Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Β΄: Κατηχήσεις ΛΑ΄-ΛΒ΄ (Παραβολές) και Επίλογος του έργου

Ερμηνεία των παραβολών του Τελώνου και του Φαρισαίου και του Ασώτου Υιού, ακολουθούμενη από ποιμαντικές προτροπές προς τους ηγουμένους και τον τελικό δοξολογικό επίλογο του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 17 από 17

ΚΑΤΗΧΗΣΙΣ ΛΑʹ ΤΟΥ ΑΥΤΟΥ ΕΓΚΛΕΙΣΤΟΥ ΠΕΡΙ ΤΟΥ ΦΑΡΙΣΑΙΟΥ ΚΑΙ ΤΟΥ ΤΕΛΩΝΟΥ, ΚΑΙ ΟΤΙ ῬᾼΔΙΟΝ Η ΜΕΤΑΒΟΛΗ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ χάριτι θείᾳ διηνύσαμεν τοῦ χρόνου τὸν δίαυλον καὶ πεφθάκαμεν ἤδη τήνδε τὴν Κυριακήν, ἐν ᾗ στηλιτεύεται μὲν ἡ Φαρισαίου μεγαλαυχία, κηρύττεται δὲ ἡ τελώνου ἠλεημένη ταπείνωσις, μικρὰ καὶ περὶ τούτων φιλοσοφήσωμεν, ὅτι καὶ τῆς νηστείας τὰ πρόθυρα ἤδη διανοίγονται.

Εἰκὼν δὲ ταπεινοφροσύνης ὁ τελώνης καταλαμβάνεται, δι’ ἧς δύναται σὺν Θεῷ γενέσθαι δίκαιος ὁ βουλόμενος. Εἰκὼν δὲ κενοδοξίας ὁ Φαρισαῖος καθέστηκε, δι’ ἧς κενοῦται πᾶν ἔργον ἀγαθὸν καὶ ἀφανισμῷ παραδίδοται. Εἰκὼν δὲ μετανοίας ὁ ἄσωτος, δι’ ἧς οὐ μόνον ἁμαρτημάτων δίδοται ἄφεσις, ἀλλὰ καὶ υἱοθεσία καὶ κόσμησις διὰ πατρικῆς εὐνοίας προσγίνεται. Ὅτι δὲ ῥᾴδιος ἡ μεταβολὴ ἐκ τοῦ κρείττονος πρὸς τὸ χεῖρον καὶ ἐκ τοῦ χείρονος πρὸς τὸ κρεῖττον, ὁρῶμεν τοῦτο καὶ ἐκ τῶν πραγμάτων καὶ αἱ Γραφαὶ διδάσκουσι τοῦτο, οἷον ὅτι ἐλεπρώθη Ὀζίας, δι’ ἔπαρσιν τραπεὶς πρὸς τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ ἐγένετο «σκεῦος ἐκλογῆς» Σαῦλος τραπεὶς πρὸς τὸ κρεῖττον ἐκ διώκτου καὶ ὑβριστοῦ, καὶ ἕτερα πλεῖστα τοιαῦτα καὶ βλέπομεν καὶ ἀκούομεν. «Ἄνθρωποι δὲ δύο», φησὶν ὁ Κύριος, «ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης».

Εἰκὸς γὰρ ἦν τὸν Κύριον πολλοὺς ὁρᾶν τῶν Ἰουδαίων μεγαλαυχοῦντας καὶ κατακρίνοντας, οὐκ ἐβούλετο δὲ ὑφαπλῶσαι τὸν λόγον καὶ ἁπλῶς διελέγχειν αὐτούς, φειδομένως δέ πως ἑνὸς μόνου Φαρισαίου ἐστηλίτευσε τὸ μεγάλαυχον· διὰ τοῦτο γὰρ καὶ παραβολὴ λέγεται, παραλαμβάνουσα πλείστους καὶ τότε καὶ εἰς τὸ ἑξῆς καὶ μέχρι τοῦ τέλους. Ἤκουε γὰρ τούτων πολλάκις ἀνερυθριάστως λαλούντων, διατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε καὶ ὅτι «ἐν ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι», ὥστε ἄλλους μὲν ἀπεκάλουν ἁμαρτωλούς, ἑαυτοὺς δὲ εἶχον δικαίους, καὶ «δὸς δόξαν», φησί, «τῷ Θεῷ, ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστι» καὶ ὅτι «σὺ ἐν ἁμαρτίαις ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς;».

Ὢ τῆς πλάνης! Ὢ τῆς ἀνοίας! Ὢ τῆς μανίας! Ὃν ἔβλεπον πηγάζοντα θεοσημίας ἐκάλουν ἁμαρτωλόν, ὃν εἶδον οἱ ἄρχοντες αὐτῶν Νικόδημος, Ναθαναήλ, Ἰωσήφ, Βύζης καὶ Ἀλέξανδρος καὶ ὅσοι αὐτῷ συνέφαγον ἐν τῷ γάμῳ Σίμωνος τοῦ Γαλιλαίου ἐν τῇ Κανᾶ πόλει, ὅτι ἐννοίᾳ καὶ μόνῃ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, ἐτόλμησαν καλέσαι τοῦτον ἁμαρτωλόν. Μᾶλλον δὲ ὃν ἔδειξε Πρόδρομος, ὃν ἐμαρτύρησεν, «ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», προσεῖπον ἁμαρτωλόν.

Αὐτὸς δὲ ἔλεγε· «Τίς ἐξ ὑμῶν ἐλέγξει με περὶ ἁμαρτίας;», Ἠσαΐας δὲ προέλεγεν, «Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ», μᾶλλον δὲ «καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ» καὶ «ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν» καὶ ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη, αὐτοὶ δὲ ἔλεγον· «ἡμεῖς οἴδαμεν ὅτι <ὁ> ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστι». Βουλόμενος δὲ ὁ Κύριος διδάξαι κἀκείνους καὶ ἡμᾶς μὴ ἄλλους τινάς, ἀλλ’ ἡμᾶς αὐτοὺς ὀνομάζειν ἁμαρτωλούς, ἔλεγεν· «Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου» (δηλαδὴ τὴν Δευτέραν, ὥσπερ καὶ ἡ Κυριακὴ μία λέγεται τῶν σαββάτων) «ἀποδεκατῶ πάντα ὅσα κτῶμαι». Ταῦτα γὰρ ὁ Φαρισαῖος εὐχόμενος ἀληθῆ μὲν ἔλεγεν—οὐ γὰρ ἐτόλμα λέγειν τῷ Θεῷ ψευδῆ, ἅτινα οὐκ εἶχε κατορθώματα—, ἀλλὰ τάχα θαρρῶν ὅτι ἅπερ λέγει ἀληθῆ εἰσιν, ἵστατο μεγαλοφώνως εὐχαριστῶν τῷ Θεῷ.

Τρία δὲ ἐντεῦθεν μεγάλα ἐκληρώσατο ἐγκλήματα· πρῶτον μὲν ὅτι ὑπὲρ πάντας ἀνθρώπους δίκαιον ἑαυτὸν ἐπωνόμασε, δεύτερον δὲ ὡς κενῆς δόξης ἐφιέμενος τὰ ἑαυτοῦ ἐθριάμβευσε κατορθώματα τρίτον, ὅτι εἰς πρόσωπον τὸν τελώνην κατέκρινε καὶ ἐβδελύξατο καὶ κατῄσχυνε. Καὶ ὁ «τελώνης», φησί, «μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ» καὶ «κατέβη οὗτος», φησί, «δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἤπερ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· καλῶς γὰρ εἶπεν ὁ εἰπὼν ὅτι κρεῖσσον πεσεῖν ἀπὸ κρημνοῦ ἢ ἀπὸ γλώσσης, ὅτι «ἐν χειρὶ γλώσσης ζωὴ καὶ θάνατος». «Ἔστι», φησί, «μεστὴ ἰοῦ θανατηφόρου» καὶ «σπιλοῖ ὅλον τὸ σῶμα ἡμῶν»· διὸ καὶ ἔψαλλεν ἄλλος καὶ ηὔχετο λέγων· «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου».

Ταῦτα γοῦν μὴ εἰδὼς ὁ Φαρισαῖος προσεύξασθαι, ὡς πλοῖον μεστὸν ἀγαθῶν εἴσω τοῦ λιμένος ἐλεεινῶς ἐναυάγησε, ὁ δὲ τελώνης, εἰδὼς ταῦτα προσεύξασθαι, ἐκ μέσου βυθοῦ ἁμαρτιῶν παραδόξως διέσωσται, ἵνα καὶ ἡμεῖς ταῦτα ἐνωτιζόμενοι ἑκατέρωθεν τὴν ὠφέλειαν ἕξωμεν, τοῦ μὲν φεύγοντες τὸ ὑψαύχενον φρόνημα, τοῦ δὲ μιμούμενοι τὴν ἠλεημένην ταπείνωσιν· πρὸς τοῦτο γὰρ καὶ ἐγράφησαν καὶ ἀναγινώσκονται καὶ ἐπακροώμεθα, ἵνα τῇ τούτων νουθεσίᾳ καρπώμεθα, ἵνα φαρισαϊκὴν μεγαλαυχίαν μισήσαντες, τελωνικῶς τὸν Θεὸν ἐξιλεωσώμεθα, ὅτι «καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει».

Καὶ ταῦτα μὲν περὶ ἐπάρσεως καὶ ταπεινώσεως σήμερον ἅλις. Ἡ δὲ ἑξῆς Κυριακὴ ἀπαιτοῦσα ἡμᾶς τὰ τοῦ ἀσώτου εἰπεῖν, ὁ τοῦ ἀσώτου πατὴρ δώσει καὶ τὰ ἐκείνου διὰ βραχέων εἰπεῖν, εἰς ὠφέλειαν μὲν καὶ οἰκοδομὴν τῶν ἡμετέρων ψυχῶν, εἰς δόξαν δὲ καὶ αἶνον καὶ εὐχαριστίαν καὶ τιμὴν καὶ προσκύνησιν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΛΒʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΟΥ ΑΣΩΤΟΥ ΚΑΙ ΟΤΙ ΑΠΟΓΙΝΩΣΚΕΙΝ ΟΥ ΔΕΙ, ΑΛΛ’ ΕΠΙΣΤΡΕΦΕΙΝ ΓΝΗΣΙΩΣ, ΚΑΙ ΤΙ ΕΣΤΙΝ ΑΡΧΗ ΜΕΤΑΝΟΙΑΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, καλὸν σὺν Θεῷ ἤδη τέλος ὁ τελευταῖος ἡμῶν λόγος κατέλαβε, καλῷ συναντήματι τὸ πυξίδιον τοῦτο συνήντησε περατούμενον, καλόν, ὅτι καλὸν τῆς μετανοίας τὸ χρῆμα καθέστηκε, καλὸν δὲ καὶ μακάριον τέλος κατέλαβεν, ὅστις ἐν μετανοίᾳ τὸ τέλος κατέλαβεν. Ἡ γὰρ παροῦσα ἡμέρα σάλπιγγος δίκην πάντα περιηχούσης τὰ πέρατα συγκαλεῖται πρὸς μετάνοιαν ἅπαντας. Καὶ ὥσπερ πρὸ πολέμου σάλπιγξ προευτρεπίζει στρατιώτας πρὸς πόλεμον, οὕτω καὶ ἡ παροῦσα ἡμέρα σαλπίζει καὶ προλέγει μὲν διὰ τῶν θείων εὐαγγελίων τῆς τοῦ ἀσώτου παραβολῆς τῆς μετανοίας τὸ χρήσιμον, προλέγει δὲ καὶ τῆς νηστείας τὴν ἔλευσιν· μετάνοια γὰρ καὶ νηστεία ἱερὰ ξυνωρὶς καὶ πανάμωμος, ὧν χωρὶς ὀλίγοι οἱ σῳζόμενοι. Διὸ καὶ ὡς σάλπιγξ πανεύσημος ἡ θεία φωνὴ πάσῃ ἀκοῇ τρανῶς ἐξηχεῖ σήμερον κηρύττουσα τὴν μετάνοιαν καὶ προκηρύττουσα τὴν νηστείαν, ὥσπερ καὶ πάλαι διὰ Ἰωὴλ προεκήρυττε λέγουσα· «Σαλπίσατε σάλπιγγι ἐν Σιών», «ἁγιάσατε νηστείαν».

Τί ἐστιν «ἁγιάσατε νηστείαν»; Ἤγουν ἀπὸ παθῶν καθαριεύθητε, ὥσπερ καὶ τῷ Μωσεῖ ἔλεγεν ὁ Θεός· «Καταβὰς διαμάρτυρε τῷ λαῷ» τούτῳ «καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην». Καὶ «κατέβη Μωϋσῆς ἀπὸ τοῦ ὄρους καὶ ἡγίασε» τὸν λαόν. Πῶς ἡγίασε; Διετάξατο καθαριεύειν καὶ ἀπέχεσθαι καὶ τῶν νομίμων αὐτῶν γυναικῶν—«γίνεσθε», φησίν, «ἕτοιμοι τρεῖς ἡμέρας, μὴ προσέλθητε γυναικὶ»—καὶ ἡγίασεν αὐτούς.

Ὥστε ἁγιάζεται νηστεία, ὅτε ὁ νηστεύων ἐκ παντὸς καθαριεύει κακοῦ· νηστεύουσι γὰρ καὶ δαίμονες, νηστείαν δὲ οὐχ ἁγιάζουσι καὶ μένουσι πάλιν δαίμονες. Ἐπεὶ δὲ ἡμεῖς διὰ βρώσεως ἡδονήν, τῆς τοῦ ξύλου φημί, πρὸς ἄνοιαν ἐξεπέσαμεν καὶ τῇ ἀσωτίᾳ συνεκυλίσθημεν καὶ φλεγμαινούσαις σηπεδόσιν ἁμαρτιῶν τὴν ψυχὴν κατετρώσαμεν, νηστείας λοιπὸν καὶ μετανοίας ἡμῖν ἐξεδόθησαν φάρμακα, ἐνδίκως ἀναλογοῦντα τῶν σηπεδόνων τὰ αἴτια· φάρμακον γὰρ τῆς παραβατικῆς βρώσεως ἐκείνης νηστεία, ἀνοίας δὲ μετάνοια. Διὸ καὶ ὁ Σωτὴρ πρὸ πάσης δημηγορίας ἢ θεοσημίας προὔθηκε τὴν μετάνοιαν. «Μετανοεῖτε», φησίν, «ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν». Εἰ οὖν ἔκτοτε ἤγγικεν ἡ βασιλεία, πρὸ χιλίων πεντακοσίων τῆς συντελείας ἐτῶν, τί ἂν εἴποιμεν ἄρτι περὶ αὐτῆς; Ἐὰν εἴποιμεν ὅτι «ἐγγύς ἐστιν ἐπὶ θύραις» καὶ ἔφθασεν ἤδη, οὐ διαψευσόμεθα.

Διὸ καὶ περισσοτέρας σπουδῆς χρεία λοιπὸν πρὸς μετάνοιαν καὶ μᾶλλον, ἐὰν κρινώμεθα ὑπὸ τοῦ συνειδότος ἡμῶν ὅτι διεζεύχθημεν τοῦ φιλανθρώπου Πατρὸς καὶ ἐμακρύνθημεν Θεοῦ πρὸς ἀκάθαρτον χώραν παθῶν καὶ τὸν πλοῦτον τὸν πατρικὸν ἀσώτως ἐδαπανήσαμεν καὶ ἀκαθάρτου πολίτου, δαίμονος, εἰς ἀγρὸν συνεβοσκήθημεν χοίροις ἡδονήν, ἁμαρτίαν, ξυλοκεράτων ἀπλήστων, λιπαίνοντα μὲν ψυχῆς φάρυγγα πρὸς ἀπώλειαν, ἄπληστον δὲ διαμένουσαν τῶν κερατίων ταῖς ἡδοναῖς· μὴ ἐναπομείνωμεν τῇ ξενιτείᾳ, μὴ κρατηθῶμεν τῇ ἐσχάτῃ ταύτῃ πτωχείᾳ, μὴ ἀπελπίσωμεν ὡς πολλὰ μακρυνθέντες καὶ πολλὰ τὸν πατέρα λυπήσαντες, μὴ διστάσωμεν ὡς τὴν οὐσίαν αὐτοῦ κακῶς δαπανήσαντες, μήπως οὐ προσδέξηται ἡμᾶς ἐπιστρέφοντας.

Μετρητὴ γὰρ ἡ κακία καὶ ἡ ἁμαρτία ἡμῶν, οἵα καὶ ὅση καθέστηκεν, ἐκείνου δὲ τὸ ἔλεος ἄμετρον καὶ ἀπέραντον καὶ οὐ μόνον ἀνονειδίστως ἐπιστρέφοντας πρὸς αὐτὸν ἡμᾶς δέχεται, ἀλλὰ καὶ τὴν πρώτην κατακοσμήσειε τῆς υἱοθεσίας στολήν. Διὸ μὴ ἐπιλαθώμεθα «τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ», μὴ γενώμεθα ἄστοργοι, μὴ φανῶμεν ἀμνήμονες. Μνησθῶμεν αὐτοῦ καὶ τῶν συνδούλων ἡμῶν ἀγγέλων καὶ ἁγίων, τῆς ἀκηράτου ἐκείνων καὶ ἀλήκτου τρυφῆς λάβωμεν μνήμην. Ἀρχὴ γὰρ μετανοίας μνήμη ἐστὶν ἀγαθή. Διὸ καὶ μνησθεὶς εἶπε· «Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι»;

Καὶ εὐθὺς ἡ ἐκ τῆς ἁμαρτίας ἀνάστασις καὶ ἐπιστροφὴ ἀμετάτρεπτος· «Ἀναστὰς» οὖν, φησί, «πορεύσομαι πρὸς τὸν πατέρα μου». Εἶτα ἡ ἐξομολόγησις καὶ ἡ συντριβὴ τῆς καρδίας μετὰ πολλῆς ταπεινώσεως· «Ἥμαρτον», φησί, «πάτερ, εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου» καὶ «οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου».

Ἔδειξε γοῦν ὁ Σωτὴρ ἡμῶν διὰ τῆς τοῦ ἀσώτου παραβολῆς τί δεῖ λέγειν καὶ δρᾶν τὸν θέλοντα μετανοεῖν, ὅτι ἀνάστασιν ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος καὶ ἐπιστροφὴν καὶ ὁλοκάρδιον ἐξαγόρευσιν, δι’ ὧν καὶ προσδέχεται τῷ εὐσπλάγχνῳ πατρὶ καὶ κοσμεῖται βασιλικῶς τὰ θεία χαρίσματα καὶ καταξιοῦται τοῦ τεθυμένου «μόσχου τοῦ σιτευτοῦ», σώματος τοῦ Χριστοῦ, καὶ «χαρὰ γίνεται ἐν οὐρανῷ» τῇ τούτου εὑρέσει καὶ μετανοίᾳ.

Ἐγὼ δέ, τίμιε πάτερ καὶ αὐτάδελφε κῦρι Ἰωάννη, πρὸς σὲ καὶ πρὸς τὴν ὑπὸ σὲ θεοσύλλεκτον συνοδίαν ταῦτα πάντα κατὰ τὴν ὑμῶν πανόσιον κέλευσιν γράψας καὶ στείλας δοκῶ ἐνηχεῖσθαι τὸ φάσκον ῥητόν· «Ὁ διδάσκων τὸν ἕτερον σεαυτὸν οὐ διδάσκεις;».

Ὅμως, ἐπεὶ οὐκ ἀπ’ ἐμαυτοῦ πρὸς τὸ ταῦτα γράψαι κεκίνημαι, ἀλλ’ ἐπίταγμα ὑμέτερον καὶ ὑπακοὴν σὺν Θεῷ καὶ εὐπείθειαν ἐξεπλήρωσα συγγραψάμενος ταῦτα καὶ στείλας ὑμῖν, οἶμαι ὅτι οὐδὲν ἐγκλήματος, μᾶλλον δὲ οὐχ ἁμαρτήσω εἰπεῖν ὅτι οὐκ ἐμά, ἀλλὰ Πνεύματος ἁγίου ῥήματα γράψας ἔστειλα ὑμῖν. Οἶδε γὰρ Πνεῦμα Θεοῦ, ὡς καὶ ἐπὶ Βαλαάμ, κατά τινα οἰκονομίαν καὶ διὰ ἀναξίων λαλεῖν.

Διὰ τοῦτο γοῦν, κῦρι ἀδελφέ, ὡς ῥήματα θεῖα λοιπὸν μὴ κατόκνει ἐξᾴδειν ταῦτα τοῖς ὑπὸ σὲ ἀδελφοῖς καὶ μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, “τίς ἡ ἐντεῦθεν ὠφέλεια, ἐπεὶ οὐ καρποῦνταί τινες”· κἂν γὰρ μὴ πάντες καρπῶνται, πάντως κἂν ὀλίγοι ἐκ τῶν πολλῶν, μᾶλλον δὲ κἂν ἕνα ἐκ τῶν πολλῶν ὠφελήσῃς, καὶ τοῦτο πολύ, ὅτι καὶ μιᾶς ψυχῆς, ὡς ἀκούομεν, οὐκ ἀντάξιος ὁ κόσμος.

Εἰ δ’ ἴσως οὐδεὶς ὁ προσέχων, οὐδεὶς ὁ ἀκούων ἢ ὠφελούμενος, οὐδ’ οὕτω σε δεῖ κατοκνεῖν καὶ σιωπᾶν, ἀλλ’ ὡς ἄοκνός τις διανομεὺς διανέμειν, καθὼς προσετάγης, τὸ δεσποτικόν σου ἀργύριον τοῖς τραπεζίταις, ὅτε δὲ ἥξει ὁ Κύριος τοῦ ἀργυρίου, οἶδεν αὐτὸς πῶς συλλέξει τὸ ἑαυτοῦ, σὲ δὲ ὡς διανείμαντα τοῦτο καὶ τὸ σαυτοῦ ἐκπληρώσαντα ἀνεύθυνον ἀποδείξει.

Ταῦτα δὲ καὶ τὰ τοιαῦτα καὶ πρὸς σὲ λέγω ἐκ φιλαδέλφου καρδίας καὶ πρὸς τοὺς μετὰ σὲ κατὰ καιρὸν καὶ καιροὺς διαδεχομένους τὴν ἡγεμονίαν τῶν ἀδελφῶν. Εἰ δέ πού τις τύχῃ τῶν ἐμπαθῶν καὶ ῥαθύμων τῶν κατ’ ἐμὲ καὶ ἀμελῶν καὶ ὑπὸ τῆς ἰδίας κρινόμενος συνειδήσεως οὐ δύναται λέγειν καὶ κατηχίζειν τοῖς ὑπ’ αὐτὸν «τὰ σωτηρίας ἐχόμενα», ἵνα τί ἄρχει λοιπὸν καὶ οὐ φοβεῖται καὶ τρέμει καὶ τῆς ἀρχῆς ἀφ’ ἑαυτοῦ αὑτὸν μεθιστᾷ, διανοούμενος μήπως ὁρᾶται Θεῷ πλανῶν καὶ πλανώμενος καὶ ἑτέρας διὰ τῆς ἑαυτοῦ ἐμπαθείας προσαπολέσῃ ψυχάς, ἃς καὶ ἐκζητήσει Θεὸς ἐκ τῶν τούτου χειρῶν, καθὼς καὶ προηπείλησεν, «ἰδού», λέγων, «ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν», ὅτι «οὐκ ἐξεζήτησαν», φησίν, «οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν»;

Ταῦτα δὲ λέγομεν, οὐχ ἵνα λυπήσωμεν, ἀλλ’ ἵνα διὰ τὸν θεσμὸν τῆς ἀγάπης ὠφελήσωμεν μᾶλλον καὶ μὴ ἀπατήσωμεν. Γένοιτο δὲ καὶ ὑμῖν τε καὶ ἡμῖν τούσδε τοὺς λόγους ἐγκάρπους γενέσθαι καὶ ἔργῳ ἐκπληρῶσαι καὶ ἀρθῆναι τῶν κάτω καὶ ἀναπτῆναι πρὸς τὰ ἄνω καὶ ζῶσα γενέσθαι θυσία εὐάρεστος Θεῷ καὶ φιλῆσαι αὐτὸν καὶ φιληθῆναι ὑπ’ αὐτοῦ, ὅτι καὶ αὐτὸς τοὺς αὐτὸν φιλοῦντας ἀγαπᾷ, καὶ δοξάσαι αὐτὸν καὶ δοξασθῆναι ὑπ’ αὐτοῦ, ὅτι καὶ αὐτὸς τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζειν ὑπέσχετο, καὶ τυχεῖν αὐτοῦ καὶ τῆς αὐτοῦ βασιλείας καὶ τῶν αὐτοῦ ἀγαθῶν καὶ τῆς ἀλήκτου ζωῆς, ὅτι αὐτός ἐστιν ἡ ζωὴ καὶ ἡ αἰτία τοῦ παντὸς ἀγαθοῦ, ὁ ἐν Τριάδι ὑμνούμενος καὶ προσκυνούμενος καὶ δοξαζόμενος πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.