κατὰ Θεὸν ἄρχειν, καὶ καλὸν τὸ καλῶς ἄρχεσθαι.
βʹ. Εἰς τὴν Κυριακὴν τῶν ἁγίων Πατέρων πρὸ τῆς Χριστοῦ γεννήσεως, καὶ περὶ εὐχαριστίας καὶ ὀρθοῦ βίου. γʹ. Περὶ τῆς Χριστοῦ γεννήσεως καὶ βίου μοναχικοῦ, περὶ ἁγίας περιτομῆς καὶ εἰς τὸν μέγαν Βασίλειον, καὶ περὶ μετανοίας.
δʹ. Εἰς τὴν ἁγίαν Ὑπαπαντήν, καὶ περὶ μετανοίας καὶ ἀχράντου κοινω<νίας>. εʹ. Περὶ ἀκροάσεως ἀναγνώσεων ἐννοίας, καὶ περὶ τοῦ θείου Γαβριὴλ καὶ τῶν εὐαγγελίων τῆς Θεομήτορος. ϛʹ. Κυριακῇ πρώτῃ τῶν νηστειῶν. Περὶ ἐργασίας πνευματικῆς.
ζʹ. Κυριακῇ δευτέρῃ τῶν νηστειῶν. Περὶ δοξολογίας καὶ δυνάμεως θείας καὶ νηστείας κατὰ δύναμιν. ηʹ. Κυριακῇ γʹ τῶν νηστειῶν. Περὶ τῆς παραβολῆς τοῦ ἀμπελῶνος, καὶ εἰς τὸν σταυρὸν καὶ τὴν μεσονήστιμον.
θʹ. Κυριακῇ δʹ τῶν νηστειῶν. Περὶ τῶν πέντε τοῦ σώματος αἰσθήσεων. ιʹ. Κυριακῇ εʹ τῶν νηστειῶν. Περὶ τῆς ἐκκλησιαστικῆς ἀκολουθίας καὶ τῆς τῶν Βαΐων ἑβδομάδος. ιαʹ. Κυριακῇ ϛʹ τῶν νηστειῶν. Εἰς τὰ Βαΐα καὶ εἰς τὴν ξηρανθεῖσαν συκῆν, καὶ εἰς τὴν Μεγάλην Ἑβδομάδα.
ιβʹ. Τῇ ἁγίᾳ καὶ Μεγάλῃ Κυριακῇ. Εἰς τὸν περὶ Ἀναστάσεως λόγον τοῦ θείου καὶ ἱεροῦ Χρυσοστόμου βραχύτατος πρόλογος. ιγʹ. Τῇ Τετράδι τῆς Μεσοπεντηκοστῆς. Περὶ ταπεινοφροσύνης. ιδʹ. Τῇ Πέμπτῃ τῆς ἀναληψίμου. Περὶ τῆς Ἀναλήψεως τοῦ Σωτῆρος ἡμῶν, καὶ τῆς ὑπερφυοῦς ἡμῶν θείας τιμῆς, καὶ τῶν οὐρανίων πυλῶν.
ιεʹ. Κυριακῇ τῶν Ἁγίων Πατέρων. Περὶ τῶν ἐν Νικαίᾳ ἁγίων πατέρων, καὶ ὅτι ἡ πίστις ἡ ὀρθὴ χρῄζει καὶ βίου ὀρθοῦ, καὶ περὶ ἑτεροζευγείας. ιϛʹ. Κυριακῇ τῆς Ἁγίας Πεντηκοστῆς. Περὶ τῆς ὁμοουσιότητος τῆς Ἁγίας Τριάδος, καὶ περὶ ἀγάπης καὶ ὁμονοίας.
ιζʹ. Περὶ τῶν Ἁγίων Ἀποστόλων καὶ τῆς αὐτῶν διδαχῆς. ιηʹ. Εἰς τὴν ἁγίαν μεγαλομάρτυρα Μαρῖναν, καὶ περὶ κρίσεως καὶ συγκρίσεως γυναικῶν τε καὶ ἀνδρῶν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. ιθʹ. Περὶ τῆς ἁγίας καὶ φωτοειδοῦς Μεταμορφώσεως τοῦ Σωτῆρος ἡμῶν.
κʹ. Περὶ τῆς μακαρίας καὶ ἀθανάτου Κοιμήσεως τῆς Θεοτόκου, καὶ περὶ τοῦ ἐξ αὐτῆς ἄρτου τῆς ζωῆς. καʹ. Περὶ τῆς ἀποτομῆς τοῦ Προδρόμου, καὶ θείας μακροθυμίας, καὶ περὶ ὑπομονῆς. κβʹ. Περὶ τοῦ γενεθλίου τῆς ἁγίας Θεοτόκου, καὶ παραινέσεις ὠφέλιμοι.
κγʹ. Περὶ τῆς ἐν τῷ ναῷ εἰσόδου τῆς Θεομήτορος, καὶ ὅτι τοὺς προεπταικότας ἀπογινώσκειν οὐ χρή, ἀλλ’ εὐελπίστως ἀνίστασθαι.
ΠΙΝΑΞ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΒΙΒΛΙΟΥ αʹ. Κυριακῇ αʹ τῶν Ἁγίων Πάντων. Περὶ καρδιῶν διαφορᾶς, καὶ ὅτι τὰ πρόσκαιρα τὰ αἰώνια προεικονίζουσιν. βʹ. Κυριακῇ βʹ. Περὶ τοῦ ἀρχαίου καλοῦ καὶ τοῦ ἀρχαίου κακοῦ, καὶ περὶ τοῦ νέου καλοῦ καὶ τοῦ νέου κακοῦ.
γʹ. Κυριακῇ γʹ. Περὶ ἀπάτης καὶ γαστριμαργίας, ἀφ’ ὧν ὁ θάνατος, καὶ ἀφ’ ὧν τοῦ παραδείσου ἐξέστημεν. δʹ. Κυριακῇ δʹ. Περὶ πορνείας καὶ ἑτέρων κακῶν. εʹ. Κυριακῇ εʹ. Περὶ τῶν πέντε τῆς γαστριμαργίας καὶ τῆς πορνείας ἀποκυημάτων.
ϛʹ. Κυριακῇ ϛʹ. Περὶ φιλαργυρίας καὶ ἀλλεπαλλήλων παθῶν. ζʹ. Κυριακῇ ζʹ. Περὶ ἀκηδίας καὶ παθῶν πλείστων διαφορᾶς. ηʹ. Κυριακῇ ηʹ. Περὶ ὀγδόης. θʹ. Κυριακῇ θʹ. Περὶ ἐννάτων καλῶν. ιʹ. Κυριακῇ ιʹ. Περὶ δεκάδων τινῶν καὶ ὑπερφυεστάτου τιμῆς τοῦ βροτησίου γένους.
ιαʹ. Κυριακῇ ιαʹ. Περὶ ἑνδεκάδων καλῶν. ιβʹ. Κυριακῇ ιβʹ. Περὶ δωδεκάδων διαφόρων, ὧν ἡ ἀνάμνησις πάνυ ὠφέλιμος. ιγʹ. Κυριακῇ ιγʹ. Περὶ ἀποκάρσεως, καὶ ἀποταγῆς κόσμου, καὶ συνταγῆς πρὸς Θεόν. ιδʹ. Κυριακῇ ιδʹ. Περὶ τοῦ ἁγίου σχήματος καὶ τῆς ἐννοίας τῆς ἀποκάρσεως.
ιεʹ. Κυριακῇ ιεʹ. Περὶ τῶν ἑξῆς τῶν προρρηθέντων. ιϛʹ. Κυριακῇ ιϛʹ. Ἀνακεφαλαίωσις τῶν εἰρημένων. ιζʹ. Κυριακῇ ιζʹ. Περὶ τοῦ τριμεροῦς τῆς ψυχῆς κινήματος. ιηʹ. Κυριακῇ ιηʹ. Περὶ τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς.
ιθʹ. Κυριακῇ ιθʹ. Περὶ τοῦ θυμοειδοῦς μέρους αὐτῆς. κʹ. Κυριακῇ κʹ. Περὶ τοῦ τριμεροῦς αὐτῆς ἀνακεφαλαίωσις. καʹ. Κυριακῇ καʹ. Περὶ τῶν μεγάλων τεσσάρων ἀρετῶν. κβʹ. Κυριακῇ κβʹ. Περὶ τῶν ἑξῆς τῆς φρονήσεως.
κγʹ. Κυριακῇ κγʹ. Περὶ δικαιοσύνης. κδʹ. Κυριακῇ κδʹ. Περὶ ἀνδρείας διττῆς. κεʹ. Κυριακῇ κεʹ. Περὶ τῶν ἑξῆς τῆς ἀνδρείας, καὶ ἀνακεφαλαίωσις περὶ τῶν δʹ θείων ἀρετῶν. κϛʹ. Κυριακῇ κϛʹ. Περὶ ἑτέρων τεσσάρων τῆς σοφίας δωρεῶν.
κζʹ. Κυριακῇ κζʹ. Περὶ τῶν θείων τῆς θείας σοφίας ἀποφθεγμάτων. κηʹ. Κυριακῇ κηʹ. Περὶ τῶν ἑξῆς αὐτῆς. κθʹ. Κυριακῇ κθʹ. Περὶ ὑπακοῆς καὶ ἑτέρων καλῶν. λʹ. Κυριακῇ λʹ. Περὶ προεστώτων, καὶ περὶ τῆς εὐχῆς Ἐζεκίου τοῦ βασιλέως.
λαʹ. Κυριακῇ λαʹ. Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου, καὶ ὅτι ῥᾴδιον ἡ μεταβολή. λβʹ. Κυριακῇ λβʹ. Περὶ τοῦ ἀσώτου, καὶ τί ἐστιν ἀρχὴ μετανοίας. ☩ τέλος πίνακος δευτερευούσης βίβλου
ΒΙΒΛΟΣ ΠΡΩΤΗ Πρόλογος ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΠΡΟΛΟΓΟΣ ΕΙΣ ΤΗΝΔΕ ΤΗΝ ΒΙΒΛΟΝ ΤΩΝ ΚΑΤΗΧΗΣΕΩΝ ΚΑΙ ΟΤΙ ΚΑΛΟΝ ΤΟ ΚΑΛΩΣ ΚΑΙ ΚΑΤΑ ΘΕΟΝ ΑΡΧΕΙΝ ΚΑΙ ΚΑΛΟΝ ΑΥΘΙΣ ΤΟ ΚΑΛΩΣ ΑΡΧΕΣΘΑΙ ΚΑΙ ΥΠΕΙΚΕΙΝ Εὐλόγησον, πάτερ. Κατὰ τὴν οὖσαν συνήθειαν τοῦ ἀσπασμοῦ τῆς ἀρχικῆς ἀναβάσεως καὶ ἡμῖν τηρητέον· «Ἀπὼν γὰρ τῷ σώματι», ὡς «παρὼν» ἤδη «τῷ πνεύματι» σὺν πᾶσι τοῖς ἀδελφοῖς ἀσπάζομαί σε κἀγὼ τὸν συνήθη ἀσπασμὸν σὺν εὐχῇ, τιμιώτατε ἀδελφέ.
Καὶ ἤτω σου ἡ ἀρχὴ πρὸς τῆς ἀνάρχου καὶ ὑπεραρχίου ἀρχῆς δεξιὰ καὶ ἀσφαλής· ἤτω σοι ἐκεῖθεν «ῥάβδος δυνάμεως» ποιμαντικῆς καὶ βακτηρία συνέσεως, δι’ ὧν δυνηθῇς θρέμματα λογικὰ ἐπὶ νομὰς ζωηφόρους καὶ «ὕδατα ἀναπαύσεως» συναθροίζειν ῥᾳδίως.
Ἔγραψας δὲ ἡμῖν τοῦ μὴ ἀργεῖν, μηδὲ ἀμελεῖν τοῦ δοθέντος θείου ταλάντου, χαρίσματος λόγου, φέρων ἡμῖν καὶ ἀξιόπιστον μάρτυρα φάσκοντα τὸν προφήτην Τωβὶτ ὅτι τὸ «τὰ ἔργα Κυρίου ἀνακηρύττειν» ἔνδοξον καὶ ἐξῃτήσω ἡμᾶς τοῦ γενέσθαι σοι νοῦς καὶ γλῶττα καὶ χεὶρ γράφουσα τὰ εἰς δόξαν Θεοῦ καὶ οἰκοδομὴν τῶν ἐν Χριστῷ ἀδελφῶν, ὥστε μὴ ὀλίγους τινὰς κατηχήσεις σοι γράψαι, ἀλλ’ ἐν πάσαις ταῖς ἑορταῖς καὶ ἐν πάσαις ταῖς Κυριακαῖς ὅλου τοῦ ἐνιαυτοῦ προσφόρους καὶ ἁρμοδίους.
Ἐπαινῶ γάρ σου τὸ ἐπινόημα, ἀποδέχομαί σου τὴν πρόθεσιν, ἀσπάζομαί σου τὴν πρόνοιαν τῆς ὠφελείας τῶν ἀδελφῶν. Ἀφ’ οὗ γὰρ αἱ πνευματικαὶ ἀπειργήθησαν παραινέσεις, ἐπλατύνθησαν τὰ ἔργα τὰ πονηρά· ἀφ’ οὗ ὁ θεῖος ἠσθένησε λόγος, ἐνίσχυσεν ἡ κακία τοῦ σατανᾶ· ἀφ’ οὗ τὰ θεῖα καὶ θεόπνευστα στόματα τῆς θείας διδασκαλίας ἐπαύσαντο καὶ τὰ ὄμματα ἐκοιμήθησαν, διήνοιξε φάρυγγα ὁ ἐχθρὸς καὶ ὄμματα πονηρὰ καὶ διὰ παθῶν ὀλεθρίων ἀκορέστως, οἴμοι, καταπέπωκε πλείστους. Σὺ δὲ σὺν Θεῷ καλῶς, ἀδελφέ, διενοήθης καὶ ὅσον τὸ ἐπὶ σοὶ ἐπιζητεῖς πραγματείαν τῆς ὠφελείας τῶν ἀδελφῶν καὶ εὐδοκεῖς ἐκθρέψαι λόγῳ Θεοῦ θρέμματα λογικὰ καὶ ποτίσαι νάματα θεϊκὰ διψώσας σωτηρίαν ψυχάς. Διὸ καὶ τὴν ἡμῶν ἀμαθίαν προετρέψω λιπαρικῶς τοὺς ὑπερβαίνοντας αὐτὴν λόγους ἐν κατηχήσει ἐξυφᾶναι καὶ στεῖλαί σοι. Ἐγὼ δέ, εἰδὼς ἐν ἀληθείᾳ ὑπερβαίνειν με τὸ ἐπίταγμα, ἐδίστασα εἰκότως τοῦ ἐγχειρήματος ἅψασθαι· πιστεύσας δὲ πάλιν τῷ εἰπόντι ἀψευδῶς «ἄνοιξόν σου τὸ στόμα, καὶ πληρώσω αὐτό», τὸν δισταγμὸν ἀπεδίωξα, ὡς εὐκόλου ὄντος “ἀνοῖξαι τὸ στόμα” καὶ εὐκολωτέρου ὄντος “τοῦ τὰ πάντα πληροῦντος” τοῦτο πληρῶσαι λόγου ἁρμοδίου, ὥστε λόγους θεοτεύκτους ἐκ τῶν ἄνωθεν ὑφαντῶν ἐξυφᾶναι καὶ στεῖλαι πρὸς σέ.
Σὺ δὲ τούτους ἐπὶ χεῖρας λαβὼν ὡς ἱστοὺς θήξεις, εὖ οἶδα, τῇ λογικῇ σου γλώττῃ, ψαλίδι, ῥητορεύων, συγκόπτων τοῖς χρῄζουσι χιτῶνας καὶ ἱμάτια, δι’ ὧν καὶ ἡ δαιμονιώδης ἀπελαύνεται ψῦξις καὶ θεϊκὴ ὄντως ἀντεισάγεται θάλψις.
Τοῦτο γὰρ πρῶτον ἔργον καὶ ἀγάπης τεκμήριον πρὸς τοῦ καλοῦ ἐδόθη ποιμένος, τοῦ ποιμαίνειν σωτηριωδῶς τὰ ποίμνια τούτου τὰ λογικὰ καὶ εἰ «φιλεῖς με», Πέτρε, φησί, «ποίμανε τὰ πρόβατά μου», δηλονότι καὶ ὅστις με ἄλλος φιλεῖ μετὰ σέ, καλῶς ποιμανεῖν ἔχει τὰ πρόβατά μου καὶ τὰ ἀρνία μου.
Ἔχε οὖν καὶ σύ, κῦρι ἀδελφέ, ταῦτα ἐπὶ μνήμης τοῦ [ποι]μενάρχου τὰ ῥήματα καὶ πρόσ[ε]χε σεαυτῷ «καὶ παντὶ τῷ ποιμνίῳ», Παῦλος ἐντέλλεταί σοι, ἐν ᾧ σε τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἀρχηγόν. Ὅτι δὲ ψήφῳ Θεοῦ γέγονεν ἡ ἀρχή σου σαφῶς, πάντως μέμνησαι τί πρὸ χρόνου τόσου δεδήλωταί σοι.
Ἀλλ’ οὐ χρή τινα, κἂν ψήφῳ Θεοῦ σαφεῖ γένηται ἀρχηγός, μέγα διὰ τοῦτο φρονῆσαί ποτε, φοβεῖσθαι δὲ μᾶλλον ὀφείλει καὶ τρέμειν καὶ πρᾶον καὶ καταβεβλημένον ἀεὶ ἔχειν τὸ φρόνημα, μήπως ὁ τῆς θείας ψήφου πρὸς τὸ ἄρχειν καταξιωθείς, ὥσπερ καὶ ὁ χειρὶ Θεοῦ ἄνθρωπος διαπλασθεὶς καὶ τὸ ἄρχειν καὶ βασιλεύειν τῶν ἐπιγείων πάντων παρὰ τοῦ πλάστου λαβών, ὀνήσῃ αὐτὸν οὐδὲν ἡ τῆς θείας ψήφου ἀρχή. Ὅτε γὰρ ἀνάξιόν τι δράσειε τοῦ ψηφίσαντος καὶ πεποιηκότος Θεοῦ, ὀνειδισθήσεται πάντως παρὰ Θεοῦ διὰ προφήτου τινός· «Ἐβασίλευσαν» γάρ, φησί, «καὶ οὐ δι’ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι», λέγει Κύριος.
Καλὸν γὰρ τὸ ἄρχειν, ἀλλὰ καλῶς καὶ ὡς δοκεῖ τῷ Θεῷ, καὶ καλὸν τὸ ἄρχεσθαι ὡς δεῖ καὶ ὑπείκειν τοῖς ἄρχουσι καὶ τὸ καλὸν τοῦτο οὐ καταπαύσει ποτὲ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. Ἄρχει γὰρ πάντων σωτηριωδῶς ὁ Θεὸς καὶ συνέχει τὰ πάντα ὡς πάντων δημιουργὸς καὶ ἄρχονται αὐτῷ ἀσφαλῶς δυνάμεις ἀγγελικαὶ καὶ ἰσαγγέλων ἀνθρώπων συστήματα.
Ὅσοι γοῦν καλῶς ἄρχουσι καὶ ὅσοι πάλιν εὐπειθῶς καὶ ἀσφαλῶς ἄρχονται, Θεὸν καὶ ἀγγέλους καὶ θεάνθρωπον Κύριον καὶ ἀποστόλους ἁγίους ὡς οἷόν τε μιμοῦνται σαφῶς. Ἄρχουσι δὲ καὶ ἄπιστοι ἀπίστων καὶ κακόπιστοι κακοπίστων, ἀλλ’ αἰσχρῶς καὶ ἀκαθάρτως. Ἄρχει καὶ ὁ σατανᾶς, ἀλλὰ κακῶς καὶ ὀλεθρίως, καὶ ἄρχονται αὐτῷ δαίμονες ῥυπαρῶς καὶ ἰσοδαίμονες ἄπιστοι καὶ φιλόρρυποι ἄνθρωποι, καὶ ὅσοι κακῶς τε καὶ αἰσχρῶς ἄρχουσί τε καὶ ἄρχονται, τὸ ἑξῆς νενόηται καὶ σιωπῶντος ἐμοῦ· οὐ θέμιν γάρ, ἡγησάμεθα, καταβαρῦναι τῷ λόγῳ τοὺς κακῶς ἄρχοντας, φιλικῶς δὲ δυσωποῦμεν ἀκούειν εὐμενῶς τοῦ ἀποστόλου φάσκοντος τοῦ «μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν, ἵνα μὴ μωμηθῇ», φησίν, «ἡ διακονία, ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι». Βλέπουσι γὰρ οἱ ἀρχόμενοι τὰς πράξεις τοῦ ἀρχηγοῦ, ὡς ὁ ζωγράφος εἰκόνος ἀρχέτυπον πρόσωπον, καὶ ὅτε ἰθύνει καὶ διεξάγει κατὰ Θεὸν τὸν ἅπαντα βίον αὐτοῦ, μόλις τοῦτον μιμοῦνται ὀλίγοι τινές, ἄλλοι δὲ τυχὸν καὶ βδελύσσονται τὴν αὐτοῦ ἀρετήν, κατὰ τὸ «βδέλυγμα ἁμαρτωλῶν θεοσέβεια»· τινὲς δὲ πάλιν λογίζονται αὐτὸν φύσει, οὐ βίᾳ, τὴν ἀρετὴν κατορθοῦντα. Ἐὰν δὲ τοῦ καλοῦ μικρόν τι διαμάρτῃ ὁ ἀρχηγός, τότε λοιπόν, προφάσεως εὐλόγου δραξάμενοι ἀφορμήν, καθόλου μιμοῦνται αὐτὸν πάντῃ ἐπιμελῶς.
Ταῦτα οὖν ἔγωγε, κῦρι ἀδελφέ, πρὸς σὲ γράφω νῦν καὶ εἰ πρὸς σὲ μόνον, μὴ ξενίζου, διότι, καθάπερ ἀλόγου ποιμνίου τις μάνδρᾳ παραβαλών, οὐ τῷ ποιμνίῳ, ἀλλὰ τῷ ποιμένι πρῶτον καὶ ἀσπάζεται καὶ ὁμιλεῖ, οὕτω κἀγώ, τῇ ἁγιωτάτῃ καὶ λογικωτάτῃ ὑμῶν μάνδρᾳ τῷ λόγῳ παραβαλών, ἔδει με πάντως τῷ ποιμένι καὶ ὁμιλῆσαι καὶ ἀσπάσασθαι πρῶτον, ἔδει με ἄρξασθαι κορυφόθεν. Διὸ καὶ ἀρξάμενος καὶ ὁμιλήσας ἐκεῖθεν, ἀποπεραίνω λοιπὸν ἐνταῦθα τὸν πρόλογον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.