Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις
Βιβλίο Α΄: Κατηχήσεις Α΄-Γ΄ (Εορτές του Δωδεκαημέρου)
Ομιλίες για την Κυριακή προ της Χριστού Γεννήσεως, την εορτή των Χριστουγέννων και τη διπλή εορτή της Περιτομής του Κυρίου και του Μεγάλου Βασιλείου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α΄: Κατηχήσεις Α΄-Γ΄ (Εορτές του Δωδεκαημέρου)
Ομιλίες για την Κυριακή προ της Χριστού Γεννήσεως, την εορτή των Χριστουγέννων και τη διπλή εορτή της Περιτομής του Κυρίου και του Μεγάλου Βασιλείου.
ΚΑΤΗΧΗΣΙΣ Αʹ ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΚΗΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ ΚΑΙ ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ ΚΑΙ ΟΡΘΟΥ ΒΙΟΥ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, δεῦτε προθύμως καὶ εἰλικρινῶς, ἵνα πρὸ πάσης δημηγορίας τῆσδε τῆς κατηχήσεως δῶμεν δόξαν τῷ Θεῷ, δῶμεν μεγαλωσύνην, δῶμεν εὐχαριστίαν· εὐγνώμονος γὰρ δούλου τὸ δοξάζειν καὶ μεγαλύνειν ἀεὶ καὶ εὐχαριστεῖν ἐπὶ πᾶσι τῷ δεσπότῃ αὐτοῦ, οὐ μόνον εὐεργετούμενος, ἀλλ’ ἔστιν ὅτε καὶ ἀλλεπαλλήλως θλιβόμενος. Τοῦτο γὰρ καὶ Δαβὶδ καὶ Παῦλος ὁ θεῖος θεσπίζοντες ἔλεγον· ὁ μὲν γάρ «εὐλογήσω τὸν Κύριον», φησίν, «ἐν παντὶ καιρῷ», ἤτοι δοξάσω καὶ εὐχαριστήσω τῷ Κυρίῳ ἐν παντὶ καιρῷ εἴτε εὐφραινόμενος εἴτε θλιβόμενος, ὁ δὲ «ἐν παντὶ εὐχαριστεῖτε», φησί, τουτέστι καὶ χαίροντες καὶ δυσχεραίνοντες καὶ εὐπραγοῦντες καὶ δυσπραγοῦντες καὶ ἐν παντὶ ἁπλῶς καὶ ἐπὶ πᾶσι, χαρμονικοῖς τε καὶ θλιβεροῖς, εὐχαριστεῖν δεῖ τῷ ἰατρῷ τῶν κρυπτῶν τραυμάτων ἡμῶν Θεῷ.
Καὶ τοῦτό ἐστιν ἀρετή, τὸ εὐχαριστεῖν ἐπὶ πᾶσι καὶ τὰς δοκούσας ἡμῖν θλίψεις καὶ ἀνωμαλίας θείας μᾶλλον εὐεργεσίας λογίζεσθαι, καὶ οὕτως εὐγνωμόνως καὶ ἀξιοχρέως ἐπὶ πᾶσιν εὐχαριστοῦντες τῷ Θεῷ, διὰ μετανοίας καὶ ἐξαγορεύσεως καὶ πράξεων ἀγαθῶν, προετοιμάσομεν ἑαυτοὺς εἰς τὴν ἁγίαν ἑορτὴν τῶν γενεθλίων Χριστοῦ. Τοῦτο γὰρ καὶ ἡ προεόρτιος αὕτη σήμερον ἡμῖν σημαίνει Κυριακή· τοῦτο ἡμῖν ἡ θεοπρόκριτος μνήμη τῶν θ[εο]πατόρων τρανῶς προεπαγγέλλεται, ἵνα λογισμοὺς κακοπίστους καὶ ἔργα πονηρὰ καὶ πράξεις ἀθεμίτους καὶ πᾶν εἶδος ἁμαρτίας καὶ κακονοίας μισήσαντες, πιστῶς καὶ ὁλοκαρδίως, ὡς ἐκεῖνοι, τὸν Θεὸν ἀγαπήσωμεν, ἵνα, ὥσπερ ἐκεῖνοι, καὶ ἡμεῖς εὐλογηθέντες πρὸς Θεοῦ, γῆς χαλδαϊκῆς, παθῶν ὀλεθρίων, ἐξέλθωμεν καὶ πρὸς γῆν ἀπαθείας ὁδεύσαντες τὸν κόλπον ἐκεῖνον τὸν πολυθρύλλητον τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ καταλάβωμεν Χριστοῦ συνεργίᾳ καὶ χάριτι, παρ’ οὗ καὶ δι’ οὗ καὶ οὗτοι πάντες οἱ ἀρχιπάτορες «κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν» καὶ τὰ ἑξῆς, κατὰ τὸν θεῖον ἀπόστολον.
Ὦ θεομαρτύρητον καὶ φιλόθεον καὶ πατρόθεον ἄθροισμα, ὦ χριστοπάτορες καὶ τῆς θείας πίστεως ἀσφαλεῖς πρωτοπρόεδροι, δι’ ἧς καὶ τέκνα ἀγαπητὰ θυσιάζειν Θεῷ οὐκ ἐφείδεσθε καὶ κάμινον εἰς δρόσον διὰ ταύτης ἠμείψατε καὶ χάσματα λεόντων διὰ τῆς πίστεως ταύτης ἐναπεφράξατε καὶ πλεῖστα σημεῖα σθένει θείῳ νευρούμενοι ἀπειργάσασθε καὶ πίστεως ἀκραιφνοῦς καὶ χρηστῶν πράξεων ὑπερβολῇ τὸν ἐν πᾶσι καὶ ἐπὶ πάντων καὶ τὸν ὅλων Θεὸν ἐπεσπάσασθε καὶ τοσοῦτον, ὥστε ὑμέτερον μόνον, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, λέγεσθαι τοῦτον Θεόν· «Ἐγώ <εἰμι>», φησίν, «ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ», ὁ Θεὸς τῶν πατέρων ἡμῶν.
Τοιγαροῦν καὶ ἡμεῖς, ἀδελφοί, ὥσπερ ἐκεῖνοι τότε οἱ προπάτορες πᾶσαν εἰδωλικὴν πλάνην πατήσαντες εὕροσαν ἀπλανῶς «παρὰ πάντα τὰ ἔθνη» τὴν ὀρθὴν πίστιν εἰς Θεόν, οὕτω καὶ ἡμεῖς παρὰ πᾶσαν θρησκείαν καὶ δόξαν ὀ[ρ]θοτομῶμεν τὴν πίστιν.
Ἀλλ’ ἐπειδὴ ἡ πίστις νεκρὰ χωρὶς ἔργων ἐστίν, ὡς αἱ ἀποστολικαὶ μυσταγωγίαι θεσπίζουσι, σπεύσωμεν ἔργῳ ὑποδεῖξαι καὶ ἀνθρώποις καὶ Θεῷ τὴν πίστιν ἡμῶν. Ἐν βίῳ γὰρ ἀκαθάρτῳ καὶ ἠμελημένῳ καὶ ῥυπαρῷ, οὐ πίστις ὀρθή, οὐ μοναστήριον εὐπρεπὲς καὶ περίβλεπτον, οὐκ ἄθροισις πανηγύρεων, οὐ ψαλμῳδίας εὐήχου μελῳδισμός, οὐ σχῆμα μοναχικόν, οὐκ ἄλλο τι δύναται ἡμᾶς ὠφελῆσαι, εἰ μή πού τις μετανοήσει καλῶς καὶ ἐκκλίνῃ ἐκ τοῦ κακοῦ, ὡς λέγει Δαβίδ, καὶ πράττει τὸ ἀγαθὸν καὶ ποιήσει «καρπὸν ἄξιον τῆς μετανοίας», ὡς λέγει καὶ αὖθις ὁ λύχνος τοῦ φωτός, ὅπως ἐντεῦθεν τῆς ἁμαρτίας τὸν ῥῦπον ἀποσμηξάμενος, καταξιωθείη μεθέξαι τοῦ ἀχράντου καὶ θείου σώματος τοῦ Χριστοῦ, ἐπεὶ ὁ ἀναξίως τούτου μετέχων, ὡς ὁ θεῖος Παῦλος θεσπίζει, εἰς κρῖμα μετέχει καὶ εἰς θάνατον, «μὴ διακρίνων», φησί, «τὸ σῶμα τοῦ Κυρίου» καὶ «διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί».
Διὰ ταύτην, φησί, τὴν αἰτίαν, διὰ τὸ ἀναξίως μεταλαμβάνειν, κινδύνοις προσομιλοῦσι καὶ θλίψεσι καὶ περιπίπτουσιν ἀσθενείαις [*** ***] πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ Βʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΑΓΙΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΕΘΛΙΩΝ ΚΑΙ ΠΕΡΙ ΒΙΟΥ ΜΟΝΑΧΙΚΟΥ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, δέον ἡγοῦμαι εἰς δόξαν τοῦ γεννηθέντος ἐκ Παρθένου ἁγνῆς καὶ εἰς ὠφέλειαν ἡμῶν μικρὰ καὶ αὖθις διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην. Ἐπεὶ καὶ πρὸ τῆς παρούσης ἑορτῆς πρὸς ὑμᾶς καὶ περὶ τῶν ἁγίων Πατέρων μικρά τινα διελέχθημεν, δέον ἐστὶ καὶ τῆς ἁγίας ἑορτῆς ἐπιστάσης ὡς οἷόν τε ἡμῖν καὶ αὖθις εἰπεῖν, καὶ μᾶλλον, ὡς οἶμαι, ὅτι καὶ εἰς ὦτα νηφόντων λαλῶ καὶ ἀκουόντων καὶ «μακάριος ὁ λέγων εἰς ὦτα ἀκουόντων». Οὐδὲν γὰρ ἄλλο τι δύναται τὸν λέγοντα διεγείρειν τοῦ λέγειν ὡς ἀκροατῶν συνετὴ προθυμία καὶ ἀκρόασις.
Ἔνθεν τοίνυν κἀγώ, θαρρῶν ὅτι πρὸς συνετοὺς καὶ προθύμους ἀκροατὰς τοὺς λόγους ἐπᾴδω, καθῆκα ἐμαυτὸν εἰς τοιοῦτον ἀγῶνα, ἤτοι τοῦ λέγειν ὑμῖν συνεχῶς τὰ σωτηρίας ἐχόμενα. Ἄρτι δὲ βραχέα τινὰ περὶ τῆς θείας ἑορτῆς πρῶτον διαλαβόντες, εὐθὺς πρὸς τὴν ὑμετέραν ἀγάπην τὸν λόγον ἰθύνομεν.
Χριστὸς ἐκ Παρθένου, ὦ ἀδελφοί, ἀφράστως καὶ ἀνερμηνεύτως ἐν σπηλαίῳ σήμερον γεννηθείς, σπίλου καὶ μολυσμάτων παντοίων ἀπαλλαγῆναι ἡμᾶς πάντας προτρέπεται. Διὰ τοῦτο γὰρ ἐκ Παρθένου, ἵνα τῆς παρθενίας μυηθῶμεν ἡμεῖς φανερῶς τὸ ἀξίωμα, ὅτι κτῆμα μέγα καὶ θεῖον ὡς ἀληθῶς καὶ ἀγγέλων ἐφάμιλλον καὶ σωτηρίας αἴτιον τῆς παρθενίας τὸ χρῆμα καθέστηκεν, ὥσπερ καὶ κόσμου καταστροφῆς αἴτιον ἁμαρτία καὶ μολυσμὸς καὶ οἶστρος [*** ***] γεννηθεὶς καὶ ἐπ’ ἐσχάτων ἀρρήτως ἄνευ πατρὸς ἐκ Παρθένου τεχθείς, ᾧ σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι πᾶσα πρέπει δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ Γʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΠΕΡΙΤΟΜΗΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΚΑΙ ΕΙΣ ΤΟΝ ΜΕΓ ΑΝ ΒΑΣΙΛΕΙΟΝ ΚΑΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΚΑΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ Εὐλόγησον, πάτερ. Βασιλέως Δεσπότου περιτομὴν καὶ βασιλείου οἰκέτου αὐτοῦ διττήν, ἀδελφοί, πανήγυριν σήμερον ἄγοντες, δεῦτε καὶ ἡμεῖς βασιλικῶς ἑορτάσωμεν, ἤτοι λαμπραῖς ταῖς ἐννοίαις καὶ καθαρῷ συνειδότι καὶ πράξει θεοφιλεῖ καὶ βίῳ λελαμπρυσμένῳ χαρμονικῶς ἑορτάσωμεν, τὴν πρέπουσαν γάμοις ἀμιάντοις βασιλικοῖς εὐπρέπειαν ἐνδυσάμενοι, ἵνα ὡς φίλοι καὶ δοῦλοι πιστοὶ τοῦ βασιλέως τῆς δόξης συναριστήσωμεν τῷ ἀθανάτῳ νυμφίῳ καὶ μὴ ἐκβληθῶμεν τῶν ἁγίων γάμων ἐκείνων ῥακκοδυτοῦντες πράξεσιν ἀθεμίτοις καὶ ἀκαθάρτοις ἐννοίαις, μηδὲ χερσὶ καὶ ποσὶ πεδηθέντες τῇ κολάσει παραδοθῶμεν· «Ἑταῖρε», φησί, «πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;». Ἐνδυσώμεθα οὖν, ἀδελφοί, μὴ αἰσθητὴν μόνην εὐπρέπειαν, ἣν σύνδουλοι ἄνθρωποι καθορῶσιν ἁπλῶς, ἀλλὰ καὶ νοητὴν μᾶλλον, ἣν καὶ Θεὸς τέρπεται καθορῶν, ἣν καὶ αὐτὸς φιλανθρώπως ἐλθὼν καθ’ ἡμᾶς «ἐνεδύσατο καὶ περιεζώσατο». «Ὁ Κύριος», φησίν, «ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο». Τί λέγεις, ὦ θεῖε προφῆτα; Πότε γὰρ ὁ βασιλεὺς τῆς δόξης οὐκ ἦν βασιλεύς;
Πότε δὲ οὐκ εἶχεν εὐπρέπειαν ὁ «κάλλει ὡραῖος» ἢ πότε δύναμιν οὐκ εἶχεν ὁ τὰς ἄνω κτίσας δυνάμεις καὶ τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ φέρων τὰ σύμπαντα καὶ πάντα κατέχων δρακὶ καὶ λέγεις ὅτι «ἐβασίλευσε» καὶ ὅτι «ἐνεδύσατο εὐπρέπειαν καὶ περιεζώσατο δύναμιν»; Ἆρα ἐπίκτητα τούτῳ ταῦτα καὶ παρά τινος δεδομένα ἢ ἀνάρχως σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι ἔμφυτον εἶχε τὴν βασιλείαν καὶ τὴν εὐπρέπειαν καὶ τὴν δύναμιν;
Οὐ περὶ τῆς θείας καὶ ἀνάρχου αὐτοῦ βασιλείας τε καὶ εὐπρεπείας καὶ δυνάμεως ἔφην ταῦτα, φησίν, ἀλλὰ περὶ τῆς ἐνσάρκου οἰκονομίας καὶ ἐνανθρωπήσεως αὐτοῦ προφητεύσας, φησίν, ἔφην ἐγώ, ὅτι ἡ πτωχὴ καὶ ἀπρεπὴς καὶ ἀσθενὴς βρότειος οὐσία, ἣν προσελάβετο ἐξ ἡμῶν, πλουτήσασα θεότητα «ἐβασίλευσε» καὶ «ἐνεδύσατο εὐπρέπειαν καὶ περιεζώσατο δύναμιν» μετασχοῦσα θεότητος. Ἐβασίλευσε δὲ καὶ ἐφ’ οἷς βασιλεύειν οὐκ ἤθελον, Ἰουδαίοις τε καὶ Ἕλλησι καὶ ἐπὶ πᾶσι τοῖς ἔθνεσι, καὶ πάσης ἀρετῆς εὐπρέπειαν ἐνεδύσατο· «Ἐκάλυψε» γὰρ «οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ» καὶ θεωθεῖσα ἡ σὰρξ αὐτοῦ περιεζώσατο δύναμιν εἰς τὸ ἰᾶσθαι «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν» καὶ ἀπελαύνειν δαίμονας καὶ νεκροὺς ἀνιστᾶν.
Ὁρᾶτε οὖν, ἀδελφοί, πῶς βασιλείαν καὶ δύναμιν καὶ εὐπρέπειαν ἐνεδύσατο ἡ θεία σὰρξ τοῦ λυτρωτοῦ; Ἐπεὶ δὲ «ἔδωκεν» ἡμῖν «ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι», σπεύσωμεν καὶ ἡμεῖς κατὰ παθῶν βασιλεῦσαι καὶ ἀρετῶν εὐπρέπειαν ἐπενδύσασθαι καὶ δύναμιν ἀνδρείας καὶ σωφροσύνης περιζώσασθαι, «ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις».
Εἰ δέ πού τις ἀντερεῖ ὅτι οὐ τῆς ἡμῶν, ἀλλὰ τῆς θείας ἐκείνης σαρκὸς ἦν τὸ ἐνδύσασθαι εὐπρέπειαν καὶ περιζώσασθαι δύναμιν, φημὶ κἀγὼ ὅτι ἦν μὲν γὰρ κἀκείνης, ἀλλ’ ἐννοήσωμεν ὅτι καὶ ἡμῖν κατέλειψε τὴν τοιαύτην εὐπρέπειαν καὶ τὴν δύναμιν— «ὁ πιστεύων» γάρ, φησίν, «εἰς ἐμέ», δηλονότι ἐν καθαρότητι βίου καὶ τηρήσει τῶν ἐντολῶν μου, «τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει»—καὶ ὁρῶμεν ὅτι πᾶς ὁ τῶν ἁγίων κατάλογος, ὅσοι κατὰ παθῶν ἐβασίλευσαν καὶ ἀρετῶν εὐπρέπειαν ἐνεδύσαντο, εὐθὺς καὶ θεοσημίας περιεζώσαντο δύναμιν καὶ τὰ ἔργα τοῦ Χριστοῦ καὶ αὐτοὶ ἐπετέλεσαν.
Τί δὲ ἆρα καὶ ἡ δεσποτικὴ ταύτη ὀκταήμερος περιτομὴ βούλεται ἡμᾶς ἐκπαιδεῦσαι; Τίς ἡ ἀνείκαστος αὕτη καὶ ἄπειρος συγκατάβασις, ὅτι ὡς κοινὸν παιδίον ἁπλῶς τὴν συνήθη ὀκταήμερον περιτομὴν καὶ αὐτὸς καταδέχεται; Πολλὰ μὲν τῆς συγκαταβάσεως ταύτης καὶ οἰκονομίας τὰ καλὰ καὶ σωτήρια, τέσσαρα δὲ προφανῆ τέως ἐντεῦθεν καλὰ πραγματεύονται, ὧν πρῶτον, ἵνα μὴ ἀντίθεος λογισθῇ καὶ παραβάτης τοῦ νόμου· δεύτερον, ἵνα μὴ δόκησις καὶ φαντασία λογισθῇ αὐτοῦ ἡ σωτήριος σάρκωσις· τρίτον, ἵνα ταπείνωσιν ἡμᾶς ἐκπαιδεύσῃ καὶ ὑπακοήν· τέταρτον, ἵνα μάθωμεν καὶ ἡμεῖς ἐξ ἑαυτῶν περιτέμνειν καρδίας μνήματα ἐμπαθῆ καὶ σαρκὸς ἡδονάς. Καὶ βεβαιοῖ μου τὸν λόγον ὁ θεῖος Παῦλος λέγων σαφῶς· Περιτομή, φησίν, οὐ σαρκός, ἀλλὰ «καρδίας περιτομὴ ἐν πνεύματι, οὐ γράμματι». Αὕτη γὰρ ἡ τελεία καὶ ἀληθεστάτη καὶ ἁγία περιτομή, ἧς χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἄνευ γὰρ ταύτης οὐδεὶς μοναχός, καὶ τὸ σχῆμα τὸ ἅγιον καὶ ἀγγελικὸν ὠφελήσει ἡμᾶς οὐδαμῶς, ὥσπερ καὶ ἱμάτιόν τις φορέσας βασιλικὸν οὐ πάντως ἐστὶν ἤδη καὶ βασιλεύς. Βασιλικὸν μὲν γὰρ καὶ ἔνδοξον τὸ ἱμάτιον, ἀλλ’ αὐτὸς ὁ φορῶν κτηνοτρόφος ἢ σκηνορράφος, διὰ φαυλότητα ἴσως καὶ μοχθηρότητα βίου.
Οὕτω καὶ ἡμεῖς· καλὸν γὰρ καὶ ἀγγελικὸν καὶ τῆς ἄνω λαμπρότητος ἄξιον τὸ ἡμέτερον σχῆμα, ἀλλ’ ἐὰν τοῦτο ῥυπώσωμεν πράξεσιν ἀθεμίτοις, τί τὸ κέρδος ὅτι σχῆμα φοροῦμεν μοναχικόν;
Ἐντεῦθεν γὰρ οὐ μέγα φρονεῖν δεῖ, ἀλλὰ καὶ πάνυ μᾶλλον φοβεῖσθαι καὶ τρέμειν, ὅτι τὸ μὲν σχῆμα ἅγιον καὶ καλόν, ὁ δὲ βίος αἰσχρὸς καὶ ἡ προαίρεσις πονηρά, καὶ μήπως ἐν τῇ ἀθανάτῳ ζωῇ προάξωσιν ἡμῶν τινες τῶν κοσμικῶν καὶ αἰσχυνθῶμεν ἡμεῖς καὶ ἡ ἐκείνων καλὴ κοσμικὴ ἀγωγὴ μοναχικὴ καὶ ἀγγελικὴ λογισθῇ τῷ Θεῷ ἀγγέλοις ἁμιλληθεῖσα, ἡ δὲ ἡμετέρα μοναχικὴ δῆθεν ἀναστροφὴ λογισθῇ κοσμική. Καὶ ταύτην ἐκ τοῦ θείου Παύλου βεβαιώσω τὴν σύγκρισιν· συγκρίνας γὰρ ἐκεῖνος περιτομὴν καὶ ἀκροβυστίαν, ῥᾳδίως φιλοσοφεῖ λέγων οὕτως· «Περιτομὴ γάρ», φησίν, «ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν· ἐὰν» δὲ πάλιν «ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
Καὶ κρινεῖ <ἡ> ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. Οὐ γὰρ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ’ <ἡ> ἐν τῷ κρυπτῷ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ».
Μεταθῶμεν οὖν πρὸς ἡμᾶς, ἀδελφοί, τὴν ἀποστολικὴν ταύτην σύγκρισιν καὶ γνῶμεν ὅτι οὐκ ἐκ τοῦ ὀνόματος οὐδὲ ἐκ τοῦ σχήματος, ἀλλ’ ἐκ τῶν πράξεων ἕκαστος ἡμῶν ἢ στεφανοῦται ἢ κατακρίνεται, καὶ σκοπήσωμεν μήπως καὶ ἡμεῖς, διὰ παραβάσεως τῆς ὁμολογίας τῆς ἀποκάρσεως ἡμῶν καὶ διὰ τὸ μὴ περιτέμνειν ἐννοίας καὶ πράξεις ἀφ’ ἡμῶν πονηράς, λογισθῶμεν ὡς κακοὶ κοσμικοὶ καὶ οὐδὲν ἡμᾶς ὠφελήσει τὸ μοναχοὶ λέγεσθαί τε καὶ φαίνεσθαι, καὶ μήπως πάλιν τινὲς ἐκ τοῦ κόσμου, καθαρῶς καὶ εὐλαβῶς βιοτεύοντες, τοῖς ἁγίοις μοναχοῖς τῶν αἰωνίων ἀγαθῶν συμμεθέξωσι καί, καθὼς περιτομῆς καὶ ἀκροβυστίας διαφορὰν ὁ Παῦλος ἐθέσπισε, συμβῇ καὶ εἰς ἡμᾶς κατὰ σύγκρισιν κοσμικῶν τινων εὐλαβῶν.
Τί δὲ καὶ ὁ στῦλος τῆς Ἐκκλησίας, ὁ τῆς τριάδος ὑπέρμαχος, ὁ θεόβρυτος ποταμὸς τῶν λόγων τοῦ Πνεύματος, ὁ ὑποφήτης τῆς χάριτος, ὁ τῶν κακίστων αἱρέσεων φιμωτής, ὁ ἀστὴρ ὁ φανότατος, ὁ λαμπτὴρ ὁ φαιδρότατος, ὁ ἄδυτος ἥλιος τῶν πιστῶν, ὁ ἀρχιερέων καλλωπισμός, τὸ διδασκάλων ὡράϊσμα, ὁ μοναζόντων κανονισμός, ὁ ἐπίγειος ἄγγελος καὶ οὐράνιος ἄνθρωπος, ὁ τὸν βίον ἀπολιπὼν σήμερον καὶ πρὸς τὰ ἄνω χωρήσας βασίλεια λέγει Βασίλειος περί τινος δῆθεν μιᾶς ἐκπεσούσης παρθένου; Ἐμοὶ δὲ δοκεῖ ὅτι οὐ περὶ μιᾶς καὶ ἑνὸς προσώπου λέγει παρθένου, ἀλλὰ πᾶσα ψυχὴ παρθενίαν φυλάσσειν συνταξαμένη Θεῷ καὶ ἐκπεσοῦσα τῆς συνταγῆς, εἴτε ἄρρενος εἴτε θηλείας, ἐκπεσοῦσα παρθένος εἰκότως ἐστίν, ἧς τὴν πτῶσιν καὶ τὴν ζημίαν ὁ μέγας οὗτος ἀποδυρόμενος ἔλεγε· «Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο λόγιον καὶ εἰπεῖν· “τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου;”. Εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγὴ καὶ κεῖνται ἅπαξ κεκαρωμένοι, τῷ δεινῷ καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλ’ οὐχ ἡμᾶς ἀδακρυτὶ παρεῖναι τοσοῦτον πτῶμα χρή. Εἰ γὰρ Ἰερεμίας, φησί, τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶν συμφοράν; «
Αἱ τραυματεῖαί σου», φησίν, «οὐ τραυματεῖαι» ῥομφαίας, καὶ «οἱ νεκροί σου οὐ νεκροὶ πολέμου». Τὸ κέντρον τοῦ ἀληθινοῦ θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν, ὀδύρομαι καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα.
Οἶμαι, μεγάλα ἂν στενάξαιεν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵ γε ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μὲν «οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου», διὰ δὲ τῶν ἁγίων Εὐαγγελίων, ὅτι «πᾶς ὁ» ἐμβλέψας «γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ», νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην, τήν ποτε τοῦ ἐπουρανίου Δεσπότου νύμφην, ἧς ἡ κεφαλὴ ὁ Χριστός.
Πῶς οὖν οὐκ ἂν ἀποφθέγξοιτο ὁ Κύριος πρός τινα τῶν νῦν ἐν πνεύματι Ἰερεμίου περιπατούντων; «Εἶδες τί ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; Ἐγὼ ἐμνηστευσάμην αὐτὴν «ἐμαυτῷ ἐν πίστει, ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι» καὶ ἀφθαρσίᾳ, καθὼς διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην, αὐτὴ δὲ «ἠγαπήκει ἀλλοτρίους» καί, «ζῶντος» ἐμοῦ τοῦ ἀθανάτου «ἀνδρός, μοιχαλὶς χρηματίζει» καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ».
Παρθένον τοῦ Ἰσραὴλ ἐνταῦθά μοι νόει τὴν συναγωγὴν τῶν Ἰουδαίων, τὴν παρὰ πάντα τὰ ἔθνη μνηστευθεῖσαν τῇ πίστει τῷ Θεῷ καὶ ἀποστᾶσαν ζῶντος Θεοῦ καὶ μοιχευθεῖσαν τῇ πίστει ξοάνοις εἰδωλικοῖς. «Ἐξέστη», φησίν, «ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν» ἡ γῆ πλεῖον σφόδρα». Πάντως καὶ νῦν ὁ Κύριος λέγει ὅτι «δύο καὶ πονηρὰ ἐποίησεν» ἡ παρθένος· «ἐμὲ ἐγκατέλιπε», τὸν ἀληθινὸν καὶ ἁγίων ψυχῶν ἅγιον νυμφίον, καὶ ἀπέδρα πρὸς τὸν ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα.
Ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς καὶ «παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν»· «Ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο», ἐξ οὗ οὐκ ὠφεληθήσεται».
Ταῦτα οὖν ὁ θεῖος καὶ μέγας Βασίλειος, ἐκ τῆς ἁγίας καὶ θεοπνεύστου Γραφῆς ἐκλεξάμενος καὶ ἀλληγορήσας, ἔδειξεν ὅσον κακὸν τὸ ἁμαρτάνειν καὶ ὅτι χωρισμὸς ἀπὸ Θεοῦ πέφυκεν ἡ ἁμαρτία. Εἶτα πρὸς μετάνοιαν πάλιν καὶ ἐλπίδας χρηστὰς μεταφέρων τὸν λόγον φησὶ ἐπὶ τούτοις πᾶσι· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει;». Οὐ γάρ, εἴ τις πέπτωκεν, ὀφείλει καὶ κυλίεσθαι. «Διὰ τί ἀπέστρεψεν» ἡ παρθένος «ἀποστροφὴν ἀναιδῆ», καίτοι γε ἀκούσασα τοῦ Χριστοῦ νυμφίου διὰ Ἰερεμίου λέγοντος· «Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν»· «Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; Διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;». Καὶ πολλὰ ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα, τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς ὑποδείγματα, τὴν δραχμήν, τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ πορνῶν, τὸν ἀπολωλότα καὶ πάλιν εὑρεθέντα, τὸν νεκρὸν καὶ πάλιν ἀναζήσαντα· τούτοις χρησώμεθα τοῖς βοηθήμασι, διὰ τούτων τὰς ἑαυτῶν ψυχὰς ἰασώμεθα».
Ταῦτα οὖν, ἀγαπητοί μου ἀδελφοί, ὁ θεοφάντωρ καὶ μέγας Βασίλειος δι’ ἐμοῦ πρὸς ὑμᾶς διελέξατο σήμερον, τὰ δὲ πρὸ τούτων ἡ τοῦ Σωτῆρος ἡμῶν ἁγία περιτομὴ τὴν ἔννοιαν ἐχαρίσατο. Καὶ οὐδὲν ἐπίπλαστον ἢ ξένον καὶ ἀγνώριστον πρὸς ὑμᾶς διελέχθημεν, ἀλλ’ εἴ τι σωτηριωδῶς ἀπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, μετανοίας χάριν καὶ ὠφελείας ὑμᾶς ἀνεμνήσαμεν.
Καὶ ὁ μὲν λόγος πρόσωπα διαιρεῖν οὐκ ἐπίσταται, ἀλλὰ πρὸς πάντας ἁπλῶς διαλέγεται, καὶ τίς μὲν ὑπεύθυνος τοῖς λεγομένοις, τίς δὲ ἀνεύθυνος, ἐκ τῆς ἰδίας συνειδήσεως ἕκαστος τοῦτο ἐπίσταται. Διὸ παρακαλῶ ὁ μὲν ὑπεύθυνος σπευσάτω εἰς μετάνοιαν καὶ διόρθωσιν βίου, ὁ δὲ ἀνεύθυνος τρεχέτω καλῶς πρὸς «τὸ βραβεῖον τῆς ἄνω κλήσεως», μνείαν καὶ ὑπὲρ ἡμῶν προσευχόμενος φέρων πρὸς Θεόν, ἵνα πάντες ὁμοῦ καταξιωθέντες τῆς ἀθανάτου ζωῆς δῶμεν δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ <τῷ> ἁγίῳ Πνεύματι καὶ νῦν καὶ τότε καὶ πάντοτε εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.