Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Β΄: Κατηχήσεις Θ΄-ΙΒ΄ (Ερμηνεία παραβολών και βιβλικών αριθμών)

Ερμηνεία των κυριακών παραβολών του απολωλότος προβάτου και των εργατών της ενδεκάτης ώρας, αναφορά στο δέκατο αγγελικό τάγμα, καθώς και στη σημασία της δωδεκάδας στη μοναχική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 11 από 17

ΚΑΤΗΧΗΣΙΣ Θʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΕΝΝΑΤΗΝ ΚΥΡΙΑΚΗΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΝΝΕΑ ΚΑΙ ΕΝΕΝΗΚΟΝΤΑ ΕΝΝΕΑ ΠΑΡΑΒΟΛΙΚΩΣ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΠΡΟΒΑΤΩΝ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ περὶ ὀγδόης ἐν τῇ ὀγδόῃ τῇ παρελθούσῃ βραχέα διελέχθημεν Κυριακῇ, ἀκόλουθον ἂν εἴη λοιπὸν καὶ ἐν τῇ ἐννάτῃ ταύτῃ περὶ ἐννάτων εἰπεῖν, ὅτι καὶ «ὁ ποιμὴν ὁ καλός», ὁ τιθεὶς «τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων», νῦν μὲν περὶ ἐννέα, νῦν δὲ περὶ ἐνενήκοντα ἐννέα σῳζομένων προβάτων καὶ ἑνὸς ἀπολωλότος τὰς ἑαυτοῦ ἐξυφαίνει παραβολάς· διὰ γὰρ τὸν πολὺν φθόνον τῶν Ἰουδαίων καὶ τὴν ἄκραν μανίαν αὐτῶν τὰ πλεῖστα τῶν ὑψηλῶν καὶ μεγάλων αὐτοῦ μυστηρίων διὰ παραβολῶν ἀπεφθέγγετο καὶ ὥσπερ διὰ βασιλέως πατρὸς καὶ υἱοῦ βασιλέως καὶ γάμου καὶ νυμφίου καὶ παρθένων σεμνοπρεπῶν καὶ λαμπροφόρων φίλων ἀνακειμένων καὶ ῥακενδύτου τινὸς καὶ παρθένων μωρῶν καὶ χρεωφειλέτου «μυρίων ταλάντων» καὶ ἁπλῶς ὅσα τοιαῦτα διὰ παραβολῶν ἐδήλου τὴν αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τοῦ θείου αὐτοῦ Πνεύματος βασιλείαν καὶ τὴν μέλλουσαν κρίσιν, οὕτω καὶ ἐνταῦθα.

Βουλόμενος γὰρ εἰπεῖν τὴν ποσότητα τῶν οὐρανίων ταγμάτων καὶ τὴν πτῶσιν τοῦ πεπτωκότος ἐκεῖθεν ἑνὸς τάγματος καὶ τὴν πλάσιν τοῦ Ἀδὰμ καὶ τὴν τῆς ἀπάτης πτῶσιν καὶ αὐτοῦ καὶ τὴν αὖθις ἀνάστασιν, οὐκ ἠθέλησεν εἰπεῖν φανερῶς ὅτι ἐγὼ τῇ πατρικῇ εὐδοκίᾳ καὶ τῇ τοῦ ἁγίου Πνεύματος συνεργίᾳ τάγματα δέκα ἀΰλων ἀγγέλων πρὸ κτίσεως κόσμου ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγον, ἀφ’ ὧν μοχθηρᾷ καὶ ὑπερηφάνῳ προαιρέσει πέπτωκε τὸ ἓν καὶ ἐναπέμειναν τὰ ἐννέα· καὶ ἐπεὶ οὐκ ἦν ἄξιον ἀναστάσεως καὶ ἀνακλήσεως ἐκεῖνο τὸ πεπτωκὸς τάγμα, διὰ τὸ μηδὲ φύσιν πρὸς μετάνοιαν ἔχειν ὡς ἄϋλον καὶ ἀθάνατον καὶ συγγνώμης ἀνάξιον, ἔπλασα γῆθεν τὸν ἄνθρωπον, ἄϋλον μέντοι καὶ τούτῳ ψυχὴν χαρισάμενος, καὶ ἀθάνατον ἐποίησα αὐτὸν καὶ δεκτικὸν μετανοίας ὡς προειδὼς καὶ τὴν τούτου ἀπόβασιν καὶ ἀποκατάστασιν, λογικόν τε καὶ αὐτεξούσιον καὶ «κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν» αὐτὸν ἐχαρίτωσα καὶ παράδεισον ἄρρητον ἔδωκα τούτου ἐνδιαίτημα καὶ ἁπλῶς οὐκ ἔλαττον τῶν ἀγγέλων καὶ τοῦτον τετίμηκα, ἐπεὶ καὶ τὸ δέκατον τάγμα διὰ τούτου ἱκανωθῆναι εὐδόκησα. Ἐπεὶ δὲ καὶ αὐτὸς ἠπατήθη καὶ ὑπερφρόνησε καὶ τὰ μείζονα τῆς αὐτοῦ ἀξίας ἐσφετερίσατο, πέπτωκε καὶ αὐτὸς καὶ κατελείφθησαν αὖθις τὰ ἐννέα πρόβατα, τάγματα, αἱ ἐννέα δραγμαὶ τῶν οὐρανίων δυνάμεων, τὰ ἐνενήκοντα ἐννέα πλήθη τῶν ἀΰλων προβάτων μου.

Ἐπεὶ δὲ οὐκ ἦν δίκαιον τῷ ἀρχεκάκῳ λύκῳ συναπολέσθαι τὸ γῆθέν μοι πλασθὲν πρόβατον, κατέλειψα ὡς ποιμὴν τοῖς οὐρανίοις ὄρεσι νέμεσθαι ἀΰλως τὰ ἐνενήκοντα ἐννέα ἐννάριθμα πλήθη ἐκεῖνα τὰ ἀπλανῆ καὶ ἦλθον ὡς παροχεὺς ὁμοῦ καὶ ποιμὴν τὸ ἀπολωλὸς ἐκεῖνο δέκατον πρόβατόν μου, τάγμα, ἐπιζητῶν, ἵνα ἡ ἑκατοντὰς δεκὰς πληρωθῇ τῶν ταγμάτων, ποιμνίων μου, καὶ καιριωτέραν ἐντεῦθεν δέξηται τὴν πληγὴν ὁ ἀρχέκακος λύκος ὁ προπεσών, ὅτι μὴ ἀρκεσθεὶς τῇ ἑαυτοῦ ἀπωλείᾳ ἔδραμεν ἀφαρπάσαι καὶ τὸ ἐμὸν πρόβατον τῆς ἐμῆς δεξιᾶς· αὐτὸς γὰρ πρὸς τὴν ἐμὴν βασιλείαν ἐμμεῖναι οὐκ ἠθέλησε καὶ τοὺς ἐμμεῖναι ποθοῦντας ἀπατήσας ἐξέωσε, δι’ οὓς καὶ ἦλθον ἐγὼ ἀνασῶσαι εἰς τὸν πρὶν τόπον τοῦ προπεσόντος καὶ εἰς τὸ ἀρχαῖον ἀξίωμα.

Οὕτω γὰρ καθελοῦνται ἄϋλοι δυνάσται ἐκ θρόνων οὐρανίων καὶ ἀνυψοῦνται ἐκεῖθεν ταπεινοὶ ἔνυλοι πεινῶντες καὶ ἐμπιπλῶνται τῶν θείων ἀγαθῶν, πλουτοῦντες δὲ ἄϋλοι ἐκεῖθεν ἐξαποστέλλονται κενοὶ καὶ ἀνενέργητοι, συλληφθέντες παγίδι θηρευτικῇ, ᾗ ἔκρυψαν, καὶ εἰς βόθρον πεσόντες, ὃν εἰργάσαντο. Οὐ γὰρ ἔδει τὸν φθονηθέντα καὶ ἀπατηθέντα συνυπεύθυνον μεῖναι τῷ ἀπατήσαντι δολερῶς καὶ φθονήσαντι μανιωδῶς, ἀλλ’ ἐκεῖνον μὲν ὡς ποῦν ὑπερηφανίας κτησάμενον καὶ ἐξωσθέντα, πρὸς τῷ μὴ δύνασθαι στῆναι καὶ ἑτέρους πρὸς ποῦν τοιοῦτον στῆσαι σπουδάσαντα, ἔδει κεῖσθαι κάτω εἰς ὃν βόθρον εἰργάσατο, τοῦτον δὲ τὸν φθονηθέντα καὶ ἀπατηθέντα καὶ πεπτωκότα δεινῶς ἔδει ζητηθῆναι καὶ ἀνακληθῆναι καὶ ἀνασωθῆναι, ὡς πλανηθέντα καὶ μακρυνθέντα καὶ εἰς χώραν μακρὰν δορυάλωτον ἀπαχθέντα.

Ταῦτα γοῦν καὶ τὰ τοιαῦτα σαφῶς οὕτως ὁ Κύριος διὰ τὴν ῥηθεῖσαν αἰτίαν τοῦ φθόνου τῶν Ἰουδαίων εἰπεῖν οὐκ εὐδόκησεν, ἀλλὰ σκιωδῶς πως παροιμιάσας καὶ εἰπὼν περὶ προβάτων ἐννέα καὶ δραγμῶν ὡσαύτως ἐννέα καὶ αὖθις περὶ προβάτων μὲν σῳζομένων ἐνενήκοντα ἐννέα, ἀπολωλότος δὲ ἑνὸς καὶ περὶ ζητοῦντος τοῦτο ποιμένος, ἐδήλωσε τῶν ἀγγέλων τὴν στάσιν καὶ τῶν δαιμόνων τὴν πτῶσιν καὶ τοῦ Ἀδὰμ τὴν ὀρειάλωσιν καὶ τοῦ καλοῦ αὐτοῦ ποιμένος φιλάνθρωπον ζήτησιν καὶ τὴν εὕρεσιν τοῦ ἀπολωλότος καὶ τὴν ἀνάκλησιν τὴν πρὸς τὸ ἀρχαῖον ἀξίωμα καὶ τὴν χαρὰν τῶν συνδούλων προβάτων, ἀγγέλων, τὴν θεομαρτύρητον, ὅτι μεγάλη «χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». Ὥσπερ γὰρ ὁ τῶν ἀλόγων ποιμνίων καὶ προβάτων ποιμὴν χαίρει ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολωλότος προβάτου αὐτοῦ, οὕτω καὶ ὁ ποιμὴν ὁ καλὸς καὶ πλεῖον καὶ ὑπερπλεῖον χαίρει «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», ὡς αὐτὸς λέγει, «ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας», ὅτι αὐτοὶ πάντοτε δι’ αὐτοῦ μετ’ αὐτοῦ εἰσι καὶ πάντα τὰ αὐτοῦ χάριτι αὐτοῦ τούτων εἰσί, αὐτὸς δὲ ὁ ἐκ μετανοίας σῳζόμενος «νεκρὸς ἦν καὶ» ἀνέζησε καὶ «ἀπολωλὼς ἦν καὶ εὑρέθη» καὶ πᾶν τὸ ἐξ ἀπωλείας εὑρισκόμενον χρῆμα ἢ κτῆμα ἢ βόσκημα οὐ τὴν τυχοῦσαν εἰσφέρει χαρὰν τῷ εὑρίσκοντι.

Διὸ γοῦν χαρῶμεν καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ μετανοοῦντες καὶ εὐφρανθῶμεν ἐνθέως ἐν ἐλπίσι χρησταῖς καὶ ἐννοήσωμεν ποῦ ἡμᾶς προσκαλεῖται καὶ ποῦ βούλεται ἡμᾶς συναθροῖσαι ὁ ποιμὴν ὁ καλὸς καὶ προσδράμωμεν αὐτῷ διὰ μετανοίας συντόνου καὶ προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ καὶ αὐτὸς διὰ πλήθους ἐλέους καὶ ἄβυσσον οἰκτιρμῶν σώσει ἡμᾶς ὡς φιλάνθρωπος. Ἡμεῖς δέ, ἵνα μὴ τὸν λόγον μηκύνωμεν καὶ φορτικὸν τοῦτον δείξωμεν, περατώσομεν τοῦτον ἐνθάδε καὶ τῇ ἑξῆς Κυριακῇ τὰ ἑξῆς τούτου διαπορθμεύσομεν, οἷον καὶ ὅσον προτείνει λόγον ὁ Λόγος καὶ ποιμὴν ὁ καλός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Ιʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ Ιʹ ΚΥΡΙΑΚΗΝ ΚΑΙ ΠΕΡΙ ΔΕΚΑΔΩΝ, ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΑΝΩΤΑΤΗΣ ΚΑΙ ΥΠΕΡΦΥΕΣΤΑΤΗΣ ΤΙΜΗΣ ΤΟΥ ΒΡΟΤΗΣΙΟΥ ΓΕΝΟΥΣ. Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ὑμεῖς μὲν ὡς φιλόλογοί τε καὶ φιλακροάμονες τῶν λεγομένων τὴν ἔννοιαν ἐνωτίζεσθε, ἡμεῖς δὲ τὴν πρὸ μικροῦ ὑμῖν καταβληθεῖσαν ὀφειλὴν ὡς εὐγνώμονες ὀφειλέται ὑμῖν ἀποτίσωμεν, καὶ τὰ τοῦ λόγου ἑξῆς, ὡς προϋπεσχόμεθα, ἐν τούτῳ συνεξυφάνωμεν ὁμοῦ καὶ συρράψωμεν καὶ ἐννοήσωμεν, καθὼς καὶ προείπομεν, ποῦ «ὁ ποιμὴν ὁ καλὸς» ὑπερφυῶς καὶ ὑπερτίμως ἀνασῶσαι ἡμᾶς παρεγένετο, ὅτι πρὸς οὐράνιον χορὸν οὐρανίων ἀγγέλων οὐρανῶσαι καὶ ἁμιλλῆσαι ἡμᾶς τοὺς γηγενεῖς καὶ αἰχμαλώτους καὶ ἀπολωλότας παρεγένετο· κατέλειψε γὰρ τὰ ἐννέα αὐτοῦ σῳζόμενα πρόβατα, τάγματα, τοῖς οὐρανίοις ὄρεσι νέμεσθαι καὶ ἐξῆλθε πρὸς τὰ ὦδε μὴ διαστὰς τῶν ἐκεῖσε, ἵνα ζητήσῃ τὸ ἀπολωλὸς ἔνυλον πρόβατον, δέκατον τάγμα αὐτοῦ, ὡς ποιμὴν ἀγαθότατος καί, —ὢ μυστηρίου καινοῦ! ὢ συγκαταβάσεως ἄκρας!

ὢ ἀφράστου κηδεμονίας! —ὅτι τὸ ἀπολωλὸς ἐζήτησε πρόβατον οὐχ ἁπλῶς, ἀλλὰ καὶ τῆς ὕλης μετέλαβε καὶ τὴν δορὰν τοῦ ζητουμένου προβάτου περιθέσθαι ἠνέσχετο καὶ τούτῳ ὁμοιωθῆναι εὐδόκησε, καὶ ὑπὲρ τούτου κακοπαθήσας μέχρι καὶ ἐπονειδίστου θανάτου καὶ λογισθεὶς μετὰ ἀνόμων, τῇ ἀνωτάτῃ ποίμνῃ αὐτοῦ συνῆψε τὸ ἀπολωλὸς καὶ τὴν πληρεστάτην ψῆφον τῶν δεκαρίθμων φαλάγγων ἐξεπλήρωσε θαυμασίως, ἀνενέγκας τὸ ἔνυλον εἰς τὴν χώραν τοῦ ἀΰλου καὶ ἀποστάτου ἐχθροῦ. Διὸ καὶ ἀσπόνδως ἐχθραίνει ἐκεῖνος ὁ ἄϋλος τοῦτο τὸ ἔνυλον, ὅτι ὁ μὲν οὐράνιος ἄγγελος ὤν, γέγονε καταχθόνιος διάβολος, ὁ δὲ γήινος ἄνθρωπος ὤν, γέγονεν οὐράνιος ἄγγελος καὶ ἱκανοῦται καὶ ἱκανωθήσεται δι’ ἀνθρώπων Χριστοῦ χάριτι τὸ τάγμα τὸ δέκατον. Διὰ τοῦτο γὰρ καὶ δεκάλογος θεῖος νόμος τῷ νομοθέτῃ Μωσεῖ προτείνεται ἄνωθεν, ὅπως οἱ ἐρασταὶ τῆς ἄνω κληρουχίας καὶ τοῦ δεκάτου ἐκείνου τάγματος διὰ τῶν δέκα ἐντολῶν τῆς φυλακῆς ἀναχθῶσιν ἐκεῖσε· ἀδύνατον γὰρ μετὰ ἀπιστίας ἢ φόνου καὶ μοιχείας καὶ ἄλλης τινὸς αἰσχρουργίας καὶ πλεονεξίας ἐκεῖ ἀνενεχθῆναι εἰς τὸ δέκατον τάγμα.

Διὸ καὶ τὴν δεκάλογον νομοθεσίαν ἐπιδοὺς ὁ Θεὸς ἔλεγεν· «Οὐκ ἔσονταί σοι Θεοὶ πλὴν ἐμοῦ. —Οὐ ποιήσεις σεαυτῷ εἴδωλον. —Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. —Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων», ἤγουν τῆς καταπαύσεως. —«Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. —Οὐ φονεύσεις. —Οὐ μοιχεύσεις. —Οὐ κλέψεις. —Οὐ ψευδομαρτυρήσεις τοῦ πλησίον σου. —Οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου, οὐδὲ τὸν ἀγρὸν αὐτοῦ, οὐδὲ τὴν γυναῖκα αὐτοῦ, οὐδὲ τὸν παῖδα αὐτοῦ, οὐδὲ ὅσα τῷ πλησίον σού ἐστι». Καὶ αὕτη μὲν ἡ δεκάλογος θεία νομοθεσία τῶν ἐντολῶν.

Ἐστάλη δὲ καὶ δεκάπληγος ὀργὴ Αἰγυπτίοις κατὰ Δαβὶδ ἀριθμουμένη οὕτως· Μεταποιήσεις ὑδάτων πρὸς αἷμα. —Κόλασις διὰ κυνομυίας. —Διαφθορὰ διὰ βατράχων. —Δι’ ἐρισύβης κατάβρωσις παντοίων καρπῶν. —Δι’ ἀκρίδος ἀφανισμὸς πάντων τῶν πόνων καὶ τῶν καμάτων Αἰγύπτου. —Διὰ χαλάζης ἀμπέλων ἀφανισμός. —Διὰ πάχνης συκαμίνων κτασμός. —Κτηνῶν διὰ χαλάζης ἀπαλειμμός. —Ὑπάρξεως πάσης κατάκαυσις διὰ πυρός. —Δεκάτη δὲ πληγή, ἀπὸ ἀνθρώπου ἕως κτήνους θάνατος πρωτοτόκων, ἐν ᾧ καὶ ἐπλήγη καιριωτέραν πληγὴν Αἴγυπτος τότε. Καὶ αὕτη μὲν ἡ δεκάπληγος, ἤγουν αἷμα, κυνόμυια, βάτραχος, ἐρισύβη, ἀκρίς, χάλαζα, πῦρ, πάχνη, κτηνοθάνατος καὶ θάνατος πρωτοτόκων. Ἀλλὰ καὶ εὐαγγελικαὶ ἐντολαὶ ὑπερέχουσαι τῶν λοιπῶν ἐντολῶν δέκα εἰσίν, ὧν ἀπαρχὴ τῆς μετανοίας ἡ φάσκουσα· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν».

Ὡσαύτως καὶ δέκα παρθένων μέμνηται ὁ νυμφίος αὐτῷ προϋπαντῆσαι, εἰ καὶ μὴ φρόνιμοι πᾶσαι. Τούτων δὲ τῶν διαφόρων δεκάδων ἐμνήσθημεν, διὰ τὸ καὶ περὶ δεκάτου τάγματος οὐρανίου ὁ δέκατος ἡμῖν λόγος κεκίνηται, πρὸς ὃ καὶ ὁ χορὸς τῶν σῳζομένων ἀνάγεται, εἰς ὃ καὶ ἀναχθῆναί τινα μετὰ βίου ἀκαθάρτου ἀμήχανον· καθαρὸν γὰρ τὸ χωρίον ἐκεῖνο παντὸς ῥύπου καὶ ἀνέσπερον πέλει. Διὸ καὶ οὐδεμία κοινωνία σκότους μετὰ φωτός, οὐδὲ ῥύπου μετὰ ἁγιωσύνης.

Ἤκουσας γὰρ ὅτι τὸ δέκατον τάγμα τῶν ἀΰλων ἀγγέλων ἐκ τῶν ἐνύλων ἀνθρώπων χάριτι θείᾳ ἱκανωθήσεται. Διὸ καὶ οὐ ῥυπαροὺς καὶ ζοφώδεις, ἀλλ’ ἰσαγγέλους καὶ καθαροὺς ἢ εἶναι τοὺς τοιούτους ἢ διὰ μετανοίας γενέσθαι προσήκει, ἐπεὶ καὶ μετὰ ἀγγέλων χορεύειν ἐτάχθησαν ὡς ἰσάγγελλοι. «Ἐν γὰρ τῇ ἀναστάσει», φησίν, «οὔτε ποιοῦσιν οὔτε πάσχουσι τὰ καὶ τά, ἀλλ’ ἔσονται ὥσπερ ἄγγελοι Θεοῦ». Ἐπεὶ οὖν ὡς ἄγγελοι μέλλουσιν ἔσεσθαι, πάντως καὶ μετὰ ἀγγέλων ἁμιλληθήσονται Θεοῦ χάριτι. Εἰ δὲ μετὰ ἀγγέλων ὡς ἄγγελοι, πάντως καὶ ἀγγελικῶς ἡμᾶς βιοτεύειν ἐνδέχεται, ὅτι καὶ ἀγγελικὸν τὸ ἡμέτερον σχῆμα ἐπονομάζεται. Διὸ καὶ τοὺς ἀνθρώπους τοῦ κόσμου τούτου διαδράσαντες, πρὸς οὐρανὸν ἐπίγειον τῆς θείας ταύτης μονῆς ἀνήχθημεν, καὶ ἀγγελικῶς βιοτεύειν Θεῷ συνταξάμενοι, τῶν ἀγγέλων τὸ σύμβολον σχῆμα ἐν τῷ οὐρανῷ τούτῳ, νεῴ, περιεβλήθημεν, ἵνα τῷ Θεῷ ἀγγελικῶς ἐκδουλεύσωμεν, ἤγουν ἐν παρθενίᾳ, ἐν σωφροσύνῃ, ἐν ἁγιασμῷ, ἐν εἰρήνῃ, ἐν ἀγάπῃ, ἐν ὑπακοῇ, ἐν ταπεινοφροσύνῃ, ἐν ἀκτημοσύνῃ, ἐν νηστείᾳ καὶ ἐν ἐγκρατείᾳ τὸ κατὰ δύναμιν—τὸ γὰρ τελέως ἄβρωτον ὑλικῆς βρώσεως ἀγγέλων ἐστὶν ἀσωμάτων—ἐν ψαλμῳδίᾳ καὶ ἐν προσευχῇ καὶ ἀγάπῃ πρὸς Θεόν, ὡς ἔνσαρκοι ἄγγελοι, ἵνα τοῦ ῥηθέντος ἐκείνου τάγματος τοῦ δεκάτου τῆς χορείας καὶ τῆς συστάσεως μὴ ἀποτύχωμεν.

Ἐπεὶ οὖν καθαρὸν τὸ χωρίον ἐκεῖνο, καθὼς καὶ προείρηται, καὶ ἅγιος ὁ ἐκείνου λαὸς καὶ τοὺς ἐκεῖ ἀνατρέχοντας καθαροὺς χρῄζει γενέσθαι οἰκήτορας, καθαρθῆναι καὶ ἡμεῖς διὰ μετανοίας σπουδάσωμεν καὶ μὴ ἀπατάτω ἡμᾶς φιλήδονος λογισμός, ὡς πολλοὶ φιληδόνων ἀπατῶνται καὶ ἀπατῶσι καὶ λέγουσιν ὅτι ὁ Θεὸς διὰ τόδε καὶ διὰ τόδε ἁμάρτημα χριστιανὸν οὐκ ἀπόλλει.

Ἡ δὲ θεία Γραφὴ οὐχ οὕτω λέγει, ἀλλ’ ὅτι «οὐ χρείαν ἔχει», φησίν, ὁ Θεὸς «ἁμαρτωλοῦ ἀνδρός», ἤγουν ἀμετανοήτου· «εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο», τὸ ἑξῆς ὡς πρόδηλον σιωπήσομαι. Ἀλλὰ μηδὲ πάλιν τις ὡς πολλὰ ἡμαρτηκὼς ἑαυτοῦ ἀπογινωσκέτω, ἀλλὰ μᾶλλον ἰθυνέτω ἑαυτὸν διὰ μετανοίας πρὸς σωτηρίας λιμένα καὶ ποιησάτω «καρπὸν ἄξιον τῆς μετανοίας», ὅτι πρὸς τοῦτο ἦλθε καὶ «ὁ ποιμὴν ὁ καλός», ἵνα τῷ πολλὰ ὀφείλοντι πολλὰ καὶ ἐπαφήσῃ καὶ ἵνα καλέσῃ «ἁμαρτωλοὺς εἰς μετάνοιαν», καὶ ἔσωσε πόρνας καὶ ἀσώτους καὶ λῃστὰς καὶ τελώνας, οὐκ ἐμμένοντας μέντοι ἐπὶ πορνείᾳ καὶ ἀσωτίᾳ καὶ ταῖς λοιπαῖς αἰσχρουργίαις, ἀλλὰ πᾶσαν κακίαν ἀπὸ καρδίας μισήσαντες τῇ σωστικῇ μετανοίᾳ προσέδραμον καὶ προσδεχθέντες Χριστῷ καὶ καθαρθέντες δι’ αὐτοῦ χάριτι αὐτοῦ, πρὸς τὴν ῥηθεῖσαν ἐκείνην τὴν ἀνωτάτω χορείαν ἀνέδραμον, ἵνα ἐντεῦθεν καὶ ἡμεῖς διὰ πταισμάτων πλῆθος μὴ ἀπελπίζωμεν, μηδὲ πάλιν ἐναπομένωμεν τῇ ἁμαρτίᾳ δουλούμενοι, ἀλλ’ ἐν χρησταῖς ἐλπίσιν ἐπερειδόμενοι τῷ Σωτῆρι Χριστῷ συντόμως διὰ μετανοίας προσδράμωμεν, τοῦ ἀσώτου καὶ τοῦ τελώνου καὶ τῆς πόρνης καὶ τοῦ λῃστοῦ τὴν μετάνοιαν ἐκμιμούμενοι καὶ μὴ διστάζοντες.

Ἡμεῖς δὲ καὶ αὖθις ἕως ὧδε τὸν δρόμον τοῦ λόγου ἐμπήξαντες, τῇ ἐπιούσῃ Κυριακῇ τὰ ἑξῆς πάλιν χάριτι θείᾳ ἐξείπωμεν· τὰ ῥηθέντα γὰρ νῦν τοῖς βουλομένοις ἀρκεῖ πρὸς ὠφέλειαν Χριστοῦ χάριτι· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΑʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΙΑʹ ΚΥΡΙΑΚΗΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΝΔΕΚΑ ΜΑΘΗΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΕΝΔΕΚΑΤΗΝ ΩΡΑΝ ΕΡΓΑΤΩΝ, ΩΝ ΔΕΙ ΜΙΜΕΙΣΘΑΙ ΤΗΝ ΠΙΣΤΙΝ ΚΑΙ ΑΔΙΣΤΑΚΤΩΣ ΠΡΟΣΤΡΕΧΕΙΝ Τῌ ΜΕΤΑΝΟΙᾼ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἡ ἐνεστῶσα Κυριακὴ ἀπαιτεῖ ἡμᾶς τῆς παρελθούσης τὰ παραλειπόμενα ἐξειπεῖν· εἴπομεν γὰρ ἐν ἐκείνῃ ὅτι πολλοὶ ἀπεγνωσμένοι καὶ ἁμαρτωλοὶ πᾶσαν κακίαν ἀπὸ καρδίας μισήσαντες τῇ μετανοίᾳ προσέδραμον καὶ τῷ Χριστῷ προσδεχθέντες καὶ τῇ αὐτοῦ χάριτι καθαρθέντες πρὸς τὴν ῥηθεῖσαν ἀνωτάτω χορείαν ἀνέδραμον, ἵνα καὶ ἡμεῖς αὐτοὺς κατὰ διάνοιαν φέροντες τῷ Χριστῷ ἐν ἀδιστάκτῳ καρδίᾳ προσέλθωμεν.

Καὶ γὰρ οἱ ἕνδεκα μαθηταὶ ἐν τῷ ὄρει τῆς Γαλιλαίας αὐτὸν προσκυνήσαντες ἐδίστασαν, οὐ μέντοι καὶ ἔγκλημα τούτοις ὁ δισταγμὸς ἔφερεν. Οἱ δὲ περὶ τὴν ἑνδεκάτην ὥραν στελλόμενοι τῷ ἀμπελῶνι τοῦ οἰκοδεσπότου οὐκ ἐδίστασαν· οἱ δὲ ἕνδεκα μαθηταὶ ἐδίστασαν μήπως ἄλλον τινὰ καὶ οὐ τὸν Κύριον προσεκύνησαν· οἱ δὲ περὶ τὴν ἑνδεκάτην ὥραν μὴ διστάσαντες τὴν βραδυτῆτα προθύμως εἰσήκουσαν· οἱ δὲ ἕνδεκα μαθηταὶ πλὴν τοῦ Κυρίου μὴ βουλόμενοι ἕτερον προσκυνεῖν εἰκότως ἐδίστασαν· οἱ δὲ περὶ τὴν ἑνδεκάτην ὥραν πιστὸν καὶ πλούσιον καὶ ἀγαθὸν τὸν στέλλοντα ἡγησάμενοι οὐκ ἐδίστασαν. Ἐγὼ δὲ καὶ τῶν ἕνδεκα μαθητῶν μακαρίζω τὸν δισταγμὸν καὶ τῶν περὶ τὴν ἑνδεκάτην ὥραν ἐργατῶν ἐπαινῶ τῆς πίστεως τὸ ἀπερίεργον, καὶ τῶν μὲν μαθητῶν, ὅτι τῇ αὐτοῦ προστάξει ἐλθόντων εἰς τὴν Γαλιλαίαν πρὸς τὸ θεάσασθαι αὐτόν, ἦλθον καὶ εἶδον καὶ προσεκύνησαν καὶ εἶθ’ οὕτως ἐδίστασαν.

Τί οὖν, ὦ ἀοίδιμοι μαθηταί, προσκυνοῦντες οὐκ ἐδιστάζετε καὶ προσκυνήσαντες ἐδιστάσατε; Ναί, φησίν, ὅτι ἰδόντες αὐτὸν καὶ γνωρίσαντες ὅτι ὁ Κύριός ἐστιν, ἀδιστάκτως τοῦτον προσεκυνήσαμεν· εἶτα εἴδομεν αὐτὸν ἐν ἑτέρᾳ μορφῇ καὶ ἐδιστάσαμεν, ὥσπερ καὶ μετὰ τρεῖς ἡμέρας τῆς αὐτοῦ ἀναστάσεως ὤφθη τισὶν ἐξ ἡμῶν «ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν»· σύνηθες γὰρ τῷ δεσπότῃ, καὶ «ἐν ἑτέρᾳ μορφῇ» φαίνεσθαι καὶ φαινόμενος ἀόρατος γίνεσθαι, ὅτε καὶ οἰκονομικῶς τοῦτο βούλεται, ὥσπερ καὶ Ἰουδαίων βουληθέντων διαφόρως κρατῆσαι αὐτὸν ἢ λιθάσαι αὐτόν, ἐξήρχετο ἀοράτως ἐκ μέσου αὐτῶν καὶ παρῆγεν οὕτως. Πῶς οὕτως; Ἀοράτως καὶ ἐχθροῖς μὴ ὁρώμενος, ἀλλὰ λεληθότως βαδίζειν ἐν μέσῳ τῶν φονευτῶν καὶ μὴ φαίνεσθαι ἢ καὶ ἐν διαφόροις ὁρᾶσθαι ὁράσεσιν, ἵνα καὶ ἐντεῦθεν μυηθῶμεν ὅτι αὐτός ἐστιν ὁ εἰπών, «ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην». Λοιπὸν γοῦν καὶ ἡμεῖς μετὰ τὸ αὐτὸν προσκυνῆσαι ἡμᾶς εἴδομεν αὐτὸν «ἐν ἑτέρᾳ μορφῇ» καὶ ἐδιστάσαμεν· ἐδιστάσαμεν μή τι γε ἄλλος ἐστὶν οὗτος καὶ οὐχὶ ὁ Χριστός.

Πολλάκις γὰρ ἐκείνου λαλοῦντος ἠκούομεν ὅτι ἀναστήσονται «ψευδόχριστοι καὶ ψευδοπροφῆται» καὶ πολλοὺς πλανήσουσιν. Ἆρα μὴ πρῶτοι ἡμεῖς ἐπλανήθημεν, ἆρα μὴ ἠπατήθημεν καὶ ἀντ’ αὐτοῦ λεληθότως προσεκυνήσαμεν ἕτερον; Αὐτὸς δὲ ἐπιγνοὺς ἡμῶν τὸ ἀμφισβήτημα καὶ λύων τὸν δισταγμὸν χρᾶται συνήθως τῇ πατρικῇ συγγενείᾳ καὶ τῇ εὐνοίᾳ καὶ φησίν, «ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς», καὶ ταῦτα εἰπὼν καὶ τὰ ἑξῆς, ἐξέωσεν ἀφ’ ἡμῶν τὸν τοιοῦτον δισταγμὸν καὶ ἀδιστάκτως λοιπὸν ἔχοντες τὰ περὶ αὐτοῦ, τὴν αὐτοῦ θεάνθρωπον οἰκονομίαν ἀδιστάκτως ὁμοῦ καὶ προσκυνοῦμεν καὶ ἀνακηρύττομεν καὶ πάντα τὰ ἔθνη, καθὼς παρ’ αὐτοῦ ἐδιδάχθημεν, μαθητεύομεν ὁμοῦ καὶ βαπτίζομεν.

Ὁρᾶτε πῶς ἀξιεπαίνως ἐδίστασαν οἱ ἕνδεκα μαθηταί; Οὐ γὰρ λέγει ὁ εὐαγγελιστὴς ὅτι οἱ μὲν τούτων προσεκύνησαν, οἱ δὲ ἐδίστασαν μηδὲν προσκυνήσαντες, ἀλλ’ ὅτι ἰδόντες αὐτὸν προσεκύνησαν αὐτόν, δηλονότι πάντες ὁμοῦ, οἱ δὲ ἐδίστασαν, ἤγουν οἱ αὐτοί, ὁμοῦ προσκυνήσαντες, ὁμοῦ καὶ πάντες ἐδίστασαν.

Καὶ ἐπαινετὸς μὲν τούτων ὁ δισταγμός, ἀξιεπαινέστερος δὲ καὶ ὁ τρόπος ὁ ἀπερίεργος καὶ ὁ λογισμὸς <ὁ> ἀδίστακτος τῶν περὶ τὴν ἑνδεκάτην ὥραν ἐργατῶν. Οὐκ ἐδίστασαν γὰρ περιεργαζόμενοι τῆς ἡμέρας τὸ πλήρωμα. Οὐκ εἶπον· Τίς ἆρα καὶ πόσος τῆς μιᾶς ὥρας ὁ μισθός; Ἀργὰ ἤδη καὶ πρὸς ἑσπέραν ἐστὶ καὶ ὁ κόπος ἡμῶν βραχὺς καὶ οὐδαμινὸς καὶ ἡ ἐργασία ἡμῶν γενήσεται οὐδαμινὴ καὶ ἀνάλογος λοιπὸν τοῦ κόπου ἡμῶν μικρὸς καὶ οὐδαμινὸς ἔσται καὶ ὁ μισθὸς καὶ ἡμεῖς διὰ τὴν πολλὴν ἡμῶν ταύτην βραδυτῆτα οὐ τολμῶμεν εἰπεῖν τῷ οἰκοδεσπότῃ “συμφώνησον ἡμῖν τὸν μισθόν, ἵνα μάθωμεν πόσος ἐστὶ” καὶ αὐτὸς λέγει ἡμῖν «ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά» μου, «καὶ ὃ ἂν ᾖ δίκαιον», λήψεσθε καί, εἰ λάβωμεν «ὃ ἂν ᾖ δίκαιον», ἡμᾶς ὠφελήσει οὐδέν· ὁ γὰρ τῆς μιᾶς ὥρας μισθὸς πάντως ἢ ἀσσάριόν ἐστιν ἓν ἢ τὸ πολὺ δύο καὶ τί τὸ κέρδος λοιπὸν τοῦ ὀλιγοστοῦ ἡμῖν τούτου μισθοῦ; Τούτων γὰρ καὶ τῶν τοιούτων ἐννοιῶν μηδὲν λογισάμενοι, γέγονε βοηθὸς αὐτῶν ἡ ἐλπὶς αὐτῶν καὶ ὑποκύψαντες εὐπειθῶς καὶ ἀδιστάκτως τῷ οἰκοδεσπότῃ ἀπῄεσαν πρὸς τὸν αὐτοῦ ἀμπελῶνα.

Διὸ καὶ ὡς εὐπειθεῖς καὶ ὑπηκόους ὁ οἰκοδεσπότης τούτους ἀποδεξάμενος, τῆς ὅλης ἡμέρας τὸν μισθὸν αὐτοῖς ἐχαρίσατο καὶ ἴσους τῶν πρώτων καὶ πρῶτον τούτοις τὸ δηνάριον προύτεινεν, ἀπὸ τῶν ἐσχάτων ἀρξάμενος ἕως τῶν πρώτων, ἐπίσης αὐτοῖς φιλοτίμως τὸν μισθὸν διανείμας· «Καὶ ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω», φησὶν ὁ Κύριος. Καλὸν γὰρ τὸ ἀδιστάκτως καὶ προθύμως προστρέχειν τῷ ἀμπελῶνι τῆς μετανοίας, καλὸν τὸ ζητεῖν τὸν λιμένα τῆς σωτηρίας, καλὸν τὸ ἀδιστάκτως καὶ πείθεσθαι καὶ πιστεύειν τοὺς λόγους τοῦ Κυρίου· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΒʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΔΩΔΕΚΑΤΗΝ ΚΥΡΙΑΚΗΝ ΚΑΙ ΠΕΡΙ ΤΙΝΩΝ ΔΩΔΕΚΑΔΩΝ ΔΙΑΦΟΡΩΝ, ΩΝ Η ΑΝΑΜΝΗΣΙΣ ΤΟΙΣ ΠΡΟΣΕΧΟΥΣΙ ΠΑΝΥ ΩΦΕΛΙΜΟΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, οὐδὲν τὸ κωλῦσον ἡμᾶς καὶ ἐν ταύτῃ τῇ δωδεκάτῃ Κυριακῇ περὶ δωδεκάδων ἐκφράσαι τινῶν, ὅτι καὶ διὰ δώδεκα βροντῆς υἱῶν καὶ νεφελῶν ὀμβροτόκων πνευματικῶν ἐπωμβρίσθη ἐν τῇ γῇ πᾶν ἀγαθόν· ἐκεῖθεν γὰρ ἀπεστάλαξε τριαδικῆς θεογνωσίας ὑετός· ἐκεῖθεν κήρυγμα εὐαγγελίου σεπτοῦ καὶ θεανδρικῆς πολιτείας Χριστοῦ· ἐκεῖθεν ζύμη θεοσθενής, παρ’ ἧς ἐζυμώθη καὶ ἀνέβη πρὸς πίστιν Χριστοῦ τὸ φύραμα ἡμῶν· ἐκεῖθεν πρὸς οὐρανίους ἁψίδας τὸ θεῖον σίνηπι τοῦ ἐνθέου κηρύγματος ὑψωθὲν ἐδενδρώθη, ὥστε καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, θεῖα στρατεύματα, κατασκηνοῦν καὶ ἀναπαύεσθαι ἐν τοῖς κλάδοις τοῦ σινήπεως τοῦδε, κηρύγματος, ὃ θεοπνεύστως ἡ θεόκλητος αὕτη ἐκήρυξε δωδεκάς. Ὁμοίως καὶ διὰ μελῶν δώδεκα θεοτέχνως τὰ σώματα ἡμῶν, ὡς ἰατρῶν ἀριθμοῦσι παῖδες, συνηρμόσθησαν. Ὁμοίως καὶ δώδεκα λίθους ἰαματικοὺς ἅμα καὶ πολυτίμους ὁ Θεὸς τῷ κόσμῳ ἐδωρήσατο, εἰ καὶ σπανίως εὑρίσκονται, ἤγουν σάρδιον, πάζιον, σμαράγδιον καὶ τὰ ἑξῆς. Ὁμοίως καὶ διὰ δώδεκα μηνῶν τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσε καὶ πολλὰς ἐντεῦθεν μεταβολὰς συμφερούσας ἡμῖν πανσόφως εἰργάσατο.

Ἀλλὰ καὶ δώδεκα ζῴδια φασὶν οἱ περὶ τὰ τοιαῦτα δεινοὶ ἐξ ἀστέρων συνίστασθαι, εἰς ἃ ἕκαστον τούτων μῆνα ὁλόκληρον ὁ ἥλιος ἀποτελῶν διὰ τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ τὰ δώδεκα ζῴδια διέρχεται, ὧν καὶ τὰ ὀνόματα κατὰ τοὺς τούτων σοφοὺς ἐφευρετάς εἰσι τάδε· κριός, ταῦρος, δίδυμος, καρκῖνος, λέων, παρθένος, ζυγός, σκορπίος, τοξότης, αἰγόκερως, ὑδροχόος, ἰχθύες. «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας». Οὐ μόνον δέ, ἀλλὰ καὶ τὸ ἰσραηλιτικὸν φῦλον δωδεκάφυλον ἦν, ὧν καὶ ἰσαρίθμους λίθους λαβὼν Ἠλιοὺ «ᾠκοδόμησε καὶ ἰάσατο», φησί, «τὸ θυσιαστήριον» Κυρίου «τὸ κατεσκαμμένον», δηλονότι ἰσραηλίτης νοῦς ὁρῶν Θεὸν οἰκοδομεῖται καὶ ἀνίσταται πρὸς ὅρασιν τοιαύτην διὰ δώδεκα ἀρετῶν, αἵτινες καὶ εἰσὶν αὗται· μετάνοια, ὑπακοή, πτωχεία πνευματική, ταπεινοφροσύνη, ὑπομονή, πένθος κατὰ Θεόν, ἐλεημοσύνη τὸ κατὰ δύναμιν, καθαρότης καρδίας ἐκ ῥυπαρῶν λογισμῶν, σωφροσύνη, φρόνησις, «δικαιοσύνη καὶ ἀνδρεία, ὧν», φησί, «χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις». Αὗται γοῦν αἱ δώδεκα ἀρεταὶ ὑπέρκεινται, φησί, πάντων τῶν ἀρετῶν, ἀφ’ ὧν καὶ ἀποτίκτεται φωτισμὸς καὶ ἐλπὶς ἀγαθὴ καὶ ζῆλος πρὸς Θεόν, ὥς φασιν οἱ κτησάμενοι ταύτας καὶ ἔργῳ μεμαθηκότες.

Ναὶ μὴν ἀλλὰ καὶ ἡ πρὸς τὸν μονήρη βίον ἡμῶν ἐκ τοῦ κόσμου ἀποταγὴ δωδεκάριθμον τῆς συνταγῆς τὴν ἀσφάλειαν κέκτηται, ἤγουν κόσμου ἀποταγή, ἀπροσπάθεια, ξενιτεία, ὑπακοή, πόθος ἀσκήσεως, ἑκούσιος γνώμη πρὸς τὸ καλόν, συνταγὴ πρὸς Χριστόν, παρθενία, σωφροσύνη, εὐλάβεια, ὑπομονή, τελευταῖον δὲ καὶ πρῶτον νέκρωσις καὶ ἄρνησις ἑαυτῶν καὶ σταυροῦ ἄρσις καὶ Χριστοῦ ἀκολούθησις, περὶ ὧν καὶ τῇ ἑξῆς Κυριακῇ Χριστοῦ χάριτι βουλόμεθα εἰπεῖν πλατυτέρως.

Τανῦν δὲ τοῦτο παρακαλοῦμεν τὴν ὑμετέραν ἀγάπην, ἵνα μὴ μόνον ἀκροαταί, ἀλλὰ καὶ ποιηταὶ τῶν λεγομένων γενέσθαι σπουδάσωμεν, διότι οὐκ «ἀκροαταὶ τοῦ νόμου», φησίν, «ἀλλ’ οἱ ποιηταὶ» τοῦ «νόμου δικαιωθήσονται»· ποιηταὶ δὲ τῶν λεγομένων τότε γενώμεθα, ὁπόταν ἀκούσωμεν περὶ πορνείας ἢ κλεψίας ἢ ἑτέρου τινὸς πάθους ἢ ἀρετῆς καὶ φύγωμεν σπουδαίως τὸ πάθος καὶ διώξωμεν τὴν ἀρετήν. Ἐὰν δὲ ἡμεῖς μὲν λέγωμεν, ὑμῶν δὲ ἕκαστος πρὸς τὸ ἴδιον ἐμμένῃ ἐλάττωμα, τί τὸ κέρδος ἐντεῦθεν, τίς ἡ ὠφέλεια ἐκ τοῦ σπέρειν εἰς τὰ πετρώδη καὶ τὰ χερσώδη καὶ ἀκανθώδη καὶ κοπιᾶν εἰς κενὸν καὶ τὸν σπόρον ἀπόλλειν;

Διὸ πᾶσι μὲν ὑμῖν παρεγγυῶ, πλεῖον δὲ τοῖς νεωτέροις ἐπιφωνῶ, διότι πολλάκις τούτων τινὲς προφασίζονται «προφάσεις ἐν ἁμαρτίαις». Καὶ ὁ μὲν “καλογρέαν”, φησίν, “ἔχω μητέρα καὶ ἀπέρχομαι τοῦ θεάσασθαι αὐτήν”, ὁ δὲ ἄλλην τινὰ προφασίζεται πρόφασιν, ἄλλος δὲ πάλιν ὅτι “ἐν τῷ δεῖνι μοναστηρίῳ ἔστι μου ἡ ἀδελφὴ καὶ ἀπέρχομαι ἰδεῖν αὐτὴν”, καὶ ἀπελθὼν τάχα δι’ αὐτὴν πρὸς αὐτήν, δισημερεύει ἐκεῖσε, καίπερ διὰ κανόνων ἐστὶ κεκωλυμένον ἐν γυναικείῳ μοναστηρίῳ ἄνδρα ποτὲ μὴ μεῖναι, ἀλλ’ οὐδὲ εἴσω γενέσθαι τὸν ἄνδρα κἂν τοῦ πυλῶνος, ἀλλ’ ἔξω σταθῆναι καὶ τῇ προεστώσῃ μηνῦσαι τὴν χρείαν διὰ τῆς γραὸς θυρωροῦ καὶ λῦσαι τὴν χρείαν καὶ ὑποστρέψαι ταχέως.

Ἀφ’ ὅτου δὲ ἠμελήθη καὶ διελύθη ἡ καλὴ ταύτη καὶ ἀξιέπαινος εὐταξία, ἀπέστη καὶ ἡ τιμὴ τῶν γυναικείων μοναστηρίων καὶ εἰσῆλθεν ἀτιμία. Τίς γάρ ποτε καὶ τιμήσειε τὸ ἄτιμον; Ἢ τίς θελήσειε προσειπεῖν εὔτακτον τὸ ἄτακτον; Πάντως οὐδείς. Τί γὰρ ἀτιμότερον ἢ ἀχρηστότερον ἢ ἀτακτότερον τοῦ ὑπάγειν τινὰ δῆθεν διὰ μητέρα ἢ ἀδελφὴν καὶ ἐν γυναικείῳ μένειν μοναστηρίῳ καὶ διὰ πρόφασιν συγγενίδος ὑπάγειν ἐκεῖσε, ἔνθα πρόκειται ἀπώλεια ψυχική; Ἐὰν δὲ καὶ κοσμικοὶ ὦσιν οἱ συγγενεῖς, πρὸς οὓς καὶ ὑπάγει ὁ μοναχός, τοῦτο πάλιν ἀσυγγνωστότερον, ὅτι οὓς διὰ τὸν Θεὸν ἀπετάξατο, τούτοις πάλιν συμφύρεται. «Ἡμεῖς», φησὶν ὁ ἀπόστολος, ἀπ’ ἄρτι «οὐδένα κατὰ σάρκα» γινώσκομεν· καὶ εἰ ἐκείνους, κοσμικοὺς ὄντας, ἐδίδασκε μηδένα κατὰ σάρκα γινώσκειν, πόσῳ γε μᾶλλον ὑμᾶς τοὺς ἑλομένους τάχα τὸν σταυροφόρον βίον τῶν μοναχῶν καὶ γονέας καὶ συγγενέας καὶ κόσμον καὶ τὰ ἐν κόσμῳ χαίρειν εἰπόντας καὶ ἀποποδήσαντας τούτων;

Ταῦτα δὲ τὴν ὑμῶν σωτηρίαν ἐπιποθοῦντες φθεγγόμεθα, ἐπεὶ καὶ ἰατρῶν παῖδες μετὰ τομῆς καὶ καύσεως καὶ πικρίας πολλῆς τῶν ἀρρωστούντων δεινῶς ἐξανέστησαν καὶ τοῦ θανάτου ῥυσάμενοι πρὸς τὴν ζωὴν ἐπανήγαγον· γένοιτο δὲ καὶ ἡμᾶς πρὸς τοῦ ἰατροῦ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν νόσου παντοίας καὶ ψυχικῆς ἀλγηδόνος ἀπαλλαγῆναι καὶ ἀναστῆναι καὶ ἀναχθῆναι χάριτι αὐτοῦ πρὸς τὴν αὐτοῦ βασιλείαν καὶ δόξαν τὴν αἰώνιον· ἀμήν.