Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Α΄: Κατήχηση Δ΄ (Υπαπαντή του Κυρίου)

Εγκώμιο στην Υπαπαντή του Κυρίου και στο πρόσωπο της Θεοτόκου, με προτροπές για ειλικρινή μετάνοια και άξια συμμετοχή στο μυστήριο της Θείας Ευχαριστίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 17

ΚΑΤΗΧΗΣΙΣ Δʹ ΤΟΥ ΑΥΤΟΥ ΕΓΚΩΜΙΑ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΥΠΑΠΑΝΤΗΝ ΚΑΙ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ ΚΑΙ ΑΧΡΑΝΤΟΥ ΚΑΙ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, μικρὸν ἀπειργήσαντες τοὺς αἰσθητοὺς ὀφθαλμούς, τοὺς τῆς διανοίας ἐπάρωμεν καὶ κατίδωμεν νοητῶς τὴν ἁγνὴν Θεομήτορα. Ἧκε γὰρ ὡς ἔμψυχος οὐρανὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἐν ἀγκάλαις φέρουσα, ἵνα φωτίσῃ καὶ θάλψῃ τοὺς πιστῶς πρὸς αὐτὴν καταφεύγοντας. Εἰ γὰρ ὁ αἰσθητὸς ἥλιος οἶδε φωτίζειν καὶ θερμαίνειν καὶ ξηραίνειν καὶ καίειν, πόσῳ γε μᾶλλον οἶδε ταῦτα ἐπιτελεῖν ὁ πρὸ ἡλίου ἥλιος τῆς δικαιοσύνης;

Ἧκε καθάπερ στερέωμα τὸ ἄστρον τὸ ἐξ Ἰακὼβ ἐν ὠλέναις βαστάζουσα, ἵνα, ὥσπερ οἱ μάγοι, καὶ ἡμεῖς τὰς σαρκικὰς ἡδονὰς καταλείψαντες καθαρῶς αὐτῷ ἀκολουθήσωμεν καὶ πιστῶς προσκυνήσωμεν. Ἧκεν ὡς κλῖμαξ ἐν αὐτῇ ἐστηριγμένον τὸν Κύριον ἔχουσα, ἵνα στηρίξῃ καὶ σώσῃ ἐκ φθορᾶς τὸ ἀνθρώπινον. Ἧκεν ὥσπερ ὀμβροτόκος νεφέλη σωτήριος τὸν θεῖον ὄμβρον ἐν τῷ κόλπῳ κατέχουσα, ἵνα λογικὰς γαίας ὀμβρήσῃ καὶ θρέψῃ ὁμοῦ. Ἧκεν ὡς ἄρουρα θεοφόρος, ὡς δρᾶγμα κρατοῦσα τὸν ζωηφόρον ἄσταχυν, ἵνα θρέψῃ καρδίας πεινώσας αὐτόν. Ἧκεν ὡς πυραμὶς ἔχουσα ἐγκόλπιον τὸν σῖτον τῆς ζωῆς, ἵνα σιτοδοτήσῃ τοὺς ἔχοντας χρείαν τοῦδε τοῦ σίτου.

Ἧκεν ὡς τράπεζα ἔχουσα ἐν ἑαυτῇ τὸν ἄρτον τῆς ζωῆς, ἐξ οὗ φαγόντες ἀξίως τινὲς ζήσονται εἰς τὸν αἰῶνα. Ἧκεν ὡς ἄμπελος τὸν βότρυν βαστάζουσα, ἵνα γλεῦκος ποτίσῃ πιστοὺς καὶ μεθύσῃ αὐτοὺς «ἀπὸ πιότητος οἴκου» αὐτοῦ. Ἧκεν ὡς ἅρμα ἐποχουμένῳ τῷ Λόγῳ, ἵνα τῆς ἀλογίας τοὺς λογικοὺς ἀπαλλάξῃ ὡς Λόγος καὶ Θεός. Ἧκεν ὡς δάμαλις ἄσπιλος καὶ ἀμνὰς ὑπεράμωμος τὸν ἀμνὸν φέρουσα τὸν αἴροντα «τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ «τὸν μόσχον τὸν σιτευτὸν» τὸν τυθέντα διὰ τὸν ἄσωτον υἱόν, λαόν, τὸν νεκρωθέντα τῇ ἀσωτίᾳ καὶ ἀπολωλότα τῇ ἀκαθαρσίᾳ καὶ πάλιν εὑρεθέντα τῇ μετανοίᾳ καὶ ἐπιστροφῇ.

Ἧκεν ὡς λαβὶς κρατοῦσα τὸν παμφαέστατον ἄνθρακα, ἵνα ἐμπρήσῃ προθέλυμνον τῶν ἁμαρτιῶν τὴν ἄκανθαν καὶ φωτίσῃ φιλάγνους ὡς φίλαγνος καὶ διὰ φιλάγνου τεχθείς. Ἧκεν ὡς πάγχρυσος λυχνία ἑπτάφωτος καὶ τὸ λαμπάδιον αὐτῆς ἐπάνω κατέχουσα, ἵνα τὴν ὑφήλιον ἅπασαν καταφωτίσῃ φανότατα.

Ἧκεν ὡς κιβωτὸς ἔχουσα ἐν αὐτῇ τὴν πατρικὴν δεξιάν, παρ’ ἧς αἱ μωσαϊκαὶ πλάκες διαγραφεῖσαι ἐδόθησαν Μωϋσῇ, ἵνα διὰ τῆσδε τῆς δεξιᾶς γραφῶσιν ἐν βίβλῳ τῆς ζωῆς οἱ ἄξιοι τῆς ζωῆς. Ἧκεν ὡς παλάτιον καὶ ὡς βασιλέως καθέδρα καὶ ὡς βασιλὶς ὡραϊσμένη τὸν βασιλέα τῆς δόξης κρατοῦσα μητροπρεπῶς, ἵνα καλέσῃ πρὸς βασιλείαν Θεοῦ τοὺς αὐτῆς ἐραστάς.

Ὁρᾶτε, ἀγαπητοί, πῶς νοητῶς ἡ Θεομήτωρ ἡμῖν ἐμπεφάνισται σήμερον; Ὁρᾶτε τῆς ἑορτῆς ταύτης τὸ ἐξαίρετον, πῶς τὴν Παρθένον Μαρίαν καὶ μητέρα τοῦ Θεοῦ Λόγου ἡμῖν σήμερον ἀπεκάλυψε; Διὰ τοῦτο γὰρ πάντως κἀγὼ ὑμῖν εἶπον ἐν τῇ τοῦ λόγου ἀρχῇ ὅτι ἀπειργήσωμεν μικρὸν τοὺς αἰσθητοὺς ὀφθαλμοὺς καὶ ἐπάρωμεν τοὺς νοητούς, ἵνα ἰσχύσωμεν κατιδεῖν τὴν Παρθένον ὡς οὐρανόν, ὡς στερέωμα, ὡς κλίμακα, ὡς νεφέλην, ὡς ἄρουραν, ὡς πυραμίδα, ὡς τράπεζαν, ὡς ἄμπελον, ὡς ἅρμα, ὡς δάμαλιν, ὡς λαβίδα, ὡς λαμπάδα, ὡς λυχνίαν, ὡς κιβωτόν, ὡς παλάτιον, ὡς θρόνον καὶ ὡς παντάνασσαν καὶ μετὰ ταῦτα πάντα καὶ τὸν δίκαιον Συμεὼν καὶ Ἄνναν τὴν ὑποφήτιδα κατοπτεύσωμεν, καὶ τὸν μὲν ἀπόλυσιν ἐξαιτούμενον, τὴν δὲ ἀνθομολογοῦσαν περὶ τοῦ βρέφους καὶ μαρτυροῦσαν λύτρωσιν δι’ αὐτοῦ.

Δεῦτε οὖν, ἀγαπητοί, ἵνα διὰ τοῦ ῥηθέντος ἡλίου τε καὶ ἀστέρος, τοῦ ἐκ παρθενικοῦ στερεώματος φωτοειδῶς ἀναλάμψαντος, φωτισθῶμεν ἐνθέως «φῶς εἰς ἀποκάλυψιν» θεαμάτων θεοπρεπῶν καὶ «δόξαν» εἰς σωτηρίαν. Καθαρίσωμεν ἑαυτούς, ἀδελφοί, φιλοπόνως, καθάπερ γεωργοὶ τὰς ἀρούρας αὐτῶν, καὶ νεώσωμεν ἑαυτοῖς νεώματα, πράξεις ἐνθέους, καὶ σπείρωμεν δικαιοσύνην ὡς γεωργοὶ σιτοσπόροι, ἵνα ὄμβρος ἡμῖν ἀφέσεως ἁμαρτιῶν καὶ ἐλλάμψεως καὶ θεωρίας ἄνωθεν καταβῇ καὶ τὴν ἄνικμον ὑετίσας καρδίαν ἡμῶν ἐκτέκῃ καὶ βλαστήσῃ χλοηφορίαν πρὸς ζωὴν καὶ τερφθῶμεν ἐντεῦθεν καὶ τραφῶμεν ἀφθάρτως καὶ ζήσωμεν τοιαύτην ζωήν, οἵαν καὶ ἔζησαν οἱ τῆς ζωῆς ἐρασταί. Θρέψωμεν τὰς καρδίας ἡμῶν μὴ τροφὴν μόνην ῥευστήν, ἀλλὰ καὶ τροφὴν ἄρρευστον καὶ ὄντως ἀληθινήν, ἤγουν ἐκ τοῦ ἄρτου τῆς ζωῆς τοῦ ἐκ τοῦ οὐρανοῦ καταβάντος, ἐκ τοῦ μόσχου τοῦ σιτευτοῦ τοῦ τυθέντος ὑπὲρ πάντων ἡμῶν, ἐκ τοῦ ἀμνοῦ τοῦ Θεοῦ τοῦ αἴροντος τὰς ἁμαρτίας τοῦ κόσμου. Εἴ τις γοῦν τρέφεται ἐκ τοῦ ῥηθέντος ἄρτου καὶ τοῦ μόσχου καὶ τοῦ ἀμνοῦ, τὴν ἀληθῆ ὄντως ἑαυτὸν διατρέφει τροφήν· «Ἡ γὰρ σάρξ μου», φησίν, «ἀληθής ἐστι βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ».

Ταύτης οὖν, ἀδελφοί, τῆς ἀληθοῦς βρώσεώς τε καὶ πόσεως σπεύσωμεν ἄξιοι ἀναφανῆναι, ἵνα μὴ ἀποθάνωμεν, ἀλλ’ ἵνα μᾶλλον ἡ ζωή, ἤτοι ὁ Χριστός, μενεῖ ἐν ἡμῖν καὶ ἡμεῖς ἐν αὐτῷ. Ὥσπερ γὰρ ὁ μὴ μετέχων βρώσεώς τε καὶ πόσεως αἰσθητῆς ἀποθνῄσκει λιμώττων, οὕτω καὶ ὁ μὴ μετέχων τῆς θείας κοινωνίας τοῦ σώματος τοῦ Χριστοῦ ὄντως λιμῷ τήκεται ψυχικῷ καὶ τέθνηκε ζῶν καὶ ἔτι περιὼν ἐν τῷδε τῷ βίῳ κεχώρισται τοῦ Θεοῦ διὰ τὸ τὰς πράξεις τὰς πονηρὰς προκρίνειν τῆς κοινωνίας τοῦ παναγίου σώματος τοῦ Χριστοῦ. Ὁ δὲ ἀνάξιον ἑαυτὸν καθιστῶν διὰ τὴν μυσαρὰν ἁμαρτίαν καὶ ἀφορίζων ἑαυτὸν τῆς τοιαύτης μεγαλοδωρεᾶς ἐν τῷδε τῷ βίῳ, πῶς ἐν τῷ μέλλοντι κοινωνήσει Θεῷ; Πῶς ὁ ἐνθάδε κεχωρισμένος ἐκεῖσε συναφθῇ τῷ Θεῷ; Πῶς ὁ τὰ ἔργα τοῦ σκότους ἐνθάδε ποιῶν ἐκεῖ τῷ φωτὶ συναφθῇ;

Οὐδεμία γάρ, φησί, «κοινωνία φωτὶ πρὸς σκότος» καὶ αὖθις· «Ἐγώ εἰμι», φησί, «τὸ φῶς τοῦ κόσμου» καὶ «ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς», ἤγουν ὁ θέλων ἐμοὶ ἀκολουθεῖν, τῷ φωτί, πρὸς τὸ φῶς τῆς ζωῆς, ὀφείλει πρῶτον μισῆσαι τὰ ἔργα τοῦ σκότους· ἐὰν γὰρ μή τις πρῶτον τὰ ἔργα μισήσῃ τοῦ σκότους, τὰ ἔργα τοῦ φωτὸς ἀγαπῆσαι οὐ δύναται, διότι «πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς», λέγει Κύριος, «ἵνα μὴ ἐλεγχθῶσι τὰ ἔργα αὐτοῦ, ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῶσι τὰ ἔργα αὐτοῦ, ὅτι ἐν τῷ Θεῷ ἐστιν εἰργασμένα».

Τί οὖν, φησίν, ἆρα συμφέρει πάντας κατατολμᾶν ἀξίους τε καὶ ἀναξίους τῆς θείας κοινωνίας; Οὐ τοῦτο λέγομεν, ὅτι δεῖ καὶ ἀναξίους μεταλαμβάνειν, ἵνα μή, ὡς γέγραπται, εἰς κρῖμα μεταλαμβάνωσιν, ἀλλ’ ἵνα πρῶτον γένωνται ἄξιοι καὶ εἶθ’ οὕτω προσίτωσαν.

Καὶ πότε, φησί, γενήσομαι ἄξιος, ὁ ἐν πολλαῖς ἁμαρτίαις μεμολυσμένος; Εἰπέ μοι καὶ αὐτός· ἡ ἐν πολλαῖς ἁμαρτίαις μεμολυσμένη γυνὴ πόσων ἐδεήθη ἡμερῶν καθαρθῆναι; Πόσων ὁ ἄσωτος; Πόσων ὁ λῃστής; Πόσων ὁ τελώνης; Οὐχὶ ἐν μιᾷ καιροῦ ῥοπῇ ἕκαστος τούτων εὗρε τὴν σωτηρίαν; Ναί, φησίν, ἀλλ’ ἐκεῖνοι τὸν Κύριον εἶδον αὐτόπτως καὶ τῆς ἀφέσεως τάχιστα τῶν ἁμαρτιῶν ἠξιώθησαν.

Τί οὖν, οὐ πιστεύεις ὅτι καὶ νῦν ὁ Χριστὸς τοὺς μετανοοῦντας ἀπτώτως δέχεται καὶ καθαίρει καὶ συμπαθεῖ, κἂν μὴ αὐτόπτως ὁρᾶται; Κἂν γὰρ ἡμεῖς οὐχ ὁρῶμεν αὐτὸν διὰ τὴν ἀχλὺν τῶν παθῶν ἡμῶν, ἀλλ’ ἐκεῖνος ἡμᾶς καθορᾷ καὶ ἢ ἐλεεῖ διὰ τὴν μετάνοιαν ἢ ἀποστρέφεται διὰ τὴν ἁμαρτίαν.

Ἐὰν ἄρα θελήσῃς καὶ αὐτὸς μετανοῆσαι γνησίως, ἐγὼ πιστεύω ὅτι ἐν τρισὶ καὶ μόναις ἡμέραις ἀναδείκνυσαι ἄξιος τῆς θείας κοινωνίας χάριτι Χριστοῦ. Τῆς δὲ ῥηθείσης γνησίας μετανοίας τὸν τρόπον πρόσχες καὶ ἄκουσον· ἐξομολόγησαι καλῷ πνευματικῷ πατρὶ τὰς ἁμαρτίας σου ἐν πολλῇ ταπεινώσει ὡς ὑπεύθυνος καὶ κατάδικος· ἐξομολόγησαι δὲ καὶ καθ’ αὑτόν σου ἐν τῷ κελλίῳ σου τῷ τὰ πάντα εἰδότι Θεῷ, ἵνα, ὡς λέγει Δαβίδ, ἀφήσῃ τὴν ἀσέβειαν τῆς καρδίας σου· στέναξον ἀπὸ καρδίας καὶ τύψον τὸ στῆθος, τὸν ἐντεῦθεν δικαιωθέντα τελώνην μιμούμενος, καὶ εἰ οὐ δύνασαι δακρῦσαι, κἂν τὸ μέτωπον προσερείσας τῇ γῇ, τύπτε καὶ λέγε· «Ἥμαρτόν σοι, Κύριε», συγχώρησόν μοι καὶ ἄξιον τῆς μετοχῆς τῶν θείων σου μυστηρίων ἀνάδειξόν με· πολλαὶ γὰρ αἱ ἁμαρτίαι μου, ἀλλὰ ταύτας προσάγω τῷ ἀμετρήτῳ ἐλέει σου. Ἐλέησόν με συντόμως ὡς τοὺς ὁμοίους ἐμοί, τὴν πόρνην καὶ <τὸν> ἄσωτον σὺν τῷ τελώνῃ καὶ τῷ λῃστῇ.

Ταῦτα οὖν ἐν ἡμέραις τρισὶ τρίτον ἐκτελῶν ἐφ’ ἑκάστης ἡμέρας καὶ νυκτὸς ἐν καρδίᾳ συντετριμμένῃ θάρσει, ἀδελφέ, ἀκούων ὅτι «καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει». Οὕτω γοῦν περὶ τῶν προημαρτημένων δεηθείς, ὁλοκαρδίως δεήθητι καὶ αὖθις τῆς τοῦ Θεοῦ βοηθείας, ἵνα ἀσφαλῶς καὶ ἀμολύντως βιοτεύσῃς τὸν ἐπίλοιπον τῆς ζωῆς σου χρόνον, καὶ δὸς λόγον τῷ Θεῷ τοῦ μηκέτι ἁμαρτῆσαι καὶ εἰ οὕτω ποιήσεις, ἐγώ σοι ὁ ταπεινὸς μετὰ Θεὸν ἐγγυῶμαι καὶ προτρέπομαι ὅτι διὰ τὸ θεῖον καὶ ἄπειρον καὶ τριαδικὸν ἐνούσιον ἔλεος μετὰ τρεῖς ἡμέρας τοῦ κυριακοῦ καὶ παναγίου σώματος καὶ αἵματος καταξίωσαι καὶ ἔκτοτε σὺν Θεῷ «μετὰ φόβου Θεοῦ καὶ πίστεως εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον» μεταλάμβανε καὶ ῥύθμιζέ σου τὸν βίον πρὸς καθαρὰν πολιτείαν, ἵνα μὴ ψεύστης τῶν ὑποσχέσεων καὶ λήθαργος ἀναφανῇς τῷ Θεῷ καὶ αὖθις ἀφορισθῇς τῆς θείας κοινωνίας καὶ λάβῃ παρρησίαν ὁ ἐχθρὸς καὶ ποιήσῃ σου «τὰ ἔσχατα χείρονα τῶν πρώτων», ὡς μηδὲ τῇ πολλῇ ταύτῃ συγκαταβάσει βελτιωθέντος πρὸς τὸ κρεῖττον, ὅτι οὐκ ἐν χρόνοις ἢ καιροῖς, ἀλλ’ ἐν τρισὶ καὶ μόναις ἡμέραις οἰκονομίᾳ τινὶ θεϊκῇ πρὸς τὴν ἁγίαν μετάληψιν κατηξιώθης καὶ λέλυσαι.

Καὶ τοῦτο ἐγὼ οὐκ ἐξ οἰκείας διανοίας ἢ αὐθεντίας, οὐδὲ τοὺς θείους διακρούων κανόνας τολμήσας διέγραψα, ἀλλ’ ἡ τοῦ Σωτῆρος ἡμῶν θεία περὶ τοῦ ἀσώτου παραβολὴ σαφεστάτως καὶ δικαιοτάτως ἡμᾶς ταῦτα ἐμυσταγώγησεν. Ἐκεῖνος γὰρ ὁ ἄσωτος υἱὸς πρόσωπον φέρει παντὸς ἀνθρώπου ζήσαντος ἐν ἀσωτίᾳ καὶ μακρυνθέντος τοῦ ἀθανάτου Πατρὸς καὶ Θεοῦ καὶ αὐλισθέντος μετὰ δαιμόνων, πονηρῶν πολιτῶν, καὶ τὸν πλοῦτον ἐκεῖνον τὸν θεῖον καὶ πατρικόν, τὸν διὰ τοῦ θείου βαπτίσματος υἱοθετοῦντα ἡμᾶς, κακῶς δαπανήσαντος καὶ καταφαγόντος μετὰ πορνῶν καὶ ἀσελγῶν τὸν βίον τὸν πατρικὸν τῆς ἀθανάτου ζωῆς· εἶτα ἐπιστρέψει πρὸς Θεὸν ἀξίαν ἐπιστροφήν· οὐ πολλῶν δεῖται ἡμερῶν τῷ εὐσπλάγχνῳ τῇ φύσει προσδεχθῆναι πατρί, ἀλλ’ ἅμα τοῦ μετανοῆσαι καὶ ἀναστῆναι τῆς ἁμαρτίας καὶ ἐπιστρέψαι καὶ εἰπεῖν τὸ «ἥμαρτον, πάτερ» καὶ τὰ ἑξῆς, προσδέχεται τῷ πατρὶ καὶ ἐνδύεται τὴν πρώτην στολήν, δηλαδὴ τὴν τοῦ θείου βαπτίσματος χάριν, ἣν ἀπεδύσατο δι’ ὑπερβολὴν ἀσωτίας καὶ μολυσμῶν (ὢ τῆς ζημίας!) καὶ ἣν διὰ τῆς μετανοίας πάλιν ἐνδύεται (ὢ τῆς χαρᾶς!), καὶ ἀρραβῶνα τῆς αἰωνίου ζωῆς δακτύλιον, χάριν πνεύματος θείου, ἐν τῇ χειρὶ τῆς ψυχῆς δέχεται τάχιστα καὶ τοῦ μόσχου τοῦ σιτευτοῦ καταξιοῦται τῆς βρώσεως.

Ἡ δὲ πρὸς Θεόν, ὡς ἔφημεν, ἀξία ἐπιστροφή, πρῶτόν ἐστι μνήμη ἀγαθὴ καὶ ζῆλος ἁγίων δούλων Θεοῦ· «Πόσοι μίσθιοι τοῦ πατρός μου», δοῦλοι Θεοῦ, «περισσεύουσιν» ἄρτον θεοπρεπῆ, «ἐγὼ δὲ» παντὸς ἀγαθοῦ «λιμῷ ἀπόλλυμαι; Ἀναστὰς» γοῦν ἐκ τῆς μυσαρᾶς ἁμαρτίας ἐπιστρέψω, μετανοήσω τῷ Θεῷ «καὶ ἐρῶ αὐτῷ· πάτερ», Κύριε, «ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου» καὶ «οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου». Ἰδοὺ τέτταρα καλά· ἀνάστασις, ἐπιστροφή, ἐξομολόγησις καὶ ταπείνωσις. «Ποίησόν με», φησίν, «ὡς ἕνα τῶν μισθίων σου». Διὸ καὶ οὐχ ὡς μίσθιος κατὰ τὴν αἴτησιν, ἀλλὰ μᾶλλον ὡς κληρονόμος εἰσδέχεται καὶ ὡς υἱὸς διαδράσας γυμνὸς καὶ ἐλθὼν ἐκ χώρας βαρβαρικῆς ἐνδύεται καὶ ὑποδύεται παρευθὺς καὶ διακοσμεῖται φαιδρῶς ὡς υἱὸς ἐκ μακρόθεν ἐλθὼν καὶ θύεται δι’ αὐτὸν «ὁ μόσχος ὁ σιτευτὸς» καὶ τῆς τραπέζης καταξιοῦται συντόμως τῆς πατρικῆς. Τίς ἆρα ἐλεήσειεν ἂν τὸν ἐν τοιαύτῃ καὶ τηλικαύτῃ θείᾳ φιλανθρωπίᾳ μὴ προσδραμόντα τῇ μετανοίᾳ, ἀλλ’ ἐμμένοντα δεδουλωμένον τῇ ἁμαρτίᾳ καὶ «τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν» καὶ φιλονεικοῦντα δουλεύειν ἀεὶ τῇ ἁμαρτίᾳ καὶ δοῦλον εἶναι τῆς ἁμαρτίας, ὡς μὴ ἀκούσαντά ποτε τοῦ λαλοῦντος ὅτι «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας»;

Οὐ μετέχει τραπέζης δεσποτικῆς, οὐ τρέφει ψυχὴν βρῶσιν οὐράνιον, ἀλλὰ τρέφει τὴν σάρκα τροφὴν φθοροποιὸν καὶ αἰσχραῖς ἡδοναῖς καὶ ὑστερεῖται ἐντεῦθεν τῆς θείας κοινωνίας καὶ γίνεται βόσκημα παθῶν ὀλεθρίων καὶ σκορπίζει ἀσώτως τὸν πλοῦτον τὸν πατρικὸν καὶ συνάγει χόρτον καὶ ξύλον καὶ καλάμην, ἅτινά εἰσι πυρὸς ἀναλώματα καὶ ζωῆς ὑστερήματα.

Εἰ οὖν ὅλως ἐρᾷς τῆς ἀθανάτου ζωῆς καὶ τῶν φρικτῶν μυστηρίων τοῦ σώματος τοῦ Χριστοῦ, μετανόησον, ἄνθρωπε, καθ’ ὃν τρόπον σοι ἀνωτέρω διέγραψα, καὶ ἐν τρισὶν ἡμέραις τῆς θερμῆς μετανοίας σου καὶ σὲ δέχεται Θεός, ὡς Θεὸς τῶν μετανοούντων, δι’ οὗ σοι κἀγὼ τὴν θείαν κοινωνίαν προέτρεψα θαρρικῶς, ἵνα καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι μένῃς ἐν τῷ Χριστῷ καὶ ὁ Χριστὸς μετὰ σοῦ. Καὶ ἐάν τις ἡμῖν ἐγκαλέσῃ διὰ τὴν πολλὴν συγκατάβασιν καὶ τὴν σύντομον λύσιν σου, ὑπὲρ σοῦ τε καὶ ἐμοῦ ἀπολογήσομαι αὐτῷ ὅτι κρεῖσσον μετάνοια εἰλικρινὴς τριῶν ἡμερῶν τῷ Θεῷ ἢ ἄνοια καὶ ἀμέλεια τριῶν ἐνιαυτῶν. Τοῦτο δὲ καὶ οἱ ἅγιοι Πατέρες καὶ ὁ θεῖος Χρυσοστόμος καὶ ὁ μέγας ἐξεῖπε Βασίλειος, ὅτι τῷ ἀμελεῖ καὶ ῥαθύμῳ οὐδὲν ἀπὸ τοῦ πολλοῦ χρόνου τῆς ἀφορίσεως προσγενήσεται κέρδος, τῷ δὲ ὀξέως μετανοοῦντι καὶ τάχιον προσήκει εἶναι δεκτόν.

Καὶ αὕτη μὲν ἡ ἐμὴ ὑπὲρ σοῦ τε καὶ ἐμοῦ ἀπολογία τοῖς ἴσως ἐγκαλοῦσιν ἡμῖν. Τοῖς δὲ ἔτι φθονοῦσι καὶ ἀπαρεσκομένοις τὴν τοιαύτην οἰκονομίαν τῆς συντόμου δοχῆς σου, ἣν προσεδέχθης δι’ ἐπιστροφῆς ἀξιεπαίνου, ἀπολογεῖται ὑπὲρ σοῦ ὁ πανελεήμων ἐκεῖνος, ὁ τοῦ ἀσώτου πατήρ, ὅτι οὐ φθονεῖν οὐδὲ ἐγκαλεῖν, ἀλλ’ «εὐφρανθῆναι καὶ χαρῆναι ἔδει» μᾶλλον, ὅτι οὗτος ὁ υἱός μου «νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη»· αὐτῷ δὲ [*** <ἡ δόξα καὶ τὸ κράτος ...>