Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Β΄: Κατηχήσεις ΣΤ΄-Η΄ (Περί όρκου, φιλαργυρίας, ακηδίας και εσχάτων)

Διδασκαλία κατά της επιορκίας και ανάλυση των παθών της φιλαργυρίας, της ακηδίας, της οργής και της λύπης, με εσχατολογικές αναφορές στην όγδοη ημέρα και τον μέλλοντα αιώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 10 από 17

ΚΑΤΗΧΗΣΙΣ ϛʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΟΡΚΟΥ ΚΑΙ ΦΙΛΑΡΓΥΡΙΑΣ ΚΑΙ ΠΕΡΙ ΤΟΥΤΩΝ ΓΡΑΦΙΚΑΙ ΜΑΡΤΥΡΙΑΙ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, Τριάδος ὑπεραγίου δεηθῶμεν ὁλοκαρδίως, ἵνα τριάδος ὑπερκακίστου τὰς ἡμῶν ἀπαλλάξῃ καρδίας.

Κλοπὴ γὰρ καὶ ψεῦδος καὶ ὅρκος ὑπερκάκιστος τριὰς καὶ ἀχώριστος· οὔτε γὰρ κλοπὴ χωρὶς ψεύδους οὔτε ψεῦδος πάλιν χωρὶς ὅρκου συνίσταται. Οὕτω γὰρ ἡ τεκοῦσα κακὴ μήτηρ πορνεία αὐτὰς ἐξεπαίδευσεν· εἰ ἐμαί, φησί, θυγατέρες ἐν ἀληθείᾳ πεφύκατε, ἐμὲ μιμεῖσθε καὶ τῇ μητρὶ τῇ ἐμῇ, ἐπεὶ πῶς καὶ ἐν ἡμῖν ἀποβῇ τὸ «σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα», καὶ τὸ «ἐκ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων» καὶ τὸ «οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν»; Πᾶν γὰρ εἶδος κακίας ἐκ τῆς μητρός μου γαστριμαργίας καὶ ἐξ ἐμοῦ τῆς πορνείας γεννᾶται καὶ φαίνεται. Διὸ καὶ διδάσκω ὑμᾶς τὰς πρωτοτόκους μου θυγατέρας, τὴν κλοπήν, τὸ ψεῦδος ἅμα τῇ ἐπιορκίᾳ, ἵνα κατὰ τὰ ὀνόματα ὑμῶν ἐξασκήσῃ καὶ ἡ πολιτεία ὑμῶν καὶ τοῖς ἀθλίως ὑμῖν πειθομένοις ἀνθρώποις † συσκοτάσῃ † καὶ ἡ πρᾶξις ταῖς τοιαύταις ὀνομασίαις ὑμῶν, ἵνα πλείστων κοσμικῶν τε καὶ μοναχῶν ἐγκρατὴς γεγονυῖαι μύστας πολλοὺς τῷ ὑμετέρῳ μυσταγωγῷ εἰσκομίσητε καὶ πρὸς αὐτοῦ ἐπαινεθῆτε ἀξίως ὡς τούτου συμμέτοχοι, ὅτι καὶ «αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἐστὶ» καὶ «ὅταν τὸ ψεῦδος λαλῇ, ἐκ τῶν ἰδίων λαλεῖ» καὶ «ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστιν».

Ἀλήθεια δὲ ὢν ὁ Θεὸς καὶ ἀλήθειαν ἀγαπῶν καὶ διδάσκων ἀλήθειαν λέγει· «Λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρῖμα δίκαιον κρίνατε καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ».

Πῶς γὰρ ἂν μὴ ἐμίσει δικαίως τὸ ψεῦδος ὁ φύσει ἀληθής; Πῶς δὲ καὶ ἀδικίαν οὐκ ἂν ἐβδελύξατο ὁ κρίνων δικαίως πᾶσαν τὴν γῆν; Ἢ πῶς τὸν ὅρκον ἀπεδέξατο ἂν ὁ καὶ πάλαι καὶ νῦν τοῦτον διακωλύων; «Ἠκούσατε», φησίν, «ὅτι ἐρρήθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ, μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ, μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως, μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. Ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν».

Ὅρα, ἀγαπητέ, πῶς πανταχόθεν τὸν ὅρκον ἀπείργησεν, ὥστε μήτε εἰς οὐρανὸν ὀμόσαι μήτε εἰς γῆν, ὡς θρόνον καὶ ὑποπόδιον, μήτε ἐν τῇ Ἰερουσαλήμ, ὡς πόλιν βασιλέως Θεοῦ, μήτε εἰς κεφαλὴν οἰκείαν, ὅτι κεφαλὴ παντὸς ἀνθρώπου πιστοῦ ὁ Χριστός. Τὸ δὲ πάντων ἐλεεινότερον καὶ ἀσυγγνωστότερον τοῦτό ἐστιν, ὅτι καὶ εἰς ψευδῆ καὶ οὐδαμινὰ πράγματα πολλάκις ὀμνύουσιν ἄνθρωποι καὶ οἱ καθόλου κωλυθέντες μηδὲ εἰς ἀλήθειαν ὀμνύειν ὀμνύουσι καὶ εἰς ψεύδη, ὡς εἰς περισσοτέραν ἀθέτησιν τῆς θείας ἐντολῆς, ὅτι τὸ ἐπέκεινα τοῦ ναὶ καὶ τοῦ οὒ ἐκ τοῦ πονηροῦ ἐστι.

Περὶ φιλαργυρίας Κλεψία δὲ καὶ ψεῦδος καὶ ὅρκος φιλαργυρίας συνήγοροι, ἥτις ἐστὶν ἡ ῥίζα τῶν κακῶν, ἡ πλάνη τῶν βροτῶν, ἡ τῶν καλῶν ἀναιρέτις, ἡ τῶν πολέμων αἰτία, ἡ τῶν πτωχῶν μισήτρια, ὡς μισουμένων διὰ πτωχίαν πολλάκις, ἡ τῶν πλουτούντων σύνευνος, ἡ τῶν ἐμπόρων φίλη, ἡ τῆς θαλάσσης ἐπίβασις, ἡ μάχη τῶν πολλῶν, ἡ πλάνη τῶν μοναχῶν, ἡ σπεῦσις τῶν μεγιστάνων, ἡ δόξα τῶν βασιλέων, ἡ τῶν ἐθνῶν ἀνταρσία καὶ τῶν στόλων ἑτοιμασία καὶ τῆς θαλάσσης ἐπιβασία, ἡ τῶν πολέμων ἀναστασία καὶ τῶν αἱμάτων αἰτία καὶ τῶν κινδύνων προσένεξις, ἡ φίλη τῶν φειδωλῶν, ἡ ἀγνοοῦσα τοὺς φίλους καὶ τοὺς πτωχοὺς συγγενεῖς, ἡ λέπρα τοῦ Γιεζῆ καὶ ἀγχόνη τοῦ Ἰούδα καὶ αἰτία τῶν ταραχῶν, ἡ δευτέρα εἰδωλολατρία, ὡς εἶπεν ἡ Γραφή, δι’ ἧς καὶ κλονεῖται πᾶσα φύσις ὁμοῦ ἀρχόντων καὶ ἀρχομένων, τῶν μὲν πρὸς τὸ ἀθροίζειν, τῶν δὲ πρὸς τὸ διδόναι.

Ἐντεῦθεν ἅπασαι τοῦ βίου ἀνωμαλίαι καὶ ταραχαί· ἐντεῦθεν ἀπηορισμοὶ καὶ ἀπηνεῖς αἰκίαι καὶ καθείρξεις καὶ θρῆνοι καὶ οἰμωγαί· ἐντεῦθεν φόνοι καὶ προδοσίαι κατὰ Χριστὸν καὶ Ἰούδαν καὶ Ἰουδαίους. Καὶ τίνος λοιπὸν φείσεται ἄλλου ἡ καὶ Χριστὸν ἀναιροῦσα ὅσον τὸ εἰς αὐτήν;

Τί δὲ ἡ φιλάργυρος γνώμη καὶ τῷ Γιεζῇ προεξένησεν, ἐπιτόμως μνημονεύσωμεν· «Καὶ ἐπέστρεψε», φησί, Νεεμὰν «πρὸς Ἐλισσαιέ, αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλθε καὶ ἔστη «ἐνώπιον αὐτοῦ» καὶ εἶπεν. Ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστι Θεὸς ἐν πάσῃ τῇ γῇ ἀλλ’ ἐν τῷ Ἰσραήλ· καὶ νῦν λάβε τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. Καὶ εἶπεν Ἐλισσαιέ. Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν καὶ ἠπείθησε». «Καὶ εἶπεν Γιεζῆ τὸ παιδάριον Ἐλισσαιέ·

Ἰδοὺ ἐφείσατο ὁ Κύριός μου τοῦ Νεεμὰν τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ὧν ἐνήνοχεν· ζῇ Κύριος εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήψομαι παρ’ αὐτοῦ τι. Καὶ ἐδίωξε Γιεζῆ ὀπίσω Νεεμάν». «Καὶ εἶπεν Νεεμάν. Λάβε διτάλαντον ἀργυρίου· <καὶ ἔλαβεν> ἐν δυσὶ θυλάκοις καὶ δύο ἀλλασσομένας στολάς». «Καὶ εἶπεν πρὸς αὐτὸν Ἐλισσαιέ· Πόθεν, Γιεζῆ; Καὶ εἶπε Γιεζῆ· Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθεν καὶ ἔνθεν. Καὶ εἶπεν Ἐλισσαιέ·

Οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ» καὶ οἶδα «ὅτε ὑπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς» συνάντησίν σου; «Καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ» συνέλαβες «τὰ ἱμάτια καὶ λήψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας· καὶ ἡ λέπρα Νεεμὰν κολληθήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. Καὶ ἐξῆλθεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡς χιών». Ταῦτα ἡ τετάρτη τῶν Βασιλειῶν πρὸς ἀσφάλειαν ἡμῶν ἐξέφρασεν. Οὐ πᾶς δὲ ὁ μὴ ἔχων ἀργύριον ἤδη καὶ ἀφιλάργυρος, οὐδὲ πᾶς ὁ ἔχων φιλάργυρος.

Εἶχεν Ἰὼβ καὶ οὐκ ἦν φιλάργυρος. Οὐκ εἶχεν Ἰούδας καὶ ἐπεθύμει ἔχειν καὶ ἦν φιλάργυρος καὶ ἔκλεψε πολλάκις τὰ τῶν πενήτων ἐκ τοῦ γλωσσοκόμου καὶ ἔλεγε τοῖς Ἰουδαίοις· «Τί μοι θέλετε δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν». Φιλάργυρος γὰρ λυπεῖται μὴ ἔχων ἀργύριον· ἐὰν δὲ καὶ ἔχῃ, πάλιν λυπεῖται διὰ τὸ μὴ ἔχειν πλείονα, ἀφιλάργυρος δὲ καὶ ἔχων καὶ μὴ ἔχων οὔτε χαίρει οὔτε θλίβεται, διότι καὶ ἐν τῷ ἔχειν καλῶς ἔχει καὶ ὡς δοκεῖ τῷ Θεῷ, καὶ ἐν τῷ μὴ ἔχειν καλῶς διάγει καὶ εὐχαριστεῖ τῷ Θεῷ· κἂν γὰρ ὑστερῆται, κἂν γυμνητεύῃ, εὐχαριστεῖ καὶ μακάριον διὰ τῆς ὑπομονῆς λογίζεται ἑαυτὸν διὰ τὸ «μακάριοι οἱ πτωχοί, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν»· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Θεοῦ Λόγου· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ζʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΚΗΔΙΑΣ ΚΑΙ ΟΡΓΗΣ ΚΑΙ ΛΥΠΗΣ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΤΟΥΤΩΝ ΔΙΑΦΟΡΑΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, περὶ ἀκηδίας καὶ ὀργῆς καὶ λύπης κατὰ βαθμὸν καὶ τάξιν εἰπεῖν ὁ λόγος κατήντησεν, ἀφ’ ὧν αἱ δύο τυραννοῦσιν ἡμᾶς εὐποροῦσαι ταῖς εὐλόγοις προφάσεσιν, ἤγουν ὀργὴ καὶ λύπη πλεονεκτοῦσαι τὴν ἀκηδίαν, κοινοβιακῶς αὐτῇ προσπαλαίουσαι· ὅμως οὐδ’ αὐτὴ τελείως ἡ ἀκηδία τῶν κοινοβίων ἀφίσταται, ἀλλὰ προσβάλλει καὶ αὐτοῖς ἐν καιρῷ ψαλμῳδίας καὶ προσευχῆς καὶ στάσεως καὶ ἀγρυπνίας, ὄκνον εἰσφέρουσα καὶ ἀνωμαλίαν τινὰ καὶ ποδαλγίαν καὶ φρίκην καὶ ἄκαιρον νυσταγμὸν καὶ χασμῳδίαν συχνὴν καὶ σώματος ἔκλυσιν καὶ φροντίδας πραγμάτων, οὐκ ἀνευλόγων ἁπλῶς, ἀλλὰ καὶ εὐλόγων πολλάκις, ἵνα τῆς θείας ἐκκλησίας καὶ τῆς ἱερᾶς συνάξεως ἀπελάσῃ εὐλόγως ἡ ἀλογώτατος· εἰς δὲ ἄλλας τινὰς ἐργασίας καὶ διακονίας μᾶλλον καὶ συνεργεῖ καὶ προτρέπεται καὶ προθύμους τινὰς καὶ ὑπηκόους ἐργάζεται, ἵνα μόνον τῆς ἐκκλησιαστικῆς ἀπειργήσῃ συνάξεως.

Ἡσυχάζουσι δὲ προσπαλαίει οὐκ ἐν προσευχῇ μόνῃ καὶ ψαλμῳδίᾳ, ἀλλὰ καὶ ἐν παντὶ καιρῷ καὶ ἔργῳ προσρύειν τῷ ἡσυχάζοντι ἐφίεται καὶ σύμβιος ἀναπόσπαστος γενέσθαι τούτῳ φιλονικεῖ τοῦ παντὸς χρόνου τὸν δίαυλον καὶ οὐκ ἂν συνεχώρησεν αὕτη ποτὲ ἡσυχάσαι τινά, εἰ μὴ Κύριος ἄνωθεν προὔτεινε σθένος καὶ τὰς αὐτῆς διέστησεν ἀκατασχέτους ὁρμάς· σύμπτωμα γὰρ καὶ δαιμόνιον μεσημβρινὸν τῆς ἀκηδίας τὸν δαίμονα ἐκάλεσεν ὁ Δαβίδ· «Ἐκάθισέ με», φησίν, «ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη» ἀθυμοῦσα ἐξ ἀκηδίας ἡ σὰρξ καὶ «ἡ καρδία μου», ἀλλ’ «ἐμνήσθην ἡμερῶν ἀρχαίων», τῶν σῶν οἰκτιρμῶν, καὶ «διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου» καὶ «ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ» δυνάμεως καὶ καρτερίας καὶ ὑπομονῆς «ὕψωσάς με» καὶ ἠλέησάς με καὶ ὡδήγησάς με πρὸς σωτηρίαν, «ὅτι ἐγενήθης βοηθός μου». Διάδοχοι δὲ καὶ συμμέτοχοι καὶ συνήγοροι ἀκηδίας σκληροκαρδία, μνησικακία καὶ ὀργὴ καὶ λύπη.

Αὗται δὲ οὐκ ἐν μοναχοῖς καὶ μόνοις ἁπλῶς διατρίβειν εἰώθασιν, ἀλλὰ καὶ ἐν κοσμικοῖς μᾶλλον πλεῖον, ἅτε δὴ ἐν τούτοις κατὰ πολὺ εὐποροῦσαι τῆς ὕλης· ἀκηδία γὰρ τίκτει σκληροκαρδίαν· σκληροκαρδία δὲ τίκτει ὀργήν· ὀργὴ δὲ τίκτει λύπην· λύπη δὲ ἀθυμίαν· ἀθυμία δὲ πολλάκις ἀπόγνωσιν, ἐξ ἧς καὶ Ἰούδας ἀγχόνην ἐχρήσατο· «Ὀργὴ» δέ, φησίν, «ἀπόλλυσιν καὶ φρονίμους», «ἄφρων» δὲ «αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος».

Καλὴ ἡ ὀργή, ἀλλὰ κατὰ παθῶν καὶ δαιμόνων, καθ’ ὧν καὶ ἐδόθη πρὸς Θεοῦ ἕπεσθαι τῇ φύσει ἡμῶν, ἵνα μὴ ἁπλοϊκὴν καὶ τελείως ἀκίνητον πρὸς ὀργὴν μόγις εὕρῃ ὁ πονηρὸς καὶ παντελῶς καταβάλῃ αὐτήν· ὀργὴ γὰρ καὶ θυμὸς ἐν καιρῷ αὐτῶν χρησιμώτατα, ὅτε κατὰ δαιμόνων καὶ ἀλλοφύλων καὶ ὅτε ὑπὲρ τῆς πίστεως, ὥσπερ καὶ τὸ «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με» καὶ ὅτι «ἐξαπέστειλεν εἰς αὐτοὺς θυμὸν καὶ ὀργὴν» καὶ τὰ ἑξῆς καὶ ὅτι «ἔρχεται ἡμέρα Κυρίου ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς»· οὐ τῷ θυμῷ καὶ τῇ ὀργῇ πάντως νικώμενος ταῦτα ποιήσει, ἀλλὰ κρίσει δικαίᾳ καθαρίσει τὴν οἰκουμένην ἐξ ἀνθρώπων ἁμαρτωλῶν διὰ τὸ μέλλειν δικαιοσύνην ἐν αὐτῇ κατοικεῖν.

Περὶ λύπης Καλὴ γοῦν καὶ ἡ κατὰ Θεὸν λύπη· «Ἐλυπήθην», φησίν, «ἐν τῇ ἀδολεσχίᾳ μου», ἤτοι ἐν τῇ μελέτῃ μου. Καὶ ὁ ἀπόστολος ἀδιάλειπτον λύπην εἶχεν ἐν τῇ καρδίᾳ ὑπὲρ τῶν συγγενῶν Ἰσραηλιτῶν διὰ τὸ μὴ πιστεῦσαι εἰς Χριστόν. Ἔστι γοῦν λύπη πρὸς ζωὴν καὶ ἔστι λύπη πρὸς θάνατον· ἔστι λύπη πρὸς εὐθυμίαν καὶ φωτισμὸν καὶ παράκλησιν καὶ ἔστι λύπη πρὸς ἀθυμίαν καὶ σκοτασμὸν καὶ ἀπόγνωσιν καὶ ἔστιν ἡ τοιαύτη λύπη φορτικὴ καὶ σκοτώδης καὶ ἀνόνητος, σκοτοῦσα φρένας καὶ νοῦν καὶ καρδίαν σκληρύνουσα, κἄν τε περὶ πταισμάτων μνήμης πρὸς ἀπόγνωσιν βλέπειν κἄν τε περὶ πραγμάτων βιωτικῶν πρὸς τηκεδόνα προχωρεῖν τὸν ἐργάτην προβάλλεται. Ἡ δὲ κατὰ Θεὸν λύπη, ὅτε περὶ πταισμάτων γένηται οἰκείων ἢ ὑπὲρ ἁμαρτωλῶν καὶ λυπούντων τὸν Θεὸν ἢ περὶ ἐκπτώσεως καὶ αἰχμαλωσίας τῆς ἐκ τοῦ παραδείσου ἢ περὶ μνήμης θανάτου καὶ ἀγαθῶν αἰωνίων ἢ περὶ μνήμης κολάσεων καὶ ἁμαρτωλῶν καταδίκης ἢ περὶ μνήμης ἀνδρῶν ἐναρέτων καὶ δούλων γνησίων Θεοῦ ἢ περὶ μνήμης Χριστοῦ καὶ τῶν ἀχράντων αὐτοῦ καὶ σωτηρίων παθῶν, ἡ τοιαύτη γοῦν καὶ περὶ τοιαῦτα λύπη φωτίζει νοῦν, «πιαίνει ὀστᾶ, εὐφραίνει καρδίαν», γλυκαίνει ψυχὴν καὶ ἁπλῶς θάλπει καὶ ἀποκαθαίρει καὶ πρὸς παράκλησιν ἄγει καὶ τὴν καρδίαν καὶ τὴν σάρκα καὶ ἁπάσας τὰς αἰσθήσεις. «

Ἡ καρδία μου», φησί, «καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα» καὶ «μακάριοι» οἱ τεθλιμμένοι καὶ «οἱ πενθοῦντες» κατὰ Θεόν, «ὅτι αὐτοὶ παρακληθήσονται», καὶ «ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι», ὅτι «ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας», δηλαδὴ τὴν ἀνυπόστολον αὐτοῦ πρὸς αὐτὸν θεάνθρωπον κάθοδον, δι’ ἧς οἱ ἐν τῷ ᾅδῃ τεθλιμμένοι δίκαιοι ἀκεσώδυνον τοῦ δεινοῦ λήψονται φάρμακον καὶ τῆς ἀλήκτου χαρᾶς Χριστοῦ χάριτι ἀπολαύσωσιν· ἧς γένοιτο καὶ ἡμᾶς ἀξίους ἀναφανῆναι καὶ τῶν ῥηθέντων ἀπαλλαγῆναι πανωλεθρίων παθῶν, ῥώμῃ φρουρούμενοι τῆς ἀχωρίστου Τριάδος εἰς δόξαν αὐτῆς καὶ προσκύνησιν πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. <Ἀμήν>.

ΚΑΤΗΧΗΣΙΣ Ηʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ Ηʹ ΚΥΡΙΑΚΗΣ ΚΑΙ ΠΕΡΙ ΤΟΥ «ΔΟΣ ΜΕΡΙΔΑ ΤΟΙΣ ΕΠΤΑ ΚΑΙ ΓΕ ΤΟΙΣ ΟΚΤΩ» Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ ταῖς παρελθούσαις ἑπτὰ Κυριακαῖς περὶ τῆς πονηρᾶς ἁλύσεως τῶν ἀνοσίων παθῶν βραχέα τινὰ ἐξεφράσαμεν, δίκαιον ἡγοῦμαι ἐν ταύτῃ τῇ ὀγδοάδι Κυριακῇ μικρὰ καὶ περὶ ὀγδόης εἰπεῖν· ὀγδόην λέγω ἐκείνην περὶ ἧς καὶ ὁ Δαβὶδ πλείστων Ψαλμῶν προὔθηκε προγραφὰς «εἰς τὸ τέλος», λέγων, «περὶ ὀγδόης» καὶ ὁ τούτου σοφώτατος υἱός, ὁ Σολομών, «δός», λέγων, «μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ».

Μὴ τὸ πᾶν, φησί, τοῖς ἑπτὰ αἰῶσιν ὑπέγραφε τῆς ἀνθρωπίνης βιοτῆς· ἔστι γὰρ καὶ ὀγδοὰς τῆς παρούσης διάδοχος. Εἰ γὰρ καὶ ἑπτὰ αἰῶνες ὁ παρὼν κύκλος, ἀλλὰ μία ἐστὶ μερὶς καὶ αὕτη παράγουσα. Διὸ καὶ «δὸς μερίδα», ἤγουν πέρας, «τοῖς ἑπτὰ καί γε» μνημόνευσον «τῆς ὀγδόης», ἥτις καὶ ἔστιν ἡμέρα μία καὶ ἀνέσπερος ὅλη, ἣν οὐ διακόπτει νύξ, οὐ ζόφος χειμέριος, οὐχ ἡλίου κύκλος καὶ σελήνης, οὐδὲ δρόμος ἀστέρων καὶ μηνῶν διαδοχή, οὐδὲ τροπαὶ ἐνιαυτῶν τεταρταῖα φανήσονται τότε φέρουσαι, ψῆφον ἡμερῶν τόσων ἢ τόσων, ἀλλὰ πάντα τὰ ῥηθέντα στοιχεῖα σχολάσουσι καὶ πᾶσαι αἱ τροπαὶ καταπαύσουσι καὶ νὺξ ἡμέρα γενήσεται—«καὶ νύξ», φησίν, «ὡς ἡμέρα φωτισθήσεται» —καὶ ἅπας ἐκεῖνος ὁ αἰὼν ἀνέσπερος καὶ ἀπέραντος ἡμέρα μία γενήσεται, ἀρχὴν μὲν λαμβάνουσα, ἅμα ἡ τῶν ἑπτὰ τούτων αἰώνων ἥξει περαίωσις, εἰς πέρας δὲ προχωροῦσα μηδέποτε, καθὼς περὶ ταύτης ἐκφαντορίαι θεῖαι διδάσκουσι. Ἀλλ’ ὥσπερ δικαίοις μία παμφώτιστος καὶ ἀνέσπερος ὀφθήσεται ἡ ὀγδοὰς ἐκείνη τῆς βασιλείας ἡμέρα, οὕτως αἱρετικοῖς καὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς μία παννυξία ζοφώδης καὶ ἀπέραντος ἡ ὀγδοὰς ἐκείνη καταφανήσεται νύξ.

Διὸ μὴ τὸ πᾶν «τοῖς ἑπτὰ» δός, ἄνθρωπε, ἀλλὰ μερίδα τινὰ χρειώδη, ἀναγκαιοτάτην τοῦ βίου καὶ τοῦ σαρκίου, «καί γε τοῖς ὀκτώ», διότι «αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος», τουτέστι γῆρας, ἀδυναμία, ἀρρωστία, ἀβλεψία, βαρηκοΐα καὶ ἁπλῶς ἀτονία καθόλου καὶ ἔκλυσις καὶ κόπος καὶ πόνος. Διὸ μὴ ἀναμείνῃς γηρᾶσαι καὶ εἶθ’ οὕτω γενέσθαι χρηστός, ἀλλ’ ἤδη γενοῦ. Πόθεν δὲ καὶ γινώσκεις ὅτι ζῆσαι ἔχεις καὶ φθάσαι τὸ γῆρας; Ἐὰν δὲ καὶ φθάσῃς, τί ἐνεργήσεις τότε περικυκλούμενος τοῖς ῥηθεῖσι κόποις καὶ πόνοις; Τὸ πᾶν γὰρ δεδωκὼς «τοῖς ἑπτὰ» καὶ πᾶσάν σου τὴν ἀκμὴν ἀναλώσας ἀμελῶς καὶ ἀσώτως καὶ ὡς νεκρὸς ἔμπνους γενόμενος, πῶς τότε δυνήσῃ δοῦναι «μερίδα τοῖς ὀκτὼ» ἢ τί περὶ τῆς ὀγδόης ἐκείνης ἐργάσῃ ἡμέρας; Διό, ἔτι νέος ὤν, «δὸς μερίδα τοῖς ἑπτά», καθότι καὶ περαιοῦνται, «καί γε τοῖς ὀκτώ», ἀντὶ τοῦ “καί γε τῇ ὀγδόῃ”, ὡς ἐπὶ πολλῶν ὀκτάδων λέγει τὴν μίαν πληθυντικῶς ἡ γλῶσσα ἡ ἑβραΐς· «Δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτὼ» καὶ «ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου».

Ἑτοιμάζου εἰς τὴν ἔξοδον τὴν ἐκ τοῦδε τοῦ βίου δι’ ἔργων ἀγαθῶν, ὅτι πᾶς ὁ ἐξοδεύων πρὸς πορείαν μακρὰν χρῄζει ἀναλωμάτων καὶ ἐφοδίων πολλῶν, ὥσπερ καὶ ἐξ Αἰγύπτου ἐξοδεύοντες Ἰουδαῖοι τῶν Αἰγυπτίων τὰ κόσμια κατὰ θείαν συγχώρησιν ἔλαβον ἐφόδια ὑπὲρ τῆς πάλαι δουλείας, ἧς ἐδούλευσαν ἐν Αἰγύπτῳ, καὶ ἄζυμα μετὰ πικρίδων φαγόντες καὶ τὰς ὀσφύας διαζώσαντες καὶ τὰς αὐτῶν βακτηρίας ταῖς χερσὶ χειρισάμενοι ἐμμελῶς καὶ σπουδαίως ἐκεῖθεν ἐξῄεσαν καὶ τῆς δουλείας διεζεύχθησαν καὶ τοῦ Φαραὼ ἀπέδρασαν. Οὕτω καὶ σύ, ἄνθρωπε, «ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου». Εἰκὼν γὰρ παντὸς τοῦ ἀνθρωπίνου βίου Αἴγυπτος ἦν, Φαραὼ δὲ τοῦ νοητοῦ Φαραώ, δουλεία δὲ δουλεία τῆς ἁμαρτίας· Μωϋσῆς δὲ προετύπου Χριστόν· διάβασις δὲ ἐρυθραία διάβασις βίου καὶ σαρκίου καὶ ἐρυθρᾶς ἁμαρτίας· ῥάβδος μωσαϊκὴ ῥάβδος Χριστοῦ ξύλου σταυροῦ· πνιγμὸς Αἰγυπτίων ἧττα δαιμόνων· πέτρας βλύσις ὑδάτων πλευρᾶς ἀχράντου Χριστοῦ τύπος δι’ ὕδατος καὶ αἵματος («ἡ δὲ πέτρα», φησίν, «ἦν ὁ Χριστός»)· δόσις νόμου προχάραγμα εὐαγγελίου· κατάσχεσις ἐπιγείου Ἰερουσαλὴμ σύμβολον οὐρανίου, πρὸς ἣν καὶ ἀνέρχονται μετὰ φυγὴν Αἰγύπτου νοητῆς καὶ Αἰγυπτίων καὶ Φαραὼ ἄνδρες Ἰσραηλῖται, ἤγουν νοῦν ἔχοντες θεωρὸν Θεοῦ.

Διὸ «ἑτοίμαζε εἰς τὴν ἔξοδον» τῆς ζωῆς σου ταύτης «τὰ ἔργα» σου διὰ μνήμης θανάτου καὶ ἁγνείας καὶ σωφροσύνης, διότι μιμνῄσκου τὰ ἔσχατά σου, ἤτοι τὸν θάνατόν σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις, καὶ «εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον», καὶ «ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν». Εἰς ποῖον ἀγρόν; Εἰς τόνδε τὸν κόσμον ἔτι ὢν παρασκευάζου πρὸς τὸ σωθῆναι· ἀγρὸς γὰρ ὁ παρών ἐστι κόσμος, ὡς ὁ Κύριος ἑρμηνεύει ἐν τῇ παραβολῇ τῶν ζιζανίων τοῦ ἀγροῦ· ὁ σπείρας, φησί, τὸ «καλὸν σπέρμα» ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος, ὁ δὲ ἐχθρὸς ὁ σπείρας τὰ ζιζάνια ἐστὶν ὁ διάβολος καὶ τὰ ἑξῆς περὶ θέρους, συντελείας, καὶ θεριστῶν, ἀγγέλων, καὶ ἀφορισμοῦ καὶ καύσεως ζιζανίων, αἱρετικῶν, καὶ ὅσα ἐκεῖσε κυριολέκτως ἡρμήνευται. Καὶ παρασκευάζου εἰς τὸν ἀγρόν, κόσμον τοῦτον, ἔτι ζῶν ἐν αὐτῷ ἐν σαρκί· ὁ ἐντεῦθεν γὰρ ἀπελθὼν ἀπαράσκευος οὐχ εὑρήσει ἄλλον ἀγρὸν παρασκευῆς ἐφοδίων ὁδοιπορίας μακρᾶς· «Ἐν τῷ ᾅδῃ», φησί, «τίς ἐξομολογήσεταί σοι»; Ἤτοι οὐδείς· κλεισθήσεται γὰρ τότε τῆς ἐξομολογήσεως ὁ καιρὸς καὶ ὁ χρόνος τῆς μετανοίας.

Νῦν γὰρ καιρὸς μετανοίας, νῦν καιρὸς μεταποιήσεως, νῦν καιρὸς ἐργασίας, νῦν καιρὸς ἐμπορίας, νῦν θρόνος χάριτος πρόκειται, νῦν θύρα ἐλέους ἀνεῳγμένη προΐσταται· τότε δὲ οὐ μετανοίας, ἀλλὰ ἀντιδόσεως, οὐ μεταποιήσεως, οὐκ ἐργασίας, οὐκ ἐμπορίας, ἀλλὰ στεφάνων καὶ γερῶν καὶ ἀμοιβῶν ὁ καιρός· οὐ θρόνος χάριτος, ἀλλὰ θρόνος κρίσεως ἀδεκάστου καὶ θείας, οὐδὲ θύρα ἐλέους ἀνεῳγμένη τοῖς τότε ἀνετοίμοις, κεκλεισμένη δὲ μᾶλλον τοῖς κράζουσιν ἔξω καὶ λέγουσιν· «Ἄνοιξον ἡμῖν», ὦ δικαστά, «ἄνοιξον ἡμῖν». Ἀντὶ δὲ τοῦ ἀνοιχθῆναι αὐτοῖς ἀκούσωσι μᾶλλον τὸ ὑπάγετε· «οὐκ οἶδα ὑμᾶς».

Μὴ γένοιτο δὲ ἡμᾶς, Χριστὲ βασιλεῦ, μετὰ τῶν ἔξω κραζόντων ἀφορισθῆναι, ἀλλὰ μετὰ τῶν εἴσω μᾶλλον εὐφραινομένων ἁμιλληθῆναι εἰς αἶνον καὶ δόξαν καὶ τιμὴν καὶ προσκύνησιν ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.