Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὸ ἅγιον πνεῦμα καὶ εἰς τὴν πεντηκοστήν

Νεόφυτος ὁ Ἔγκλειστος

Γραφικές μαρτυρίες και δωρεές του Αγίου Πνεύματος

Συγκέντρωση βιβλικών αποδείξεων για τη θεότητα του Πνεύματος, την ανάπαυσή του στην ανθρώπινη φύση του Χριστού και την έκχυσή του στους πιστούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 6

Ἡμεῖς δὲ τοὺς πτωχοὺς ἐκμιμούμενοι σταχυολόγους, δεῦρο πάλιν μικρά τινα περὶ τοῦ θείου σταχυολογήσαντες Πνεύματος εἴπωμεν καὶ τὸν λόγον συστείλωμεν, ὅτι «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν». Καὶ πῶς ἄρα οὐ Θεὸς ὁ τοῦ Κυρίου λόγος, Χριστός, δι’ οὐ ἐστερεώθη τοσοῦτον μέγεθος οὐρανῶν ἐν ἀσφαλείᾳ τοσαύτῃ «καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ»; Καὶ τίς ἀμφιβάλῃ, λοιπόν, μὴ Θεὸν εἶναι τὸ Πνεῦμα ἀκούων, ὅτι πᾶσα ἡ δύναμις τοῦ Θεοῦ τὸ Πνεῦμα καθέστηκε;

Τοῦτο γὰρ τὸ ἡγεμονικώτατον καὶ ἀρχικώτατον ὁ αὐτὸς προφήτης εἰδὼς ἔλεγε· «καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με»· «καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ»· «καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου», ὅπως δι’ αὐτοῦ φωτιζόμενος καὶ νευρούμενος «διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν», ἐμὲ δὲ «ὁδηγήσῃ» τὸ πνεῦμά σου τὸ ἀγαθὸν «ἐν γῇ εὐθείᾳ» καὶ μακαρίᾳ γῇ τῶν πραέων καὶ ἐν γῇ με περινοστοῦντα εὐθεῖαν ὁδὸν καὶ σωτήριον τρίβον καθυποδείξει μοι.

Καὶ ἕτερος δὲ πάλιν προφήτης τὰ ἑπτὰ τοῦ ἁγίου Πνεύματος ἀνακηρύττων χαρίσματα, ἑπτὰ πνεύματα ἐκάλει τὰς αὐτοῦ δωρεὰς καὶ ἔλεγεν· «καὶ ἀναπαύσεται», φησίν, «ἐπ’ αὐτῷ», δηλαδὴ τῷ σαρκωθέντι λόγῳ, ἑπτὰ πνεύματα τοῦ Θεοῦ· «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν».

Καὶ πῶς, φησί, Θεὸς ὁ Λόγος, ἐπεὶ καὶ αὐτὸς πνεῦμά τι φόβου Θεοῦ συστέλλεται καὶ διακατέχεται; Οὐ λέγει περὶ τῆς τοῦ Λόγου θεότητος, ἀλλὰ περὶ τῆς ἐμπαθοῦς καὶ δούλης σαρκός, ἧς ἐξ ἡμῶν ἀνελάβετο. Ὅτι πνεύματι φόβου Θεοῦ πεπλησμένη καὶ στοιχειουμένη ἐμπαθές τι ἐνεργῆσαι οὐκ ἠνείχετο, διὸ καὶ «ἁμαρτίαν», φησί, «οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ» καὶ τοῦτό ἐστι τὸ «πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν».

Ναί, φησί, τοῦτο μὲν οὕτως ἔχει, πῶς δὲ καὶ ἡ σοφία τοῦ Θεοῦ ἐστὶν ὁ Χριστός; Καὶ πάλιν ἐδόθη αὐτῷ «πνεῦμα σοφίας καὶ συνέσεως» καὶ τὰ ἑξῆς. Ἄκουε συνετῶς τὴν ἐπίλυσιν. Αὐτὸς μὲν ἐστὶν ἡ σοφία, ὁ Χριστὸς καὶ Λόγος τοῦ Θεοῦ, ἡ δὲ σὰρξ ἣν προσελάβετο, οὔτε σοφία ἦν, οὔτε δύναμις, οὔτε σύνεσις, ἀλλὰ φθαρτὴ καὶ ἀσθενὴς καὶ δούλη καὶ ἐμπαθής. Ἐπεὶ δὲ «ὁ λόγος σὰρξ ἐγένετο» καὶ «ἀνθρώποις συνανεστράφη» ὡς ἄνθρωπος καὶ τὴν σάρκα ἡγίασεν, ἣν ἐξ ἀνθρώπων ὑπὲρ ἀνθρώπων περιεβάλετο εἰκότως καὶ ἐπανεπαύθη ἐπ’ αὐτῶν τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, «πνεῦμα σοφίας καὶ συνέσεως» καὶ τὰ ἑξῆς.

Ὑπεσχόμην πολλάκις λέγειν ἰδιαιτάτως περὶ τοῦ Πνεύματος καὶ οὐ θαυμάζω ὅτι καὶ ἄκοντα ὁ λόγος ἐπὶ τὸν λόγον καθέλκει με, ἵνα μάθω κἀντούτῳ· ὅτι ἂν ἡ φύσις μία καὶ ἀχώριστος, πάντως καὶ ὁ Λόγος εἷς καὶ ἀχώριστος. Καὶ ἐν ταῖς ἐσχάταις ἡμέραις λέγει Κύριος διὰ Ἰωήλ, «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», δηλονότι πιστήν, «καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται»· εἰ γὰρ καὶ μὴ πᾶσα σὰρξ πιστὴ προεφήτευσεν, δεχομένη τοῦ θείου βαπτίσματος μετέσχε τοῦ Πνεύματος. Διὸ καὶ «κατέβη πνεῦμα παρὰ κυρίου», φησί, «καὶ ὡδήγησεν αὐτόν», δηλαδὴ ἐν τῇ φυγῇ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ· «ἤγαγεν αὐτούς», φησί, «δι’ ἀβύσσου ὡς ἵππον δι’ ἐρήμου καὶ ὡς κτήνη διὰ πεδίου» καὶ οὐκ ἐδειλίασαν καὶ «κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς»· «ἐπὶ στόματος» γὰρ «δύο μαρτύρων ἢ καὶ τριῶν» ἵσταται «πᾶν ῥῆμα», κατὰ τὴν θείαν φωνήν.

Καὶ τίς, λοιπόν, τῶν εὖ φρονούντων καὶ ποσῶς μετεχόντων τοῦ Πνεύματος ἀμφιβάλῃ μὴ Θεὸν εἶναι τὸ Πνεῦμα ἴσον καὶ ὁμοφυὲς τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἀκούων περὶ αὐτοῦ ὅτι θεῖον, ὅτι δημιουργόν, ὅτι πνοὴ Θεοῦ καὶ ὅτι διδακτικόν; «Πνεῦμα», φησί, «θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με». Καὶ ὅτι «πνεῦμα ἀληθείας», ὅτι παράκλητος· καὶ ὅτι ἐκ «τοῦ Πατρὸς ἐκπορεύεται», ὅτι ὡς «ἅγιον Πνεῦμα παιδείας φεύξεται δόλον» καί, ὡς ὑπέρσοφον, «ἀπανίσταται ἀπὸ λογισμῶν ἀσυνέτων»· καὶ ὅτι «φιλάνθρωπον» καὶ ὅτι «βλάσφημον ἀπὸ χειλέων αὐτοῦ» καὶ «νεφρῶν καὶ χειλέων μάρτυς καὶ ἐπίσκοπος ἀληθής»· καὶ ὅτι «πνεῦμα ἅγιον πεπλήρωκε τὴν οἰκουμένην»· καὶ ὅτι «συνέχει τὰ πάντα καὶ γνῶσιν ἔχει φωνῆς»· καὶ ὅτι «πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου καὶ εἰκὼν τῆς ἀγαθότητος» τοῦ Θεοῦ, «μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον» καὶ τὰ ἑξῆς· καὶ ὅτι ἦλθεν «ἀπὸ ὑψίστων καὶ» διωρθώσατο «τὰς τρίβους τῶν ἐπὶ γῆς»· καὶ ὅτι τὸ πνεῦμα «τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ»· καὶ ὅτι τὸ πνεῦμα ἡγεμονικὸν ἐστὶν ἀγαθόν, καθαρτικὸν καὶ «πνεῦμα σοφίας καὶ συνέσεως καὶ βουλῆς καὶ ἰσχύος» καὶ τὰ ἑξῆς· καὶ ὅτι ἐκχέεται πρὸς τοὺς ἀξίους αὐτοῦ.