Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Α΄: Κατηχήσεις ΙΒ΄-ΙΖ΄ (Από το Πάσχα έως την εορτή των Αγίων Αποστόλων)

Κατηχήσεις για την Ανάσταση του Κυρίου, τη Μεσοπεντηκοστή, την Ανάληψη, το δόγμα της Νικαίας (Άγιοι Πατέρες), το μυστήριο της Αγίας Τριάδος και το κήρυγμα των Αγίων Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 7 από 17

ΚΑΤΗΧΗΣΙΣ ΙΒʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΕΡΙ ΑΝΑΣΤΑΣΕΩΣ ΛΟΓΟΝ ΤΟΥ ΘΕΙΟΥ ΚΑΙ ΙΕΡΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΒΡΑΧΥΤΑΤΟΣ ΠΡΟΛΟΓΟΣ Εὐλόγησον, <πάτερ>. Ἀδελφοὶ καὶ πατέρες, δίκαιον ἡγοῦμαι γλῶσσαν πηλίνην καὶ λόγον ἰσχνὸν καὶ νοῦν χθαμαλὸν σήμερον ἡσυχάσαι, ἵνα γλῶσσα χρυσέα καὶ λόγος φαιδρὸς καὶ νοῦς θεῖος καὶ ὑψηλὸς τὴν ἁγίαν καὶ φαιδρὰν καὶ σωτήριον καὶ λαμπρὰν τοῦ Σωτῆρος ἡμῶν ὑμνήσῃ λαμπρῶς ἐξανάστασιν· ὃς καὶ βεβαιώσει μᾶλλον καὶ τὰ ἰσχνῶς παρὰ τῆς ἡμῶν ἀμαθίας ἐφ’ ἑκάστης Κυριακῆς περί τε ἐργασίας καὶ ἐργατῶν καὶ δηναρίου λεγόμενα· καὶ τάχα οὐδ’ αὐτὸς κατὰ μέρος περὶ τὰ τοιάδε διηγήσηται· τῆς θείας γὰρ ἀναστάσεως ἡ παγκόσμιος χαρμονή, ἔμπλεων χαρᾶς αὐτοῦ τὴν ψυχὴν καὶ τὸν νοῦν καὶ τὴν γλῶσσαν ἐργασαμένη οὐ συνεχώρησεν εἰπεῖν κατὰ μέρος ἐν τούτῳ τῷ λόγῳ τίς μὲν ὁ οἰκοδεσπότης, τίς δὲ ὁ ἀμπελὼν καὶ τίνες οἱ ἐργάται καὶ τίς ἡ πρώτη καὶ ἡ ἕκτη καὶ ἡ ἐννάτη καὶ ἡ ἑνδεκάτη καθέστηκεν ὥρα καὶ τίς ἡ ἑσπέρα καὶ τί τὸ δηνάριον, ἀλλὰ ταῦτα πάντα ὡς πρόδηλα τοῖς προσέχουσι καταλείψας ἑκών, γαννύμενος ἤρξατο διαπρυσίως οὑτωσὶ λέγων. «Εἴ τις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης πανηγύρεως. Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ. Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον. Εἴ τις ἀπὸ πρώτης εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα.

Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαριστῶν ἑορταζέτω. Εἴ τις περὶ τὴν ἕκτην ἐφάνη, μηδὲν ἀμφιβαλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. Εἴ τις ὑστέρησε τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων. Εἴ τις μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδύτητα· φιλότιμος ὁ φιλάνθρωπος, δέχεται τὸν ἔσχατον καθάπερ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης ὡς τὸν ἐργασάμενον ἀπὸ πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι καὶ τούτῳ χαρίζεται· καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν προαίρεσιν ἐπαινεῖ.

Οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν· καὶ πρῶτοι καὶ δεύτεροι, τὸν μισθὸν ἀπολάβετε. Νηστεύσαντες καὶ μὴ νηστεύσαντες, εὐφράνθητε σήμερον, λέγοντες καὶ σκιρτῶντες μετὰ τοῦ Δαβίδ· “Αὕτη ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ”.

Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες. Ὁ μόσχος πολύς, μηδεὶς ἐξελθέτω πεινῶν· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία. Μηδεὶς ὀδυρέσθω τὰ πταίσματα· συγγνώμη γὰρ ἀπὸ τοῦ τάφου ἀνέτειλε. Μηδεὶς φοβείσθω τὸν θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦ κατεχόμενος. Ἐκόλασεν αὐτόν, γευσάμενος τῆς σαρκὸς αὐτοῦ· καὶ τοῦτο προλαβὼν ὁ Ἠσαΐας ἐβόα· “Ὁ ᾅδης”, φησίν, “ἐπικράνθη συναντήσας σοι” κάτω. Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη.

Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη. Ἔλαβε σῶμα καὶ Θεῷ περιέτυχεν. Ἔλαβε γῆν καὶ συνήντησεν οὐρανῷ. Ἔλαβεν ὅπερ ἔβλεπε καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἀνέστη Χριστὸς καὶ σὺ καταβέβλησαι. Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες. Ἀνέστη Χριστὸς καὶ χαίρουσιν ἄγγελοι.

Ἀνέστη Χριστὸς καὶ ζωὴ πολιτεύεται. Ἀνέστη Χριστὸς καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, “ἀπαρχὴ τῶν κεκοιμημένων” ἐγένετο» καὶ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας καὶ τῆς ἄνω πορείας καθέστηκε, τῆς δὲ κάτω πορείας τοὺς πιστοὺς ἐλυτρώσατο καὶ τῆς ἄνω πλατείας τοὺς ὁδοστάτας ἀπήλασε, τῆς δὲ κάτω πλατείας τοὺς δικαίους ἀπείργησε καὶ τὰς κάτω πύλας συντρίψας τὰς ἄνω πύλας ἀνέῳξε. Καὶ οἱ μὲν κάτω δραπέται θρηνοῦσι καὶ λέγουσι· Τίς ἐστὶν οὗτος ὁ ἀήττητος ἄνθρωπος, ὁ ὑπὲρ πάντας ἀνθρώπους κατισχύσας ἡμῶν καὶ ὅπλῳ ξυλίνῳ τραυματίσας καὶ σκυλεύσας ἡμᾶς; Οἱ δὲ ἄνω πολῖται ἀνυμνοῦσι καὶ λέγουσιν· «Ἄρατε πύλας, οἱ ἄρχοντες ἡμῶν, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», ὁ «κραταιὸς» καὶ ἰσχυρός, ὁ «δυνατὸς ἐν πολέμῳ» καὶ μόνος δυνάστης. Καὶ ὁ μὲν κάτω τύραννος καυχώ[μεν]ος ἔλεγεν· Ἰδοὺ βασιλεύω τοῦ βασιλείου πλάσματος· ὁ δὲ ἄνω βασιλεὺς διὰ Σοφονίου πάλιν ἀντέλεγεν· «Ὑπόμεινόν με εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον».

Καὶ ὁ μὲν κάτω ἀποστάτης γυμνωθεὶς ἀποδύρεται, ἡ δὲ ἄνω νύμφη τοῦ Χριστοῦ, Ἐκκλησία, νυμφικῶς ἐπαγάλλεται λέγουσα· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης» περιέβαλέ με, «ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ». Διαποροῦσι πνεύματα προφητῶν τὴν ταφὴν τὴν θεόσωμον τοῦ καλοῦ ἐκείνου καὶ μεγάλου ποιμένος καὶ λέγουσι·

Ποῦ ἐστιν ὁ ἀναγαγὼν ἐκ «γῆς τὸν ποιμένα τῶν προβάτων» αὐτοῦ, ἀντὶ τοῦ “ὁ μέλλων ἀναγαγεῖν”; Ὃς τὸ ἄπορον λύων τούτοις, φησί· «Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου», καὶ «τὸ σωτήριόν μου ὡσεὶ λαμπὰς καυθήσεται».

Ταύτην οὖν, ἀγαπητοὶ ἀδελφοί, τὴν μικρὰν προσθήκην προσέθηκα, οὐχ ἵνα ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπιτείνω τὸν κόπον ὑμῶν, οὐδ’ ὅτι ἵνα ὑπερφρονήσω τῆς χρυσορρήμονος γλώττης, ἀλλ’ ἵνα αἴνῳ αἶνον προσθήσω κἀγὼ μικρὸν τῇ Χριστοῦ ἀναστάσει «καὶ προσθήσω», φησίν, «ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου», ὅτι τὸ «πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός», ἀλλ’ ἐξηγέρθη ὡς Θεὸς καὶ βασιλεὺς τοῦ παντός, «δυνατὸς ἐν ἰσχύϊ»· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΓʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΑΠΕΙΝΟΦΡΟΣΥΝΗΣ ΕΚ ΤΗΣ ΔΙΔΑΧΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, εἰ καὶ οἱ πλεῖστοι τῶν ἀδελφῶν ἡμῶν ἔξω ἀσχολοῦνται τῷ ἀμητῷ, ἀλλ’ ὅμως ὑμῶν οἱ νουνεχεῖς καὶ λόγου μετέχοντες σχολάζετε ἤδη τῷ θείῳ τούτῳ νεῲ διὰ τὴν συνήθη σύναξιν. Διὸ οὐδὲ χρὴ διὰ τοὺς λείποντας ἀδελφοὺς καὶ ὑμᾶς αὐτοὺς ὑστερεῖν τῆς πνευματικῆς ὑπομνήσεως, ἀλλ’ ὥσπερ κἀκείνων ἀπόντων σωματικῆς μετέχομεν βρώσεως, οὕτω καὶ πνευματικῆς μετέχειν προσήκει καὶ εἰδέναι τίς ὁ σκοπὸς τῆς τοσαύτης ἀνέσεως, ὅτι μετὰ τὴν ἁγίαν καὶ λαμπρὰν καὶ σωτήριον τοῦ Χριστοῦ ἐξανάστασιν πεντήκοντα ἡμέρας ἑορτάζειν χαρμονικῶς προετράπημεν καὶ οὐδεμίᾳ διὰ νηστείας ἢ δι’ ἄλλης τινὸς σκληραγωγίας τις κατατρύχεται. Τίς ἆρα ὁ σκοπὸς ὅτι τεσσαράκοντα καὶ ἑπτὰ ἡμέρας διὰ νηστείας καὶ ἀγρυπνίας καὶ κλίσεως γονάτων κεκμηκέναι ὡρίσθημεν καὶ πεντήκοντα ἡμέρας ἐν ἀνέσει διάγειν χαρμονικῶς ἐκελεύσθημεν;

Ἐμοὶ γὰρ δοκεῖ ὅτι ἡ πρὸ τῆς δεσποτικῆς ἀναστάσεως σκληραγωγία καὶ κάκωσις ὅλου τοῦ βίου ἡμῶν σημαίνει τὸ ἐπίπονον τῆς ἐν σαρκὶ ζωῆς καὶ τοὺς πόνους ἁπλῶς τῆς ἐναρέτου ζωῆς, ὅτι ἄχρις ἂν ἐν τῷδε τῷ βίῳ καὶ τῷ σαρκίῳ προσμένωμεν, πονεῖν ὀφείλομεν καὶ κάμνειν πρὸς ἀρετήν, ἡ δὲ ἄνεσις τῶν πεντήκοντα ἡμερῶν μετὰ τὴν κυριακὴν ἐξανάστασιν ὅλου τοῦ μέλλοντος αἰῶνος δηλοῖ τὴν χαρὰν τοῖς δικαίοις καὶ τὴν ἑορτὴν τὴν ἀπέραντον, ὅτι, ὥσπερ τῷ Χριστῷ μετὰ κόπον καὶ κάκωσιν καὶ πάθος ἑκούσιον καὶ θάνατον καὶ ταφὴν καὶ ἀνάστασιν θάνατος αὐτοῦ οὐκέτι κυριεύσει, οὐδέ τις αὐτῷ θλῖψις προσπελάσαι τολμήσειεν, ἀλλὰ ζῇ ζωαρχικῶς καὶ βασιλεύει ἐν δόξῃ ὡς βασιλεὺς προαιώνιος σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι, οὕτω καὶ ἐν τῷ νῦν αἰῶνι οἱ καλῶς βιοτεύσαντες, ζωῆς ἀεννάου καὶ ἀλήκτου καταξιωθέντες χαρᾶς, Χριστοῦ χάριτι σὺν αὐτῷ βασιλεύσουσι καὶ τοῦτο εἰκονίζει σαφῶς ἡ τῶν πεντήκοντα ἡμερῶν τούτων μετὰ τὴν κυριακὴν ἔγερσιν ἄνεσις· ὧν τὴν μεσότητα σήμερον ἑορτάζοντες, τὸν «ἐν μέσῳ τῆς γῆς» Μεσσίαν ἐργασάμενον σωτηρίαν ἀξιοχρέως δοξάσωμεν καὶ μεσούσης τῆς ἑορτῆς μέσον τῶν Ἰουδαίων ἐν τῷ ἱερῷ ἑστῶτα καὶ διδάσκοντα νοητῶς τοῦτον κατίδωμεν καὶ ἐκ τῆς αὐτοῦ διδαχῆς τὸ πρᾶον καὶ ταπεινὸν αὐτοῦ καταμάθωμεν.

Θαυμαζόντων γὰρ τότε τῶν Ἰουδαίων καὶ λεγόντων ὅτι «πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς;», οὐ λέγει ὅτι “Ἐγώ εἰμι ἡ ἄπειρος τοῦ Θεοῦ σοφία, ἐν ᾗ πάντες οἱ ἀπόκρυφοι θησαυροὶ τῆς γνώσεως τεθησαυρισμένοι εἰσὶ καὶ τῆς σοφίας τὰ νάματα δι’ ἐμοῦ πηγάζουσιν, ἐν οἷς καὶ πηγάζουσι, καὶ πᾶσαν φρόνησιν καὶ «ἐργασιῶν ἐπιστήμην» ἡ ἐμὴ φρόνησις ἐδίδαξε σοφία καὶ «δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ τύραννοι κρατοῦσι γῆς» καὶ ἡ ἐν ἐξόδοις ὑμνουμένη σοφία καὶ ἡ ἄγουσα ἐν πλατείαις παρρησίαν ἐγώ εἰμι, ὁ λαλῶν νῦν παρρησίᾳ μέσον ὑμῶν”, ἀλλὰ ἀντὶ μᾶλλον τούτων ἁπάντων καὶ τῶν τοιούτων, φησίν, «ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με» καὶ «ὁ λαλῶν ἀφ’ ἑαυτοῦ», φησί, «τὴν ἰδίαν δόξαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν».

Ὁρᾶτε, ἀδελφοί, ταπεινοῦ φρονήματος ἄβυσσον, ὁρᾶτε πραότητος πέλαγος, ὁρᾶτε χρηστότητος πλάτος καὶ μέγεθος; Καλῶς γὰρ εἶπεν ὁ εἰπὼν ὅτι «πᾶσα σοφία παρὰ Κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα» καὶ ὅτι «ἄμμον θαλασσῶν καὶ σταγόνα ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει καὶ ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;».

Τίς γὰρ ἂν ἔγνω τότε ἢ τίς ὁ δυνάμενος ἐξιχνιάζειν τὴν τοῦ Χριστοῦ ταπεινώσεως ἔμπλεων διδαχήν; Βουλόμενος γὰρ ἐκπαιδεῦσαι ἡμᾶς φρονεῖν ταπεινὰ καὶ μηδὲν ἀφ’ ἑαυτῶν ποιεῖν τι, ἀλλὰ τιμᾶν μᾶλλον ἀρχὴν καὶ ἐκπληροῦν ὑπακοήν, «ἡ ἐμή», φησί, «διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με» καὶ «ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστι». Καὶ γὰρ οὕτως ἔχει· ὁ φρονῶν ταπεινὰ καὶ βουλόμενος μὴ ἀδικεῖν, ὅπου ἐὰν καὶ σταλῇ παρὰ τοῦ προεστῶτος αὐτοῦ, τὰ εἰς δόξαν καὶ ἀρέσκειαν τοῦ στείλαντος αὐτὸν καὶ λέγει καὶ πράττει καὶ οὐ φρονεῖ μέγα, ὡς ἀφ’ ἑαυτοῦ λέξας ἢ πράξας τι μέγα, ἀλλὰ τῇ θείᾳ συμμαχίᾳ καὶ τῇ εὐχῇ τοῦ προεστῶτος τὸ φρονηθὲν ἐφρονήθη καὶ τὸ ἐνεργηθὲν ἐνηργήθη, ὁ δὲ παρήκοος καὶ ὑψηλόφρων καὶ τοῦ προεστῶτος αὐτοῦ θέλων ὑπερφρονεῖν καὶ τοῦ στείλαντος θέλων τὰς ἐντολὰς παρορᾶν καὶ ἐπιθυμῶν ἀδικεῖν καὶ τὴν ἰδίαν δόξαν ζητεῖν φρονεῖ ἀφ’ ἑαυτοῦ καὶ πράττει ἀφ’ ἑαυτοῦ καὶ τὴν ἰδίαν ψυχὴν ἀδικῶν οὐκ αἰσθάνεται. Ὅσοι γάρ, φησίν, ἦλθον ἀφ’ ἑαυτῶν καὶ ἐλάλησαν ἀφ’ ἑαυτῶν καὶ ἔπραξαν ἀφ’ ἑαυτῶν, κλέπται ἦσαν καὶ λῃσταὶ τῆς ἑαυτῶν ψυχῆς καὶ πνοῆς καὶ ζωῆς. Διὸ καὶ κλέψαντες καὶ θύσαντες καὶ ἀπολέσαντες συναπώλοντο.

Μέγα οὖν καὶ πάνυ μέγα τὸ τῆς ταπεινοφροσύνης χρῆμα, ὅτι Χριστοῦ δόμα καθέστηκε· «Μάθετε», φησίν, «ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσητε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν», καὶ ὅσῳ μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτὸν καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν, ὅτι «ἀκάθαρτος παρὰ» Κυρίου «πᾶς ὑψηλοκάρδιος», καὶ παντὸς ἀνθρώπου φρόνημα «ὑψηλὸν βδέλυγμα» Κυρίου καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται», πᾶς δὲ «ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Μέγα ὕψος ἐν ἀληθείᾳ φρόνημα ταπεινόν, ὃ εἰ ἐτήρησε πρὸ τοῦ πεσεῖν ὁ πεσὼν καὶ πρὸ τοῦ θανεῖν ὁ θανών, οὐκ ἂν ὁ μὲν ἔπεσεν, ὁ δὲ τέθνηκεν, οὐκ ἂν ὁ μὲν δαίμων ἐξ ἀγγέλου, ὁ δὲ θνητὸς ἐξ ἀθανάτου γεγόνασιν, ἀλλ’ ἔμενεν ἂν μέχρι τοῦ νῦν καὶ ἀεὶ ἕκαστος τούτων ἐν τῇ ἰδίᾳ χώρᾳ καὶ δόξῃ καὶ τάξει καὶ στάσει, ἄτρεπτός τε καὶ ἄπτωτος.

Προσχῶμεν οὖν ἑαυτοῖς, ἀδελφοί, καὶ εἴ τι ἕκαστος ἡμῶν χάρισμα κέκτηται, εἴτε τοῦ νοεῖν εἴτε τοῦ λέγειν εἴτε τοῦ ψάλλειν εἴτε τοῦ ἀναγινώσκειν εἴτε τοῦ γράφειν εἴτε τοῦ χειρεργεῖν τεχνικῶς εἴτε τοῦ ἐργασίαν ἔχειν πνευματικήν, μὴ μέγα φρονείτω, ἀλλὰ μᾶλλον λεγέτω· «Θεοῦ τὸ δῶρον», οὐκ ἐμὸν σπούδασμα.

Θεοῦ τὸ χάρισμα. Διὸ καὶ χάρισμα λέγεται, ἵνα ὁ τοῦτο ἔχων ἐννοῇ ὅτι τὸ χάρισμα τοῦ χαρίσαντος κατὰ χάριν τὸ χάρισμα, τῷ δὲ χαρισθέντι τὸ χάρισμα προσκυνεῖν δεῖ καὶ εὐχαριστεῖν καὶ μὴ μέγα φρονεῖν, ὅτι «πᾶσαν φρόνησιν καὶ ἐργασιῶν ἐπιστήμην» ἡ πάντων φρόνησις ἐδίδαξε σοφία, καὶ μᾶλλον ἀκούοντες σήμερον τῆς ἀπείρου σοφίας τοῦ Θεοῦ λαλούσης δι’ ἡμᾶς, ταπεινὰ διδασκούσης, ὅτι «ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με» καὶ ποιεῖ ἑαυτὸν δι’ ἡμᾶς οὐ μόνον ἀπεσταλμένον, ἀλλὰ καὶ μηδὲ ἔχοντα τί λέγειν ἀφ’ ἑαυτοῦ, ποιεῖ δὲ τοῦτο τιμῶν ἀρχὴν πατρικὴν καὶ τὴν αὐτοῦ ἔνσαρκον οἰκονομίαν ἐπιβεβαιῶν, παιδεύων δὲ καὶ ἡμᾶς φρονεῖν ταπεινά.

Ἡμῖν δέ, ὥσπερ ἡ μεσονήστιμος ἐκείνη τότε τετρὰς σταυρὸν ἐδήλου καὶ ταφὴν καὶ ἀνάστασιν, οὕτω καὶ ἡ μεσέορτος αὕτη τετρὰς ἀνάληψιν τοῦ ἀναστάντος δηλοῖ καὶ κάθοδον Πνεύματος καὶ γλωσσῶν καινουργίαν, διὰ πυρίνων γλωσσῶν παραδόξως ἑτερογλώσσοις λέγειν καὶ ἀκούειν τρανότατα· οὗ γένοιτο καὶ πάντας ἡμᾶς πατρικῇ εὐδοκίᾳ καὶ υἱωτικῇ εὐσπλαγχνίᾳ καταξιωθῆναι τῆς καινουργίας πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΔʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΥΠΕΡΦΥΩΣ ΤΙΜΗΘΕΙΣΗΣ ΑΝΘΡΩΠΙΝΗΣ ΦΥΣΕΩΣ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΠΥΛΩΝ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἐπεὶ παντὸς ἀνθρώπου φιλοθέου καὶ φιλοχρίστου ψυχὴ εὐφραίνεται σήμερον τῇ τοῦ Χριστοῦ ἀναλήψει καὶ τῇ ἐλπίδι τῆς παρουσίας τοῦ Ἁγίου Πνεύματος, συνευφρανθῶμεν καὶ ἡμεῖς ὡς φιλόχριστοι, ἐπεὶ καὶ οὐρανὸς καὶ γῆ συναγάλλονται σήμερον, καὶ τὴν ἁγίαν τοῦ Σωτῆρος ἡμῶν ἑορτάζουσιν ἄνοδον· συνεορτάσωμεν, ἐπεὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ» διαλέλυται τῆς ἄνω πορείας καὶ τὰ διεστῶτα συνήφθησαν καὶ τὰ ἐπὶ γῆς συνηνώθησαν οὐρανῷ. ᾌσωμεν καὶ ὑμνήσωμεν καὶ δοξάσωμεν καὶ μεγαλύνωμεν καὶ προσκυνήσωμεν τὸν αἴτιον τῆς παραδόξου ταύτης ἑνώσεως, ὅτι οὐ μόνον τὴν θνητὴν καὶ πηλίνην σάρκα ἡμῶν διὰ τῆς Παρθένου Μαρίας περιθέσθαι ἠνέσχετο, ἀλλ’ ὅτι καὶ εἰς οὐρανοὺς ταύτην ἀνήγαγεν καὶ τὴν οὖσαν ὑπεύθυνον καὶ ἐρριμμένην εἰς τὰ κατώτερα μέρη τῆς γῆς ὑπεράνω τῶν οὐρανῶν ἀνύψωσε σήμερον καὶ τῷ ἀρρήτῳ θρόνῳ ἐκείνῳ τῷ πατρικῷ συνεδριάσας ἐκ δεξιῶν ταύτην κεκάθικε καὶ ὑπ’ ἀγγέλων ἁγίων καὶ ὑπὸ πάσης ἁπλῶς κτίσεως αὐτὴν προσκυνεῖσθαι ἠξίωσε.

Φρίξωμεν οἱ τὴν σάρκα ἐν ἁμαρτίαις μολύνοντες, ὅτι τὸν σαρκωθέντα δι’ ἡμᾶς καὶ τὴν φύσιν τιμήσαντα ἡμεῖς ἁμαρτάνοντες ἀτιμάζομεν, καὶ μετανοῆσαι γνησίως σπουδάσωμεν καὶ δι’ ἔργων ἀγαθῶν τὴν τοῦ Κυρίου σάρκα τιμήσωμεν, ἵνα κἀκείνη τὰ τῆς σαρκὸς ἡμῶν πάθη ἀπονεκρώσασα ζωὴν καὶ ἀνάπαυσιν τῇ ἀθανάτῳ ψυχῇ δωρήσηται. Μέγα ὄντως καὶ ὑπὲρ νοῦν τὸ ἀξίωμα τῆς ἡμετέρας φύσεως πέφυκεν, ὅτι καὶ κατ’ εἰκόνα Θεοῦ καὶ καθ’ ὁμοίωσιν καὶ ὅτι τὴν σάρκα ἡμῶν ἀνελάβετο καὶ τῷ θρόνῳ τῷ πατρικῷ συνεκάθισε καὶ ὑπερφυῶς ταύτην ἐδόξασε.

Ταύτῃ τῇ δόξῃ ἐπεθύμησαν παρακύψαι καὶ ἄγγελοι, ὅτι «οὐκ ἀγγέλων ἐπιλαμβάνεται», ὡς καὶ τῷ Παύλῳ πεφιλοσόφηται, «ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται». Τοῦτο καὶ Δαβὶδ ἐκπληττόμενος ἔλεγε· «Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν»; Καὶ τὴν μὲν ἄρρητον αὐτοῦ κατάβασιν προφητεύων ἔψαλλεν· «Ἔκλινε», φησίν, «οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ», ἤγουν ἐπὶ τῆς γῆς· γνόφος γὰρ ἡ ἀδηλία, ἵνα μὴ εὐθὺς προδήλως τοῖς πᾶσι καταφανῇ τὸ μυστήριον καὶ πρὸ καιροῦ οἱ περίεργοι τὰ τοῦ καιροῦ περιεργάσωνται. Καὶ διὰ τοῦτο γνόφος ἡ ἀδηλία, ἵνα πρὸ πάντων ἀκαταλήπτως καὶ ἡσύχως καὶ ἀταράχως γενήσεται ἡ σύλληψις ὡς «ὑετὸς ἐπὶ πόκον», ὅπερ καὶ γέγονε. Τὴν δὲ ἀνάληψιν αὐτοῦ καὶ τὴν τοῦ ἁγίου Πνεύματος παρουσίαν Ζαχαρίας πάλιν δηλῶν ἔλεγεν· «Ἰδοὺ ἡμέρα Κυρίου» ἔρχεται «καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἰερουσαλὴμ ἐξ ἀνατολῶν» ἡλίου «καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως».

Ὕδωρ ζῶν ἐξελθὸν ἐξ Ἰερουσαλὴμ καὶ διαχωρισθὲν ἄνω καὶ κάτω «ἐν θέρει καὶ ἐν ἔαρι» ἡ ποταμιαία τοῦ θείου Πνεύματος καθέστηκε χάρις. Διὰ ταύτην γὰρ τὴν γραφὴν ἔλεγεν ὁ Κύριος ὅτι· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». Τοῦτο γοῦν μετὰ τὴν ἀνάληψιν ἐμφορήσας τοὺς ἀποστόλους, ἐξῆλθον ἐξ Ἰερουσαλὴμ ὡς ὕδωρ ζῶν καὶ ὡς θεόβρυτοι ποταμοὶ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὴν ἐσχάτην, ἤγουν εἰς τὰ νότια μέρη τῆς Ἰερουσαλήμ, Αἰθιοπίαν καὶ πανταχοῦ, τὸ ζῶν ὕδωρ τῆς θεογνωσίας ποτίζοντες τὰ ἔθνη. Ὡσαύτως καὶ ὁ θεῖος Δαβὶδ τὴν διὰ νεφέλης καὶ ἀγγέλων δηλῶν τοῦ Κυρίου ἀνάληψιν ἔψαλλε τῷ Θεῷ, «ἡ ἀλήθειά σου», λέγων, «ἕως τῶν νεφελῶν», «ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις», «ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα».

Τούτων γοῦν τῶν πνευμάτων καὶ πυρφορούντων ἁγίων λειτουργῶν πρὸς τὰς ἀνωτέρας δυνάμεις ἡ γεγηθυία κραυγή· «Ἄρατε πύλας, οἱ ἄρχοντες ἡμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». Καὶ «τίς ἐστιν», ἀντερώτουν αἱ ἄνω δυνάμεις, «οὗτος ὁ βασιλεὺς τῆς δόξης;».

Ἐκεῖνον γὰρ ὃν ἡμεῖς βασιλέα δόξης γινώσκομεν, πύλαι καὶ κλεῖθρα ἀποκλεῖσαι οὐ δύνανται. Καὶ «τίς ἐστι», λοιπόν, «οὗτος ὁ βασιλεὺς τῆς δόξης». Αἱ δὲ ἀναφέρουσαι μετὰ νεφέλης τὸν Κύριον πάλιν ἀντέλεγον· οὐκ ἄλλος ἐκεῖνος καὶ ἄλλος οὗτος, ἀλλ’ οὗτος ἐκεῖνος ἐστὶν «ὁ Κύριος τῶν δυνάμεων» καὶ «ὁ βασιλεὺς τῆς δόξης» καὶ δύναται μὲν εἰσελθεῖν καὶ «τῶν θυρῶν κεκλεισμένων», οὐ βούλεται δέ· ἀλλ’ ἵνα πιστεύσωσι πάντες ὅτι οὐκ ἀπέθετο ὅπερ ἀνέλαβε σῶμα, ἀλλ’ ὅτι σύσσωμος ἀνελήφθη, «ἄρατε πύλας καὶ εἰσελεύσεται»· μετὰ σώματος γὰρ ἀνελήλυθε, μεθ’ οὗ καὶ τὸ τρόπαιον ἔστησε, μεθ’ οὗ τὸν θάνατον ἐθανάτωσε, μεθ’ οὗ τὰς πύλας τοῦ ᾅδου καὶ τὰ κλεῖθρα συνέτριψε καὶ τὸν τύραννον ἔδησε καὶ τὰ τούτου σκεύη διήρπασε καὶ τὴν αὐτοῦ στρωμνὴν ἐβαράθρωσε καὶ οὓς κατεῖχε πάλαι δεσμίους λύσας ἐξήγαγε «καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν· οὐ πρέσβις οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς καὶ ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος» καὶ ὡς βασιλεὺς τροπαιοῦχος μετὰ νίκην τυράννου καὶ λύτρωσιν αἰχμαλώτων, ἐπικαθίσας ὀχήματι νεφικῷ καὶ ἐπιβὰς ἅρματι ἀγγελικῷ, ἀνῆλθεν ἤδη, καθὼς ὁρᾶτε, ὡς «βασιλεὺς τῆς δόξης» καὶ «κύριος τῶν δυνάμεων» ἡμῶν καὶ πάντων ἁπλῶς. «

Ἐρύθημα», ὡς ὁρᾶτε, «ἱματίων αὐτοῦ ἐκ Βοσόρ»· οὗτος, «ὡραῖος ἐν στολῇ» αὐτοῦ, βοᾷ «μετὰ ἰσχύος» πολλῆς· «Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου». Καὶ «διὰ τί σου», φησίν, «ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένη;». «Ληνόν», φησίν, «ἐπάτησα» μονώτατος «καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ». Ἐν τῇ ληνοπατίᾳ, φησί, τοῦ σταυροῦ καὶ τοῦ πάθους, ἐν τῇ ληνῷ τοῦ κρανίου διὰ λόγχης πλευράν μου τρυγώσης «ἐπάτησα» μονώτατος καὶ οὐδεὶς ἀνθρώπων πρὸς τοῦτο τὸ ἔργον συνήργησέ μοι· «Ἄρατε πύλας, οἱ ἄρχοντες ἡμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι», αἰώνιοι, ὅτι πρόσκαιρόν τι καὶ φθαρτὸν οὐκ ἔστιν ἐκεῖ. Εἰ δὲ αἱ πύλαι τῆς βασιλείας αἰώνιοι, πόσῳ γε μᾶλλον αὐτὴ ἡ βασιλεία αἰώνιος καὶ εἰς αἰῶνας καὶ ἐπ’ αἰῶνας; Καὶ ἔτι. Εἰ δὲ ἡ βασιλεία οὕτως, τί ἄν τις εἴποι περὶ τοῦ αἰωνίου Θεοῦ, κατὰ Παῦλον, καὶ βασιλέως αὐτῆς, ἀλλ’ ἢ ὅτι ἄναρχος καὶ ἀπέραντος τῆς τρισαγίου μονάδος ἡ φύσις καθέστηκε;

Μὴ παρέργως δὲ ταῦτα, ἀδελφοί μου, ἀκούωμεν· περὶ βασιλέως γὰρ τοιούτου καὶ βασιλείας καὶ πυλῶν αἰωνίων ὁ παρέργως ἀκούων καὶ μὴ πράττων τὰ ἄξια τῆς ἐκεῖσε εἰσόδου ἔξω πάντως μετὰ ἀγρίων θηρῶν αὐλισθήσεται, ὅπερ ἐστὶν ἐλεεινὸν θέαμα καὶ δακρύων πολλῶν καὶ στεναγμῶν ἄξιον, ὅτι διὰ προσκαίρους, αἰσχρὰς καὶ σαρκικὰς ἡδονὰς ἔξω τῆς βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς ἀσυγγνώστως ἐναποκλείομεν καὶ προκρίνομεν ἑκουσίως τῆς αἰωνίου βασιλείας καὶ ζωῆς καὶ ἀνέσεως μᾶλλον τὴν κόλασιν. Ἀλλὰ μὴ οὕτως, παρακαλῶ, ἀδελφοί, διὰ τὸν Κύριον μή, ἀλλὰ μᾶλλον διὰ μετανοίας καὶ ἐπιστροφῆς καὶ πράξεων ἀγαθῶν σπεύσωμεν τῶν ῥηθεισῶν πυλῶν εἴσω γενέσθαι καὶ τῶν ἐκεῖσε τεθησαυρισμένων αἰωνίων ἀγαθῶν συναπολαῦσαι δικαίοις χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀναληφθέντος Θεοῦ Λόγου· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΕʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΝΙΚΑΙᾼ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΚΑΙ ΠΕΡΙ ΗΣ ΕΔΟΓΜΑΤΙΣΑΝ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ ΚΑΙ ΟΤΙ Η ΠΙΣΤΙΣ Η ΟΡΘΗ ΧΡῌΖΕΙ ΚΑΙ ΒΙΟΥ ΟΡΘΟΥ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἰδοὺ μεταξὺ δύο φωσφόρων καὶ σωτηρίων ἑορτῶν ἑορτή. Ἰδοὺ μεταξὺ οὐρανομηκῶν δύο πανηγύρεων ἀστέρες πολύφωτοι. Ἰδοὺ μεταξὺ δύο οὐρανοδρόμων ἁρμάτων ἡνίοχοι τριακόσιοι δέκα καὶ ὀκτώ, οὐχ ἵνα ἡνιοχήσωσι πάντως τὴν ὁρμὴν τῶν θείων ἡνιοχουμένων τούτων ἁρμάτων, ἀλλ’ ἵνα τοὺς ἀπιστοῦντας περὶ τῶν ἐπιβάντων τοῖσδε τοῖς ἅρμασι πρὸς πίστιν ἰθύνωσιν, ὅτι τὸ μὲν σαρκοφόρον ἐκ γῆς Θεὸν Λόγον πρὸς οὐρανίους ἁψίδας καὶ πατρικοὺς κόλπους ἀνήγαγε, τὸ δὲ ὅτι «ἄλλον παράκλητον» ἀντὶ τοῦ ἀναληφθέντος, «ὥσπερ διαφερομένης βιαίας πνοῆς», ἐκεῖθεν ἀντικατήγαγεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν ὅτι «συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ ἐγὼ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως».

Τούτων γοῦν πατρικῇ εὐδοκίᾳ, τοῦ μὲν ἀνελθόντος ἀρρήτως, μετὰ σαρκὸς ἅρματι νεφικῷ ἐπιβάς, τοῦ δὲ κατελθόντος ἀκαταλήπτως ἐν ἤχῳ «φερομένης πνοῆς βιαίως» καὶ διανείμας γλώσσας πυρίνας τοῖς μύσταις τῆς χάριτος, ἔδει φωτισθῆναι πρὸς πίστιν ὀρθὴν «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον».

Τοῦτο δὲ τὸ καλὸν φθονήσας ὁ σατανᾶς ἐσκότισε μᾶλλον καὶ σπείρας ζιζάνια ποικίλων αἱρέσεων κατεζώγρησε πλείστους καὶ ἀντὶ τοῦ “πάντας γενέσθαι καὶ εἶναι καὶ λέγεσθαι χριστιανούς”, ἐκληρώθησαν καὶ εἰσὶ καὶ λέγονται αἱρετικοί, ἤγουν ἀρειανοὶ καὶ νεστοριανοί, μακεδονιανοὶ καὶ ἰακωβῖται καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα, ὧν καὶ τὰ ὀζώδη ὀνόματα καὶ τὰ μυσαρὰ δόγματα οὐ τοῦ παρόντος ἐστὶ καιροῦ τὸ λέγειν καὶ γράφειν.

Ἦν γὰρ τότε μέσον πιστῶν τε καὶ ἀπίστων καπνοῦ πλῆθος, μάχης καὶ ἔριδος καὶ σκανδάλων. Διὸ καὶ μεταξὺ τῆς τε ἀναλήψεως τοῦ Χριστοῦ καὶ τῆς καθόδου τοῦ Παρακλήτου συνέδραμον θεοκινήτως καὶ προστάξει βασιλικῇ ἐν τῇ μητροπόλει Νικαίᾳ οἱ κλεινοὶ οὗτοι πατέρες ὡς ἀστέρες φαεινοί, ὡς ἄοκνοι γεωργοί, ὡς κυβερνῆται χρηστοί, ὡς ποιμένες καλοί, καὶ ἐμείωσαν μὲν ὡς φωστῆρες τὸ σκότος τῆς ἀσεβείας, ἐξερίζωσαν δὲ ὡς γεωργοὶ τὰς ἀκάνθας τῆς βλασφημίας, διεκρούσαντο δὲ ὡς κυβερνῆται τὰ κύματα τῶν αἱρέσεων, ἐξέωσαν δὲ ὡς ποιμένες καὶ ἀφώρισαν καὶ ἐξεδίωξαν τοὺς λύκους ἐκ τῶν προβάτων δικαίως καὶ τὰ ληρώδη δόγματα τούτων ὡς βλάσφημα ῥίψαντες κατεπάτησαν.

Οὐ κτίσμα τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συνεχώρησαν λέγεσθαι, ὡς ἐκεῖνοι κακοφρόνως ἐθέσπισαν, ἀλλὰ κτίστην μᾶλλον καὶ συνοχέα καὶ ὁμοούσιον τοῦ Πατρὸς καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα καλῶς καὶ ὁσίως διὰ τοῦ συμβόλου τῆς πίστεως τρανῶς καὶ συμφώνως ἐκήρυξαν καὶ ἡμεῖς ἐπιστεύσαμεν καὶ πιστεύομεν κατὰ τὴν θεόπνευστον τούτων παράδοσιν.

Καὶ ἔστι μὲν ἡ πίστις ἡμῶν καλὴ καὶ ὀρθὴ καὶ πανάμωμος καὶ πλὴν ταύτης οὐκ ἔστιν ἄλλη· χρῄζει δὲ ἡ ὀρθὴ πίστις καὶ βίου ὀρθοῦ καὶ ἔργων τῆς πίστεως ἀξίων, ἵνα, ὥσπερ δύο ἐκλεκτοὶ καὶ θεοσύζευκτοι βόες, συμφωνήσῃ βίος μετὰ πίστεως, παρ’ ὧν καὶ γεωργεῖται γεώργημα ζωηφόρον. Ὅτε δὲ πίστιν μὲν ἔχομεν ὀρθήν, βίον δὲ ῥυπαρόν, τότε παρεοίκαμεν ἀφρονεστάτῳ ἀνθρώπῳ τινὶ συζεύξαντι χοῖρον μετὰ βοὸς καὶ φιλονεικοῦντι σπεῖραι καὶ γεωργῆσαι καὶ τραφῆναι ἐντεῦθεν καὶ ζῆσαι καὶ ἀπαλλαγῆναι θανάτου· ὃν οἱ παράγοντες τὴν τοῦ βίου ὁδόν, ἄνθρωποι θεόφοβοι καὶ ἄγγελοι βλέποντες, γελάσαντες εἴπωσι· “Δεῦτε ἴδετε ἐξεστηκότα ἄνθρωπον καὶ παράφρονα, πῶς τῷ βοῒ χοῖρον συνέζευξε καὶ νομίζει σπέρειν καὶ γεωργεῖν ἐντεῦθεν καὶ ζῆν”· πρὸς ὃν καὶ ἐὰν εἴπωσι· “Τί κοπιᾷς εἰς κενόν, ἄνθρωπε;

Τί μέμψιν καὶ γέλωτα σεαυτῷ προξενῶν οὐκ αἰσθάνῃ; Ἴσθι ὅτι οὐ συμφωνεῖ βοῦς γεωργεῖν μετὰ χοίρου· βοὸς γὰρ μόνου ἔργον τὸ τὸ ἄροτρον ἕλκειν καὶ αὔλακα τέμνειν καὶ σπέρειν καὶ γεωργεῖν, χοίρου δὲ τέχνη τὸ τὴν γῆν διὰ τῆς μύτεως ὀρύσσειν καὶ κυλινδεῖσθαι βορβόρῳ καί, ὅτε καιρός, σφάττεσθαι μαχαίρᾳ”.

Ἐκεῖνος δὲ ἀντὶ τοῦ δέξασθαι τὰ εἰρημένα καὶ διαζεῦξαι τὸ ζεῦγος, μᾶλλον καταγελῶν καὶ τερπόμενος, λέγει· “Ναί, ναί· οὐκ οἴδατε ὑμεῖς οἵαν μοι ἡδονὴν καὶ τέρψιν προσποιεῖ τόδε τὸ ζεῦγος”. Οὕτως οὖν παρεικάζονται οἱ τῇ ὀρθῇ πίστει χοιρώδη καὶ ῥυπαρὸν βίον συζεύξαντες καὶ τῇ ἁμαρτίᾳ δουλούμενοι· τέρψιν καὶ ἡδονὴν τὴν πρόξενον πικρᾶς κολάσεως ἁμαρτίαν λογίζονται καὶ τοὺς παραινοῦντας τοὺς τοιούτους πρὸς μετάνοιαν πολλάκις καὶ ἐχθραίνουσιν ἢ ἐκ πωρώσεως καταγελῶσι τῶν εἰρημένων καὶ καταπαίζουσιν, ἢ ὅτι καὶ οὔθ’ ὅλως προσέχουσι τῶν λεγομένων τῇ δυνάμει.

Ἀλλ’ «ἐπαχύνθη», φησὶν ὁ Θεὸς διὰ Ἠσαΐου, «ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσομαι αὐτούς», ἀλλὰ βούλονται, φησίν, οὕτως ἐμμένειν τῇ ἁμαρτίᾳ, ἄχρις «ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ εἶναι ἀνθρώπους καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος». Ὅπερ ὁρῶμεν ὅτι καὶ ἡ νῆσος ἡμῶν ταύτη Κύπρος ἐπάσχησε καὶ οἶκοι πολλοὶ καὶ αἱ κῶμαι σχεδὸν πᾶσαι ἔρημοι ἀνθρώπων καὶ ἄοικοι ἐναπέμειναν· «Οἰκίαι», φησί, «μεγάλαι καὶ καλαί», «καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία». Τοῦτο δὲ ἐν πλείστοις ἔτεσιν ἡμεῖς ἐπασχήσαμεν, ἀλλ’ οὐδ’ οὕτω τὸν καρπὸν τῶν ἔργων ἡμῶν ἐπεγνώκαμεν, οὐδὲ συνήκαμεν τῇ καρδίᾳ πόθεν ἆρα καὶ τίς ὁ τρόπος τῆς τοσαύτης κακώσεως, οὐδὲ ἠκούσαμεν τοῦ καλοῦντος ἡμᾶς καὶ λέγοντος, «ἐπιστράφητε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς», ἀλλ’ ὡς ἴδιον νόμον ἔταξεν ἑαυτοῦ ἕκαστος τὸ ἴδιον θέλημα καὶ ἁμαρτάνει ὡς βούλεται, μήτε θανάτου μήτε Θεοῦ μήτε κρίσεως μνήμην ποιούμενος.

Ταῦτα δὲ οὐχ ἁπλῶς καὶ ὡς ἔτυχε λέγοντες γράφομεν, ἀλλ’ ἐκ τεθλιμμένης καρδίας καὶ ἐπιποθούσης ἑκάστου ὑμῶν τὴν σωτηριώδη ἐπιστροφὴν καὶ μετάνοιαν, ἵνα μὴ λυπῆται, ἀλλὰ μᾶλλον εὐφραίνηται Θεὸς ἐπὶ τοῖς ἔργοις ἡμῶν καὶ τῆς ἀλήκτου εὐφροσύνης καὶ βασιλείας αὐτοῦ ἀναδείξῃ μετόχους ἡμᾶς χάριτι αὐτοῦ, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΚΑΤΗΧΗΣΙΣ ΙϚʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΚΑΙ ΖΩΑΡΧΙΚΗΣ ΤΡΙΑΔΟΣ ΚΑΙ ΠΕΡΙ ΑΓΑΠΗΣ ΚΑΙ ΟΜΟΝΟΙΑΣ ΚΑΙ ΑΥΘΙΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ Εὐλόγησον, πάτερ.

Ἀδελφοὶ καὶ πατέρες, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος, ἡ διὰ σαρκώσεως καὶ βαπτίσεως καὶ ἐπιδείξεως θεοσημιῶν καὶ ἀναλήψεως φωτίσασα πάντας ἡμᾶς τοὺς πιστούς, καὶ αὖθις ἡμῖν διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος ἐπεδήμησε σήμερον, ἵνα, ὥσπερ τότε διὰ τῆς τοῦ μονογενοῦς Υἱοῦ παρουσίας, οὕτω καὶ νῦν διὰ τῆς τοῦ παναγίου καὶ ζωαρχικοῦ αὐτοῦ Πνεύματος παρουσίας σώσῃ τοὺς πιστεύοντας· ἵνα δὲ πιστευθῇ ὅτι μονὰς μὲν τῇ φύσει, τριὰς δὲ τοῖς προσώποις ἡ θεία καὶ ἄκτιστος φύσις, διὰ τοῦτο στέλλει μὲν ὁ πατήρ, στέλλεται δὲ ὁ Υἱὸς ὡς «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία» καὶ ἐνεργεῖ ὡς Θεὸς καὶ ἀνακάμπτει ἐνδόξως ὡς Θεὸς πρὸς Θεὸν καὶ ἀντιστέλλεται αὖθις τὸ πανάγιον Πνεῦμα ὡς Θεὸς καὶ θεοῦν, ὡς φῶς ἐκ φωτός, ὡς ἥλιος ἐξ ἡλίου ὡς πῦρ ἐκ πυρός, ὡς πηγὴ ἐξ ἀβύσσου, καὶ ἐνεργεῖ τὰ ἀρεστὰ καὶ τὰ ἴσα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὐχ ὅτι ἄλλος καὶ ἄλλος καὶ ἄλλος Θεὸς ἕκαστος τούτων, ἀλλ’ ὥσπερ πῦρ καὶ φλὸξ καὶ φῶς μία ἐστὶ τριώνυμος οὐσία καὶ ὥσπερ πάλιν ἥλιος καὶ φῶς καὶ ἀκτὶς μία οὐσία τριώνυμος πέφυκεν, οὕτω καὶ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα μία φύσις ἐν τρισὶ χαρακτῆρσι δοξάζεται· καὶ ὥσπερ οὐκ ἔστι τὸ πῦρ χωρὶς φωτὸς καὶ χωρὶς θερμασίας, οὕτως οὐδὲ ὁ Πατήρ ἐστι χωρὶς Υἱοῦ καὶ χωρὶς Πνεύματος ἁγίου· καὶ ὥσπερ τὸ φῶς καὶ ἡ θέρμη ἐκ τῆς οὐσίας τοῦ πυρὸς καὶ οὐχ ἑτέρωθεν, οὕτω καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τῆς πατρικῆς οὐσίας κοινοὶ καὶ συμμέτοχοι· καὶ ὥσπερ οὐκ ἔστι πῦρ μέγα τῇ φύσει καὶ μικρόν, οὕτως οὐκ ἔστι μικρότερον οὐδὲ ἓν ἐκ τῶν τριῶν ὑποστάσεων τῆς ἀκτίστου φύσεως· καὶ ὥσπερ οὐ συγκλείεται τοῦ μὴ ἐκπηδᾶν φῶς καὶ θέρμη ἐκ τοῦ πυρός, οὕτως οὐδὲ εἰς πρόσωπον πατρικὸν τὰ ἕτερα δύο συγκλείονται· καὶ πάλιν, ὥσπερ ἀδύνατον μὴ ἔχειν τὸν ἥλιον φῶς καὶ ἀπαύγασμα, οὕτως ἀδύνατον τὸ μὴ ἔχειν τὸν Θεὸν καὶ Πατέρα Υἱὸν ὁμοούσιον καὶ παράκλητον Πνεῦμα.

Διὸ καὶ «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως» τοῦ Πατρὸς ἐκάλεσε μὲν ὁ Παῦλος τὸν Υἱόν, ὁ δὲ σοφὸς Σολομὼν πάλαι κηρύττων τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, ἤτοι τὸν Χριστόν, τρανῶς προανεφώνει· «Ἔστι», φησίν, «ἐν αὐτῇ Πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου καὶ εἰκὼν τῆς ἀγαθότητος» τοῦ Θεοῦ.

Ὅρα καὶ πρόσεχέ μοι τὰ εἰκονίσματα, εἰ καὶ μὴ ἱκανὰ πρὸς ἀπόδειξιν τῆς τριαδικῆς ἑνώσεως. Ἰδοὺ πῦρ καὶ φῶς καὶ φλόξ, ἰδοὺ πρόσωπα τρία διαιρούμενα τοῖς ὀνόμασιν, ἀλλὰ μία ἡ οὐσία· τὸ αὐτὸ πῦρ καὶ τὸ φῶς καὶ ἡ φλὸξ θερμαίνει καὶ φωτίζει καὶ καίει, ἀλλ’ ἑκατέρων ἡ ἐνέργεια, καὶ οὐ δύναταί τις εἰπεῖν ὅτι τοῦτο ἔκαυσε τὸ πῦρ καὶ οὐ μετέχει τὸ φῶς οὐδὲ ἡ φλόξ, ἢ τοῦτο ἐφώτισε τὸ φῶς καὶ οὐ μετέχει τὸ πῦρ οὐδὲ ἡ φλόξ, ἢ τοῦτο ἔφλεξεν ἡ φλὸξ καὶ οὐ μετέχει τὸ πῦρ οὐδὲ τὸ φῶς τὸ ἐξ αὐτοῦ. Ὡσαύτως καὶ ὁ ἥλιος οὐκ ἐξ ἑτέρας οὐσίας, ἀλλ’ ἐκ τῆς αὐτῆς ἔχει καὶ τὴν θέρμην καὶ τὴν ἀκτῖνα καὶ οὐδὲ ἥλιος χωρὶς ἀκτῖνος καὶ θέρμης, οὐδὲ θέρμη καὶ ἀκτὶς χωρὶς ἡλίου προσγίνεται οὔτε θερμαίνει ἢ φωτίζει ἢ ξηραίνει ἓν τούτων χωρὶς τοῦ ἑτέρου· ἀμφοτέρων γὰρ τὸ φῶς καὶ ἡ θέρμη ὡσαύτως καὶ ἡ ξηρασία προσγίνεται. Οὕτω καὶ ἐνταῦθα. Ἰδοὺ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα.

Ἰδοὺ πρόσωπα τρία, ἀλλὰ μία ἡ φύσις· ὁ αὐτὸς γὰρ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἔκτισε κόσμον καὶ συνέχει τοῦτον καὶ περατοῖ πάλιν, ὅτε καὶ βούλεται, ἀλλ’ ἑκατέρων ἡ ἐνέργεια καὶ τὸ θέλημα ἓν καὶ οὐ δύναταί τις εἰπεῖν ὅτι τοῦτο μὲν ἔκτισεν ὁ Πατὴρ καὶ οὐ μετέχει ὁ Υἱὸς οὐδὲ τὸ Πνεῦμα, τοῦτο δὲ συνέχει ὁ Υἱὸς καὶ οὐ μετέχει ὁ Πατὴρ οὐδὲ τὸ Πνεῦμα, τοῦτο δὲ περατοῖ τὸ Πνεῦμα καὶ οὐ μετέχει ὁ Υἱὸς οὐδὲ ὁ Πατήρ, ὥσπερ καὶ ἀνωτέρω διὰ πυρὸς καὶ ἡλίου σαφῶς παρέστησαν τὰ ὑποδείγματα τῶν τε ὑποστάσεων τὴν διαίρεσιν καὶ τῆς φύσεως τὴν ἑνότητα· ὧν γὰρ μία ἡ φύσις καὶ ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, πάντως καὶ τὸ θέλημα ἓν καὶ τὰ ἔργα κοινά. Διὰ τοῦτο γὰρ καὶ ὁ Πατὴρ ἔλεγε πρὸς τὸν αὐτοῦ Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». Ὁ δὲ Υἱὸς πάλιν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔλεγεν «οὐ δύναμαι ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδὲν» καὶ ὅτι «ἀπ’ αὐτοῦ οὐ λαλῶ» καὶ αὖθις περὶ τοῦ ἁγίου Πνεύματος ἔλεγεν ὅτι «οὐ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν».

Καὶ ταῦτα μὲν ἀπόχρη περὶ ἑνώσεως θείας φύσεως καὶ διαιρέσεως τῶν αὐτῆς παναγίων τριῶν ὑποστάσεων. Ἔδει δὲ καὶ ἡμᾶς, ἔδει τοὺς κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγενημένους ἀγάπην καὶ ὁμόνοιαν καὶ σπουδὴν ἔχειν πρὸς πᾶν ἔργον ἀγαθὸν καὶ μὴ φθονεῖν ἀλλήλους καὶ δάκνειν καὶ καταβάλλειν θἄτερος θἀτέρῳ, ἀλλ’ ὥσπερ ὁμοούσιοι πάντες ἄνθρωποι διὰ σαρκὸς καὶ αἵματος καὶ ἐκ τῆς γῆς γεγονότες καὶ εἰς αὐτὴν βαδίζοντες καὶ ἐξ αὐτῆς τρεφόμενοι καὶ πρὸς αὐτὴν ἐπιστρέφοντες καὶ ἕνα πάντες πατέρα ἔχοντες, τὸν Θεόν, πρὸς ὃν καὶ πιστεύσαντες ἐβαπτίσθημεν, οὕτω πάντως ἔδει καὶ ἀλλήλους ἀγαπᾶν καὶ ἀλλήλων ἀντέχεσθαι καὶ εἰρηνεύειν καὶ συγκροτεῖσθαι ἀλλήλοις ὡς συστρατιῶται τάχα καὶ δοῦλοι τοῦ βασιλέως Χριστοῦ. Καὶ ὥσπερ περὶ ἑνότητος καὶ ὁμονοίας τῆς ἁγίας Τριάδος ὁ λόγος ἐδήλωσεν, οὕτως ἔδει καὶ πάντας ἀνθρώπους ὁμονοῆσαι καὶ συναχθῆναι ὡς ὁμοφυεῖς πάντας πρὸς τῆς ὀρθῆς ἡμῶν πίστεως τὴν ἑνότητα. Ἐπεὶ δὲ ἄπειρα πλήθη ἀνθρώπων ἐκ τῆς τοιαύτης πίστεως ἀπέσχισεν ὁ σατανᾶς, ἔδει κἂν ἡμᾶς, τοὺς χάριτι Θεοῦ εὐσεβεῖς καὶ ὀρθοδόξους, ἀγάπην καὶ ὁμόνοιαν ἔχειν πρὸς τὸ ἀγαθόν· λέγω πρὸς τὸ ἀγαθόν, ἐπεὶ ἔστι καὶ ὁμόνοια πονηρὰ καὶ ἀγάπη σατανική.

Ὁμονοιάζουσι γὰρ καὶ λῃσταὶ καὶ συγκλέπται καὶ συμφονεῖς καὶ συμπόρνοι καὶ ἀγαπῶσιν ἀλλήλως, ὧν τὴν ὁμόνοιαν καὶ τὴν ἀγάπην μισεῖ Θεὸς καὶ ἄνθρωποι καλοί· κρεῖσσον γὰρ σχισθῆναι καλῶς ἢ ὁμονοῆσαι κακῶς.

Ὁ δὲ παράκλητος Θεός, ὁ ἐνναΐζων διὰ παντὸς ἐκ τῆς ἀεννάου πηγῆς καὶ εἰς πηγὴν καταλύων, ὁ βασιλεὺς τοῦ παντός, «τὸ πνεῦμα τῆς ἀληθείας, τὸ πανταχοῦ παρὸν καὶ τὰ πάντα πληροῦν», τὸ εὐθές, τὸ ἡγεμονικόν, τὸ καθαῖρον καὶ ποτίζον καὶ φωτίζον καὶ ἁγιάζον τοὺς ἀξίους αὐτοῦ, τὸ διὰ πυρίνων γλωσσῶν ὑπερφυῶς στομῶσαν τοὺς ἁγίους μαθητὰς καὶ ἀγραμμάτους ἁλιεῖς καὶ «εἰς τὴν θάλασσαν τὴν πρώτην» καὶ «εἰς τὴν θάλασσαν τὴν ἐσχάτην» καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξαποστεῖλαν αὐτούς, ἵνα «οἷς οὐκ ἀπηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι» τὸ θεϊκῶς ἐκ Θεοῦ ἐκχυθὲν «ἐπὶ πᾶσαν σάρκα» δούλων τε καὶ δουλίδων, πρεσβυτέρων τε καὶ νεανίσκων εἰς προφητείας καὶ ὁράσεις, αὐτὸς οὖν, Παράκλητε ἀγαθέ, προηγουμένως μὲν κάθαρον ἡμᾶς, ἱκετεύομεν, φώτισον ἡμᾶς, πότισον ἡμᾶς τὰ ζωηρά σου νάματα.

Εἶτα δώρησαι ἡμῖν ὡς βασιλεὺς μεγαλόδωρός τι ἐκ τῶν ἑπτὰ ἐκείνων καὶ σεπτῶν σου χαρισμάτων ἢ «πνεῦμα σοφίας καὶ συνέσεως» ἢ «πνεῦμα βουλῆς καὶ ἰσχύος» ἢ πνεύματος «γνώσεως καὶ εὐσεβείας» ἢ πνεύματος «φόβου Θεοῦ» ἔμπλησον ἡμᾶς, ἢ καὶ τῶν ἀμφοτέρων, ὡς βασιλεὺς πλούσιος ἄγαν καὶ μεγαλόδωρος, ἵνα καὶ ἐφ’ ἡμῖν τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου δοξασθῇ σου σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ δεδοξασμένον καὶ πανάγιον ὄνομα, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΖʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥΣ ΑΠΟΣΤΟΛΟΥΣ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΘΕΟΠΝΕΥΣΤΟΥ ΑΥΤΩΝ ΔΙΔΑΧΗΣ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΜΗ ΠΑΡΕΡΓΩΣ ΑΚΟΥΕΙΝ ΤΩΝ ΣΩΤΗΡΙΩΔΩΝ ΤΟΥΤΩΝ ΔΙΔΑΓΜΑΤΩΝ Εὐλόγησον, <πάτερ>. Ἀδελφοὶ καὶ πατέρες, ἰδοὺ τῆς ἁγίας καὶ ἀθανάτου καὶ ζωαρχικωτάτης ἀμπέλου τὰ ἐμφορώτατα κλήματα· «Ἐγώ εἰμι», φησίν, «ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα». Ἰδοὺ οἱ φίλοι τοῦ Θεοῦ Λόγου καὶ Σωτῆρος ἡμῶν· «Ὑμεῖς φίλοι μού ἐστε», φησίν, «ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. Οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ Κύριος αὐτοῦ». Ἐγὼ δὲ «εἴρηκα ὑμᾶς φίλους, ὅτι, ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν». Ἰδοὺ οἱ ἀπόστολοι καὶ κήρυκες τῆς ἀληθείας· «Ἐγώ εἰμι», φησίν, «ἡ ἀλήθεια» καὶ καθὼς «ἀπέσταλκέ με» ὁ Πατὴρ «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν» καὶ τὰ ἑξῆς, κἀγὼ στέλλω ὑμᾶς εἰς τὸ ἰᾶσθαι «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», καὶ ἃ ἠκούσατε ἐν τοῖς ταμείοις παρ’ ἐμοῦ, «κηρύξατε ἐπὶ τῶν δωμάτων». Ἰδοὺ οἱ «ἁλιεῖς τῶν ἀνθρώπων». «Δεῦτε», φησίν, «ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων».

Ἰδοὺ οἱ σωτῆρες τοῦ κόσμου καὶ ξένοι τοῦ κόσμου· Ἐκ τοῦ κόσμου τούτου, φησίν, οὐκ εἰσί, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου τούτου οὐκ εἰμί, καὶ «τήρησον αὐτούς, Πάτερ, ἐν τῷ ὀνόματί σου». Ἰδοὺ τὰ ἐπίσημα τοῦ παναγίου ποιμένος εὐπειθέστατα πρόβατα· «Ἰδού», φησίν, «ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων». Καὶ ἵνα τὰ πλείονα τούτων θεομαρτύρητα καταλείψω ἐγκώμια, ἰδοὺ οἱ κατὰ χάριν τοῦ Χριστοῦ ἀδελφοὶ καὶ Σωτῆρος ἡμῶν—ἀπελθοῦσαι, φησίν, εἴπατε «τοῖς ἀδελφοῖς μου»—οἱ λιμένες τῆς σωτηρίας, οἱ πύργοι τῆς χάριτος, οἱ λογικοὶ οὐρανοί, αἱ ὀμβροτόκοι νεφέλαι τοῦ γλυκασμοῦ, οἱ εὐαγγελισταὶ τῆς εἰρήνης, οἱ ταχυδρόμοι τῆς χάριτος ἵπποι, οἱ στῦλοι τῆς ἐκκλησίας, οἱ κήρυκες τῆς Τριάδος—καὶ τί χρὴ πολλὰ λέγειν καὶ ἀριθμεῖν; —αἱ λύραι τοῦ Πνεύματος καὶ σάλπιγγες τῆς σωτηρίας καὶ κλειδοῦχοι τῆς βασιλείας πρὸς ἡμᾶς σήμερον ἐπεδήμησαν, «διδάσκοντες καὶ νουθετοῦντες» ἡμᾶς ὁμοφώνως ἑκάτεροι κακίας μὲν πάσης ἀπέχεσθαι, ἀρετῆς δὲ πάσης ἀντέχεσθαι· καὶ προηγουμένως μὲν τὸ σωτηριῶδες τῆς ἐνσάρκου οἰκονομίας μυστήριον καὶ τῆς Τριάδος τὸ ἄκτιστον καὶ ὁμοφυὲς ὁμοφώνως κηρύττουσιν, ἔπειτα δὲ καὶ ἡμᾶς πάντα τὰ «σωτηρίας ἐχόμενα» συμφώνως διδάσκουσι.

Διὸ κἀγὼ δίκαιον κέκρικα μὴ ἀπ’ ἐμαυτοῦ τήμερόν τι λαλῆσαι πρὸς τὴν ὑμετέραν ἀγάπην, ἀλλ’ ἐξ ὧν ἐκεῖνοι θεοπνεύστως διδάσκουσιν, ὀλίγα ἐκ τῶν πολλῶν εἰς μέσον εἰσάξαι πρὸς ὑμετέραν ὑπόμνησιν· ἀφ’ ὧν παραινεῖ πρῶτος ὁ θεῖος καὶ ἀδελφόθεος Ἰάκωβος. «Τί τὸ ὄφελος, ἀδελφοί μου», φησίν, «ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; Μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; Ἀλλ’ ἐρεῖ τις· σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου κἀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου. Σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίσσουσι. Θέλεις γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι;». Γνῶθι ὅτι «Ἀβραὰμ ὁ πατὴρ ἡμῶν ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον. Βλέπεις ὅτι ἡ πίστις ἐκ τῶν ἔργων ἐτελειώθη;». «Ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως» μόνης; «Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν» νηφόντως, φησὶν ὁ θεῖος Πέτρος, «τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.

Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς» τῆς «πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ». Διὸ «ἀποθέμενοι πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος», ὃς καὶ «παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμεῖν, ἀλλὰ θελήματι Θεοῦ τὸν λοιπὸν ἐν σαρκὶ βιῶσαι χρόνον· ἀρκετὸς γὰρ ὁ ἐν ἀσελγείαις ὑμῖν παρεληλυθὼς χρόνος τοῦ βίου». «Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων ὁ Θεὸς οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τετηρημένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς», «ἥξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσονται, τούτων οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας;». «

Παιδία», φησὶν ὁ θεολόγος Ἰωάννης, «ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστί», «καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας». «Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα, ὅταν φανερωθῇ, ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ».

Καὶ διὰ τοῦτο φησὶν Ἰούδας Ἰακώβου· «Ἀγγέλους τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηνται, ὡς Σόδομα καὶ Γόμορρα καὶ <αἱ> περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι». «Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία», Παῦλος διδάσκει, «ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡς ἐκ νεκρῶν ζῶντας» καὶ «ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω καὶ νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν».

Οἴδατε, ἀγαπητοί μου ἀδελφοί, δωδεκάχορδον λύραν θείῳ πνεύματι κινουμένην καὶ ὁμοφωνοῦσαν ὅσον κακὸν ἡ ἁμαρτία; Προσχῶμεν οὖν, ἀδελφοί, ἑαυτοῖς, ἵνα σωθῶμεν· προσχῶμεν ταῖς γραφικαῖς παραινέσεσι καὶ τοῖς ἀποστολικοῖς τοῖσδε σωτηριώδεσι διδάγμασι καὶ μὴ παρέργως τῶν τοῦ ἁγίου Πνεύματος ἀκούωμεν ῥημάτων. Διὰ τοῦτο γὰρ οὐδ’ ἀπ’ ἐμαυτοῦ τι πρὸς ὑμᾶς ἐλάλησα σήμερον, ἀλλὰ πνευματικὰ καὶ ἀποστολικὰ πάντα διὰ τὸ βεβαιόπιστον. Καὶ νῦν τὸν θεῖον Πέτρον εἰσάγω τὸν λόγον ἐπισφραγίσαι μοι καὶ ὑπὲρ πάντων ἡμῶν εὔξασθαι θεοπνεύστως οὑτωσὶ λέγοντα· «Ὁ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, αὐτὸς καταρτίσαι ὑμᾶς, στηρίξαι, σθενώσαι, θεμελιώσαι· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν».