Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Β΄: Κατηχήσεις ΙΓ΄-ΙΣΤ΄ (Η μοναχική κουρά και οι συμβολισμοί της)

Θεολογική προσέγγιση και ερμηνεία της ακολουθίας της μοναχικής κουράς, της αποταγής του κόσμου και των ιερών συμβολισμών του μοναχικού σχήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 12 από 17

ΚΑΤΗΧΗΣΙΣ ΙΓʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΚΟΛΟΥΘΙΑΣ ΤΗΣ ΑΠΟΚΑΡΣΕΩΣ ΚΑΙ ΤΗΣ ΤΟΥ ΚΟΣΜΟΥ ΑΠΟΤΑΓΗΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, «προσέχετε, λαός μου, τῷ νόμῳ μου», φησὶν ὁ θεῖος Δαβίδ, «κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς, ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν». Ἐγὼ δὲ οὐ προβλήματα ἀπ’ ἀρχῆς ἄγνωστα ὑμῖν λέγειν ἐπείγομαι, καίπερ πολλὰ ἔχων καὶ αὐτὸς ἐκ τῶν ἀρχαίων ἡμῶν πανοσίων Πατέρων λέγειν, ἤγουν οὐρανομήκεις ἀρετάς, κατορθώματα ὑπὲρ φύσιν, φρόνημα θεῖον καὶ ὄντως οὐράνιον, ἰσάγγελον ἐν σαρκὶ πολιτείαν, θαυμάτων πηγὴν τοιαύτην οἵαν καὶ Χριστὸς αὐτὸς εἶχεν ἐνναΐζουσαν καὶ ὅσα ἐκεῖνος εἰργάσατο ἔργα κἀκεῖνοι δι’ ἐκείνου κατὰ τὴν ἐκείνου φωνὴν εἰργάσαντο· ὧν ὅτε ἀποβλέψω εἰς τὸν ἰσάγγελον βίον καὶ τὰ κατορθώματα καὶ τὴν συνοῦσαν θείαν χάριν ἐκείνοις, λογίζομαι αὐτοὺς ἀγγέλους ἐπιγείους ἢ ἀνθρώπους οὐρανίους ἢ λίθους παντίμους τῆς ἄνω Ἰερουσαλήμ, ἐμαυτὸν δὲ κτῆνος ἢ ξύλον ἢ πέτραν ἢ πηλὸν ἤ τι ἄλλο τῶν ἀχρήστων καὶ ἀνωφελῶν. Τοιγαροῦν τὰ ἐκείνων θεοκατόρθωτα ὡς ἀρχαιότερα παρεάσαντες, κατορθώματα νέα καὶ πρόσφατα καὶ ἀνεπιλήστου μνήμης ἄξια ὑπομνῆσαι ὑμᾶς αὐτοὺς κατεπείγομαι, ἤγουν περὶ τῆς ἡμῶν ἀποκάρσεως καὶ ἀποτάξεως καὶ συντάξεως.

Διὸ καὶ προσέχετε, ἀδελφοί μου, τῷ θεοσδότῳ λόγῳ μου. «Κλίνατε τὸ οὖς ὑμῶν» εἰς τὰ ῥήματα Θεοῦ τῆς χάριτος, καὶ ἀναμνήσομεν καὶ ἐξερευνήσομεν καὶ ψηλαφήσομεν τὸν νοῦν τῆς ἀποκάρσεως ἡμῶν καὶ τῶν συνθηκῶν ἡμῶν. Δεῖ δὲ ἡμᾶς τινα τῶν λεγομένων διὰ τὸ σαφέστερον κατὰ πεῦσιν γράψαι καὶ ἀπόκρισιν. —Διατί ἀσκεπὴς καὶ ἄζωστος καὶ ἀνυπόδητος ἵσταται ὁ κειρόμενος; —Οὐχ ἁπλῶς καὶ ἀσκόπως οἱ Πατέρες διωρίσαντο ταῦτα, ἀλλὰ ἀποστολικαῖς ἑπόμενοι παραδόσεσιν. Οὐκ ὀφείλει, φησίν, «ἀνὴρ προσευχόμενος κατὰ κεφαλῆς» ἔχειν κάλυμμα· «καταισχύνει» γὰρ «τὴν κεφαλὴν αὐτοῦ»· κεφαλὴ γὰρ ἀνδρὸς ὁ Χριστός.

Ὅτι δὲ Χριστῷ προσεύξασθαι ὁ κειρόμενος ἔρχεται παντί που δῆλον. Διὸ καὶ ἀσκεπὴς ἵσταται περικεφαλαίαν σωτηρίας προσδεχόμενος, ἄζωστος δέ, ὡς τὴν ζώνην τῆς λαγνείας καὶ τῆς ἐπιθυμίας λύσας καὶ ἀποθέμενος καὶ ἁγνείας καὶ σωφροσύνης περιζώσασθαι μέλλων δύναμιν. «Ἔστωσαν», φησίν, «αἱ ὀσφύες» ὑμῶν «περιεζωσμέναι» ἁγνείας καὶ σωφροσύνης περίζωμα «καὶ οἱ λύχνοι καιόμενοι» καὶ φωτίζοντες καὶ πᾶν σκοτεινὸν ἔργον ἐκτρέποντες καὶ ὑμεῖς ὅμοιοι ἀνθρώπῳ προσδεχομένῳ καὶ τὰ ἑξῆς. Ἀνυπόδητος δέ, ὡς ὀφείλων τὴν τοῦ Θεοῦ καθαρὰν ἀκλινῶς βαδίζειν ὁδὸν καὶ δι’ ἔργων ἀγαθῶν εὐαγγελίζεσθαι εἰρήνην· σημαίνει δὲ καὶ τοῦ βίου τὸ ταπεινὸν καὶ πτωχὸν καὶ ἀπέρπερον, ὅτι καὶ Χριστὸς ἐν πτωχείᾳ ἦλθε καὶ ταπεινώσει καὶ μὴ ἔχων «ποῦ τὴν κεφαλὴν κλῖναι».

Διὸ καὶ ὁ κειρόμενος, προσημαίνων τοῦ βίου τὸ ταπεινὸν καὶ ἀπέριττον, ἀσκεπής, ἄζωστος ἵσταται καὶ ἀνυπόδητος. —Διατί δὲ καὶ οὐ συντόμως εἰσέρχεται μέχρι τοῦ ἁγίου θυσιαστηρίου, ἀλλὰ μικρὸν τὸ κατὰ μικρόν; —Τοῦτο σημαίνει ὅτι μετὰ τὴν λύσιν τῆς ζώνης τῆς κοσμικῆς καὶ τὴν ἀπόθεσιν τῶν σαρκικῶν θελημάτων βαδίζει νοητῶς μικρὸν τὸ κατὰ μικρὸν ἐκ δυνάμεως εἰς δύναμιν, ἄχρις ἂν φθάσῃ «εἰς τὰ ἅγια τῶν ἁγίων» καὶ εἰσέλθῃ ὡς δοῦλος πιστὸς «εἰς τὴν χαρὰν τοῦ Κυρίου» αὐτοῦ. —Διατί δὲ καὶ προσπίπτει ἔμπροσθεν τῶν ἁγίων θυρῶν καὶ πάλιν ἀνίσταται; —Τὸ μὲν προσπίπτειν πρηνὴς δύο σημαίνει καλά, ἤγουν τὴν ἐξ αὐτοῦ ἔκπτωσιν τῆς ἁμαρτίας καὶ τὸν πόθον τῆς ἀσκήσεως καὶ τῆς ἀγγελικῆς πολιτείας, τὸ δὲ ἀνίστασθαι ἕτερα καὶ αὖθις δύο σημαίνει καλά, ἤγουν τὴν ἐκ πάσης πτωματικῆς ἁμαρτίας ἀνάστασιν καὶ τὴν πρὸς Θεὸν ὁμολογίαν τῆς ἐναρέτου ζωῆς.

Ἡμεῖς δὲ μέχρι καὶ ταύτης τῆς ἐρωτήσεως νῦν καταπαύσωμεν καὶ τῇ ἑξῆς Κυριακῇ καὶ τὰ ἑξῆς τῆς ὑποθέσεως ὑπομνήσωμεν καὶ καταμάθωμεν τὸν κεκρυμμένον νοῦν καὶ τὸν πλοῦτον τῆς ἡμῶν ἀποκάρσεως καὶ σπεύσωμεν ἀξίως περιπατεῖν τοῦ ἡμετέρου σχήματος καὶ μηδὲν τοῦ τοσούτου ὕψους καὶ τοῦ ἀξιώματος ἀνάξιον πράττειν καὶ χαμερπές, μηδὲ ἀτιμάσωμεν ἔργῳ τὴν τοσαύτην τιμὴν καὶ φανῶμεν ἀσύνετοι· «Καὶ ἄνθρωπος», φησίν, «ἐν τιμῇ ὢν οὐ συνῆκε»· «κατ’ εἰκόνα Θεοῦ καὶ καθ’ ὁμοίωσιν» ὤν, τὴν τοσαύτην τιμὴν οὐ συνῆκε καὶ τὰ ἀνάξια δράσας τῆς μεγάλης ταύτης τιμῆς, «παρασυνεβλήθη» τὸ τηνικαῦτα «τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς» καὶ τὸ “κατ’ εἰκόνα” ὠφέλησεν αὐτὸν οὐδέν, ἀχρειώσας αὐτὸ καὶ προδοὺς τὴν τιμήν.

Προσχῶμεν οὖν καὶ ἡμεῖς καὶ συνήσωμεν τοῦ ἀγγελικοῦ ἡμῶν σχήματος τὸ ἀξίωμα τὸ ἔντιμον καὶ μὴ ἀτιμάσωμεν τοῦτο καὶ οὐδὲν ἡμᾶς ὠφελήσει τούτου τὸ ἔντιμον, ὥσπερ καὶ τὸν προπάτορα παραβάντα τὸ “κατ’ εἰκόνα” ὠφέλησεν οὐδαμῶς· δῴη δὲ ἡμῖν χεῖρα βοηθείας καὶ δυνάμεως καὶ σῶσαι ἡμᾶς ὁ Θεὸς τῶν δυνάμεων· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΔʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΑ ΕΞΗΣ ΤΩΝ ῬΗΘΕΝΤΩΝ Τῌ ΠΑΡΕΛΘΟΥΣῌ ΚΥΡΙΑΚῌ, ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΝΝΟΙΑΣ ΤΗΣ ΑΠΟΚΑΡΣΕΩΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, βούλομαι σὺν Θεῷ τὰ ἑξῆς τῶν ῥηθέντων τῇ παρελθούσῃ Κυριακῇ εἰς μέσον εἰσάξαι. Ἦν δὲ ἐν ἐκείνῃ ἡ τρίτη ἐρώτησις περὶ προσπτώσεως καὶ ἀναστάσεως, ἡ δὲ τετάρτη ἔχει οὕτως· —Τίς δὲ ὁ σκοπὸς τῶν ἐρωτήσεων καὶ ἀποκρίσεων πέφυκε; —Τοῦτο δηλοῖ ὅτι συνθήκας ποιοῦμεν πρὸς Θεὸν δευτέρου βίου καὶ δευτέρου βαπτίσματος, ἐπειδὴ καὶ τὸν βίον τὸν πρῶτον καὶ τὸ βάπτισμα ἐμολύναμεν ἁμαρτήσαντες· ἠρωτήθημεν γὰρ τότε παρὰ τοῦ ἡμῶν βαπτιστοῦ καὶ ἀπετάγημεν τῷ σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ, τουτέστι πάσῃ κακίᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ, καὶ συνετάγημεν τῷ ἀκηράτῳ Χριστῷ ἀκηράτως λατρεύειν καὶ ἰθυγενῶς.

Ἀλλ’ ἐπειδὴ τὰς τότε συνθήκας ἡμῶν διά τινων ἀναδόχων διὰ τὸ νηπιῶδες πεποιήκαμεν καὶ αὐξηθέντες ἡμάρτομεν, ἀντ’ ἐκείνων τῶν ἐπὶ τῇ ἁγίᾳ κολυμβήθρᾳ ἐρωτήσεων ἐρωτώμεθα ταύτας ἐπὶ τοῦ ἁγίου θυσιαστηρίου, δι’ ὧν καὶ ἀποτασσόμεθα κόσμῳ, γονεῦσιν, ἀδελφοῖς, γυναιξί, τέκνοις, συγγενείαις, ἑταιρείαις, φίλοις καὶ ὅσα ἁπλῶς τῷ κόσμῳ παρέπεται, καὶ συντασσόμεθα τῇ ἐν Χριστῷ μοναξίᾳ καὶ τῇ ἐναρέτῳ ζωῇ καὶ συντασσόμεθα παραμένειν τῷ μοναστηρίῳ καὶ τῇ ἀσκήσει ἕως ἐσχάτης ἀναπνοῆς ἡμῶν καὶ συντασσόμεθα φυλάσσειν ἑαυτοὺς ἐν παρθενίᾳ καὶ σωφροσύνῃ καὶ ἁγιασμῷ καὶ συντασσόμεθα ὑπακοὴν τῷ προεστῶτι καὶ πάσῃ τῇ ἐν Χριστῷ ἀδελφότητι καὶ συντασσόμεθα ὑπομένειν πᾶσαν «θλῖψιν καὶ στενοχωρίαν» διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ καὶ τὴν αἰώνιον ζωήν. Ταύτας γοῦν τὰς συνθήκας καὶ ἄλλας τινὰς συνταττομένου τοῦ ἀποκειρομένου, προσφωνεῖ ὁ καθηγητής· «Βλέπε», φησίν, «ἀδελφέ, τίνι συντάσσῃ καὶ τίνι ἀποτάσσῃ· βλέπε οἵας συνθήκας δίδως τῷ Δεσπότῃ Χριστῷ· ἄγγελοι γὰρ πάρεισιν ἀοράτως ἀπογραφόμενοι τὴν ὁμολογίαν σου ταύτην, ἣν καὶ μέλλεις ἀπαιτεῖσθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Φοβερὰ ἡ ἀπειλή, ἀδελφοί, μέγας ὁ κίνδυνος τοῖς μὴ προσέχουσι, χαλεπὸς ὁ ἐτασμὸς καὶ δεινὸς τοῖς καμπύλως βιοτεύουσι, πολὺς τῆς συνταγῆς ὁ ἀσφαλισμός, διότι καὶ πολὺς τῆς παραβάσεως ὁ κρημνός. «

Μὴ δόξῃς», φησί, «μέχρι ψιλῶν ῥημάτων ἑστάναι τὰς ὁμολογίας σου ταύτας, μηδὲ ἐνώπιον ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἁγίου θυσιαστηρίου» καὶ βλέπε τίνι συντάσσῃ, ὅτι Θεῷ, καὶ τίνι ἀποτάσσῃ, ὅτι διαβόλῳ καὶ κόσμῳ καὶ πάσῃ κακίᾳ, καὶ συντάσσῃ περὶ καλῶν ἔργων ἐνώπιον τοῦ Θεοῦ, περὶ ὧν καὶ μέλλεις ἀπαιτεῖσθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. —Διατί δὲ ὁ κειρόμενος οἰκειοχείρως τῷ ἡγουμένῳ τὴν ψαλίδα προτείνει; —Ἵνα δηλώσῃ ἐντεῦθεν τὸ τῆς γνώμης αὐθαίρετον, ὅτι οὐκ ἐκ βίας οὐδὲ ἐξ ἀνάγκης τινός, ἀλλ’ ἐκ πόθου ἑκουσίου τοῦ μονήρους βίου προείλατο τὸ καλόν. —Τί δὲ ἆρα δηλοῖ καὶ τῶν τριχῶν ἡ ἀφαίρεσις; —Ἀφαίρεσιν κόσμου καὶ πάσης κακίας καὶ βίου ἐναλλαγὴν καὶ συνθήκην πρὸς Θεὸν διὰ δευτέρου βαπτίσματος.

Ἐπειδὴ γὰρ ἐβαπτίσθη τὸ πρῶτον εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος καὶ οὐκ ἐφύλαξε τὰς συνθήκας, ἀνάγκην ἔσχε καὶ αὖθις εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τὴν κεφαλὴν ἀποθρίξαι καὶ δευτέρας συνθεῖναι συνθήκας, ἅτινας εἰ καὶ φυλάξει, καὶ τὰς πρώτας διὰ τῶν δευτέρων ἀνακαλέσηται, καὶ εἰ φυλάξει ἀμόλυντον τοῦτο τὸ δεύτερον βάπτισμα, ἀνακαθαίρει δι’ αὐτοῦ καὶ τὸ πρότερον. —Τί δὲ ὅτι καὶ ἁπτομένη λαμπὰς αὐτῷ ἐπιδίδοται; —Ὅτι καὶ ἐν τῷ θείῳ Βαπτίσματι λαμπάδες ἐφάπτουσι καὶ ὅτι παρθενίας καὶ σωφροσύνης σύμβολον ἡ λαμπὰς τούτῳ ἐπιδίδοται καὶ ὅτι καὶ τῷ νυμφίῳ Χριστῷ ἐν λαμπάσι θείου φωτὸς αἱ φρόνιμοι ἐκεῖναι παρθένοι προσυπαντήσουσι καὶ ὅτι φωτὸς ἀϊδίου προεικόνισμα τούτῳ ἡ λαμπὰς προχειρίζεται, ἵνα τὴν τῶν φρονίμων παρθένων πολιτείαν ζηλώσῃ καὶ ἐφάψηται καὶ συνεισέλθῃ αὐταῖς εἰς τὴν χαρὰν τοῦ νυμφῶνος αὐτοῦ τοῦ νυμφίου Χριστοῦ. —Διατί δὲ καὶ ἀσπάζονται αὐτὸν πάντες οἱ μοναχοὶ μετὰ τὸ λαβεῖν αὐτὸν τὸ σχῆμα τὸ ἅγιον; —Ὁ ἀσπασμὸς οὗτος δηλοῖ καὶ χαρᾶς καὶ ἀγάπης δεῖγμα σαφέστατον· καὶ χαρᾶς μέν, ὅτι καὶ τὸν ἐκ τῆς μακρᾶς χώρας ἐνδημήσαντα ἄσωτον υἱὸν ὁ πατὴρ δεξάμενος ἠσπάσατο γνησίως καὶ κατεφίλησε καὶ τὴν πρώτην στολὴν τοῦτον ἠμφιάσατο καὶ χαρμονικῶς πανοικὶ ἠγαλλιάσατο καὶ «χαρά», φησί, γίνεται «ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»· καὶ διὰ ταῦτα μὲν ἀσπάζονται τοῦτον καὶ ὅτι τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ καὶ τὰ θελήματα τῆς σαρκὸς ἄνθρωπος καταλείψας, συνηριθμήθη αὐτοῖς καὶ τῷ σχήματι καὶ τῷ πράγματι καὶ καθάπερ χαίρει εὐαγγελικῶς γυνὴ μετὰ τόκον, «ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον», οὕτω καὶ αὐτοὶ χαίρουσιν, ὅτι ἐξῆλθεν ἄνθρωπος ἐκ τοῦ κόσμου καὶ πρὸς αὐτοὺς ἐπεδήμησε, ζητῶν διὰ ἀποκάρσεως ἀναγέννησιν, καὶ ὁμοφρονήσας καὶ ὁμοφωνήσας καὶ ὁμογνωμήσας αὐτοῖς, ἀσπάζονται τοῦτον γαννύμενοι· χαρᾶς γοῦν σημεῖον καὶ ἀγάπης δεῖγμα ὁ ἀσπασμός, ὡς προέφημεν.

Ἡμεῖς δὲ καὶ αὖθις ἐνταῦθα τὸν λόγον συστείλαντες, περατώσωμεν, ὅτι ἐπιτόμους καὶ οὐ μακροὺς θέλομεν τούτους ἀποτελεῖν, ἵνα μὴ τῇ ἀτονίᾳ τῆς στάσεως τινὲς χαυνωθέντες, τὸν νοῦν ἔξω διασπείρωσι· πεφαντασμένης γὰρ πολυλογίας βελτίων βραχυλογία προσεκτική. Ἀρκεῖ γὰρ εἰς ὠφέλειαν τοῖς ζητοῦσιν ὠφέλειαν τὰ σήμερον εἰρημένα, τὰ δὲ τούτων ἀκόλουθα τῇ ἐπιούσῃ Κυριακῇ σὺν Θεῷ συνεξυφάνωμεν καὶ ὡς ἱστὸν μικρὸν εἰς πλεῖστα διαιρούμενον τὸν νοῦν τῆς ἀποκάρσεως ἐκτελέσομεν καὶ οἱ χρῄζοντες ἐνδυμάτων ἐντεῦθεν λαβέτωσαν ὡς «ἱμάτιον σωτηρίου καὶ χιτῶνα» ἀγαλλιάσεως ἐνδυσάσθωσαν, ἐπεὶ καὶ «ὅσοι», φησίν, «εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», Χριστὸν ἐμφορήθητε [***

<ΚΑΤΗΧΗΣΙΣ ΙΕʹ ΠΕΡΙ ΤΩΝ ΕΞΗΣ ΤΩΝ ΠΡΟΡΡΗΘΕΝΤΩΝ> …

<ΚΑΤΗΧΗΣΙΣ Ιϛʹ ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΩΝ ΕΙΡΗΜΕΝΩΝ> …