Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰ εἰσόδια τῆς θεοτόκου

Νεόφυτος ὁ Ἔγκλειστος

Προοίμιο και η θεία οικονομία έως την είσοδο της Παρθένου στον Ναό

Η συγκατάβαση του Θεού για την αντιμετώπιση της πτώσεως του ανθρώπου, η γέννηση της Παρθένου Μαρίας και η αφιέρωσή της στα Άγια των Αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 3

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ, ΜΟΝΑΧΟΥ ΚΑΙ ἘΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ἘΠΙΤΟΜΟΣ ΠΕΡΙ ΜΑΡΙΑΣ ΤΗΣ ΘΕΟΠΑΙΔΟΣ, ὍΤΕ ὙΠΟ ΤΩΝ ΓΟΝΕΩΝ ΑΥΤΗΣ ΤΡΙΕΤΗΣ ΕΙΣ ΤΑ ΤΩΝ ἉΓΙΩΝ ἍΓΙΑ ἈΠΕΔΟΘΗ ΤΩ ΘΕΩ· ΠΕΡΙ ἯΣ ΚΑΙ ΓΡΑΦΙΚΑΙ ΜΑΡΤΥΡΙΑΙ. ΠΑΤΕΡ, ΕΥΛΟΓΗΣΟΝ. 1. Θεαρχικοῦ μυστηρίου πρὸς ἀπόβασιν ἀγομένου, ἔμελλεν ἄρα καὶ τὸ ὑπουργοῦν ἐργαστήριον πάσης ἁγιωσύνης εἶναι πεπληρωμένον, ὅπως ὁ ὑπεράγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ἐν ἁγίῳ κατασκηνώσας ἀποπεράνῃ τὸ προρρηθέν· ἔλεος καὶ ἀλήθεια συνήντησαν· δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος, ὡς πατὴρ, δώσει χρηστότητα τὸν λόγον αὐτοῦ, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς, Θεοῦ Λόγου τὸ σκήνωμα, Μαρίαν τὴν θεόκλητον. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, βοῶσα· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Ἐπειδὴ γὰρ τὸ κάλλιστον ἐκεῖνο καὶ θεόπλαστον χρῆμα, τὸ κατ’ εἰκόνα φημὶ Θεοῦ καὶ καθ’ ὁμοίωσιν ἡμῖν δωρηθὲν, ἠμαυρώσαμεν ἀπάτῃ τοῦ ὄφεως, καὶ τῇ συγγενεῖ ἡμῶν γῇ παρεδόθημεν ἀδικάστως, καὶ τῆς εἰκόνος ἐκείνης ἐστερήθημεν ἄμφω καὶ τῆς ἀθανασίας· καὶ ἀντὶ ἁγιωσύνης τῷ βορβόρῳ συνεκυλίσθημεν τῆς ἁμαρτίας· καὶ ἐδουλώθημεν τῇ ἁμαρτίᾳ καὶ τῇ ἀνομίᾳ, καὶ ἐκάλυψε πᾶσαν τὴν οἰκουμένην πᾶν εἶδος παρανομίας, ὡς ἐξειπεῖν τὸν Δαβίδ· Οὐκ ἔστι ἕως ἑνός.

Κύριος γάρ, φησι, ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν ἢ ἐκζητῶν τὸν Θεόν· ἀντὶ δὲ τούτων εἶδε μᾶλλον ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Τί οὖν; Μὴ ἠπόρησε τῇ τῆς κακίας ὑπερβολῇ;

Μὴ ἀπεστράφη; Μὴ οὐκ ἐξεῦρεν ἰαματικὸν φαρμακὸν τῆς καθολικῆς σηπεδόνος; Μὴ τὴν θάλασσαν τῶν οἰκτιρμῶν καὶ τοῦ ἐλέους τὴν ἄβυσσον ἀναβλύσεις ἐξέλειψαν ποταμῶν καὶ πηγῶν; Οὐ μὴν οὖν. Ἀλλ’ ἐπειδὴ ἀνάξιον ἦν τῆς ἀβυσσαίου εὐσπλαγχνίας ἐκείνης τὸ ἴδιον πλάσμα καταλεῖψαι βόσκημα τῷ ἐχθρῷ, καὶ ἐδεῖτο ἡ ἁμαρτία ἔνδικον ἀποτρόπαιον δικαιοσύνην καὶ ἁγιασμὸν, τίκτεται κελεύσει Θεοῦ ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης ἡ πανάμωμος αὕτη καὶ καθαρὰ παρθένος Μαριὰμ, ἵνα τῆς Τριάδος ὁ εἷς, τῶν δύο συνευδοκούντων, σάρκα ἐκ ταύτης προσειληφὼς, καταργήσει τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ αὐτοῦ. Ποταπὴν δὲ ἄρα εἶναι τὴν παρθένον ἐκείνην ἐχρῆν ἢ πάντως καὶ αὐτῶν τῶν τοῦ ἡλίου ἀκτίνων καθαρωτέραν, ἵνα τῷ ἡλίῳ τῆς δικαιοσύνης μεταδώσει σαρκὸς παναμώμου καὶ καθαρᾶς; Ποῦ δὲ τὴν τοιαύτην ἀνατρέφεσθαι ἔδει καὶ συνδιαιτᾶσθαι παρθένον; Μὴ εἰς κοινὴν ἁπλῶς καὶ κεκοινωμένην οἰκίαν;

Ἄπαγε· ἀλλ’ οὖν εἰς αὐτὰ ἐκεῖνα τὰ ἅγια τῶν ἁγίων, ὡς καὶ αὐτῶν ἁγιωτέραν καὶ τῷ ὑπεραγίῳ Λόγῳ καὶ Θεῷ σάρκα δανεισομένην Ἣν καὶ τριετίζουσαν σήμερον οἱ τεκόντες εἰσάγουσιν εἰς τὰ ἅγια τῶν ἁγίων μετά τε χοροῦ πλείστου παρθενικοῦ καὶ λαμπάδων φαεινῶν, ἐκπληροῦντες τὰς ὑποσχέσεις τρανῶς, καθὼς καὶ ὁ προπάτωρ αὐτῆς περὶ τῶν ἑπομένων παρθένων προεξεῖπε Δαβίδ· ἀπενεχθήσονταί, φησι, τῷ βασιλεῖ παρθένοι ὀπίσῳ αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως.