Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Λόγοι

Νεόφυτος ὁ Ἔγκλειστος

Ομιλία για την Γ΄ Κυριακή των Νηστειών

Η θεολογία του Σταυρού ως σωτηρίου ξύλου, αναφορές σε ιστορικά σημεία θείας οργής από τον Ιώσηπο και η κατακλείδα του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 1 από 4

<ΝΕΟΦΥΤΟΥ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΝ Τῌ ΤΡΙΤῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΝΗΣΤΕΙΩΝ> Νεοφύτου πρεσβυτέρου ἐν τῇ τρίτῃ Κυριακῇ τῆς ἀμώμου νηστείας, λόγος περὶ τοῦ προκειμένου σταυροῦ καὶ τί ἐστιν ᾆσμα καινὸν καὶ σημεῖον εἰς ἀγαθὸν καὶ ὅτι ἐστὶν καὶ σημεῖον εἰς πονηρὸν ἐκ γραφικῶν ἀποδείξεων.

Δέσποτα, εὐλόγησον. Ἄμαχον ὅπλον καὶ σκῆπτρο<ν> βασιλέως κραταιοῦ πολλάκις ἐξεδειμάτωσεν φάλαγγας πολεμίων ἐχθρῶν, καὶ πανόλβιον ὅπλον καὶ σκῆπτρον παμβασιλέως Χριστοῦ δαιμόνων ἐχθρῶν ἐξεδειμάτωσεν πανουργίας. Ἐπειδὴ γὰρ διὰ ξύλου κατέβαλεν ὁ ἐχθρὸς γενάρχην ἡμεδαπόν, διὰ ξύλου πάλιν εὐδόκησεν ὁ ἀγωνοθέτης καταβληθῆναι τὸν τύραν<ν>ον, ὅπως ἂν καὶ ἡμεῖς διὰ τοῦδε <τοῦ> ξύλου κατὰ τῶν πολεμίων ἐχθρῶν δρῶμε<ν> τὰ νικητήρια. Εὖ γε, εὖ γε τῆς καταλλήλου ἀνταλ<λ>αγῆς, ὅτι διὰ ξύλου ἔκπτωσις ἐκ παραδείσου καὶ πάλιν διὰ ξύλου ἐπάνοδος ἐν παραδείσῳ.

Τοῦτο γοῦν τὸ τρισόλβιον ξύλον καὶ τῆς τριάδος ἰσάριθμον, τὸ τριστέλεχον, καὶ τριπόθητον, καὶ σεβάσμιον, καὶ πολυύμνητον, πανταχοῦ χριστιανῶν τὰ συστήματα, προσκυνοῦντες ἀσμένως, ᾄδουσιν τῷ Κυρίῳ ᾆσμα καινόν, καθὼς ὁ θεῖος προεμελῴδει Δαβίδ· προφητεύων γὰρ τὸ περὶ τῆς ἐνσάρκου οἰκονομίας προετρέπετο ταῖς ἐκκλησίαις τοῦ Θεοῦ ᾄδειν ᾆσμα καινόν.

Λέγομεν «τὸν σταυρόν σου προσκυνοῦμεν, δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν». Τοῦτο γάρ, <ἐκ τῶν> ὅσα αἱ τῶν πιστῶν ᾄδουσιν ἐκκλησίαι ᾆσμα καινόν ἐστιν καὶ λέγεται· οὐ γὰρ εἶχεν ἡ Παλαιὰ τοιοῦτον ᾆσμα καινόν, ἀλλὰ μάλιστα ᾆσμα παλαιὸν διὰ κιθάρας καὶ ψαλτηρίου καὶ διαφόρων ὀργάνων μουσικῶν ὑμνοῦντες τὸν Θεόν, ἀπό τε τῶν μωσαϊκῶν ᾠδῶν καὶ τοῦ παιδαγωγοῦ νόμου τοῦτο παρειληφότες, τοιούτους ὕμνους καὶ ᾠδὰς ἐκ προοιμίων προσάγειν τῷ Θεῷ. Ἦσαν δὲ το<ί>νυν ἐκεῖνοι τύποι καὶ σκιαὶ ἐν οἷς σταυρὸς μὲν προεκηρύττετο ἔκτοτε, συνεσκιασμένως δὲ διὰ τὴν τοῦ λαοῦ παχύτητα καὶ δυσκάθεκτον γνώμην. Διὸ καὶ ἔλεγεν ὁ θεῖος Δαβὶδ πρὸς τὸν Θεόν: «Σῶσον τὸν λαόν σου, Κύριε, καὶ εὐλόγησον τὴν κληρονομίαν σου», καὶ «σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου»· καὶ ὅτι «ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν». Ἐπειδὴ ἔστιν καὶ σημεῖον εἰς πονηρὸν καὶ ὀλέθριον, οἷον περὶ τοῦ Κάϊν καὶ ὅσα τοιαῦτα, εὔχεται ὁ Δαβὶδ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ γενέσθαι αὐτῷ σημεῖον εἰς ἀγαθὸν τὴν σωτήριον σταύρωσιν.

Ἦν γὰρ καὶ ἐν Αἰγύπτῳ πάλαι, ἐν ταῖς τῶν Ἑβραίων οἰκίαις σημεῖον εἰς ἀγαθὸν ἐκ σφαγῆς τοῦ αἵματος τοῦ τεθυμένου ἀμνοῦ, ὁπηνίκα ὁ ὀλοθρεύων ἐπάταξεν τὰ πρωτότοκα τῶν Αἰγυπτίων. Καὶ αὖθις, σημεῖα πρὸς τιμωρίαν ὤφθησαν Ἰουδαίοις, μετὰ τὴν σφαγὴν τοῦ Χριστοῦ, ἃ δὴ καὶ θεασάμενοι ἐχθροί, ὁρατοί τε καὶ ἀόρατοι, κατ’ ἰσχὺν σημεῖον εἰς ἀγαθόν, Ἰουδαίοις δὲ σημεῖον εἰς πονηρόν, σημαῖνον ἅμα καὶ προσημαῖνον τὴν αὐτῶν ἔνδικον ἐξολόθρευσιν. Γέγραπται γὰρ ἐν ταῖς ἐκκλησιαστικαῖς ἱστορίαις, ὅτι τῶν Ἰουδαίων, ἔτι εὐθηνούντων καὶ τὴν ἑορτὴν <τὴν> λεγομένην σκηνοπηγίαν εἰρηνικῶς ἐκτελούντων, Ἰησοῦς τις, οὕτως καλούμενος, ἄγροικος ἀνήρ, υἱὸς Ἀνάνου, ἐξαίφνης ἐλθὼν ἐν μέσῳ αὐτῶν, μεγαλοφώνως ἐκραύγαζε λέγων: «Φωνὴ ἀπ’ ἀνατολῆς, φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, ὁμοῦ φωνὴ ἐπὶ πάντα τὸν λαόν».

Ταύτας γοῦν τὰς φωνὰς κραυγάζων ἡμέρας καὶ νυκτός, ἔν τε τῷ ἱερῷ καὶ ἐν πάσαις ταῖς ῥύμαις τῆς πόλεως, ἠγανάκτουν κατ’ αὐτοῦ τὰ πλήθη τῶν Ἰουδαίων, καί, τινὲς τῶν ἐπισήμων τὰς αὐτοῦ κακοφωνίας μὴ ἐνεγκόντες, συλ<λ>αμβάνουσιν αὐτὸν καὶ πολλαῖς πληγαῖς αὐτὸν κατεδάμασαν. Ὁ δὲ οὐδὲν πρὸς τοὺς παίοντας οὐδὲ ὑπὲρ αὑτοῦ τι ἀπεφθέγξατο, ἀλλὰ τὰς προτέρας καὶ αὖθις φωνὰς διετέλει κραυγάζων. Εἶτα, καὶ πρὸς τὸν κατὰ Ῥωμαίους ἔπαρχον ἄγουσιν αὐτὸν καὶ τοσοῦτον αὐτὸν κατέξανε μάστιξι, ὡς καὶ αὐτῶν τῶν ὀστέων τούτου φανῆναι· ὁ δὲ οὐχ ἱκέτευσεν, οὐκ ἐδάκρυσεν, οὐ κατωλιγώρησεν, μόνον δὲ ὅτι ἐφ’ ἑκάστης πληγῆς ἀπεκρίνατο λέγων: «ἐνιαυτοῦ τῆς ἁλώσεως κομήτης ἐφάνη ἀστὴρ ἐπάνω τῆς πόλεως ἐν ὅλῳ τῷ ἐνιαυτῷ, ῥομφαίας παραπλήσιος».

Εἶτα, κατὰ τὴν ὀγδόην τοῦ Μαρτίου μηνός, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, πρὸς ὥραν ἐννάτην τῆς νυκτός, φῶς ἔλαμψεν ἐν τῷ ναῷ καὶ τῷ βωμῷ, ἡμέρας παραπλήσιον, ὃ παρετάθη ἥμισυ ὥρας, τινὲς δὲ τῶν ἀπειροτέρων σημεῖον εἰς ἀγαθὸν ὑπετόπαζον τοῦτο· οἱ δὲ ἀρχιερεῖς σημεῖον εἰς πονηρὸν ἔκριναν ἐκεῖνο τὸ φῶς, ἀλλ’ οὔθ’ οὕτως τῆς χριστοκτονίας τὸ ἄγος εἵλατο μετανοῆσαι, ἄχρις ἀνεπεσπάσατο τὴν τοῦ Θεοῦ ὀργήν.

Κατὰ δὲ τὴν αὐτὴν ἑορτὴν τῶν ἀζύμων θήλειαν βοῦν ἀγαγὼν ὁ ἀρχιερεὺς πρὸς τὸ θῦσαι, αὐτὴ παραδόξως ἔτεκεν ἄρνα. Ἡ δὲ χαλκῆ πύλη κεκλεισμένη οὖσα μοχλοῖς καὶ κλείθροις ἐν ἀσφαλείᾳ πολλῇ, ἣν μόλις εἴκοσι ἄνδρες ἔκλειον καὶ ἤνοιγον, καὶ αὐτὴ ἐν ὥρᾳ ἕκτῃ τῆς αὐτῆς νυκτὸς αὐτομάτως καὶ παραδόξως ἐξηνοίγετο ῥᾷον.

Ἰδοὺ τρία σημεῖα ἐν τῇ νυκτὶ τῆς ἑορτῆς τῶν ἀζύμων, ἤτοι τὸ τοῦ φωτός, τὸ τῆς βοὸς καὶ τὸ τῆς πύλης. Παρελθούσης δὲ τῆς τοιαύτης ἑορτῆς, κατὰ τὴν εἰκοστὴν πρώτην τοῦ ῥηθέντος Μαρτίου μηνός, ὀψίας ἤδη, πρὸ δύσεως ἡλίου, μετέωρα ὤφθησαν ἐν τῷ ἀέρι κατὰ πᾶσαν τὴν χώραν, ἅρματα καὶ φάλαγγες ἔνοπλοι, ἐκ τῶν νεφῶν κατιοῦσαι καὶ κυκλοῦσαι τὰς πόλεις πάσας τῆς περιχώρου. Κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτήν, τῶν ἱερέων εἰς τὸ ἱερὸν συνεληλυθότων, τὰς ἐξ ἔθους λειτουργίας ἐπιτελέσαι, κτύπος καὶ φωνὴ ἐξηκούετο λέγουσα: «μεταβαίνομεν ἐντεῦθεν».

Ταῦτα δὲ τὰ ἑπτὰ σημεῖα καὶ Ἰώσηπος ἱστορεῖ κάλλιστα, εἰς τὸν ἕκτον αὐτοῦ περὶ ἁλώσεως λόγον. Τούτων δὲ τῶν σημείων ἐμνημόνευσα ἔγωγε διὰ τὸ φάναι με πρὸ μικροῦ ὅτι ἔστιν καὶ σημεῖον εἰς ἀγαθὸν καὶ σημεῖον εἰς πονηρόν, προσημαῖνον ἀδέκαστον θείαν ὀργήν· ὅτου χάριν καὶ τὰ ῥηθέντα σημεῖα πάντως ἐπροεδείκ<ν>υεν Θεὸς τοῖς χριστοκτόνοις, ὅπως μετανοήσαντες, πρὸς ὃν ἀνεῖλον Χριστὸν πιστεύσωσιν. Ἐπειδὴ οὐ συνῆκαν τὴν τῶν ποικίλων σημείων ἐπίδειξιν, οὐδὲ μετενόησαν, εἰς χεῖρας τῶν Ῥωμαίων παρεδόθησαν καὶ ἄρδην ἀπώλοντο.

Ἡμεῖς δέ, πλουτοῦντες σημεῖον εἰς ἀγαθόν, τὸν σταυρὸν τοῦ Χριστοῦ, προσκυνοῦμεν αὐτὸν σχετικῶς, ἐν πίστει καὶ πόθῳ καὶ γίνεται ἡμῖν σημεῖον εἰς ἀγαθὸν καὶ ὅπλον εἰς σωτηρίαν. Χριστὸν δὲ ἔχοντες κυβερνήτην καὶ πηδάλιον ἀσφαλὲς τὸν πανάγιον αὐτοῦ σταυρόν, καὶ τὸ πέλαγος τῆς ἀμώμου νηστείας, μεσοπορήσαντες ἤδη, πρὸς τὸν λιμένα τῆς τρίτης Κυριακῆς προσωρμίσθημεν σήμερον· καὶ δέον ἡγοῦμαι καὶ ἡμᾶς ἐνταῦθα κατευνάσαι τοῦ λόγου τὸν πλοῦν, ὅπως καὶ τῆς μεσονηστίμου τετράδος ἐλθούσης, καὶ ἐν αὐτῇ βραχέα τινὰ φιλοσοφήσαντες καὶ προσκυνήσαντες τὸ σωτήριον ὅπλον, δῶμεν δόξαν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, πρὸς ἡμῶν ἀσφάλειαν καὶ σωτηρίαν αἰώνιον· ἀμήν.