Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Α΄: Κατήχηση Ε΄ (Ευαγγελισμός της Θεοτόκου)

Κατηχητικός λόγος για την εορτή του Ευαγγελισμού, τη σημασία της θείας Ενσαρκώσεως και την ανάγκη πνευματικής τροφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 17

ΚΑΤΗΧΗΣΙΣ Εʹ <ΠΕΡΙ ΑΚΡΟΑΣΕΩΣ ΑΝΑΓΝΩΣΕΩΝ ΕΝΝΟΙΑΣ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΘΕΙΟΥ ΓΑΒΡΙΗΛ ΚΑΙ ΤΩΝ ΕΥΑΓΓΕΛΙΩΝ ΤΗΣ ΘΕΟΜΗΤΟΡΟΣ> ***] ὠφελείας ἀπαναινόμενος καὶ συμβουλὴν σωτηρίας ἐκβδελυσσόμενος, δῆλον ὅτι νοσεῖ τὰ «πρὸς θάνατον». Διὸ καὶ τροφὴν πνευματικὴν οὐ προσίεται, ἀλλὰ ταῖς πύλαις τοῦ ᾅδου καὶ τοῦ νοητοῦ θανάτου προσπελάζειν ἀνεπαισθήτως καθ’ ἡμέραν ἐφίεται· «Πᾶν βρῶμα», φησίν, «ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου». Καὶ γὰρ οὕτως ἔχει· πᾶς γὰρ βδελυσσόμενος πᾶν βρῶμα, εἴτε σωματικὸν εἴτε πνευματικόν, εὔδηλον ὅτι δεινῶς ἀρρωστεῖ καὶ κατὰ τὴν ἀναλογίαν τῆς αὐτοῦ ἀρρωστίας, εἴτε σωματικῆς εἴτε ψυχικῆς, ἐγγίζει «ἕως τῶν πυλῶν τοῦ θανάτου». Ὥσπερ γὰρ ὁ τρεφόμενος σωματικῶς μετ’ ὀρέξεως ὑγείαν καὶ ζωὴν σημαίνει σωματικήν, οὕτω καὶ ὁ πεινῶν καὶ τρεφόμενος παραινέσεις πνευματικὰς ζωὴν καὶ ὑγείαν σημαίνει ψυχῆς. Ταύτην γοῦν τὴν ὑγείαν καὶ τὴν τροφὴν πεινᾶσαι καὶ τρυφῆσαι σπουδάσωμεν, ἀδελφοί, ἵνα μὴ χορτασμοῦ μόνον, ἀλλὰ καὶ μακαρισμοῦ ἀξιωθῶμεν ὁμοῦ. «Μακάριοι οἱ πεινῶντες», φησί, «καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται». Καὶ ὑμεῖς μὲν μακάριοι ὡς πεινήσαντες καὶ διψήσαντες καὶ χορτασθέντες τροφὴν τοιαύτην ἀκένωτον.

Μακάριος δὲ κἀγὼ ὡς λέγων εἰς ὦτα ἀκουόντων καὶ μὴ λέγων εἰς «ὦτα ἀσπίδος κωφῆς καὶ βυούσης», ἥτις οὐκ εἰσακούει φωνῆς ἐπᾳδόντων κατὰ Δαβίδ, ἀλλ’ ὡς λέγων εἰς ὦτα ἀνεῳγμένα πρὸς παιδείαν Κυρίου κατὰ θεῖον πάλιν ἄλλον προφήτην καὶ ὡς μὴ ῥίπτων «τοὺς μαργαρίτας ἔμπροσθεν χοίρων», ἀλλ’ ὡς βάλλων αὐτοὺς ἔμπροσθεν ἀνθρώπων, ὑμῶν δηλαδὴ τῶν λόγῳ τετιμημένων, καὶ ὡς μὴ σπείρων ἐν ὁδῷ πατουμένῃ μήτε ἐν ἀκάνθαις μήτε ἐν πετρώδεσιν, ἀλλ’ ὡς εἰς γῆν καταβάλλων τὸ σπέρμα τοῦ λόγου καλὴν καὶ ἀγαθήν, παρ’ ἧς καὶ τριακοστόν, ἑξηκοστὸν καὶ ἑκατοστὸν ἐλπίζω καρπόν.

Διὰ ταῦτα γοῦν καὶ τὰ τοιαῦτα, ὡς ἔφην, μακάριος ἔγωγε· μακάριοι δὲ καὶ ὑμεῖς, ὅτε τὴν γῆν ὑμῶν πρὸς καρποφορίαν καλλιεργήσητε, καρδίαν, καὶ ὅτε πρὸς παιδείαν Κυρίου ἀνοίγετε τὰ ὦτα καὶ ὅτε πεινᾶτε τὴν ἀρετὴν καὶ διψᾶτε τὴν δικαιοσύνην καὶ ταύτης χορτασθῆναι σπουδάζετε. Ὁ γὰρ οὕτω πεινῶν καὶ διψῶν καὶ οὕτω τρεφόμενος καὶ ποτιζόμενος, οὐ μὴ πεινάσει, οὐδ’ οὐ μὴ διψήσει, οὐδ’ οὐ μὴ ἀρρωστήσει, οὐδ’ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· «Ὁ τρώγων με», φησί, «ζήσεται δι’ ἐμὲ» καὶ ὁ διψῶν «ἐρχέσθω πρός με καὶ πινέτω», ἐκ τῶν ἐμῶν δηλαδὴ κυριακῶν διδαχῶν, ὅτι ἔοικεν ἡ ἐκ τούτων ὠφέλεια θεοβρύτῳ τινὶ ναματοφόρῳ πηγῇ ἐνναούσῃ διὰ παντὸς τὰ σωτήρια νάματα, ἐξ ἧς καὶ ἀρδεύεται πιστὴ πᾶσα ἔμψυχος γῆ, φιλοθέου δηλαδὴ καὶ φιλοχρίστου παντὸς φιλακροάμων ψυχή, καὶ βλαστάνει βοτάνην ἀρετῆς θεαρέστου καὶ ἄσταχυν γεωργεῖ ζωῆς ἀθανάτου καὶ ἀπολικμᾷ σῖτον ἄξιον τοῦ γεωργοῦ τῶν ψυχῶν καὶ ἄξιον πάλιν συγκλείσεως ἐν θείαις ἀποθήκαις.

Ἐκεῖθεν γοῦν ἐκ τῆς τοιαύτης πηγῆς βρύει πᾶν ἀγαθόν· ἐκεῖθεν θεογνωσία, ἐκεῖθεν ἐπιστροφὴ ἐξ ἁμαρτίας καὶ μετάνοια πρὸς Θεόν, ἐκεῖθεν φόβος Θεοῦ, ἐκεῖθεν πόθος πρὸς Θεόν, ἐκεῖθεν παντὸς κακοῦ ἀποχή, ἐκεῖθεν πρόσκτησις ἀρετῆς· ἐκεῖθεν γοῦν ἐκ τῆς τοιαύτης ἁγιωτάτου πηγῆς, τῆς πνευματικῆς διδαχῆς, ταῦτα καὶ τὰ τοιαῦτα διηνεκῶς ἐνναΐζουσι νάματα καὶ ὅσοι αὐτῆς ὑστερήθησαν, αὐχμῷ καὶ δίψῃ τεθνήκασιν, ὅσοι δὲ πάλιν ἐξ αὐτῆς ἐποτίσθησαν, ἐπιώθησαν, ἐγλυκάνθησαν, ἐχορτάσθησαν καὶ ἐκορέσθησαν καὶ ἑτέροις μετέδωκαν. Εἰ μὴ γὰρ ἡ τοιαύτη γραφικὴ ναματοφόρος πηγὴ θεόθεν πρὸς ἡμᾶς ἐξεχύθη ἀφειδῶς, πόθεν ἂν εἴχομεν γνῶναι τὰ περὶ Θεοῦ καὶ τῶν νοερῶν δυνάμεων καὶ τὴν κοσμογένειαν τὴν θαυμαστὴν καὶ τίς ὁ κτίστης τῶν ὅλων καὶ συνοχεὺς καὶ πότε τὰ ὑπὲρ γῆν καὶ ἐπὶ γῆν καὶ ὑπὸ γῆν κατεπήξατο πανσόφως δημιουργήματα καὶ τῆς διαπλάσεως τοῦ ἀρχιπάτορος καὶ τῆς αὐτοῦ παραβάσεως τὴν αἰτίαν καὶ τῶν ἀρχαίων τῆς ἀρετῆς τὸν θεάρεστον τρόπον, ἤτοι τοῦ Ἄβελ, τοῦ Σήθ, τοῦ Ἐνώς, τοῦ Ἐνώχ, τοῦ Νῶε καὶ ἑξῆς πατριαρχῶν καὶ δικαίων, καὶ πάλιν τῶν κακῶν καὶ μοχθηρῶν καὶ φθονερῶν τὴν κακίαν, ἤτοι τοῦ Κάϊν καὶ τῶν αὐτοῦ ἀπογόνων τὴν διεστραμμένην γνώμην τοῦ τε κατακλυσθέντος ἐπὶ Νῶε λαοῦ καὶ τῆς καταστροφῆς τῶν Σοδόμων καὶ τῶν ἑξῆς πονηρῶν καὶ τῆς αἰωνίου κολάσεως καὶ τῆς ἀπείρου ζωῆς;

Καί, ἵνα τὰς παλαιὰς παρήκω ἱστορίας, πρὸς τὴν καινὴν καὶ τὴν παροῦσαν μᾶλλον ἑορτὴν ἐπισυνάψω τὸν λόγον.

Εἰ μὴ γὰρ ἡ ῥηθεῖσα πηγὴ τῆς θεοπνεύστου διδασκαλίας ἀφθόνως ἡμᾶς ἐπότιζε ταῦτα, πόθεν ἂν εἴχομεν γνῶναι τῆς θείας βουλῆς τὸ κεκρυμμένον μυστήριον καὶ τοῦ Λόγου τὴν σάρκωσιν καὶ τοῦ Γαβριὴλ τὰ εὐαγγέλια καὶ τῆς Παρθένου τὴν σύλληψιν, ἣν καὶ ἑορτάζομεν σήμερον, ὅτι διὰ λόγου ἀγγελικοῦ πατρικῇ εὐδοκίᾳ καὶ Πνεύματος συνεργίᾳ τὸν Λόγον ὑπὲρ λόγον Παρθένος οὖσα συνέλαβε καὶ τεκοῦσα πάλιν Παρθένος ὡς πρὸ τοῦ τόκου μεμένηκε; Διὸ καὶ γηθόμενοι μικρὰ περὶ τῆς μεγάλης ἑορτῆς ταύτης καὶ βραχέα φιλοσοφήσωμεν.

Σήμερον γὰρ χαρᾶς εὐαγγέλια· σήμερον εὐφροσύνης ἀπλέτου συνάντησις· σήμερον ἀρᾶς ὑποχώρησις· σήμερον εὐλογίας εἰσέλευσις· σήμερον δουλείας ἀπαλλαγὴ καὶ ἐλευθερίας χαρμόσυνα· σήμερον πρὸς ἀνθρώπους δι’ εὐσπλαγχνίαν ἀνείκαστον θεία καταλλαγή. Τὸ γὰρ «χαῖρε, κεχαριτωμένη» Μαρία, «ὁ Κύριος μετὰ σοῦ» καὶ τὸ «εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου», τί ἄλλο εἶχε δηλῶσαι, εἰ μὴ πάντως χαρὰν τῆς λύπης ἀντίθετον καὶ εὐλογίαν τῆς ἀρᾶς οὖσαν ἀναίρεσιν καὶ ἐλευθερίαν ὡς τῆς δουλείας ἀπαλλαγὴν καὶ λύσιν ἁμαρτιῶν ὡς πρὸς ἀνθρώπους Θεοῦ καταλλαγὴν καὶ ἀνάκλησιν τοῦ ὑπερορίου λαοῦ, τοῦ μέχρις ᾅδου ταμείων φοιτήσαντος καὶ μέχρι καταχθονίου χωρίου οἰκήσαντος καὶ μέχρι γνόφου καὶ σκότους ἀφεγγοῦς ἐλεεινῶς καταλύσαντος καὶ μέχρις ἀπηνοῦς καὶ ζοφώδους καὶ παναθλίου καὶ ἀκαθάρτου σκύλακος φθάσαντος καὶ † πρὸς αὐτοῦ διὰ δικαίαν Δεσπότου ἀποστροφὴν τυραννικῶς καταδύσαντος; † Διὰ τοῦτο γὰρ καὶ κατῆλθεν ἐκ τῶν ἄνωθεν στραταρχῶν μέγας ταξίαρχος, ἵνα τοῖς κατωτάτω κατεχομένοις δεσμίοις διὰ Παρθένου πανάγνου δηλώσῃ τὴν ἀπολύτρωσιν. Διὰ τοῦτο ἐκ τοῦ ἀνωτάτου ἐκείνου καὶ ἀνεσπέρου χωρίου φωτοειδέστατος ἐστάλη στρατιώτης, ἵνα τοῖς κατωτάτω τοῦ πανεσπέρου χωρίου καταδίκοις βροτοῖς προοιμιάσῃ αὐγῆς παραμύθιον.

Διὰ τοῦτο ἐκ τῶν ἀνωτάτω εὐφραινομένων εὐφροσύνως ἐπέστη τοῖς κάτω, ἵνα τοῖς κατωτάτω λυπουμένοις εὐφροσύνης καὶ χαρᾶς ἐλπὶς διασημανθῇ.

Διὰ τοῦτο ἐκ βασιλέως μεγίστου φαιδρὸς ἐστάλη στρατιώτης, ἵνα ὡς πιστὸς μυστολέκτης μηνύσῃ διὰ κόρης θεόπαιδος βασιλέως ἔλευσιν καὶ αἰχμαλώτοις λύτρωσιν καὶ τυράννου καθαίρεσιν καὶ ὑπερορίων ἀνάκλησιν καὶ πεπτωκότων ἀνάστασιν καὶ πενθούντων παραμυθίαν ἐξάπινον. Διὰ τοῦτο ἐκ χώρας ἑορταζόντων καὶ χοροῦ ἀγαλλιάσεως μεταβὰς ὁ μέγας ταξίαρχος σήμερον, ἀγαλλομένῳ ἀΰλῳ ποδὶ ἐν ἀγαλλιάσει πρὸς τὴν Παρθένον ἐλθών, ἀγαλλομένως ἐβόησε, «χαῖρε, κεχαριτωμένη» Μαρία, «ὁ Κύριος μετὰ σοῦ», «εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου» καὶ ὅτι «Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι».

Σπεύσωμεν οὖν, ἀγαπητοί, καὶ ἡμεῖς τῆς σωτηρίου ταύτης μεθέξαι χαρᾶς καὶ τῆς παρθενικῆς κοιλίας τοῦ εὐλογημένου καρποῦ ἄξιοι ἀναφανῆναι, ἵνα ἐπέλευσιν Πνεύματος Ἁγίου ἐπισπασάμενοι καὶ ὑψίστου δυνάμεως ἐπισκίασιν, συλλάβωμεν καὶ ἡμεῖς ἐν γαστρὶ πόθον καὶ φόβον Θεοῦ καὶ ὠδινήσωμεν, ὡς εἶπεν Ἠσαΐας, καὶ τέκωμεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς.

Αὕτη οὖν ἡ σύλληψις θαυμαστὴ καὶ ὁ τόκος σωτήριος. Ἔστι δὲ καὶ σύλληψις νόθος καὶ τόκος ὀλέθριος, καθὼς καὶ ἐξηγεῖταί τις ἀδελφόθεος, ὅτι «ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον». Ἡμεῖς δὲ συλλήψεως τοιαύτης καὶ τόκου τοιούτου ἀπαλλαγῆναι τὸν Κύριον δυσωπήσωμεν καὶ συλλαβέσθαι φόβον καὶ πόθον Θεοῦ ἐπευξώμεθα καὶ σπεύσωμεν ὑπὲρ τῆς ἡμῶν σωτηρίας, πάντοτε μέν, ἐξαιρέτως δὲ ἐν ταῖς ἡμέραις ταύταις τῆς ἀμώμου νηστείας.

Νηστεύσωμεν, ἵνα τρυφήσωμεν· μὴ ἀκαίρως τρυφήσωμεν καὶ ὄντως πεινάσωμεν· μὴ θρέψωμεν τὰς καρδίας ἡμῶν ὡς «ἐν ἡμέρᾳ σφαγῆς» κατὰ τὴν θείαν Γραφήν· μὴ σπαταλήσωμεν τῇ σαρκὶ καὶ καταλύσωμεν τὴν ψυχήν. Ταπεινώσωμεν μᾶλλον ἑαυτοὺς «ἐν νηστείᾳ καὶ κλαυθμῷ καὶ κοπετῷ» καὶ διαρρήξωμεν «τὰς καρδίας ἡμῶν καὶ μὴ τὰ ἱμάτια ἡμῶν», ὡς εἶπεν Ἰωήλ, καὶ ἐν τῷ παρενοχλεῖσθαι ἡμᾶς ὑπὸ λογισμῶν ἀκαθάρτων ἐπὶ πράξεις ἀτόπους καθελκόντων, ταπεινώσωμεν τὴν ψυχὴν διὰ νηστείας κατὰ τὸν θεῖον Δαβὶδ καὶ προσχῶμεν ἑαυτοῖς, μήπως «βαρυνθῶσιν αἱ καρδίαι ἡμῶν ἐν κραιπάλῃ καὶ μέθῃ», λέγει Κύριος. Ἔστι δὲ καὶ μέθη οἴνου χωρίς, μία μὲν ἀγαθὴ ὡς τὸ «μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου», ἄλλη δὲ πονηρά, ἐν ᾗ ἐστὶν ἀσωτία. Κτηνῶν γὰρ ἀλόγων τὸ ἀεὶ βόσκεσθαι καὶ ἀπληστεύεσθαι καὶ μήτε νηστείαν γινώσκειν μήτε ἐγκράτειαν, ὅπερ καί τινες τῶν ἡμετέρων πάσχουσι νεωτέρων μοναχῶν· ὅσοι τῷ ἀρτοκοπείῳ, ὅσοι τῷ μαγειρείῳ, ὅσοι τῷ κελλαρίῳ, ὅσοι τῷ κηπουρίῳ καὶ ὅσοι τῇ τραπέζῃ λάχωσι νέοι τοῦ διακονεῖν, διὰ τὸ προχείρως εὑρίσκειν τὰ βρώματα νηστείας ἴχνος ἀκοῦσαι οὐ θέλουσι, λειτουργίας δὲ περιμεῖναι καιρὸν καὶ λαβεῖν εὐλογίαν καὶ εὐλογηθῆναι καὶ εἶθ’ οὕτω φαγεῖν αὐτὴν νήστεις οὐδὲ εἰς ἔννοιαν ἐλθεῖν [***