Δίκαιος δὲ ἐκεῖνός ἐστιν, ὃς τὰς ἀδίκους καὶ παρανόμους πράξεις καθόλου, λόγῳ καὶ πράξει, μισεῖ καὶ ἀποστρέφεται, διότι, ἐάν τις, φησίν, «ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος»· δίκαιος ἐκεῖνός ἐστιν, ὁ τὰς δικαίους πράξεις ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ καθόλου ἐπιμελούμενος· δίκαιος ἐκεῖνός ἐστιν, ὁ ἀγαπῶν τὸν Χριστὸν καὶ τηρῶν τὰς αὐτοῦ ἐντολάς, «ὅτι πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ δικαιοσύνη» καὶ πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ καὶ ὁ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει· ὧν προϋπάρχει μετάνοια σὺν ἐξομολογήσει—«μετανοεῖτε», φησίν, «ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν» καὶ ἐβαπτίζοντο «ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν»—εἶτα σωφροσύνη, ἐγκράτεια, καθαρότης βίου, πένθος κατὰ Θεόν, πραότης, ἀγάπη, ταπεινοφροσύνη, ἐλεημοσύνη, πτωχεία πνευματική, ὑπομονή, χρηστότης, ἐπιείκεια, μακροθυμία, ἀκεραιότης, ἀγαθωσύνη καὶ πᾶν εἴ τι καλὸν καὶ δίκαιον ἡμᾶς ἐκπαιδεύουσιν αἱ τοῦ Χριστοῦ ἐντολαί, ἅτινας κατὰ μέρος εἰπεῖν οὐκ ἠθέλησα, βραχυλογίας ἐπιμελούμενος.