Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰ εἰσόδια τῆς θεοτόκου

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκωμιαστικοί χαιρετισμοί, εσχατολογικές αναφορές και καταληκτήρια ικεσία

Σειρά χαιρετισμών προς την Παναγία ως αρχή της ανακαινίσεως του γένους, σύντομη θεολογική αναφορά στην έσχατη κρίση και τελική δέηση υπέρ προστασίας της Εγκλείστρας και του συγγραφέως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 3

4. Ἡμεῖς δὲ τὴν αἴτιον τῆς ἡμῶν καινουργίας Μαρίαν τὴν πανάχραντον μικρά τινα χαιρετίσαντες, τὸν λόγον εἰς πέρας ἀγάγωμεν, ὅτι τὰ πρὸς αὐτὴν εὐαγγέλια τοῦ θειοτάτου Γαβριὴλ περιμένειν προσήκει τὸν ὡρισμένον καιρόν· ἀρτίως δὲ περὶ τῆς ἐν τῷ ναῷ εἰσόδου αὐτῆς ἀποχρεώντως διαλαβόντες συνοπτικῶς, τίς χρεία ἐπεκτείνειν τὸν λόγον περαιτέρω τοῦ δέοντος, καὶ ἀτονίαν ἴσως καὶ νυσταγμὸν παρεισάγειν τοῖς ἀδελφοῖς; Τῷ δὲ καὶ μικρὰ χαιρετίσαι χαρμονικῶς καὶ τοὺς ῥαθύμους τυχὸν ἀφυπνίσωμεν πρὸς ἀκρόασιν.

Χαῖρε, θεοτόκε παρθένε, τὸ κειμήλιον τὸ ἔμψυχον τῆς ἀχωρίστου Τριάδος, ἐν ᾧ κατεσκήνωσεν ὁ βασιλεὺς τῆς δόξης Χριστὸς ὁ Κύριος, καὶ τῆς δουλείας τοῦ ἐχθροῦ ἡμᾶς ἐλυτρώσατο. Χαῖρε, θεοτόκε παρθένε, τὸ πανάγιον τέμενος τοῦ ὑπεραγίου Θεοῦ, ἡ εἰς τὰ τῶν ἁγίων ἅγια ἀνατραφεῖσα καὶ πρὸς ἁγιωσύνην τὴν πολυαμάρτητον φύσιν ἡμῶν συγκαλέσασα. Χαῖρε, θεοτόκε παρθένε, τῶν πιστῶν τὸ στήριγμα, τὸ καύχημα τῆς οἰκουμένης καὶ πάντων ἡμῶν τῶν αἰχμαλώτων ἡ λύτρωσις.

Χαῖρε, θεοτόκε παρθένε, τὸ ἄνθος τῆς παρθενίας, τὸ κάλλος τῆς καθαρότητος, καὶ τοῦ γένους τῶν γυναικῶν τῆς ἀτιμίας ἡ ἀπαλλαγή. Χαῖρε, θεοτόκε παρθένε, ἡ δόξα τῶν βασιλέων, τὸ κλέος τῶν μεγιστάνων καὶ χριστιανῶν πάντων ἀκαθαίρετον τεῖχος.

Χαῖρε, θεοτόκε παρθένε, ἡ σκέπη τῶν ἐπὶ σοὶ πεποιθότων, ἡ τῶν ἁμαρτωλῶν μεσίτης πρὸς Θεὸν, καὶ τῶν θερμῶς μετανοούντων εὐθυβόλος ἀντίληψις. Χαῖρε, θεοτόκε παρθένε, τῶν προπατόρων τὸ καύχημα, τῶν ἀποστόλων τὸ κήρυγμα καὶ τῶν μαρτύρων τὸ κλέος. Χαῖρε, θεοτόκε παρθένε, τῶν ἀπιστούντων ἡ τύφλωσις, τῶν πιστευόντων τὸ φάος καὶ πάντων τῶν πίστων ἡ ἀρραγὴς προστασία καὶ διόπτρα. Χαῖρε, θεοτόκε παρθένε πανάχραντε, τῶν τοῦ Χριστοῦ θαυμάτων ἡ ἀρχὴ καὶ τὸ τέλος, δι’ ἧς ἐκ τῶν ἄνω κατῆλθεν ὁ ὕψιστος, καὶ τὴν ἔκπτωτον φύσιν ἡμῶν ἐν τοῖς καταχθονίοις τοῦ ᾍδου ἀναλαβόμενος, ἀνήγαγε καὶ συνεκάθισε τῇ πατρικῇ δεξιᾷ, καὶ ὑπὸ πάσης κτίσεως αὐτοῦ προσκυνεῖσθαι αὐτὴν κατηξίωσεν.

Ὢ μυστηρίου καινοῦ, ὢ τιμῆς ἀκροτάτης καὶ ὑπερφυοῦς. Ἐπεθύμησαν γὰρ ἄγγελοι ταύτῃ τῇ τιμῇ παρακύψαι, ὅτι οὐκ ἀγγέλων φύσεως ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο, ὡς καὶ Παῦλος ἐθέσπισε. Καὶ τί ποιήσομεν, ἐὰν διὰ τῆς ἁμαρτίας ἐν τοῖς καταχθονίοις ἐκείνοις καταπέσωμεν; Οὐκέτι γὰρ Χριστὸς ἐκεῖ καταβήσεται ἀναγαγεῖν τοὺς καὶ αὖθις ἐκεῖ πεπτωκότας. Κατῆλθε γὰρ ἅπαξ καὶ ἐλυτρώσατο ἡμᾶς, καὶ ἀνῆλθε καὶ ἐθέσπισε τοὺς εἰς αὐτὸν βαπτιζομένους μηκέτι δουλοῦσθαι τῇ ἁμαρτίᾳ καὶ εἰς τὸν ᾅδην κατέρχεσθαι, ὅτι οὐκ ἔρχεται ἐκεῖ καὶ αὖθις κατελθεῖν, ἀλλ’ ἔρχεται κρίναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

5. Ἡμεῖς δὲ πολλὰ περὶ τούτων λέγειν μὴ ἀνεχόμενοι, ἀναχθῶμεν πρὸς τὸ προκείμενον, καὶ χαιρετίσωμεν ἔτι ἅπαξ, καὶ τὴν ἰσάριθμον δεκαρίθμου χορείας τῶν παρθένων τελέσαντες καταπαύσωμεν. Χαῖρε, παντάνασσα θεοχαρίτωτε, δέσποινα παρθένε θεοτόκε, καὶ ἡ τῆς ἐγκλείσθρας μου ταύτης σὺν τῷ πανσέπτῳ στρατηγῷ τοῦ Υἱοῦ σου ἀκαθαίρετον φρούριον καὶ τεῖχος ἀκράδαντον, ἐπιβούλων τε ἐχθρῶν ἀοράτων ἢ καὶ ὁρωμένων ἀνατροπὴ καὶ πτῶσις. Ἀλλὰ μὴ ἐκλείπῃς παρακαλῶ, ὦ πανσεβάσμιέ μου ξυνωρὶς καὶ πανίερος, τῇ ἀμάχῳ σου ἐπισκέψει ἕως τέλους τὸ κτῆμά σου περισκέπειν τοῦτο, καὶ τοὺς οἰκοῦντας ἐν αὐτῷ καὶ τὴν νέαν ταύτην Σιὼν, ἣν καὶ προσφάτως ἐδομησάμην ἐγὼ σθένει Θεοῦ, κἀμὲ διαφυλάττεσθαι ἐκ παντοίας ἀντικειμένης ἐπιβουλῆς ἀσινῆ καὶ ἀπήμαντον, καὶ ὑπὲρ ἐμοῦ τοῦ ἀχρείου ὑμῶν οἰκέτου προσάγειν τῷ δεσπότῃ εὐπρόσδεκτον ἱκεσίαν ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ἵνα καὶ ἐντεῦθεν δοξασθῇ τὸ δεδοξασμένον καὶ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος πάντοτε καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.