Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Β΄: Κατηχήσεις ΚΑ΄-ΚΕ΄ (Οι τέσσερις μεγάλες αρετές)

Εκτενής διδασκαλία για τις τέσσερις μεγάλες αρετές: τη σωφροσύνη, τη φρόνηση, τη δικαιοσύνη και την ανδρεία, με παράθεση ιερών προτύπων και σύγκριση με την κοσμική γνώση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 14 από 17

ΚΑΤΗΧΗΣΙΣ ΚΑʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΘΕΙΩΝ ΚΑΙ ΜΕΓΑΛΩΝ ΤΕΣΣΑΡΩΝ ΑΡΕΤΩΝ ΣΩΦΡΟΣΥΝΗΣ, ΦΡΟΝΗΣΕΩΣ, ΔΙΚΑΙΟΣΥΝΗΣ ΚΑΙ ΑΝΔΡΕΙΑΣ, «ΩΝ», ΦΗΣΙ, «ΧΡΗΣΙΜΩΤΕΡΟΝ ΟΥΔΕΝ ΕΣΤΙΝ ΕΝ ΒΙῼ ΑΝΘΡΩΠΟΙΣ» Εὐλόγησον, <πάτερ> Ἀδελφοὶ καὶ πατέρες, βούλομαι σὺν Θεῷ σήμερον τὰς τέσσαρας τῆς ἀρρήτου σοφίας θείας μυσταγωγίας παρεισάξαι εἰς μέσον, ἵνα τὴν ἐκ τούτων ὠφέλειαν τρυγήσαντες καὶ τρυφήσαντες εὐφρανθῶμεν ἐνθέως. Ὅτι δὲ τῆς ἀρρήτου σοφίας αὗται μυσταγωγίαι τῆς θείας ἀκούω Γραφῆς μαρτυρούσης τρανῶς· «Οἱ πόνοι αὐτῆς», φησί, τῆς σοφίας, «εἰσὶν ἀρεταί· σωφροσύνην καὶ φρόνησιν» αὕτη «διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις». Καὶ ὄντως ἐν ἀνθρωπίνῳ βίῳ τί χρησιμώτερον σωφροσύνης εὕροι τις ἄν; Ἢ φρονήσεως τί ἂν μεῖζον ἐν κόσμῳ; Ἢ δικαιοσύνης τί κρεῖττον; Ἢ ἀνδρείας τί βέλτιον; Αἰτίαι γὰρ καὶ πρόγονοι καὶ μητέρες πασῶν τῶν ἀρετῶν, αὗται καὶ ὅσοι ταύτας ἐκτήσαντο ἢ κτήσονται, μέγαν ὡς ἀληθῶς πλοῦτον ἐκτήσαντο, ὅσοι δὲ πάλιν αὐτῶν ὑστερούμεθα, μεγάλῃ πτωχείᾳ πιεζόμεθα. Πῶς γὰρ ἂν καὶ σώφρων κληθῇ ὁ ἀκόλαστος; Ἢ πῶς φρόνιμος λογισθῇ ὁ ἔργα κολάσεως ἄξια διαπραττόμενος; Ἢ πῶς λογισθῇ δίκαιος ὁ ἐν ἀδικίᾳ τερπόμενος; Ἢ πῶς ἀνδρεῖος ἀναφανῇ ὁ καταπίπτων συχνάκις καὶ θνῄσκων τοῖς πάθεσιν; Ἐκεῖνος γὰρ σώφρων, ὁ σῷον καὶ ἀμείωτον πρὸς τὸ καλὸν κεκτημένος τὸ φρόνημα.

Περὶ σωφροσύνης μοναχῶν Ἐκεῖνος σώφρων μοναχός, ὁ καρδίαν κεκτημένος ἐν λογισμοῖς φιληδόνοις ἀσυγκατάθετον καὶ ὀφθαλμὸν ἀπερίεργον καὶ τὰς πέντε τοῦ σώματος αἰσθήσεις ἀπημάντους τηρῶν, ὥστε καὶ λόγῳ καὶ πράξει καὶ διανοίᾳ σωφρόνως πορεύεσθαι, καὶ κἂν πολεμῆται ὑπὸ τοῦ ἐχθροῦ, οὐδὲν παραβλάπτεται καὶ παρὰ προαίρεσιν γονόρροιαι νυκτεριναὶ καθ’ ὕπνους ἢ καθ’ ὕπαρ ἐκ φθόνου δαιμόνων αὐτὸν οὐ μολύνουσι· τὸ γὰρ παρὰ προαίρεσιν πάσχειν οὐκ ἔστιν αὐτοῦ, οὐδὲ μολύνει αὐτόν. Ὕλης φυσικῆς ἐκχεομένης ἐκ σώματος ὑλικοῦ οὐδεὶς μολυσμός, ὥσπερ καὶ μύξα καὶ πτύσμα καὶ φλέγμα, καὶ γαστρικῶν ἐκχεομένων περιττωμάτων οὐ λογίζεται μολυσμός· ὑλικοῦ γὰρ σώματος ὑλικὴ ἀγωγὴ καὶ ὑλώδης ἐκπόρευσις ἀναμάρτητος. Εἰ γὰρ «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος», καίπερ οὐ παρὰ προαίρεσιν ἀλλὰ κατὰ προαίρεσιν ἡ σύναψις γίνεται, ἀλλ’ ὅμως διὰ τὸν ἔννομον γάμον ἀμόλυντος ἡ σύναψις λέγεται, καὶ εἰ ἡ κατὰ προαίρεσιν οὐ μολύνει συνοίκησις, πῶς τὸ παρὰ προαίρεσιν καθ’ ὕπνους γινόμενον μολυσμὸς λογισθήσεται; Ναί, μολύνει καὶ τοῦτο, ἀλλ’ ὅτε ἐκ φιληδόνου καρδίας διὰ λογισμῶν ἀκαθάρτων συγκατάθεσις γένηται. Ὃς δὲ μηδὲν τοιούτοις λογισμοῖς ἐνηδύνεται, ἀλλὰ μᾶλλον πικραίνεται καὶ ἀνιᾶται καὶ ἀνθίσταται, οὐ μολύνεται, δυσχεραίνει δ’ ὅμως, ὡς τῆς τελείας καθαρότητος ὑστερούμενος καὶ σωφροσύνης ἄκρας ἐπιθυμῶν ὁ πανάγαστος.

Περὶ σωφροσύνης κοσμικῶν Καὶ πάλιν ἐκεῖνος σώφρων ὁ κοσμικός, ὁ τῇ νομίμῳ συζύγῳ ἀρκούμενος, μᾶλλον δὲ καὶ αὐτῆς ἐν καιρῷ νηστείας καὶ προσευχῆς ἀπεχόμενος. Καὶ αὖθις ἐκεῖνος σώφρων ὁ βασιλεὺς ἢ ὁ ἡγεμὼν ἢ ὁ στρατάρχης ἢ ὁ στρατιώτης ἢ ὁ πλευστικός, ὁπόταν τῆς ἰδίας συζύγου πρὸς χώραν ἀποδημήσῃ μακρὰν καὶ χρονίσῃ ἐν αὐτῇ καὶ τὸ τῆς σωφροσύνης οὐ διαφθείρῃ καλὸν καὶ ἐγκρατεύσηται τὸν ἅπαντα χρόνον τῆς αὐτοῦ ἐκδημίας, ἄχρις ἂν πρὸς τὴν νόμιμον αὐτοῦ ἐπιστρέψῃ εὐνήν· ὄντως σώφρων ὁ τοιοῦτος καὶ τὸ τῆς σωφροσύνης λήψεται στέφος, ὅτε καιρός. Ἐὰν δὲ τὴν ἐκδημίαν πρόφασιν λάβῃ ἀκολασίας καὶ τὸ τῆς σωφροσύνης παραφθείρῃ καλόν, τοῦτο καὶ ἀλόγοις κτήνεσι τὸ κατόρθωμα.

Εἰ δέ τις πάλιν πρόφασιν εὕροι διὰ τὸ μὴ ἔχειν νόμιμον σύμβιον καὶ εἰς πολλὰς περιπίπτει γυναῖκας, ἐρωτησάτω αὐτόν τις ἐκ ποίου νόμου θείου τοῦτο παρέλαβεν· εἰ δὲ νόμος θεῖος οὐδεὶς τοῦτο προτρέπει, δῆλον ὅτι διαβολικὸς νόμος τοῦτο διετάξατο.

Ὁ δὲ θεῖος νόμος ἢ παρθενίαν ἢ νόμιμον συζυγίαν νομοθετεῖ καὶ τὸ ἐπέκεινα τῶνδε τῶν δύο οὐδὲ παρθενία, οὐδὲ συζυγία, ἀλλὰ παρανομία καὶ ἀκολασία κατακρίσεως ἀξία, ὅτι «πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεὸς» καὶ «μὴ πλανᾶσθε», φησίν, «οὔτε πόρνοι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε κλέπται οὔτε εἰδωλολάτραι οὔτε ἀρσενοκοῖται οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι», «νεκρώσατε» δὲ «τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία»· τοῦτο γὰρ ἐστὲ γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας καὶ ὅτι «ᾧ ἡττᾶταί τις, τούτῳ καὶ δεδούλωται», ἤγουν εἴτε σωφροσύνῃ εἰς ἁγιασμόν, εἴτε φιληδονίᾳ εἰς μολυσμόν, καὶ «ὃ σπείρει» ἕκαστος, «τοῦτο καὶ θερίσει· ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων ἐκ τοῦ πνεύματος εἰς τὸ πνεῦμα θερίσει ζωὴν αἰώνιον».

Ταῦτα ὁ θεῖος ἔλεγε Παῦλος, οὐχ ἵνα πάντως ἀπόγνωσιν δῷ, ἀλλ’ ἵνα τὸ ἄγος παραδηλώσῃ τῶν ῥηθέντων ἀκαθαρμάτων καὶ τὸ μύσος ἐκφύγωσιν ἄνθρωποι τῶν εἰρημένων κακῶν καὶ τῷ τῆς σωφροσύνης ἁγιοστεφεῖ νυμφῶνι † θρήξωσι † φιλοσώφρονες, οὗ, ὡς εἴρηται, «χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις»· ἐν τούτῳ γὰρ τῷ νυμφῶνι τῆς σωφροσύνης εἰσδύνας ὁ σώφρων Ἰωσὴφ τῆς ἀκολάστου δεσποίνης αὐτοῦ τὸ θέλημα κατεπάτησε καὶ μυστηρίων ἀρρήτων ὤφθη ἑρμηνευτὴς καὶ ἄρχων Αἰγύπτου καὶ παθῶν βασιλεὺς ἐχρημάτισε· καὶ ἡ σώφρων Ἄννα Φανουήλ, χηρεύουσα ἔτη ὀγδοήκοντα τέσσαρα, βρεφωθέντα τὸν Κύριον ἔγνω καὶ ἐλάλει περὶ αὐτοῦ· καὶ Σωσάννα, Χελκίου θυγάτηρ καὶ Ἰωακεὶμ ὁμευνέτις, εἵλετο μᾶλλον ἀποθανεῖν ἢ διαφθεῖραι τὸ τῆς σωφροσύνης καλόν· ὑπὲρ ἧς ὁ τῶν κρυπτῶν γνώστης καὶ τῶν σωφρόνων φρουρὸς Θεός, δωδεκαετοῦς παιδαρίου Δανιὴλ ἐξεγείρας τὸ πνεῦμα, ῥύεται λιθασμοῦ καὶ θανάτου τὴν σώφρονα καὶ ἀντ’ αὐτῆς τοὺς ἀδίκους καὶ ἀκολάστους ἐκείνους πρεσβυτέρους κριτὰς λιθασθῆναι καὶ θανῆναι προσέταξεν, ἵνα τέως μάθωμεν ὅτι οὐ μόνον παρθενία, ἀλλὰ καὶ χηρεία καὶ σώφρων συζυγία στεφανοῦται πρὸς Θεοῦ τὸ στέφος τῆς σωφροσύνης.

Ταῦτα γοῦν ἀνδράσι καὶ γυναιξί, νεανίσκοις καὶ παρθένοις, κοσμικοῖς τε καὶ μοναχοῖς, περὶ σωφροσύνης ἡ τοῦ Θεοῦ διδάσκει σοφία· καὶ ταῦτα μὲν διὰ βραχέων σήμερον περὶ σωφροσύνης, τῇ δὲ ἑξῆς Κυριακῇ τὰ τῆς συζύγου τῆς σωφροσύνης, ἤγουν περὶ φρονήσεως, πάλιν βραχυλογήσομεν εἰς δόξαν Θεοῦ καὶ ὠφέλειαν ἡμῶν χάριτι τοῦ Θεοῦ Λόγου· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΒʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΦΡΟΝΗΣΕΩΣ ΚΑΙ ΟΜΟΖΥΓΟΥ ΤΗΣ ΣΩΦΡΟΣΥΝΗΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, περὶ ἧς προδιειλέχθημεν σωφροσύνης, τὰ ἑξῆς περὶ φρονήσεως ἐστί, περὶ ἧς καὶ εἰπεῖν ἄρτι ἐπειγόμεθα, ὡς ἡ πάντων φρόνησις σοφία φρονίσει με· φρονήσεως γὰρ δίχα, οὐδὲν φρόνιμον, οὐ γνῶσις, οὐ λόγος, οὐ πρᾶξις, οὐκ ἄλλο τι τῶν ὄντων οὐδέν. Δώρημα γὰρ θεῖον ἡ φρόνησις καὶ ἓν τῶν τεσσάρων τῆς σοφίας δωρεῶν. Οὐ πᾶσα δὲ φρόνησις ἀγαθή, οὐδὲ πᾶσα σοφία χρηστή, ἀλλ’ ἔστι καὶ φρόνιμος πονηρὸς καὶ σοφὸς ἐν κακίᾳ. Λέγεται γὰρ καὶ ὁ σατανᾶς πονηρὸς καὶ ποικίλος καὶ σοφὸς τῇ κακίᾳ, καὶ ἡ τοιαύτη ἐν ἀνθρώποις εὑρισκομένη φρόνησις καὶ σοφία θεόθεν οὐκ ἔστι. «Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν;», φησὶν ὁ ἀδελφόθεος· «δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας. Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχική, δαιμονιώδης· ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν».

Ὁρᾷς πῶς ἐξεῖπε σαφῶς ὁ θεομύστης οὗτος, τίς μὲν ἡ ἐπίγειος φρόνησις καὶ σοφία, τίς δὲ ἡ ἄνωθεν δεδομένη, καὶ ὥσπερ οὐ δύναται «δένδρον σαπρὸν καρποὺς καλοὺς» ποιεῖν, οὕτως οὐδὲ σοφία ἐπίγειος καὶ φρόνησις πονηρὰ δύναται χρηστὰ ἔργα ἐπιτελεῖν;

Καὶ αὖθις, ὥσπερ «οὐ δύναται δένδρον καλὸν καρποὺς σαπροὺς ποιεῖν», οὕτως οὐδὲ σοφία καὶ φρόνησις θεία δύναται πονηρὰ ἔργα ἐπιτελεῖν· «ἀπὸ τῶν καρπῶν», φησίν, «αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Πᾶσα γὰρ φύσις πρὸς τὴν ἰδίαν συγγένειαν καὶ προσπάθειαν ἐπεκτείνεται. Πάντως που καὶ ἡ φρόνησις, ἡ μὲν γεώδης καὶ σαρκικὴ τὰ τῆς γῆς καὶ τὰ τῆς σαρκὸς σπεύδει ἐπιτελεῖν, ἤγουν πλοῦτον καὶ δόξαν καὶ τρυφὴν καὶ σαρκικὰς ἡδονάς, ἡ δὲ οὐράνιος καὶ πνευματικὴ τὰ οὐράνια καὶ πνευματικὰ σπεύδει ἐπιτελεῖν, ἤγουν ἁγνείαν, εἰρήνην, εὐπείθειαν, σωφροσύνην καὶ φρόνημα ταπεινὸν καὶ τὰ λοιπὰ τῆς σοφίας χαρίσματα, ὅτι πᾶσαν φρόνησιν καὶ ἐργασιῶν ἐπιστήμην ἡ πάντων φρόνησις ἐδίδαξε σοφία, τουτέστιν, ἡ πάντας χάριτι μεταδιδοῦσα φρονήσεως, αὕτη καὶ πασῶν ἐργασιῶν ἐπιστήμην, ἡ παντεχνήμων σοφία, ἐδίδαξε πάντας.

Καὶ γὰρ οὕτως ἔχει· εἰ μὴ γὰρ τοὺς γενάρχας ἡμῶν ἡ θεία ἐδίδαξε σοφία, πῶς ἂν εἶχον εὑρεῖν ἐπιστήμην ἔργων τοσούτων καὶ τηλικούτων; Τίς γὰρ τὸν Κάϊν ἐδίδαξεν ἄροτρον συναρμόσαι καὶ συζεῦξαι βοῦν καὶ τὰ λοιπὰ τῆς γεωργικῆς ἐπιστήμης;

Τίς δὲ καὶ τὸν δίκαιον Ἄβελ ποιμαντικὴν ἐξεπαίδευσεν ἐπιστήμην, ὥστε ἐξ ἐγκάτων ἐρίφων ἀφορίζειν πυτίαν καὶ ἀμέλγειν καὶ τυροπεύειν; Τίς ἔδειξε τῷ Ἰουβὰλ χιμαίρας ἔντερα νῆσαι χορδὰς καὶ ἀπαρτίσαι κιθάραν καὶ συναρμόσαι ψαλτήριον καὶ παναρμόνιον μουσικὴν ἐξηχεῖν μελῳδίαν; Τίς τὸν τούτου ἀδελφὸν Θόβελ χαλκέα ἐδίδαξε, σφυροκόπον χαλκοῦ καὶ σιδήρου;

Τίς ἑρμήνευσε τοῦτον διακρῖναι τοῦ χώματος σίδηρον καὶ χαλκὸν καὶ μηχάνιν σκευάσαι καὶ πῆξαι ἄκμονα καὶ σφῦραν καὶ πλεῖστα ἐργαλεῖα κατασκευάσαι καὶ διὰ φύσεως ἁπαλῆς τοῦ πυρὸς τὸν φύσει σκληρὸν σίδηρον καταλιπαίνειν καὶ ζύμης δίκην αὐτὸν ἐκμαλάσσειν; Τίς χρυσὸν καὶ ἄργυρον καὶ σίδηρον καὶ χαλκὸν ἐκ τῆς γῆς χωρίζειν ἐδίδαξε; Τίς καθαρότητα ὑέλου ἀπὸ ψάμμου γίνεσθαι ὑπέδειξε; Τίς τεκτονεύειν πολυσχέδιον πλοῖον ἐδίδαξε καὶ διὰ θαλάσσης ὁδοιπορεῖν; Τίς τὴν διὰ σκωλήκων ἐδίδαξε μεταξικὴν ἐπιστήμην; Τίς τὴν κογχύλην τὴν ὀξυβαφῆ τὴν βλαττικὴν ἐδίδαξεν ἐπιστήμην; Ἐῶ γὰρ λέγειν κατὰ μέρος μελῳδῶν καὶ ψαλτῶν καὶ γραφέων καὶ ὑφαντῶν καὶ κερκίων καὶ θηρευτῶν ἐπινοήματα καὶ σοφίσματα καὶ τεχνάσματα καὶ ὅσας τῷ βίῳ ἐπιστήμας ἡ πάντων φρόνησις ἐδίδαξε σοφία. Οὐκ ἦν γὰρ τοὺς ἀρχιτέχνους ἐκείνους ἀνθρώπους παρά τινος ἀνθρώπου μαθεῖν καὶ ἦν θαυμαστόν, ὅτι τέχνην, ἣν οὐκ οἶδεν οὐδὲ ἐδιδάχθη, εὕρισκεν ἀφ’ ἑαυτοῦ σοφιζόμενος ἄνωθεν, νῦν δὲ εἷς παρ’ ἑτέρου μανθάνει τὴν δεῖνα ἐπιστήμην ἢ τὴν δεῖνα ἐν χρόνῳ καὶ ἐξόδῳ καὶ κόπῳ πολλῷ.

Ταῦτα διεξῄειμεν οὐ πάντως φιλοτιμίας, ἀλλ’ ὠφελείας χάριν καὶ δόξης Θεοῦ, ὅτι, εἰ μετὰ παράβασιν καὶ ἔκπτωσιν καὶ ἐξορίαν τοσαύτης σοφίας καὶ ἀγαθῶν ἡμᾶς κατηξίωσε Θεός, τί ἆρα, λοιπόν, εἰ οὐ παρέβημεν; Εἰ δὲ ἐν τῇ ἐξορίᾳ καὶ πτώσει καὶ θνῄσει τοῦδε τοῦ βίου τοσαύτη σοφία καὶ φρόνησις καὶ τερπνότης προσκαίρων, λοιπὸν τὰ αἰώνια ποταπά; Διὰ τοῦτο γὰρ γνῶσιν καὶ σοφίαν καὶ φρόνησιν ὁ Θεὸς τῷ ἀνθρώπῳ ἐδωρήσατο, ἵνα ἐκ τῶν τοῦδε τοῦ βίου ὁρωμένων βλέπῃ καὶ τὰ τοῦ μέλλοντος σωφροσύνης τε καὶ ἀγαθῆς φρονήσεως δικαιοσύνης τε καὶ ἀνδρείας ἐπιμελῆται φρονίμως· ὧν γένοιτο ἡμᾶς ἐργάτας ἀναφανῆναι διὰ τῆς σῆς βοηθείας, Χριστὲ βασιλεῦ, καὶ τέλους τυχεῖν ἀγαθοῦ καὶ σωτηρίου λιμένος καὶ ἀγαθῶν αἰωνίων καὶ συναυλίας ἁγίων, μεθ’ ὧν σε ὑμνεῖν προσκυνεῖν καὶ δοξάζειν ἀξίωσον σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΓʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ ΚΑΙ ΟΤΙ ΜΕΓΑ ΚΑΙ ΘΕΙΟΝ Η ΔΙΚΑΙΟΣΥΝΗ, ΑΛΛ’ ΩΣΠΕΡ ΔΙ’ ΑΝΑΓΕΝΝΗΣΕΩΣ ΕΔΟΘΗ ΑΝΘΡΩΠΟΙΣ ΤΕΚΝΑ ΓΙΝΕΣΘΑΙ ΘΕΟΥ, ΟΥΤΩ ΚΑΙ ΔΙ’ ΕΡΓΩΝ ΑΓΑΘΩΝ ΔΕΔΟΤΑΙ ΑΥΤΟΙΣ ΓΙΝΕΣΘΑΙ ΔΙΚΑΙΟΙ Εὐλόγησον, <πάτερ>. Ἀδελφοὶ καὶ πατέρες, ἴστε ὅτι ἐν ταῖς παρῳχημέναις δυσὶ Κυριακαῖς περὶ σωφροσύνης τε καὶ φρονήσεως μικρὰ διελέχθημεν· διὸ καὶ ἤλθομεν ἄρτι καὶ περὶ τῆς αὐτῶν ὁμοζύγου δικαιοσύνης εἰπεῖν. Δικαιοσύνη δέ ἐστιν ὁ Θεός, οὗ «καὶ ἡ δικαιοσύνη μένει εἰς τὸν αἰῶνα», καὶ «δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησε» καὶ «δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου» καὶ «δίκαιος καὶ ὅσιος ὁ Κύριος». Διὸ καὶ ὁ λέγειν περὶ δικαιοσύνης ἐπιχειρῶν περὶ Θεοῦ λέγειν κατατολμᾷ, περὶ Θεοῦ δὲ λέγειν λόγου καὶ νοὸς θείου χρεία λοιπόν. Ἵνα δὲ ἀκολούθως τεθῶσιν αἱ τέσσαρες καὶ διαγραφῶσι πρῶται τῶν ἀρετῶν, ἀνάγκην ἔσχομεν καὶ περὶ δικαιοσύνης εἰπεῖν καὶ τόσον εἰπεῖν περὶ αὐτῆς, ὅσον ἡ θεία δικαιοσύνη προτείνει λόγον πρὸς δικαιοσύνην ἀλείφοντα ἐραστὰς δικαιοσύνης.

Θεὸς γὰρ δίκαιος καὶ ὑπερδίκαιος καὶ τὸ δίκαιον ἄκρον. Ἀλλ’ ὥσπερ χάριτι Θεοῦ δέδοται ἀνθρώποις «διὰ λουτροῦ παλινγενεσίας» γίνεσθαι τέκνα Θεοῦ, οὕτω καὶ διὰ πίστεως ὀρθῆς καὶ χρηστῶν ἔργων δέδοται αὐτοῖς καὶ δικαιοσύνης ἀξίωμα.

Διὸ καὶ δίκαιος Ἄβελ, δίκαιος Σήθ, δίκαιος Ἐνώς, δίκαιος Ἐνώχ, ὃς καὶ δι’ ἄκραν δικαιοσύνην μετετέθη πρὸς Θεοῦ καὶ θανάτου πεῖραν οὐκ ἔλαβε· δίκαιος Νῶε καὶ ὑδάτων πανωλεθρίων κατακλυσμῶν πεῖραν ἐξέφυγε· δίκαιος Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ ὁ νομοθέτης Μωσῆς, καὶ ὡς φίλος φίλῳ Θεὸς ἐλάλει αὐτοῖς· δίκαιος καὶ ἄμεμπτος Ἰώβ, καὶ πληγεὶς φθόνῳ τοῦ πονηροῦ τῇ δικαιοσύνῃ λαμπρότερος γέγονε· δίκαιος τῶν προφητῶν ὁ χορός, τῶν ἀποστόλων ὁ δῆμος, τῶν μαρτύρων ὁ ἐσμὸς καὶ τῶν ὁσίων ὁ μελισσών. Ναὶ μὴν ἀλλὰ καὶ μέχρι τοῦ νῦν πέπεισμαι ὅτι καὶ εἰσὶ καὶ ἔσονται δίκαιοι χάριτι Θεοῦ καὶ ὥσπερ ἀμήχανον μὴ εἶναι ἀδίκους τινὰς ἐν τῷ κόσμῳ, οὕτω πάλιν ἀμήχανον τοῦ μὴ εἶναι καὶ δικαίους τινὰς κατ’ εὐδοκίαν Θεοῦ μέχρι τοῦ νῦν καὶ μέχρι τοῦ τέλους, διότι, ὥσπερ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», οὕτω καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην δοῦλός ἐστι τῆς δικαιοσύνης, δηλαδὴ τοῦ Χριστοῦ, ὅς ἐστι «δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις», οὗ τὴν δικαιοσύνην καὶ κριτὴς ἄδικος μαρτυρῶν, ἔλεγεν· «Ἀθῷός εἰμι» ἐγὼ «ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου».

Ἔστιν οὖν Χριστοῦ δοῦλος ὁ δικαιοσύνης ἐρῶν, καὶ ὥσπερ τὸν μὴ ὄντα δοῦλον Χριστοῦ δίκαιον εἶναι ἀμήχανον, οὕτω πάλιν τὸν ὄντα δοῦλον Χριστοῦ δίκαιον μὴ εἶναι ἀμήχανον. «Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος» καὶ «δίκαιοι εἰς τὸν αἰῶνα ζῶσιν, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ» καὶ «δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται» καὶ «δίκαιος ὡς φοῖνιξ ἀνθήσει» καὶ τὰ ἑξῆς.

Δίκαιος δὲ ἐκεῖνός ἐστιν, ὃς τὰς ἀδίκους καὶ παρανόμους πράξεις καθόλου, λόγῳ καὶ πράξει, μισεῖ καὶ ἀποστρέφεται, διότι, ἐάν τις, φησίν, «ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος»· δίκαιος ἐκεῖνός ἐστιν, ὁ τὰς δικαίους πράξεις ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ καθόλου ἐπιμελούμενος· δίκαιος ἐκεῖνός ἐστιν, ὁ ἀγαπῶν τὸν Χριστὸν καὶ τηρῶν τὰς αὐτοῦ ἐντολάς, «ὅτι πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ δικαιοσύνη» καὶ πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ καὶ ὁ ἀγαπῶν με, φησί, τὰς ἐντολάς μου τηρήσει· ὧν προϋπάρχει μετάνοια σὺν ἐξομολογήσει—«μετανοεῖτε», φησίν, «ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν» καὶ ἐβαπτίζοντο «ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν»—εἶτα σωφροσύνη, ἐγκράτεια, καθαρότης βίου, πένθος κατὰ Θεόν, πραότης, ἀγάπη, ταπεινοφροσύνη, ἐλεημοσύνη, πτωχεία πνευματική, ὑπομονή, χρηστότης, ἐπιείκεια, μακροθυμία, ἀκεραιότης, ἀγαθωσύνη καὶ πᾶν εἴ τι καλὸν καὶ δίκαιον ἡμᾶς ἐκπαιδεύουσιν αἱ τοῦ Χριστοῦ ἐντολαί, ἅτινας κατὰ μέρος εἰπεῖν οὐκ ἠθέλησα, βραχυλογίας ἐπιμελούμενος.

Δικαιοσύνης οὖν ἔργον ἡ τῶν ῥηθεισῶν θείων ἐντολῶν ἀπαράβατος φυλακή· αὗται γὰρ δικαιοσύνης ἁπάσης χειραγωγὸς καὶ ὁδὸς ἀπλανής· αὗται καὶ βρώματα δικαιοσύνης καὶ πόμα καθάρσιον ὀνομάζονται· αὗται καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ Διαθήκῃ τηρούμεναι, οἴκημα Θεοῦ καὶ περιπάτημα πολλοὺς ἀνθρώπους εἰργάσαντο. Ὅπου γὰρ Θεὸς ἐνοικήσει καὶ ἐμπεριπατήσει καὶ ὅπου Χριστὸς ἐλεύσεται, ὁ πάσης δικαιοσύνης ἐπέκεινα, ἐκεῖ πᾶσα δικαιοσύνη ἄκρως τετέλεσται.

Καὶ ταῦτα μὲν περὶ δικαιοσύνης διὰ βραχέων· περὶ δὲ ἀνδρείας ἡ ἑξῆς Κυριακὴ ἀπεκδέχεται. Ὁ δὲ Θεὸς πάσης δικαιοσύνης δῴη ἡμῖν δικαιοσύνης ἔργα ἐπιτελεῖν καὶ δικαιοσύνης ἐργάτας ἀποδειχθῆναι καὶ δικαίων χοροῦ μὴ ἀφορισθῆναι, «καὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο, γένοιτο». Καὶ πάλιν ἐρεῖ· τρισαγία μονάς, δόξα τῷ κράτει σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΔʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΑΝΔΡΕΙΑΣ ΔΙΤΤΗΣ, ΨΥΧΗΣ ΗΤΟΙ ΚΑΙ ΣΩΜΑΤΟΣ, ΚΑΙ ΟΤΙ ΕΚΑΤΕΡΟΙ ΜΕΝ ΧΡΗΣΙΜΟΙ ΕΝ ΚΑΙΡῼ ΑΥΤΩΝ, ΧΡΗΣΙΜΩΤΕΡΑ ΔΕ Η ΤΗΣ ΨΥΧΗΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, τὰ δύο τῶν ἀρετῶν θεοσύζευκτα ζεύγη, σωφροσύνην καὶ φρόνησιν, δικαιοσύνην καὶ ἀνδρείαν, ἀγαγόντες εἰς μέσον, παρέδραμεν ἤδη μία ἑβδομὰς καὶ ἦν ἡ μία βοῦς ἡ μεγάλη, ἀνδρεία, μέχρι καὶ σήμερον διεζευγμένη τῇ ὁμοζύγῳ αὐτῆς φρονήσει. Διὸ καὶ ἀνέστην ἐγὼ σήμερον ἅμα πρωῒ καὶ ἦλθον ἐνθάδε συζεῦξαι αὐτὴν τῇ ἑτέρᾳ αὐτῆς ἐνώπιον ὑμῶν καὶ ἐπίπροσθεν ὑμῶν σπεῖραι τὰ εἰκότα καὶ ἀροτριάσαι τὰ δέοντα. Ἡ πανγεωργὸς γὰρ τοῦ Θεοῦ σοφία τὰ δύο ταῦτα καλογεώργητα ζεύγη ἐξέδοτο ἡμῖν, ἵνα τὰς χερσωθείσας ἡμῶν γαίας, καρδίας, νεώσωμεν καὶ καλλιεργήσωμεν δι’ αὐτῶν καὶ κατασπείρωμεν καὶ γεωργήσωμεν πᾶν εἶδος ἄξιον τῆς πανγεωργοῦ ἐκείνης τῆς δούσης τὰ ζεύγη. Σωφροσύνη γὰρ τὴν φρόνησιν ἔχει ὁμόζυγα καὶ γεωργεῖ ἀφθαρσίαν, ὥσπερ καὶ ἡ λαγνεία τὴν ἀφροσύνην ἔχει ὁμόζυγα καὶ γεωργεῖ τὴν φθοράν, δικαιοσύνη δὲ τὴν ἀνδρείαν ἔχει ὁμόζυγα καὶ γεωργεῖ τὰ τοῦ οὐρανοῦ, ἀδικία δὲ ἀδράνειαν ἔχει ὁμόζυγα καὶ γεωργεῖ τὰ τῆς γῆς. Ἡμεῖς δὲ ἀρτίως περὶ μιᾶς βοός, ἀνδρείας, λέγειν προήχθημεν, ἵνα τῇ προλεχθείσῃ ὁμοζύγῳ αὐτῆς δικαιοσύνῃ ταύτην συζεύξωμεν καὶ τὸ θεῖον τοῦτο δίζευγον ἀπαρτίσωμεν.

Διττὴν δὲ τὴν ἀνδρείαν δεδόσθαι πρὸς Θεοῦ πειθόμεθα, διὸ καὶ ὁρᾶται διττὴν τὴν ἐνέργειαν ἔχουσα καὶ χρήσιμος μέντοι καὶ ἀνδρεία σώματος ἐν καιρῷ αὐτῆς, ἤγουν ὅτε κατὰ βαρβάρων καὶ πολεμίων καὶ περιστάσεών τινων καὶ δυσχερῶν ἀναγκαίων καὶ ἔργων σπουδαστικῶν καὶ βασταγμάτων βαρέων, οἷος ἦν Σαμψών, Γεδεών, Ἰησοῦς τοῦ Ναυῆ καὶ ὅσοι τοιοῦτοι καὶ πάλαι καὶ νῦν ἀριστεῖς, ἔν τε πολέμοις καὶ ἐνεργείαις ἄλλαις τισὶ τῇ ἀνδρείᾳ κεκοσμημένοι, ἀνδρεία δὲ ψυχῆς πάσης ἀνδρείας ὑπέρκειται, ὅτι κατὰ παθῶν ὀλεθρίων καὶ πολεμίων ἀοράτων ἔχει τὸν πόλεμον καὶ «οὐκ ἔστιν» αὐτῆς «ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς» ἃς εἶπεν ὁ ἀπόστολος «ἀρχὰς καὶ ἐξουσίας» καὶ «κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις». Τούτοις γοῦν τοῖς πολεμίοις ὁ ἀνθιστάμενος καὶ νικῶν, ἀνδρείαν ὄντως κέκτηται τὴν ψυχὴν καὶ τὸ τῆς νίκης βραβεῖον ὡς ὄντως ἀνδρεία βραβεύεται.

Τοιαύτην γὰρ ἀνδρείαν εἶχον αἱ τῶν ἁγίων μαρτύρων ψυχαί, δι’ ἧς καὶ τυράννοις ἀντέστησαν καὶ ἁρπαγὴν ὑπαρχόντων ἀντ’ οὐδενὸς ἐλογίσθησαν καὶ μελῶν ἐκτομὰς καὶ ὀφθαλμῶν ἐκκεντήσεις γενναίως ὑπέμειναν καὶ τυράννων ὠμότητα καὶ πυρὸς τηκεδόνα καὶ ξίφους ἀκμὴν καὶ θηρῶν σπαραγμοὺς καὶ θανάτου δεινοῦ φόβον οὐκ ἔπτηξαν, ἀλλὰ ἀνδρείως ἑστῶτες, ὡς ἀνδρείαν ψυχὴν καὶ ἀδαμάντινον ἔχοντες, τὰς μηχανὰς τοῦ διαβόλου καὶ τῶν τυράννων ἀνδρείως ἐνίκησαν, καὶ τῆς νίκης τὸ στέφος τῇ ὁμολογίᾳ Χριστοῦ κομισάμενοι, σὺν Χριστῷ βασιλεύουσι. Μᾶλλον δὲ καὶ πρὸ τούτων τοιαύτην εἶχεν ἀνδρείαν ψυχὴν προφητῶν καὶ ἀποστόλων χορός, δι’ ἧς καὶ νευρούμενοι κατέσπειραν ἀφειδῶς πανταχοῦ τῆς θεογνωσίας τὰ σπέρματα, οὓς καὶ διεγείρων πρὸς ἀνδρείαν ἔλεγεν ὁ Σωτήρ, «ἔστωσαν αἱ ὀσφύαι ὑμῶν περιεζωσμέναι» καὶ ὅτι «ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ἐστὶν ὁ θερίζων» καὶ ὅτι ἀμφότεροι χαίρουσι καὶ μισθὸν λαμβάνουσι. Τοιαύτην γοῦν ἀνδρείαν εἶχε ψυχὴν καὶ δῆμος ἱεραρχῶν, δι’ ἧς καὶ ὡς ἱστὸν ἐρίθου κατέλυσαν τῶν κακοδόξων τὰ δόγματα. Τοιοῦτος ἦν Χρυσόστομος, Βασίλειος, Γρηγόριος, Ἀθανάσιος καὶ οἱ τούτων συμμέτοχοι· φαίνεται γὰρ ἡ τούτων ἀνδρεία ἐξ ὧν ὑπὲρ τῆς εὐσεβείας ἀνδρείως οἱ ἀνδρεῖοι κατεπάλαισαν καὶ ἐξ ὧν ἔργῳ καὶ λόγῳ ἐδίδαξαν.

Ὡσαύτως καὶ ὁσίων κατάλογος τοιαύτην ἔχων ἀνδρείαν ψυχήν, ἐν «ὄρεσι καὶ σπηλαίοις καὶ ἐρημίαις καὶ ταῖς ὀπαῖς τῆς γῆς» ἄϋλον καὶ ἀγγελικὸν καὶ ὑψιπέτηλον βίον κατώρθωσε, πείνῃ καὶ δίψῃ καὶ ἀκηδίᾳ καὶ δαίμοσι προσπαλαίοντες, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τῆς βασιλείας τῶν οὐρανῶν τὸν ἅπαντα χρόνον τῆς αὐτῶν βιοτῆς ἀνδρείως καὶ θεαρέστως ἐβάδισαν. Ἀλλὰ καὶ μέχρι τοῦ νῦν ἐκείνους γενναίους καὶ ἀνδρείους ἀποκαλοῦμεν, ὅσους ὁρῶμεν ἀνδρείους πρὸς ἀρετήν, ὅσους ὁρῶμεν ἐπιθυμίαν νικῶντας καὶ σαρκικὰς ἡδονὰς καὶ κατορθοῦντας ἁγνείαν καὶ σωφροσύνην καὶ ἁγιασμόν, ὅσους ὁρῶμεν νικῶντας αὐταρέσκειαν καὶ θέλημα ἴδιον καὶ κατορθοῦντας εὐπείθειαν καὶ ὑπακοήν, ὅσους ὁρῶμεν νικῶντας γαστρὸς τυραννίδα καὶ κατορθοῦντας ἐγκράτειαν, ὅσους ὁρῶμεν ὑπερορῶντας πλούτου καὶ δόξης καὶ πάντων ἁπλῶς τῶν θνητῶν καὶ ἀστάτων καὶ ἀπατηλῶν, ὅσους ὁρῶμεν ἀνθισταμένους καὶ ἑστῶτας ἀνδρείως κατὰ παθῶν πολεμίων καὶ καταβάλλοντας ταῦτα· τούτους καὶ ἀνδρείους ἀποκαλοῦμεν εἰκότως, τοὺς νικωμένους δὲ ἐντεῦθεν <καὶ> καταπίπτοντας, κἂν καὶ σωματικῆς εὐμοιρῶσιν ἀνδρείας καὶ ἀριστεύωσιν ἐν πολέμοις, τάχα οὐ τοσοῦτον θαυμάζομεν, διότι καὶ ἐθνικοὶ καὶ ἄπιστοι πλεῖστοι τοιοῦτοι εὑρίσκονται· πεῖρα γὰρ καὶ γύμνασις καὶ ῥώμη σώματος ἀνδρείους καὶ τούτους ὑπέδειξεν.

Ἀλλ’ ὥσπερ εἶπεν ὁ Θεὸς περί τινος ἐσφαλμένης νηστείας διὰ Ἠσαΐου ὅτι «οὐ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην», οὕτω καὶ περὶ ἐσφαλμένης ἀνδρείας σωματικῆς ἐφαμάρτου εἰκὸς λέγειν αὐτὸν ὅτι οὐ τοιαύτην ἀνδρείαν ἐγὼ ἐξελεξάμην ἐφάμαρτον.

Ἀλλ’ ἐπειδὴ ὁρῶ τοῦ λόγου τὸν νοῦν ὅτι πρὸς μῆκος ἐκτείνεται, δεῖ με λοιπὸν συστεῖλαι τοῦτον ἐνταῦθα, τὰ δὲ ἑξῆς τούτου τῇ ἑξῆς Κυριακῇ συνεξυφάνωμεν τούτῳ· δῴη δὲ Κύριος πᾶσιν ἡμῖν ἀνδρείως καὶ κατὰ Θεὸν τὸν δίαυλον ἅπαντα τῆς ἡμετέρας διεξάγειν ζωῆς εἰς ἡμῶν σωτηρίαν καὶ δόξαν αὐτοῦ αἰώνιον· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΕʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΑ ΕΞΗΣ ΤΩΝ ΠΡΟΛΕΧΘΕΝΤΩΝ ΠΕΡΙ ΑΝΔΡΕΙΑΣ ΚΑΙ ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΕΙΣ ΤΑ ΡΗΘΕΝΤΑ ΠΕΡΙ ΤΩΝ Δʹ ΘΕΙΩΝ ΑΡΕΤΩΝ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, εἰ καὶ μηδεὶς ἐξ ὑμῶν ὁ καθέλκων ἡμᾶς, ἀλλ’ ἡμεῖς ὡς εὐγνώμονες ὀφειλέται ἤλθομεν αὐθαιρέτως ἀποτίσαι τὸ χρέος ἡμῶν· χρεωστοῦμεν γὰρ ἐπιδοῦναι καὶ τὰ ἐπίλοιπα τοῦ περὶ ἀνδρείας λόγου καὶ συνάψαι τὰ προλεχθέντα περὶ τῶν τεσσάρων θείων ἀρετῶν, καθὼς καὶ ὑπεσχόμεθα.

Ἐλέγομεν δὲ τότε τοῦτο, ὅτι, ὥσπερ εἶπεν ὁ Θεὸς περὶ ἐσφαλμένης νηστείας ὅτι «οὐ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην», οὕτω καὶ ἐνταῦθα εἰκὸς λέγειν αὐτὸν ὅτι “οὐ τοιαύτην ἀνδρείαν ἐφάμαρτον ἐγὼ ἐξελεξάμην”· ἐσφαλμένην δὲ νηστείαν ἐκείνην ἑρμήνευσεν ἡ θεία Γραφή· ὁπόταν ἐν ταῖς ἡμέραις τῶν νηστειῶν ἡμῶν εὑρίσκωμεν τὰ πονηρὰ θελήματα ἡμῶν καὶ ποιοῦμεν αὐτὰ καὶ πάντας τοὺς ὑποχειρίους ἡμῶν ὑπονύσσωμεν καὶ εἰς κρίσεις καὶ μάχας νηστεύωμεν καὶ τύπτωμεν πυγμαῖς ταπεινόν, ἐσφαλμένη νηστεία ἐστί, καὶ ὥσπερ ἐκεῖ ἔλεγεν, «οὐδ’ ἂν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ’ οὕτω καλέσητε νηστείαν» καὶ ἡμέραν «δεκτὴν» τῷ Κυρίῳ, οὕτω καὶ ἐνταῦθα “οὐδ’ ἂν κόψῃς φάλαγγας πολεμίων καὶ ὑποστρώσῃς ὡς χόρτον καὶ λάχανον, οὐδ’ οὕτω κληθήσεται ἀνδρεία †ἐφάμαρτος Θεῷ καταπτωθεὶς ἁμαρτίᾳ”†.

Ἔλεγεν ἐκεῖ· «Οὐ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην»· λέγει καὶ ἐνταῦθα· «οὐ τοιαύτην ἀνδρείαν ἐγὼ ἐξελεξάμην». Ἔλεγεν ἐκεῖ· ἀλλὰ «λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα»· λέγει καὶ ἐνταῦθα· ἀλλὰ “λῦε πάντα σύνδεσμον κακοηθείας, διάλυε μαγγανείας δαιμονιωδῶν θελημάτων, ἀπόστελλε ἐννοίας ἄνω πρὸς Θεὸν καὶ πᾶσαν συγγραφὴν θεόπνευστον διέρχου”. Ἔλεγεν ἐκεῖ· «διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀσ[τέγου]ς εἰσάγαγε εἰς τὸν οἶ[κόν] σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει»· λέγει καὶ ἐνταῦθα· “διάθου πρὸς Θεὸν τὴν πᾶσαν ἐλπίδα σου καὶ λογισμοὺς ἀτόπους ἐκδίωκε τῆς καρδίας σου· ἐὰν ᾖς πτωχὸς τῇ ἀρετῇ, διεγέρθητι καὶ ἀπὸ τῶν οἰκείων τοῦ Θεοῦ σου σπεῦδε μὴ διαστῆναι”. Ἔλεγεν ἐκεῖ· «τότε ῥαγήσεται πρώιμον τὸ φῶς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βοήσῃ καὶ ὁ Θεὸς εἰσακούσεταί σου, ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι»· λέγει καὶ ἐνταῦθα· “τότε ἡ ἀνδρεία σου εὐαρεστήσει Θεῷ καὶ τὰ τρόπαιά σου ζηλωτὰ ὡς θεϊκά, τότε βοήσῃ καὶ ὁ Θεὸς εἰσακούσεταί σου” καὶ τὰ ἑξῆς “καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ διὰ παντός”.

Οἴδατε, ἀδελφοί, ποία ἐστὶν ἡ καθαρὰ νηστεία καὶ ποία ἡ ἐσφαλμένη καὶ οἴδατε πάλιν μεταφορὰν νηστείας πρὸς ἀνδρείαν καὶ ποίᾳ ἀνδρείᾳ εὐαρεστεῖται Θεός· «ἀνδρίζου», φησί, «καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν Κύριον». Ἀλλ’ ἐπειδὴ κατετμήθη ὁ λόγος ἡμῖν εἰς τέσσαρα τμήματα διὰ τὸ περὶ τεσσάρων διαλέγεσθαι ἀρετῶν, συνάψωμεν πάλιν τοῦτον εἰς ἕν, ἵνα εὐληπτότερος καὶ σαφέστερος γένηται. Ἰδοὺ γὰρ ζεύγη δύο θεοσπόρου γεωργίας καὶ γηπονίας νοητῆς, σωφροσύνη καὶ φρόνησις, δικαιοσύνη καὶ ἀνδρεία, «ὧν», φησί, «χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις».

Διώξωμεν σωφροσύνην, ἀγαπητοί, φρόνημα σῷον καὶ τέλειον μηδὲν ἐλλειπόμενον, μηδὲν κίβδηλον ἔχοντα· διώξωμεν φρόνησιν, φρονοῦσαν τὰ φρονήσεως ἄξια, μηδὲν ἔχουσαν πονηρὸν ἢ σκαιὸν ἢ σαρκικόν· διώξωμεν δικαιοσύνην συνάπτουσαν Θεῷ, μηδὲν ἄδικον φέρουσαν, μηδὲν δόλιον, μηδὲν στραγγαλιῶδες· διώξωμεν ἀνδρείαν εὐαρεστοῦσαν Θεῷ, μηδὲν ἔχουσαν ἀδρανές, μηδὲν πτωματῶδες, μηδὲν μαλακῶδες, διότι, ὥσπερ ὁ μὴ ἐλεύθερος πάντως δοῦλος, οὕτω καὶ ὁ μὴ σώφρων πάντως ἀκόλαστος, καὶ ὥσπερ ὁ μὴ ὑγιαίνων πάντως νοσῶν, οὕτω καὶ ὁ μὴ φρονῶν τὰ τοῦ Θεοῦ πάντως τὰ τῆς σαρκός, καὶ ὥσπερ ὁ μὴ πλούσιος πάντως πτωχός, οὕτω καὶ ὁ μὴ δίκαιος πάντως οὐ καθαρός, καὶ ὥσπερ ὁ μὴ βλέπων πάντως τυφλός, οὕτω καὶ ὁ μὴ ἀνδρεῖος κατὰ ψυχὴν πάντως ἀδρανὴς καὶ καταπίπτων τοῖς πάθεσιν.

Ἐὰν γοῦν θελήσωμεν ὁλοψύχως ἀκολασίαν διαδρᾶσαι μωρίαν τε καὶ ἀδικίαν καὶ ἀδράνειαν, πονήσωμεν δὲ περὶ σωφροσύνης φρονήσεώς τε καὶ δικαιοσύνης καὶ ἀνδρείας, πάντως ἡ τούτων δότειρα σοφία κουφίσει τὸν πόνον καὶ δώσει βοήθειαν, ὅτι αὕτη τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, ὡδήγησεν αὐτοὺς ἐν τρίβοις εὐθείαις, διότι «φθάνει», φησί, «τοὺς ἐπιθυμοῦντας» αὐτὴν πρὸ τοῦ γνωσθῆναι καὶ εὐκαίρως «θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν»· «ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει καὶ ὁ ἀγρυπνήσας δι’ αὐτὴν ταχέως ἀμέριμνος ἔσται, ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοὺς εὐμενῶς» καὶ «ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες “ἄμωμοι» ἐν ὁδῷ”, «βδέλυγμα» δὲ «Κυρίῳ ὁδοὶ διεστραμμέναι» καὶ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας» καὶ «ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ», «παντὶ δὲ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν», τῷ προαιρουμένῳ τὴν ζωήν, συνεργεῖ ὁ Θεός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.