Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Β΄: Κατηχήσεις Α΄-Ε΄ (Αγίων Πάντων και η πάλη κατά των παθών)

Έναρξη του δεύτερου βιβλίου των Κατηχήσεων με αναφορές στους Αγίους Πάντες και εκτενή πραγματεία για τα πάθη, όπως η γαστριμαργία, η πορνεία, η αναισθησία, η κλοπή και το ψεύδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 9 από 17

ΒΙΒΛΟΣ ΔΕΥΤΕΡΑ Ἄρχεται σὺν Θεῷ ἡ δευτερεύουσα βίβλος ἀπ’ αὐτῆς τῆς Κυριακῆς τῆς τῶν Ἁγίων Πάντων καὶ μέχρι Κυριακῆς ἐκείνης τῆς τοῦ Ἀσώτου φέρουσα κατηχήσεις τριάκοντα καὶ δύο. ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΚΑΤΗΧΗΣΙΣ Αʹ ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΠΕΡΙ ΚΑΡΔΙΩΝ ΔΙΑΦΟΡΑΣ ΚΑΙ ΟΤΙ ΤΑ ΠΡΟΣΚΑΙΡΑ ΤΑ ΑΙΩΝΙΑ ΠΡΟΕΙΚΟΝΙΖΟΥΣΙ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΕΥΣΥΝΟΠΤΑ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ὁ καρδιογνώστης Χριστὸς τὰς τῶν καρδιῶν ἡμῶν διαφορὰς ἐπιστάμενος ἐν τέσσαρσι μερίσι ταύτας διεμέρισε. Καὶ γὰρ κατασπέρων τότε τὸν θεῖον σπόρον, λόγον αὐτοῦ, τινὰς μὲν καρδίας ὡς ὁδὸν ἔβλεπε διὰ τὸ ἀσύνετον, τινὰς δὲ πετρώδεις διὰ τὸ ἄκαρπον, τινὰς δὲ ἀκανθώδεις διὰ τὸ πολυμέριμνον, τινὰς δὲ ὡς γῆν καρποφόρον διὰ τὸ εὐσύνετον. Ἐπεὶ οὖν καὶ ἡμεῖς δι’ ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν συχνοτέρους διασπέρομεν παραινέσεις, ἐξ ὧν χορηγεῖ ὁ καλὸς ἐκεῖνος ἀρχισπορεύς, μηδεὶς ἐξ ὑμῶν ἔστω ὁδικὸς ἢ πετρώδης ἢ ἀκανθώδης, ἀλλ’ ὡς γῆ καλὴ καὶ ἀγαθὴ καρποφορῆσαι Θεῷ σπουδάσωμεν.

Καὶ γάρ, εἰ ἔχομεν σύνεσιν, ἐκ τῶν προσκαίρων τοῦ βίου δυνάμεθα γνῶναι καὶ τὴν αἰώνιον ζωὴν καὶ τὴν αἰώνιον κόλασιν· ὅτε γὰρ βλέπομεν ὄλβον καὶ ῥῶσιν καὶ εὐπραγίαν καὶ δόξαν καὶ αἴγλην φωτοειδῆ καὶ λαμπρότητα καὶ τρυφὴν καὶ στολὴν περιρρέουσαν καὶ ἁπλῶς ὅσα τῷ βίῳ τερπνὰ καὶ ἡδέα, ἐννοεῖν καὶ λέγειν ὀφείλομεν, ὅτι, εἰ τὰ πρόσκαιρα καὶ φθαρτὰ τοιαῦτα καὶ τοσαῦτα, τὰ αἰώνια λοιπὸν οἷα καὶ ὅσα; Καὶ αὖθις, ὅτε βλέπομεν πῦρ καιόμενον καὶ σκότος νυκτερινὸν καὶ θρήνους καὶ οἰμωγὰς καὶ κριτήρια καὶ κλεῖθρα καὶ δεσμωτήρια καὶ ὑπευθύνους ἀνθρώπους καὶ θλίψεις ἀλλεπαλλήλους, ἐντεῦθεν ὁρῶσιν οἱ ἐχέφρονες τὴν θλῖψιν τὴν μέλλουσαν· εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα βάσανα, λοιπὸν τὰ αἰώνια ἡλίκα καὶ ὅσα; Ὅτε δὲ καὶ ψύλλαι καὶ ψεῖραι καὶ κόνεις καὶ σκνῖπες καὶ μυῖαι καὶ κώνωπες καὶ ἕτερα ζωΰφια ἡμᾶς ἐκπιέζουσι καὶ κολάζουσι, γνῶμεν καὶ ἐντεῦθεν οἱ συνετοὶ διατί πρὸς Θεοῦ ταῦτα γεγόνασι καὶ λάβωμεν αἴσθησιν τοῦ ἀκοιμήτως κολάζοντος σκώληκος.

Ἡ δὲ παροῦσα τῶν Ἁγίων Πάντων ἡμέρα ἀρκεῖ πρὸς ὠφέλειαν τοὺς ἐχέφρονας, ἐὰν μνησθῶμεν ὅτι καὶ οἱ αὐτοὶ ἅγιοι ἄνθρωποι ἦσάν ποτε, τῷ βίῳ τούτῳ καὶ τῷ σαρκίῳ περιπολοῦντες καὶ ταῖς ἀνάγκαις τῆς φύσεως περικείμενοι· ἴδε πῶς καὶ σαρκὸς κατεφρόνησαν καὶ πάντων τῶν ἐπιγείων τερπνῶν, ἵνα Χριστὸν μόνον κερδήσωσι καὶ ἴδε ὅσοις ἀοράτοις καὶ ὁρατοῖς ἐχθροῖς κατεπάλαισαν καὶ οἵας καὶ ὅσας βασάνους ὑπέστησαν, ἵνα τὴν ἄνω βασιλείαν κληρώσωνται, καὶ ἐκληρώσαντο καὶ στεφθέντες ἀξίως πρὸς Θεοῦ καὶ «τὸ διάδημα τοῦ κάλλους» φορέσαντες ἀσυγκρίτως εὐφραίνονται σὺν Χριστῷ βασιλεύοντες. Καὶ ποίαν ἆρα εὕροιμεν ἀπολογίαν ἡμεῖς ἐν ἠρεμίᾳ καὶ γαλήνῃ χάριτι Θεοῦ ὀρθοδοξίας τοσαύτης ἀμελοῦντες τῆς ἑαυτῶν σωτηρίας καὶ τὸν δοθέντα ἡμῖν καιρὸν εἰς μετάνοιαν ἀναλίσκοντες μᾶλλον εἰς ἄνοιαν, ὃν μετ’ ὀλίγον πολλὰ ζητήσαντες οὐχ εὑρήσομεν;

Μία γὰρ ἡ τῆς μετανοίας περίοδος, ἡ παροῦσα ζωή, καὶ εἰ ἀμελῶς ταύτην παρέλθωμεν, ἑτέραν οὐχ εὕροιμεν καὶ μίαν ψυχὴν ἑκάστου ἡμῶν προύτεινε Θεὸς καί, εἰ καὶ ταύτην δι’ ἀπροσεξίας προσαπολέσομεν, εὑρεῖν ἑτέραν ἀμήχανον· χρήματα γὰρ καὶ βρώματα καὶ ἐνδύματα καὶ σκεπάσματα καὶ πρόσκαιρα πράγματα ὁ ἀπολέσας εὑρίσκει ἀντ’ αὐτῶν ἕτερα, ψυχὴν δὲ ὁ ἀπολέσας εὑρεῖν ἄλλην οὐ δύναται καὶ χρόνον μετανοίας ὁ παρελθὼν ἀμελῶς εὑρεῖν ἄλλον οὐ δύναται καὶ ὁ τῇ κολάσει τῇ αἰωνίῳ παραδοθεὶς ἐκεῖθεν ἐξαιρεθῆναι ἀμήχανον, ὅτι ἀδελφὸς ἢ ἀδελφὴ ἢ γονεὺς ἅγιος ἐκεῖθεν ἐκσπᾶσαι οὐ δύναται· «Ἀδελφός», φησίν, «οὐ λυτροῦται» ἀδελφὸν τῆς κολάσεως, κἂν ἅγιός ἐστι, «λυτρώσεται» δὲ «ἄνθρωπος» ἄλλος, ὁ δεῖνα ἢ ὁ δεῖνα; Κἂν Ἐνώχ, φησί, καὶ Νῶε δεηθῶσι περὶ τῶν υἱῶν καὶ τῶν θυγατέρων αὐτῶν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, οὐ μὴ ἐξελοῦνται αὐτούς.

Τί οὖν, φησίν, ἀνενέργητοί εἰσιν αἱ τῶν ἁγίων εὐχαὶ καὶ μεσιτεῖαι; Καὶ πῶς ὁ ἀδελφόθεος λέγει ὅτι «πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη»; Οὐ τοῦτο λέγομεν, ὅτι ἀνενέργητοί εἰσιν αἱ εὐχαὶ τῶν δικαίων. Ἐνεργοῦσι μὲν καὶ πάνυ ἐνεργοῦσιν, ἀλλ’ ἐν τῷδε τῷ βίῳ τῆς μετανοίας, ἀλλὰ καὶ τούτῳ τῷ βίῳ τοὺς μετανοοῦντας εἰλικρινῶς· ἐν δὲ τῷ μέλλοντι, εἰ ἦν δυνατὸν ἐνεργεῖν αἱ τῶν ἁγίων πρεσβεῖαι, ἔμελλον ἂν πάντες οἱ ἅγιοι πρεσβεῦσαι σὺν τῇ Θεομήτορι καὶ πλήθη ἁμαρτωλῶν ῥύσασθαι τῆς κολάσεως. Ἀλλ’ εἰδότες οἱ ἅγιοι τοῦ παναγίου κριτοῦ τὴν δικαιοτάτην ἀπόφασιν καὶ ἵνα μὴ τούτου φανῶσι τοῦ δικαίου κριτοῦ δῆθεν δικαιοκριτώτεροι ἢ σπλαγχνικώτεροι, ὅλως τότε τολμῆσαι πρεσβεῦσαι οὐ δύνανται, καθὼς καὶ ἀνωτέρω γραφικῶς περὶ τοῦ Ἐνὼχ καὶ τοῦ Νῶε ὁ λόγος ἐδήλωσεν, ὅτι οὐδὲ οὗτοι δεηθέντες περὶ τῶν υἱῶν καὶ τῶν θυγατέρων αὐτῶν εἰσακουσθήσονται, ἀλλ’ ἕκαστος λοιπὸν ἐκ τῶν οἰκείων ἔργων ἢ στεφανοῦται τότε ἢ κατακρίνεται.

Διὸ προσχῶμεν ἑαυτοῖς, παρακαλῶ ἀδελφοί. Ἀποστῶμεν πάσης πονηρᾶς συνηθείας, μάθωμεν καλὸν ποιεῖν, ἐκκλίνωμεν ἀπὸ κακοῦ, ποιήσωμεν ἀγαθόν, μὴ κρύψωμεν ἁμαρτίαν ἀνεξαγόρευτον, ὅτι ὁ κρύπτων τὴν ἑαυτοῦ ἁμαρτίαν οὐ χρησιμεύσει, φησίν, ὁ δὲ ὁμολογῶν τὰς ἑαυτοῦ ἁμαρτίας καὶ διαπεράσας αὐτὰς ἐλέους τεύξεται παρὰ τοῦ Θεοῦ. Προσεγγίσωμεν Θεῷ καὶ προσεγγιεῖ ἡμῖν· καταλείψωμεν ἁμαρτίας ὁδὸν καὶ πονηρὰς ἐνθυμήσεις· ἐπιστρέψωμεν πρὸς Θεὸν καὶ ἐλεήσει ἡμᾶς, ὡς ὑπέσχετο, ὅτι οὐκ εἰσὶν αἱ ἐνθυμήσεις αὐτοῦ κατὰ τὰς ἐνθυμήσεις ἡμῶν, οὐδὲ αἱ ὁδοὶ αὐτοῦ κατὰ τὰς ἡμετέρας ὁδούς, οὐδὲ θελήσει ἐθέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, καὶ εἰ αὐτοῦ ἀκούομεν, «τὰ ἀγαθὰ τῆς γῆς» καὶ τοῦ οὐρανοῦ φάγωμεν «καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν», εἰ τούτῳ προσέλθωμεν. Διὰ τοῦτο γὰρ καὶ βασιλείαν οὐρανῶν ἡμῖν ἐπηγγείλατο καὶ κόλασιν πᾶσαν ἠπείλησεν, ἵνα ἀκούσαντες καὶ ἀγαπήσαντες ἢ φοβηθέντες καταλείψωμεν ἅπασαν ὁδὸν πονηρὰν καὶ ὁδεύσωμεν διὰ μετανοίας πρὸς τὴν αὐτοῦ εὐσπλαγχνίαν καὶ αὐτὸς δι’ εὐσπλαγχνίας ἐμφύτου ἀφελεῖται πάσας τὰς ἁμαρτίας ἡμῶν.

Εἰ οὖν θέλομεν ζωὴν καὶ ἀγαπῶμεν «ἡμέρας ἰδεῖν ἀγαθάς», παύσωμεν γλῶσσαν «ἀπὸ κακοῦ καὶ χείλη τοῦ μὴ» προφέρειν δόλον. Ἐκποδὼν γενέσθω μνησικακία· «Ὁδοὶ» γὰρ «μνησικάκων εἰς θάνατον»· ῥίψωμεν ὑπερηφανίαν, ὅτι «κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ» καὶ ὑπηκόοις «δίδωσι χάριν».

Ἐκτρέψωμεν φθόνον (διαβολικὸν γὰρ τὸ πάθος), κτησώμεθα ἀγάπην (θεϊκὸν γὰρ τὸ ἆθλον), κτησώμεθα ὑπακοὴν (Χριστοῦ γὰρ τὸ κατόρθωμα), ἀποστῶμεν ἀντιλογίας, μισήσωμεν κλεψίαν, μισήσωμεν μέθην, κρατήσωμεν γαστρός, κρατήσ[ωμ]εν ἡδονῆς, μισήσωμεν ἐπιθυμίας αἰσχρὰς καὶ φιληδόνους ὁρμάς.

Φροντίσωμεν, παρακαλῶ ἀδελφοί, τῆς ἡμῶν σωτηρίας· οὐ πολὺ γὰρ τὸ ἐν μέσῳ καὶ ἀποφλήσομεν ἕκαστος τὸ ἀπαραίτητον χρέος, ἤτοι τὸν θάνατον, καὶ ἀποθανούμεθα πάντες καὶ ἀποστῶμεν τῶν ὧδε καὶ ἀπελευσόμεθα ἐκεῖ, ἔνθα ἡμᾶς προσκαλέσονται τὰ ἔργα ἡμῶν, καὶ ἕκαστος ἀπολάβῃ, ὡς ἐξεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον, «κατὰ τὰ ἔργα αὐτοῦ», εἴτε φαῦλα εἴτε χρηστά, παρὰ τοῦ δικαίου κριτοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Βʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΟΥ ΑΡΧΑΙΟΥ ΚΑΛΟΥ ΚΑΙ ΑΥΘΙΣ ΠΕΡΙ ΤΟΥ ΑΡΧΑΙΟΥ ΚΑΚΟΥ, ΕΙΤΑ ΠΕΡΙ ΤΟΥ ΝΕΟΥ ΚΑΛΟΥ ΚΑΙ ΑΥΘΙΣ ΠΑΛΙΝ ΠΕΡΙ ΤΟΥ ΝΕΟΥ ΚΑΚΟΥ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, εἰ ἀσπαστὸν ὑμῖν, περὶ τοῦ ἀρχαίου καλοῦ καὶ τοῦ ἀρχαίου κακοῦ καὶ τοῦ νέου καλοῦ καὶ τοῦ νέου κακοῦ μικρὰ τῇ ὑμετέρᾳ ἀγάπῃ ὑπομνήσομεν σήμερον. Καὶ γὰρ ἀρχαῖον καλόν, πίστιν καὶ ἀγάπην πρὸς Θεόν, πάντες γινώσκομεν, ἐν οἷς κρατηθέντα τὰ θεῖα στρατεύματα, καὶ ἄπτωτα διαμένουσι καὶ τὸν τρισάγιον ὕμνον τῷ ἀγαπωμένῳ δεσπότῃ καὶ κτίστῃ ἀκορέστως καὶ ἀσιγήτως ἐξᾴδουσι καὶ τοῦ αὐτοῦ ἐνδόξου καὶ παναγίου θελήματος οὐδέποτε ἐκπίπτουσι καὶ τὴν ἀξιάγαστον τούτων πρὸς τοῦτον ἀγάπην καὶ πίστιν ἔργῳ καὶ λόγῳ ἐπιδεικνύουσι. Τοῦτο δὲ τὸ ἀγγελικὸν καὶ ἀρχαῖον καλὸν οὔθ’ υἱοὶ Νῶε καὶ μόνοι κατώρθωσαν, ἀλλὰ καὶ προφητῶν καὶ ἀποστόλων καὶ μαρτύρων χορεῖαι καὶ σύλλογος ἀνδρῶν ὁσίων καὶ γυναικῶν καὶ πάντων θεοφιλῶν καὶ πλείστας ὑποστάντες βασάνους ὑπὲρ τοῦ τοιούτου καλοῦ μέχρι θανάτου ἐπύκτευσαν καὶ τὴν ἔνθεον αὐτῶν ἀγάπην καὶ πίστιν ἔργῳ καὶ λόγῳ ἐσφράγισαν.

Διὸ καὶ ὁ δεσπότης αὐτοῖς ἐνεφανίσθη καὶ παράκλητον ἄλλον αὐτοῖς ἐξαπέστειλεν, ὡς ὑπέσχετο, ἵνα μένῃ μετ’ αὐτῶν εἰς τὸν αἰῶνα, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται». Καὶ ταῦτα μὲν διὰ βραχέων περὶ τοῦ ἀρχαίου καλοῦ, πίστεως καὶ ἀγάπης. Κακὸν δὲ ἀρχαιότατον κενοδοξία καὶ φθόνος, παρ’ ὧν ἐξ ἀγγέλων ἠμείφθησαν δαίμονες καὶ ἐντεῦθεν πεπτώκασι πτῶσιν ἀνέγερτον. Τὴν θείαν γὰρ δόξαν περιφθονήσας ὁ ἀρχέκακος καὶ δόξαν ἐπιθυμήσας ἀφρόνως τὴν αὐτῷ μὴ προσήκουσαν, εἰκότως καὶ ἣν εἶχεν, ἤρθη ἀπ’ αὐτοῦ· εἰπὼν γὰρ ὅτι «θήσω» κἀγὼ «τὸν θρόνον μου» ἐπὶ «τῶν νεφελῶν», ὁμοίως καὶ τὰ τάγματά μου, καὶ «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ», γέγονεν ὅμοιος οὐδενὶ κτίσματι Θεοῦ καὶ ἀντὶ ὑψίστου γέγονε καταχθόνιος διάβολος καὶ ἀντὶ ἀρχαγγέλου γέγονεν ἀρχιδαίμων ἀκάθαρτος.

Τοῦτο γοῦν τὸ φθονερὸν καὶ κενόδοξον πάθος μέχρι καὶ τήμερον κρατεῖ σχεδὸν ἐπὶ πάσης τῆς γῆς καὶ ἔστιν ἰδεῖν φθονουμένην καὶ βασιλείαν ἐπίγειον καὶ ἐπισκοπὴν ἱερὰν καὶ ἡγουμενείαν ὁσίαν καὶ ἁπλῶς πᾶσαν ἀρχὴν καὶ θεόσδοτον δόξαν. Καὶ τότε τίνες οἱ φθονοῦντες καὶ ταῖς τοιαύταις σφετεριζόμενοι ἀρχαῖς; Οἱ μηδὲ ἄξιοι πολλάκις ταῖς τοιαύταις προσπελάσαι ἀρχαῖς καὶ τιμαῖς, οἳ καὶ πολλάκις ἀντὶ δόξης καὶ ἀρχῆς ἐκληρώσαντο ἀτιμίαν ἢ βασιλέως ὀργὴν ὑπερόριον ἢ καὶ θανάσιμον, ὡς ἤδη προσκεκρουκότες δόξαν βασίλειον, ἢ ἑτέρᾳ τινὶ ἀρχῇ ἐπιθυμήσαντες ἰσωθῆναι, ὡς ὁ διάβολος Θεῷ, ἠτιμώθησαν πλεῖον καὶ ἐταπεινώθησαν μᾶλλον κατὰ τὸν κυριακὸν λόγον ἀντὶ τοῦ ὑψωθῆναι. Εἰ δέ που καὶ κατὰ θείαν συγχώρησιν τῆς τοιαύτης ἀρχῆς τινες δυνηθῶσι κρατῆσαι, οὐ διὰ Θεοῦ, ἀλλὰ καὶ ἀγνώστως Θεῷ· «Ἐβασίλευσαν», φησί, «καὶ οὐ δι’ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι», λέγει Κύριος.

Ἐκπίπτουσι δὲ καί τινες ἐξ ἧς κρατοῦσιν ἀρχῆς διὰ δύο τρόπους τινάς, ἤγουν, ὁπόταν τις τὰ τῆς ἀρχῆς ἀνάξια δρᾷ, κατ’ ἐκείνους τοὺς πρεσβυτέρους καὶ κριτὰς τοῦ λαοῦ, τοὺς περὶ Σωσάνναν φημί, περὶ ὧν γέγραπται ὅτι «ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν», ἢ καὶ κατὰ τὸν Σαοὺλ ἐκεῖνον, περὶ οὗ καὶ Σαμουήλ, πολλὰ τοῦ Θεοῦ δεηθείς, ἤκουσε τὸ «οὐκ εἰσακούσομαί σου»—καὶ γὰρ «ἐξουδένηκα αὐτόν», φησίν—ἢ πάλιν ὁπόταν τινὸς ἡ καρδία ὑψωθῇ κατὰ τὸν Ὀζίαν ἐκεῖνον· «ὑψώθη», φησίν, «ἡ καρδία» Ὀζίου ἕως «τοῦ διαφθεῖραι» καὶ ὅτι «διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου» καὶ ὅτι «ἡ κακοπραγία περιστρέψει θρόνους δυναστῶν». Καὶ ταῦτα μὲν ἐκ τῶν πολλῶν ὀλίγα περὶ τοῦ ἀρχαίου κακοῦ, φθόνου καὶ κενοδόξου πάθους.

Νέον δὲ καλόν, ὅτι καὶ ἐπὶ τῆς νέας χάριτος ἡ ἀείμνηστος καὶ ἀνείκαστος καὶ ὑπεράπειρος τοῦ Σωτῆρος ἡμῶν ὑπεραγία ταπείνωσις, ὅτι μέλλων ἐλθεῖν πρὸς ἀπολλύμενον κόσμον εἰς τὸ σῶσαι αὐτὸν καὶ μορφωθῆναι τὸ καθ’ ἡμᾶς, οὐκ ἦλθεν ὡς βασιλεὺς πρὸς βασιλείους αὐλάς, ἀλλ’ εἰς τέκτονος οἶκον ὡς ἀρχιτέκτων τῆς τρικατοίκου αὐτοῦ καθολικῆς οἰκιάδος· οὐκ ἐξελέξατο μαθητὰς φιλοσόφους καὶ ῥήτορας, ἀλλὰ ἀσόφους τινὰς καὶ ἁλιεῖς τὴν ἐπιστήμην, ἵνα, ὡς Θεοῦ σοφία καὶ δύναμις, σοφίσῃ καὶ δυναμώσῃ αὐτοὺς καὶ δι’ αὐτῶν ἁλιεύσῃ ἑαυτῷ καὶ ζωγρήσῃ ἄπειρα πλήθη λογικωτάτων ἰχθύων εἰς ἀγγεῖα βασιλικὰ τῆς σαγήνης αὐτοῦ, βασιλείας, ὧν κατηξίωσεν ἀπονίψαι καὶ πόδας λεντίῳ περιζωθείς, τοῦτο μὲν ὡς ὡραίως βαδίζοντας εὐαγγελιζομένους εἰρήνην, τοῦτο δὲ διδάσκων καὶ αὐτοὺς καὶ ἡμᾶς τῆς ταπεινώσεως τὸ ὕψος. Καὶ ταῦτα μὲν διὰ συντομίας περὶ τοῦ νέου καλοῦ.

Ἔστι δὲ καὶ νέον κακόν, φιλοκοσμία καὶ ζῆλος πονηρός, ἐρίθειαι καὶ μάχαι καὶ ταραχαί, ἐν αἷς κρατηθέντας πολλοὺς γράφων ὠνείδιζεν ὁ ἀδελφόθεος Ἰάκωβος· «Ὅπου γὰρ ζῆλος καὶ ἐριθεία», φησίν, «ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα». «Πόθεν», φησί, «πόλεμοι ἐν ὑμῖν καὶ μάχαι» καὶ ταραχαί; «Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Ἐπιθυμεῖτε», φησί, «καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. Οὐκ ἔχετε, διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. Μοιχοὶ καὶ μοιχαλίδες», φησίν, «οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς ἂν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται»· «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. Καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.

Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς. Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί», ὅτι «ὁ καταλαλῶν ἀδελφοῦ», φησί, καὶ «κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον». Ταῦτα γοῦν, ἀδελφοί, προσέχειν δεῖ ἀκριβῶς, ἵνα μὴ παραρρυῶμεν, ἀλλ’ ἵνα μᾶλλον τηρῶμεν τὰ τοῦ Σωτῆρος θεῖα προστάγματα, ἵνα καὶ αὐτὸς διατηρήσῃ ἡμᾶς ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ τῆς σωτηρίας ἡμῶν καὶ σώσῃ ἡμᾶς χάριτι αὐτοῦ πρὸς τὴν αὐτοῦ βασιλείαν· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Γʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΠΑΤΗΣ ΚΑΙ ΓΑΣΤΡΙΜΑΡΓΙΑΣ ΑΦ’ ΩΝ Ο ΘΑΝΑΤΟΣ ΚΑΙ ΑΦ’ ΩΝ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΠΕΠΤΩΚΑΜΕΝ, ΚΑΙ ΠΕΡΙ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, εἰ κατέχετε περὶ ὧν τῇ παρωχηκυίᾳ διελέχθημεν Κυριακῇ, νῦν τῶν ἑξῆς ἐφαψόμεθα· περὶ ἀρχαίου γὰρ καλοῦ καὶ κακοῦ διελέχθημεν, ἐν οἷς καὶ ἀπάτη καὶ γαστριμαργία πεφύκασι σύγχρονοι, ἀφ’ ὧν καὶ δι’ ὧν ἀφθαρσίας καὶ παραδείσου τρυφῆς ἐστερήθημεν ἄμφω, δελεασθέντες ἀπάτῃ, ὄφεως πονηροῦ πονηρᾷ συμβουλῇ· «Ὁ ὄφις» φησίν, «ἠπάτησέ με, καὶ ἔφαγον». Εἰς τί σε ἠπάτησεν, ὦ προμῆτορ πάντων βροτῶν, καὶ ἔλαβες ἀπὸ τοῦ ξύλου καὶ ἔφαγες; Ἰσοθεΐας ἐλπίδι, φησίν, «ἠπάτησέ με, καὶ ἔφαγον». Ἀλλὰ ἀπό γε τοῦ νῦν μηδεὶς ἀπατάσθω φρονεῖν καὶ ἐπιθυμεῖν τὰ ὑπὲρ ἀξίαν αὐτοῦ, ἵνα μὴ καὶ ὃ ἔχει «ἀρθήσεται ἀπ’ αὐτοῦ», ὡς πέπονθα καὶ αὐτή, μηδὲ ἡδονῇ γαστρὸς ἡττάσθω πολυτελείαις βρωμάτων.

Ἰδοὺ καὶ ἀπάτη καὶ γαστρὸς τυραννίς. Οὐδὲν ἐξ ἀπάτης χρηστόν· «Ὁ ὄφις», φησίν, «ἠπάτησέ με, καὶ ἔφαγον». Ἰδοὺ δύο κακά, ἀπάτη καὶ βρῶσις παράνομος, ἰδοὺ ἡ τοῦ θανάτου πηγή, ἀφ’ ὧν ἐξέβλυσαν ποταμοὶ θανατηφόρου φθορᾶς. Καὶ ἡ μὲν ἀπάτη θανάτου γέγονε κολοφών, ἡ δὲ γαστριμαργία μολυσμῶν καὶ φθορᾶς γέγονε κορωνίς, ἃς οἱ πατέρες ἡμῶν ἄμφω πατήσαντες ἀθάνατοι τῷ ὄντι γεγόνασιν. Οὐκ ἠπάτησεν αὐτοὺς ἡ τοῦ κόσμου τερπνότης, οὐκ ἐνίκησεν αὐτοὺς γαστρὸς τυραννίς, οὐκ ἠπάτησεν αὐτοὺς φιλήδονος λογισμός, οὐκ ἐνίκησεν αὐτοὺς βρωμάτων ἡδονή, οὐκ ἠπάτησεν αὐτοὺς πλοῦτος φθαρτὸς καὶ δόξα κενή, οὐκ ἐνίκησεν αὐτοὺς φύσις σαρκός, οὐκ ἠπάτησεν αὐτοὺς ὀφθαλμὸς χαμερπής, οὐκ ἐνίκησεν αὐτοὺς φάρυγγος γλυκασμός, οὐκ ἠπάτησεν αὐτοὺς ἰδιορρυθμίας δελεασμός, οὐκ ἐνίκησεν αὐτοὺς ἀνηκοΐας τυραννίς, οὐκ ἠπάτησεν αὐτοὺς ἱματισμὸς μαλακός, οὐκ ἐνίκησεν αὐτοὺς πτωχείας ὑπερβολὴ καὶ ἐντεῦθεν ἀπεδύσαντο τοὺς «δερματίνους χιτῶνας», ἐντεῦθεν τῶν παθῶν κατεκράτησαν ἄκρως, ἐντεῦθεν τὸν θάνατον ἔφυγον ὅλως, ἐντεῦθεν τὴν ζωὴν ἐκληρώσαντο ἀξίως, ἐντεῦθεν πτωχείαν πατήσαντες τὸν πλοῦτον τῆς βασιλείας ἐκτήσαντο. Τοιοῦτος ἦν Ἀντώνιος, Ἀρσένιος, Εὐθύμιος, Ἱλαρίων, Χαρίτων, Σάββας καὶ Ἀμμοῦν ὁ Νιτριώτης καὶ ὁ μέγας Σεραπίων καὶ οἱ τούτων συμπράκτορες.

Τούτους γοῦν ὡς οἷόν τε καὶ ἡμεῖς, παρακαλῶ ἀδελφοί, μιμησώμεθα· τούτων τὴν πολιτείαν τὸ κατὰ δύναμιν ζηλώσωμεν καὶ ποθήσωμεν. Μὴ διὰ τὸ ὕψος ἐκείνων ἀδυναμίαν παντελῆ προβαλώμεθα καὶ εἰς χάος παθῶν ἡμᾶς καταπτώσωμεν, ὥστε τὸ ὕψος τῆς ἀρετῆς ἐκείνων χάος ἡμῖν ἀπογνώσεως γενέσθαι, ἀλλ’ ἑαυτοὺς διεγείρωμεν καὶ τὴν ἐκείνων τρίβον, τὴν ὄντως ἰθυγενῆ, ἠρέμα ἐφεψώμεθα, ἵνα τούτους καταλαβόντες κατίδωμεν, ἵνα τούτοις ἁμιλληθέντες, γεγηθότες αὐτοῖς συνοδεύσωμεν, ἵνα τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ ἀποκλίνωμεν καὶ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ αὐτῶν μὴ ἐκπέσωμεν, ἵνα σὺν τούτοις τὰ τούτοις ἡτοιμασμένα ἀγαθὰ συγκληρωσώμεθα, ὅτι καὶ τὸ τούτων ἀγγελικώτατον σχῆμα τάχα περιβεβλήμεθα, ὅτι τὰ τούτων θεοδώρητα κατορθώματα καθορῶμεν ἐν γράμμασιν, ὅτι τὰ τούτων μελισταγῆ ἀποφθέγματα καθ’ ἑκάστην ἀκούομεν, εἴ γε ἄρα καὶ ἀκούομεν.

Μὴ οὖν, ἀδελφοί, ἀπατώμεθα σαρκικαῖς ἡδοναῖς, μὴ ἀπατώμεθα λογισμοῖς δουλουργοῖς δολεροῖς, μὴ ἀπατώμεθα ἔν τισι φθειρομένοις δουλούμενοι, μὴ νικώμεθα γαστρὸς ἡδοναῖς ἀπατώμενοι, μὴ νικώμεθα πολυτελείαις βρωμάτων δελεαζόμενοι, ἀλλὰ μόνοις ἀναγκαίοις ἐπαρκεσώμεθα, μὴ σβέσῃ ψυχῆς ὀφθαλμὸν κόρος βρωμάτων, μὴ θολώσῃ ὄμματα διανοίας οἴνου πλεονασμός. Μὴ πλανηθῶμεν, παρακαλῶ ἀδελφοί, τῆς μακαρίας ὁδοῦ τῶν μακαρίων καὶ θεοφόρων πατέρων ἡμῶν. Ἐὰν δὲ πλανηθῶμεν καὶ τῆς εὐθείας αὐτῶν νύσσης ἐξοστρακίσωμεν καὶ μὴ τούτων ὀπίσω βαδίσωμεν, ἀλλὰ χωρήσωμεν πρὸς ἀνοδίας καὶ βάραθρα, πῶς, εἰπέ μοι, αὐτοὺς καταλάβωμεν ἢ πῶς τούτους θεασόμεθα ἢ πῶς τῶν τούτων σὺν τούτοις ἐπαπολαύσομεν ἀγαθῶν; Ἴσμεν γὰρ πάντες ὅτι ἐκείνους τις καὶ ἐπιφθάνει, οἷς καὶ ἀκολουθεῖ, εἴτε ἀγαθοῖς εἴτε σκολιοῖς, καὶ σὺν τούτοις συνευφραίνεται, οἷς συνευθύνεται, οἷς δὲ μὴ ἀκολουθεῖ, οὔτε καταλαμβάνει οὔτε καθορᾷ πώποτε. Πῶς γάρ τις, εἰπέ μοι, γαστρίμαργος ἢ μέθυσος ἢ πόρνος ἢ κλέπτης καὶ ψεύστης καὶ ἐπίορκος καὶ μνησίκακος καὶ φιλάργυρος καὶ τοῖς λοιποῖς πάθεσι δεδουλωμένος ὀπίσω βαδίσει Ἀντωνίου καὶ Ἀρσενίου καὶ τῶν λοιπῶν ἰσαγγέλων ἐκείνων τῶν ἐν πείνῃ καὶ δίψῃ καὶ ἀκτημοσύνῃ πολλῇ καὶ κακουχίᾳ ἑκουσίᾳ καὶ ἀκροτάτῃ ἁγνείᾳ τὸν βίον καταλυσάντων;

Πῶς καταδιώξει καὶ καταλάβῃ καὶ συνοδεύσει τούτοις ὁ μὴ μόνον ἐν ἀμελείᾳ, ὡς κἀγώ, ἀλλὰ καὶ ἐν ἐμπαθείᾳ τὸν ἑαυτοῦ διεξάγων βίον, ὡς προείρηται ἀνωτέρω; Εἰ δέ πού τις λέγει “καὶ τίς δύναται μιμεῖσθαι Ἀντώνιον καὶ οὓς ἐξεῖπες ἁγίους”, ἀκουέτω καὶ Παύλου, ὃς οὐχ ἁγίους ἁπλῶς μιμεῖσθαι προτρέπει, ἀλλὰ καὶ Θεὸν αὐτόν· «Γίνεσθε», φησί, «μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν». Εἰ οὖν καὶ Θεὸν μιμεῖσθαι προετράπημεν διὰ καθαρότητος βίου καὶ χρηστῶν ἔργων, οὐδὲν τὸ κωλῦον μιμεῖσθαι τὸ κατὰ δύναμιν τὸν ὑψιπέτηλον βίον τῶν εἰρημένων ὁσίων. Εἰ οὖν ἐπιθυμῶμεν ἐκείνους ἰδεῖν καὶ σὺν ἐκείνοις συνεισελθεῖν πρὸς τὰ ἐκείνοις ἑτοιμασθέντα ἀγαθά, συστείλωμεν ἑαυτοὺς ἐξ ὀλεθρίων παθῶν καὶ ὁδεύσωμεν ὀπίσω ἁγίων κατὰ μικρὸν ἐν φρονήματι ταπεινῷ καὶ ὑπακοῇ καὶ συμμέτρῳ νηστείᾳ καὶ δῴη Κύριος προθυμίαν καὶ ἰσχὺν καὶ χρηστὴν εὐδοκίαν καὶ χάριτι αὐτοῦ καὶ συνεργίᾳ θεοσδότῳ καταδιώξομεν καὶ καταλάβωμεν καὶ συνοδεύσομεν τούτοις καὶ σὺν τούτοις τῶν τούτοις ἀποκειμένων ἐπαπολαύσομεν ἀγαθῶν εὐχαῖς αὐτῶν εὐπροσδέκτοις καὶ μεσιτείαις καὶ θείᾳ χάριτι· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Δʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΟΡΝΕΙΑΣ, ΗΤΙΣ ΚΑΙ ΕΣΤΙ ΓΑΣΤΡΙΜΑΡΓΙΑΣ ΜΕΝ ΘΥΓΑΤΗΡ, ΑΝΑΙΣΘΗΣΙΑΣ ΔΕ ΜΗΤΗΡ ΚΑΙ ΜΟΛΥΣΜΩΝ ΠΟΛΥΤΡΟΠΩΝ ΕΚΡΟΗ ΚΑΙ ΕΤΕΡΩΝ ΚΑΚΩΝ Εὐλόγησον, <πάτερ>. Ἀδελφοὶ καὶ πατέρες, μὴ φορτικὸν ὑμῖν ἐπιφαίνηται διαλεγομένων ἡμῶν περὶ ἀνοσίων παθῶν· τῷ γὰρ φορτικὸν καὶ ἐπαχθῆ λογιζομένῳ τὸν ἰατρὸν διαλεγόμενον περὶ ζωῆς, ὁ τοιοῦτος δηλονότι νοσεῖ τὰ πρὸς θάνατον καὶ ἀποθνῄσκειν αἰσχρῶς ἀποδέχεται· ὃς δὲ προσρυῇ τῷ ἰατρῷ καὶ ἀσπασίως προσανέχεται τοῖς τούτου προσφθέγμασιν, ἔργῳ δεικνύει ὅτι τὴν ζωὴν καὶ τὴν ὑγείαν ἀσπάζεται. Τοιγαροῦν ἰατρός ἐστιν ὁ Θεός, ἡμεῖς δὲ «τραυματίαι» δαυϊτικοὶ «καθεύδοντες ἐν τάφῳ» τῶν ὀλεθρίων παθῶν, ἔμπλαστρον δὲ ψυχῆς, πρόξενον ὑγείας καὶ ζωῆς τοῖς ἀγαπῶσι τὴν ζωήν, λόγος διδασκαλίας πνευματικός. Πορνεία δὲ τραῦμα ψυχῆς θανάσιμον ὄντως. Πορνεία πόρρω ῥίπτει ἀπὸ θεοῦ τοὺς ἐργάτας αὐτῆς· πορνεία πτῶσις ἐκ Θεοῦ καὶ ἐξολόθρευσις ἅμα· «Ἐξωλόθρευσας», φησίν, «ἀπὸ σοῦ τὸν πορνεύοντα πάντα».

Πορνεία πώρωσις ψυχῆς καὶ τύφλωσις διανοίας· πορνεία πόρρω νεύειν Θεοῦ καθιστᾷ τοὺς ἀνθρώπους· πορνεία αἰσθητοὺς καὶ νοητοὺς ἐκπηροῖ ὀφθαλμούς· πορνεία σκότος ψυχῆς καὶ σαρκὸς μολυσμός· πορνεία σκότους ἐραστὴ καὶ φωτὸς μῖσος ἀληθῶς, ὅτι «πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς»· πορνεία δυσωδίας εὕρεσις καὶ εὐωδίας ἀφανισμός· πορνεία πρόξενος βορᾶς τοῦ ἀκοιμήτου σκώληκος καὶ ζωῆς αἰωνίου ὑστέρησις· πορνεία μήτηρ ἀναισθησίας καὶ κλεψίας καὶ ψεύδους καὶ ἐπιορκίας, φιλαργυρίας δὲ καὶ ἀκηδίας καὶ ὀργῆς καὶ λύπης καὶ ἑτέρων πλείστων κακῶν προμήτωρ καὶ πρόγονος. Καὶ ἵνα παρεάσω τὰ πλεῖστα ἑκών, φράσω συντόμως τὸ ἀληθές. Πορνεία γὰρ ἀμετανόητος καὶ ἀνεξαγόρευτος Θεοῦ χωρισμὸς καὶ κρίσεως πορισμός, ὅτι «πόρνους καὶ μοιχούς», ὥς φησι Παῦλος, «κρινεῖ ὁ Θεός», ζωῆς μακρυσμὸς καὶ θάνατος ψυχῆς καὶ θλίψεως ἀλήκτου εἰσαγωγή. Εἰ δὲ πορνεία τοιαύτη καὶ ταῦτα τὰ ἑαυτῆς, τί ἄν τις εἴποι λοιπὸν περὶ μοιχῶν ἅμα καὶ ἀρρενοφθόρων ἢ καὶ ζωοφθόρων, τῶν ἴσα φονέων τῷ ἐγκλήματι κατὰ τὸν μέγαν Βασίλειον ἐχόντων τὰ ἐπιτίμια; Ἐγὼ δὲ περὶ τούτων λέγειν πλατυτέρως οὐ βούλομαι, ὅτι οὐκ ἀνέχομαι τὸ παρὸν σύγγραμμα τοῖς τοιούτοις λόγοις καταρρυπαίνεσθαι.

Οἱ δέ γε περὶ τοῦ τοιούτου μύσους μαθεῖν ἐφιέμενοι μαθήτωσαν ἐκ τοῦ λέγοντος ὅτι «οἱ ἄνθρωποι οἱ» κατοικοῦντες «ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ σφόδρα ἐναντίον τοῦ Θεοῦ», διὸ καὶ «καταβήτωσαν εἰς ᾅδου ζῶντες» καὶ αἱ πόλεις αὐτῶν, αἱ ποτὲ ὡς ὁ παράδεισος ὁ ἐν Ἐδέμ, νῦν ὡς θάλασσα πύρφλεβος νάφθαν καὶ πίσσαν ἐκβλύζουσα καὶ θείαφον πολὺν παρὰ πᾶσαν τὴν γῆν ἡ γῆ ἐκείνη βλυστάνουσα, τέφρας δὲ καὶ σποδοῦ μηδὲν ὅλως ἡ γῆ ἐκείνη διαφέρουσα, καὶ ἐντεῦθεν μαθήτωσαν οἱ βουλόμενοι τὸ ἄγος τῆς μυσαρᾶς ἁμαρτίας καὶ τὸ ἀτόπημα.

Ὅτι δὲ πορνεία γαστριμαργίας θυγάτηρ δῆλον ἐντεῦθεν· ὅτε γὰρ ὁ προπάτωρ ἔφαγεν ἀπὸ τοῦ ξύλου καὶ ἐξώσθη τοῦ παραδείσου, βρώσεως μετέσχε σωματικῆς· τότε λοιπὸν καὶ «ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν», μεθ’ ὃν καὶ «ἐγέννησε» πλείστους «υἱοὺς καὶ θυγατέρας». Ἀλλὰ καὶ αὐτὴν καθορῶμεν τὴν ἄψυχον γῆν ἔργῳ νοητῶς μυσταγωγοῦσαν ἡμᾶς νηστείαν καὶ σωφροσύνην· ἐν ᾧ γὰρ καιρῷ κατάστεγνος αὕτη πέλει, οὐκ ἐκφύει βοσκημάτων νομήν, οὐ βατράχων ὑγρὰν γεωργεῖ, οὐ καρκίνων ὑλώδη τροφὴν αὐτουργεῖ, οὐ βαλτώδης ὁδοιποροῦσιν εὑρίσκεται, οὐ «χόρτον» ἀνατέλλει «τοῖς κτήνεσι», οὐ χλόην ἐπιφέρει δουλείαν τοῖς ἀνθρώποις, ἀλλ’ ἔστιν ὅλη σποδιὰ καὶ κατάξηρος γαῖα, μηδὲν πιανθῆναι ταύροις καὶ ἵπποις καὶ χρεμετίζειν ἀτάκτως. Διὸ καὶ τὰ βοσκήματα τότε ἅπαντα δι’ ἔνδειαν τροφῆς ταπεινοῦνται καὶ ἁγνεύουσι πάνυ. Ὁπηνίκα δὲ ἡ γῆ μεθυσθῇ ἐπομβρίαις καὶ ὑετοῖς θαμινοῖς καὶ διάβροχος γένηται κατὰ κράτος, τηνικαῦτα ὁρῶμεν αὐτὴν ῥᾷον ἐκφύουσαν βοσκήμασι βρῶσιν εἰς πλῆθος, ἀφ’ ἧς οἱ ταῦροι πιανθέντες καὶ πυρωθέντες, ἀδεῶς ταῖς ἀγελάσιν ἐπισυμμίγνυνται καὶ πᾶσα φύσις ἀλόγων, νικηθεῖσα τῇ ἐπιθυμίᾳ, ἀτακτεῖ τότε καὶ μαίνεται καὶ αὐτομολεῖ καὶ γαυριᾷ καὶ σκάπτει καὶ κράζει καὶ τρέχει καὶ πηδᾷ καὶ ἁπλῶς εἰπεῖν δαιμονιᾷ παντελῶς καὶ μεθύσκεται.

Ὁρᾶτε τῆς ἀμέτρου τρυφῆς τοὺς καρπούς; Ὁρᾶτε τῆς γαστρὸς τὰ γεννήματα; Ὁρᾶτε πῶς ἡ πορνεία γαστριμαργίας θυγάτηρ καθέστηκεν; Ὁ οὖν προαιρέσει ἀγαθῇ καὶ ἐπικουρίᾳ θεϊκῇ ἀποκτείνας τὴν κακίστην ταύτην μητέρα συναποκτείνει πάντως καὶ τὴν κακὴν θυγατέρα καὶ ἀναφανῇ ὡς φονεὺς ἄλλος τις Ἠλιοὺ καὶ Φινεές. Ζώσης δὲ τῆς μητρὸς καὶ γαυριώσης καὶ σπαταλώσης, συλλήψεται πάντως καὶ ἀποτέξεται ἀξίαν ἑαυτῆς θυγατέρα· «Σπεῖρον», φησί, «σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα» καὶ ὅτι «ἐκ σπέρματος ὄφεων ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα τούτων ἐξελεύσεται ὄφεις πετόμενοι», δηλαδὴ ὅτι ὁ πονηρὸς γεννήτωρ ὄφις καλεῖται, τὰ δὲ ἐξ αὐτοῦ γεννηθέντα, ὡς πονηρότερα αὐτοῦ, λέγονται ἀσπίδες, τὰ δὲ τούτων πάλιν τῶν γεννημάτων ἀσπίδων γεννήματα, ὡς πονηρότερα τούτων, ὄφεις πετόμενοι· δῆλον ὅτι πάθος μικρὸν γεννᾷ πάθος μειζότερον, κἀκεῖνο πάλιν ἄλλο μειζότερον, ὥσπερ κενοδοξία ὑπερηφανίαν καὶ ὑπερηφανία Θεοῦ ὑπερφρόνησιν ἢ πάλιν ὥσπερ παρακοὴ γαστριμαργίαν, γαστριμαργία δὲ πορνείαν, ἅτινά ἐστιν ὄφεις καὶ ἀσπίδες καὶ πάλιν ὄφεις πετόμενοι.

Ἀλλὰ πρὶν μακρυνθῶμεν πρὸς ταῦτα, ἐπανέλθωμεν πρὸς τὸ προκείμενον καὶ τὸν λόγον συστείλωμεν. Ὥσπερ γὰρ ἡ γῆ, ὡς προείρηται, κατάξηρος οὖσα, οὐ βοσκημάτων ἐκφύει βοσκήν, οὕτω καὶ σάρξ, δι’ ἐγκρατείας σὺν Θεῷ καταστεγνώσασα, δαιμόνων τροφήν, ἁμαρτίαν, βλαστῆσαι ἀδύνατον, βατράχων δὲ καὶ καρκίνων, παθῶν, ὑλώδη τροφὴν καὶ ἀνάπαυλαν φέρειν ἀμήχανον, διάβροχος δὲ ἐξ ἀμέτρου τρυφῆς γενομένη ἐκεῖνα πάντως καὶ πάσχει, ἅπερ ἀνωτέρω περὶ τῶν ζῴων ὁ λόγος ἐδήλωσε.

Γένοιτο δὲ ἡμᾶς, Χριστὲ βασιλεῦ, καὶ ἀλόγου ἐπιθυμίας καὶ γαστρὸς τυραννίδος καὶ παντοίων ἀπαλλαγῆναι παθῶν καὶ ἐπιθυμίαις εὐλόγοις κατασχεθῆναι καὶ πράξεσιν ὁσίαις καὶ τῆς ὁσίων κληρονομίας ἐπαπολαῦσαι, ὅτε καιρός, χάριτι καὶ φιλανθρωπίᾳ τῆς πρὸς ἡμᾶς σου χρηστότητος· ᾗ πρέπει σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Εʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ Εʹ ΤΗΣ ΓΑΣΤΡΙΜΑΡΓΙΑΣ ΚΑΙ ΤΗΣ ΠΟΡΝΕΙΑΣ ΑΠΟΚΥΗΜΑΤΩΝ, ΗΓΟΥΝ ΑΝΑΙΣΘΗΣΙΑΣ, ΚΛΕΨΙΑΣ, ΨΕΥΔΟΥΣ, ΕΠΙΟΡΚΙΑΣ ΚΑΙ ΦΙΛΑΡΓΥΡΙΑΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ περὶ τῶν δύο μαινάδων καὶ γεννητριῶν κακῶν, γαστριμαργίας καὶ πορνείας, μικρὰ προδιελέχθημεν, δέον ἡγοῦμαι καὶ περὶ τῶν πέντε πρωτοτόκων καὶ νόθων τούτων ἀποκυημάτων διὰ βραχέων εἰπεῖν, ἅτινά ἐστι, κατὰ τὸν ὅρον τῶν ἀπαθῶν καὶ ἁγίων Πατέρων, ἀναισθησία, κλεψία, ψεῦδος, ἐπιορκία καὶ φιλαργυρία καὶ ἕτερα πλεῖστα.

Τούτων γοῦν τῶν πέντε πονηρῶν θυγατέρων ἐκ τῶν δύο κακίστων ἀποτεχθέντων μητέρων σπεύδει θάτερα θατέρας πρωτότοκος καὶ εἶναι καὶ λέγεσθαι κἀγὼ διὰ τὴν αὐτῶν ἀταξίαν καὶ μάχην ποίαν ποίας προτάξαι οὐκ ἐπίσταμαι. Θέλω γὰρ προτάξαι ἀναισθησίαν καὶ προπηδᾷ ταύτης φιλαργυρία· ὁρμῶ περὶ ταύτης εἰπεῖν καὶ εἰσπηδᾷ ἔμπροσθεν αὐτῆς κλεψία καὶ ψεῦδος καὶ ἐπιορκία. Ἐπεὶ γοῦν ἐν ἀσυνέτοις καὶ ἀτάκτοις σύνταξις καὶ σύνεσις οὐδεμία, προτάξωμεν ἀναισθησίαν καὶ εἶθ’ οὕτω τὰς λοιπὰς διὰ βραχέων ἐν λόγῳ ἑνί.

Ἀναισθησίαν οἱ Πατέρες ὁρίζονται νενεκρωμένην αἴσθησιν καὶ θνῆσιν ψυχῆς πρὸ θανάτου σώματος καὶ νέκρωσιν νοὸς ἐκ χρονίων πταισμάτων καὶ πονηρῶν συνηθειῶν, ἀφ’ ὧν εἰς ἕξιν τινὰ καὶ φύσιν δευτέραν μεταποιηθεὶς ὁ ἄνθρωπος ἀναίσθητος γίνεται καὶ βλέπων οὐ βλέπει καὶ ἀκούων οὐκ ἀκούει κατὰ τὴν θείαν Γραφὴν καὶ ὡς νεκρὸς ἀνενέργητος πρὸς τὰ εὐσεβῆ κατορθώματα γίνεται, πρὸς δὲ τὰ πάθη καὶ ζῶν καὶ ἐνεργῶν ἐπιφαίνεται· διὸ καὶ ὡς νεκρὸς ἀναίσθητος λέγεται καὶ ὥσπερ τῷ νεκρῷ, κἂν μυρίους τις λόγους ἐπᾴσῃ περὶ ζωῆς, περὶ θανάτου καὶ ἀνέσεως καὶ κρίσεως καὶ γεέννης καὶ βασιλείας, οὐδὲν αὐτὸν ὠφελήσει, οὕτω καὶ οὗτος οὐδὲν ὠφελεῖται. Οὔτε γὰρ φόβος κολάσεως τούτου καθάπτεται οὔτε πόθος αἰωνίων καλῶν, εἰ μήπου διαναστῇ καὶ ἀνανήψῃ καὶ προσδράμῃ δι’ ἐξαγορεύσεως πνευματικοῖς πατράσι ζητῶν ὁδηγίαν καὶ ἐπικουρίαν τινὰ ἐξελοῦσαν τοῦ πάθους. Εἰ δὲ μὴ οὕτως, τραύματα τραύμασι προστιθέναι οὐ διαλείψει ποτέ, ἄχρις ἂν παντελῶς νεκρωθῇ πρὸς πᾶν ἀγαθὸν καὶ ἀνενέργητος γένηται.

Περὶ κλεψίας Ἀδύνατον δὲ πόρνον τινὰ εἶναι καὶ μὴ καὶ κλέπτην τὸν αὐτὸν εἶναι· τίνα γὰρ καὶ εἶχε κτήσασθαι ἄλλην ὑπηρετοῦσαν αὐτὴν ἡ πορνεία, εἰ μὴ πάντως τὴν ἑτέραν αὐτῆς κλεψίαν; Ὅσον δὲ κλεψία κακὸν κατὰ πλάτος λέγειν οὐκ ἀνεχόμεθα, συνοπτικῶς δέ φαμεν ὅτι καθολικοῦ θανάτου αἴτιος αὕτη καθέστηκε.

Κλοπῆς γὰρ ἔμφασιν εἶχε τὸ παρὰ γνώμην Θεοῦ ἐκ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν. Διὸ καὶ ἐξεβλήθη ὡς κλέπτης ἐκεῖθεν καὶ τῷ θανάτῳ προὐδόθη καὶ ἀπέθανε κἀκεῖθεν τὴν ἅπασαν φύσιν ἡ θνῆσις παρέλαβε. Καὶ ὁ θεῖος ἐκεῖνος καὶ μωσαϊκὸς νόμος τοὺς κλέπτας διὰ λιθασμοῦ ἀποκτενεῖν διεκελεύετο. Διὸ καὶ Ἄχαρ τις κλέψας καὶ λιθασθεὶς αἰσχρῶς ἐναπέψυξε. Σολομὼν δέ φησιν ὅτι «ἐὰν ἁλῷ τις κλέπτων», τουτέστιν ἐὰν κρατηθῇ, «ἀποτίσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται αὑτόν». Ἀνανίας δὲ καὶ Σάπφειρα, οἰκεῖόν τι κτῆμα διαπράσαντες καὶ ἐκ τῆς τιμῆς ἀποκρύψαντες καὶ τοῖς ἀποστόλοις ψευσάμενοι, καὶ αὐτοὶ ὡς κλέπται καὶ ψεῦσται τηνικαῦτα ἐξέψυξαν.

Καὶ ἄλλα γὰρ νέα τε καὶ παλαιὰ γεγόνασι πλεῖστα, ἀφ’ ὧν καὶ μανθάνομεν ὅτι ἡ κλοπὴ θανάτου ἐστὶν αἴτιος καὶ προκάταρξις. Ὁ δὲ θεῖος Παῦλος, «ὁ κλέπτων», φησί, «μὴ κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τοῖς χρείαν ἔχουσι».

Περὶ ψεύδους Καὶ ὥσπερ πόρνον ἀδύνατον μὴ εἶναι καὶ κλέπτην, οὕτω καὶ κλέπτην ἀδύνατον μὴ εἶναι καὶ ψεύστην· σπουδάζων τάχα τὸν τῆς κλοπῆς ἀποδύσασθαι μῶμον, πολλὰς μεθ’ ὅρκων συμπλέκει ψευδοπλασίας, ἃς μὴ δυνάμενος ὑποστῆσαι παραδίδοται τῇ ἀτιμίᾳ, ὥσπερ καὶ ὁ Κάϊν περὶ τοῦ ἰδίου ἀδελφοῦ ψευσάμενος τῷ Θεῷ παρεδόθη τῷ τρόμῳ καὶ τῇ κατάρᾳ καὶ ὥσπερ Γιεζῆ ψευσάμενος τῷ Νεεμάν, ὡς δῆθεν παρὰ τοῦ διδασκάλου σταλεὶς πρὸς τὸ λαβεῖν ἀργύριον, παρεδόθη τῇ λέπρᾳ καὶ ὥσπερ Ἀνανίας καὶ Σάπφειρα κλέψαντες καὶ ψευσάμενοι παρεδόθησαν τῷ θανάτῳ. Καλῶς γὰρ εἶπεν ὁ εἰπὼν ὅτι «ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος»· κλοπὴ γὰρ καὶ ψεῦδος καὶ ἐπιορκία πονηρὰ ξυνωρὶς καὶ ὀλέθριος, συνεστῶσα καὶ ὑπηρετοῦσα καὶ θεραπεύουσα θατέρα θατέραν, ὡς ἑταιρίδαι τιναὶ καὶ ὡς μητροθυγατέραι δειναί. Καὶ ἀπόχρη μὲν ταῦτα πρὸς ταῦτα.

Τῇ δὲ ἐπιούσῃ Κυριακῇ διὰ βραχέων καὶ αὖθις περὶ ὅρκου καὶ φιλαργυρίας διαλάβωμεν, ἵνα τῇ συνεχεῖ τῶν τοιούτων παθῶν ὑπομνήσει διερεθίσωμεν ἑαυτοὺς πρὸς τὴν τούτων ἀπαλλαγὴν καὶ τὰ τούτων ἐναντία κτησάμενοι ὁδεύσωμεν ὁδὸν ζωῆς καὶ ἀληθείας, ὅτι καὶ ὁδὸς καὶ ἀλήθεια καὶ ζωὴ καὶ σωτηρία ἐστὶν ὁ Θεὸς καὶ τοὺς ὁδεύοντας οὕτω καὶ δέχεται καὶ ἀναπαύει ὡς τῆς ζωῆς ἀρχηγός· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.