Ἀλλὰ καὶ δώδεκα ζῴδια φασὶν οἱ περὶ τὰ τοιαῦτα δεινοὶ ἐξ ἀστέρων συνίστασθαι, εἰς ἃ ἕκαστον τούτων μῆνα ὁλόκληρον ὁ ἥλιος ἀποτελῶν διὰ τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ τὰ δώδεκα ζῴδια διέρχεται, ὧν καὶ τὰ ὀνόματα κατὰ τοὺς τούτων σοφοὺς ἐφευρετάς εἰσι τάδε· κριός, ταῦρος, δίδυμος, καρκῖνος, λέων, παρθένος, ζυγός, σκορπίος, τοξότης, αἰγόκερως, ὑδροχόος, ἰχθύες. «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας». Οὐ μόνον δέ, ἀλλὰ καὶ τὸ ἰσραηλιτικὸν φῦλον δωδεκάφυλον ἦν, ὧν καὶ ἰσαρίθμους λίθους λαβὼν Ἠλιοὺ «ᾠκοδόμησε καὶ ἰάσατο», φησί, «τὸ θυσιαστήριον» Κυρίου «τὸ κατεσκαμμένον», δηλονότι ἰσραηλίτης νοῦς ὁρῶν Θεὸν οἰκοδομεῖται καὶ ἀνίσταται πρὸς ὅρασιν τοιαύτην διὰ δώδεκα ἀρετῶν, αἵτινες καὶ εἰσὶν αὗται· μετάνοια, ὑπακοή, πτωχεία πνευματική, ταπεινοφροσύνη, ὑπομονή, πένθος κατὰ Θεόν, ἐλεημοσύνη τὸ κατὰ δύναμιν, καθαρότης καρδίας ἐκ ῥυπαρῶν λογισμῶν, σωφροσύνη, φρόνησις, «δικαιοσύνη καὶ ἀνδρεία, ὧν», φησί, «χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις». Αὗται γοῦν αἱ δώδεκα ἀρεταὶ ὑπέρκεινται, φησί, πάντων τῶν ἀρετῶν, ἀφ’ ὧν καὶ ἀποτίκτεται φωτισμὸς καὶ ἐλπὶς ἀγαθὴ καὶ ζῆλος πρὸς Θεόν, ὥς φασιν οἱ κτησάμενοι ταύτας καὶ ἔργῳ μεμαθηκότες.