Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὴν γέννησιν τῆς Θεοτόκου

Νεόφυτος ὁ Ἔγκλειστος

Προοίμιο στη Γέννηση της Θεοτόκου

Ο συγγραφέας εισάγει το θέμα της εορτής ως απαρχής της σωτηρίας και προαναγγέλλει τον εορταστικό λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 4

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ, ΜΟΝΑΧΟΥ, ΚΑΙ ἘΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΠΑΝΣΕΠΤΟΝ ΚΑΙ ΘΕΙΟΝ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΠΑΝΑΧΡΑΝΤΟΥ ΔΕΣΠΟΙΝΗΣ ἩΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ἈΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. ΕΥΛΟΓΗΣΟΝ, ΠΑΤΕΡ. 1. Ἀρχὴ παντὸς καρποῦ τὸ ἄνθος, καὶ ἀριδηλότατον τοῦτο· ἀρχὴ δὲ καὶ τῆς ἡμῶν σωτηρίας ἡ θεόσδοτος καὶ θεοπρόκριτος γέννησις τῆς ἀχράντου καὶ παναμώμου Μαρίας τῆς ἀειπαρθένου· καὶ αὐτὸ προδηλότατον. Ἣν καὶ γεραίροντες σήμερον ἀξιοχρέως ἑορτάζομεν. Ἵνα γὰρ ὅλος ὁ κύκλος τοῦ ἐνιαυτοῦ εὐλογηθῇ δι’ αὐτῆς, ἐτέχθη μὲν ἐν τῷ παρόντι μηνὶ, τῷ πρώτῳ τοῦ ἐνιαυτοῦ ἐκοιμήθη δὲ ἐν τῷ ὑστάτῳ ὕπνον ἀθανασίας, ἵνα τοὺς μεταξὺ τούτων δέκα μῆνας κυκλοειδῶς παραλαβοῦσα, εὐλογήσῃ διὰ τοῦ τόκου αὐτῆς καὶ τῆς ζωηφόρου κοιμήσεως· περὶ ἧς [κοιμήσεως] καὶ λέγειν ἀρτίως οὐκ ἄγει καιρὸς, ἀλλ’ ὅτε ὁ τῆς ἁγίας κοιμήσεως ἐκείνης καιρὸς ἐπιστῇ. Ἄρτι δὲ περὶ τῆς ἁγίας γεννήσεως αὐτῆς βραχέα φιλοσοφῆσαι προήχθημεν, καὶ τοσοῦτον ἐξειπεῖν περὶ αὐτῆς ἔχομεν, ὅσον ἡ χάρις αὐτῆς λόγον ἡμῖν ἐμπνεύσει προτείνουσα.