Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Λόγοι

Νεόφυτος ὁ Ἔγκλειστος

Ιστορική αναδρομή στις επτά Οικουμενικές Συνόδους

Εισαγωγή στην ιστορία του εκκλησιαστικού σχίσματος και αναλυτική σύνοψη των επτά Οικουμενικών Συνόδων, με αναφορά στους συμμετέχοντες Πατέρες και τα δόγματα που κυρώθηκαν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 4

<ΝΕΟΦΥΤΟΥ ΕΓΚΛΕΙΣΤΟΥ ΠΕΡΙ ΤΩΝ ΕΠΤΑ ΟΙΚΟΥΜΕΝΙΚΩΝ ΣΥΝΟΔΩΝ> Τῇ Κυριακῇ τῶν ἁγίων πατέρων Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκ<λ>είστου, εὐσύνοπτος μνήμη περὶ τῶν ἑπτὰ οἰκουμενικῶν καὶ μεγάλων Ἁγίων Συνόδων, καὶ ὅτου χάριν καὶ πότε ἡ πρεσβυτέρα Ῥώμη καὶ ἡ Νέα Ῥώμη διεστήκασιν ἀπ’ ἀλλήλων.

Δέσποτα, εὐλόγησον. Ἄξιον ζητήσεως ζήτημα πολλάκις ἐπιζητῶν, μόλις ἐφεύρηκα τὸ ζητούμενον, ὃ καὶ προειλόμην, ὡς ὠφέλιμον, τοῖς πολλοῖς ποιῆσαι κατάδηλον. Ἀλλὰ δεῖ με, πρὸ τούτου, τῶν μεγάλων ἑπτὰ καὶ οἰκουμενικῶν μνημονεῦσαι συνόδων συνοπτικῶς, καὶ εἶθ’ οὕτως εἰς μέσον εἰσάξαι τὸ ζήτημα.

Σύνοδος αʹ Ἡ ὄντως θεόκλητος καὶ πρώτη ἁγία σύνοδος καὶ μεγάλη οἰκουμενική, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων, ἐπὶ τοῦ ἐν ἁγίοις γέγονεν Κωνσταντίνου τοῦ με<γά>λου· ἧς καὶ προηγοῦντο οἱ πέντε φωστῆρες καὶ πατριάρχαι, ἤτοι Σίλβεστρος Ῥώμης, Μητροφάνης Κωνσταντινουπόλεως, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας καὶ Μακάριος Ἱεροσολύμων. Τῶν ἐπισκόπων δὲ οἱ πλεῖστοι τοσοῦτον ἦτον θαυματουργοί, ὥστε καὶ νεκροὺς ἐξανέστησαν ἀτεχνῶς· ἐξ ὧν ὁ Νισίβεως Ἰάκωβος καὶ ὁ θαυματουργὸς Νικόλαος καὶ ὁ Κύπρου Τριμιθοῦντος Σπυρίδων, καὶ ἕτεροι πολλοί. Ἄλλοι δὲ πάλιν μάρτυρες ἦσαν καὶ ὁμολογηταὶ καὶ ἀκρωτηριασμένοι τινὰ μοῖραν τῶν μελῶν παρὰ τῶν πρώην βασιλευσάντων τυράννων καὶ θεομάχων.

Οὕτως γοῦν θεοκλήτως συναθροισθέντες καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἔχοντες ἐν ἑαυτοῖς, Θεὸν ἀληθινὸν καὶ ὁμοούσιον τοῦ Πατρὸς τὸν δεσπότην Χριστὸν ἐδογμάτισαν, καὶ τὸ τῆς πίστεως ἅγιον σύμβολον ἐξέδοντο θεοπνεύστως, τὸν δὲ αἱρεσιάρχην Ἄρειον, ὡς κτίσμα καὶ ἑτεροούσιον τοῦ Πατρὸς βλασφημοῦντα τὸν Κύριον, ἀνεθεμάτισαν καὶ τῆς θείας ἐκκλησίας ἀπεσκοράκισαν.

Σύνοδος βʹ Εἶτα, μετὰ ἔτη νϛʹ, ἐπὶ τοῦ μεγάλου Θεοδοσίου, ἡ δεύτερη οἰκουμενικὴ καὶ ἁγία σύνοδος γίνεται τῶν ρνʹ ἁγίων πατέρων, ἐν Κωνσταντινουπόλει συνεκροτήθη. Ἧς <ἡ>γοῦντο Τιμόθεος Ἀλεξανδρείας, διέπων καὶ τὸν τόπον Δαμάσου πάπα Ῥώμης, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων καὶ Γρηγόριος ὁ Θεολόγος, κατὰ Μακεδονίου τοῦ πνευματομάχου· ὃν καὶ καθελοῦσα ἀνεθεμάτισεν, ἅμα δὲ καὶ Σαβελ<λ>ίῳ καὶ Ἀπολ<λ>ιναρίῳ, καὶ ὡς κύνας λυττῶντας τῆς ἐκκλησίας ἐξέωσαν, τὸ δὲ Πνεῦμα τὸ ἅγιον Θεὸν ὁμοούσιον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐδογμάτισαν ὀρθοδόξως.

Σύνοδος γʹ Εἶτα πάλιν, μετὰ ἔτη νʹ, ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ ἡ τρίτη ἐν Ἐφέσῳ γέγονεν σύνοδος τῶν ςʹ ἁγίων θεοφόρων πατέρων· ἡγοῦντο δὲ καὶ αὐτῆς Κύριλλος Ἀλεξανδρείας, διέπων καὶ τὸν τόπον Κελεστίνου πάπα Ῥώμης, Ἰουβενάλιος Ἱεροσολύμων, κατὰ Νεστορίου ἐπισκόπου Κωνσταντινουπόλεως τοῦ ἀνθρωπολάτ<ρ>ου, τοῦ τὴν Θεοτόκον βλασφημοῦντος χριστοτόκον καὶ μὴ Θεοτόκον· ὃν καὶ ἀναθεματίσαντες καὶ καθελόντες, κυρίως καὶ ἀληθῶς αὐτὴν ἐδογμάτισαν Θεοτόκον.

Σύνοδος δʹ Εἶτα πάλιν, μετὰ ἔτη κʹ, ἐπὶ τῆς βασιλείας Μαρκιανοῦ, ἡ ἐν Χαλκηδόνι μεγάλη σύνοδος συνεκροτήθη ὑπὸ τῶν χλʹ ἁγίων πατέρων, ὧν ἡγοῦντο Λέων πάπας Ῥώμης, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἱεροσολύμων, κατὰ Διοσκόρου ἐπισκόπου Ἀλεξανδρείας καὶ Εὐτυχοῦς τοῦ ἀρχιμανδρίτου καὶ τῶν αὐτῶν ὁμοφρόνων, τῶν μὴ ἐν ἀληθείᾳ, ἀλλ’ ἐν δοκήσει καὶ φαντασίᾳ μυθολογούντων τὴν σάρκα τοῦ Χριστοῦ καὶ τὸ<ν> τρισάγιον ὕμνον συναριθμοῦντες σταυρῷ, καὶ τῇ θείᾳ φύσει τὸ πάθος συνάπτοντες· οὓς καὶ ὡς θεοπασχίτας καθελόντες, ἀνεθεμάτισαν, τέλειον δὲ Θεὸν καὶ τέλειον ἄνθρωπον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθοδόξως ἐσφράγισαν.

Σύνοδος εʹ Καὶ πάλιν, μετὰ ἔτη ρβʹ, ἐπὶ τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ μεγάλου, ἡ ἐν Κωνσταντινουπόλει γέγονεν σύνοδος, ἐκ δευτέρου, ὑπὸ ρξεʹ ἁγίων πατέρων· ὧν καὶ ἡγοῦντο Εὐτύχιος Κωνσταντινουπόλεως, Ἀπολ<λ>ινάριος Ἀλεξανδρείας, Δόμνος Ἀντιοχείας, Εὐστόχιος Ἱεροσολύμων, σύμψηφον ἔχοντες καὶ Βιγίλιον τὸν πάπα<ν> Ῥώμης, κατὰ Σεβήρου τοῦ ἀκεφάλου καὶ τοῦ ματαιόφρονος Ὠριγένους· οὓς καὶ ἀναθεματίσαντες μετὰ τῶν θεοστυγῶν δογμάτων αὐτῶν {καὶ} ἀπεκήρυξαν.

Σύνοδος ϛʹ Καὶ αὖθις, μετὰ ἔτη ρκηʹ, ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, ἡ ἕκτη σύνοδος γίνεται, πάλιν ἐν Κωνσταντινουπόλει ὑπὸ τῶν σπθʹ ἁγίων πατέρων· ἧς ἡγοῦντο Γεώργιος Κωνσταντινουπόλεως, Θεοφάνης Ἀντιοχείας, σύμψηφον ἔχοντες καὶ τὸν πάπα<ν> Ῥώμης Ἀγάθωνα· καὶ βεβαιώσαντες τῶν πρὸ αὐτῶν πέντε συνόδων τὰ δόγματα, ἀνεθεμάτισαν τὴν τῶν μονοθελητῶν αἵρεσιν, καθεῖλον δὲ καὶ Σέργιον καὶ Πύρρον, καὶ ἑτέρους πλείστους αἱρετικοὺς ἐπισκόπους.

Σύνοδος ζʹ Καὶ πάλιν, μετὰ ἔτη ρϛʹ, ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ τυφλωθέντος, τοῦ ἐγγόνου Κοπρωνύμου τοῦ καταράτου, καὶ τῆς μητρὸς αὐτοῦ Εἰρήνης, πατριαρχοῦντος δὲ Ταρασίου Κωνσταντινουπόλεως, Ἀδριανοῦ δὲ πάπα Ῥώμης, Πολιτιανοῦ Ἀλεξανδρείας, Θεοδωρήτου Ἀντιοχείας καὶ Ἠλίου Ἱεροσολύμων, ἡ ἐν <Ν>ικαίᾳ, τὸ δεύτερον, γέγονεν ἑβδόμη σύνοδος τῶν τνʹ ἁγίων πατέρων κατὰ τῶν θεοστυγῶν καὶ ἀθέων εἰκονομάχων· οὓς καὶ τῷ ἀναθέματι προσβαλόντες ἐνδίκως, τὸν ἀρχαῖον τῆς ἐκκλησίας κόσμον εὐθέως αὐτὴν κατεκόσμησαν, τὰς ἁγίας δὲ εἰκόνας καὶ τοῦ σταυροῦ τὸν τύπον σχετικῶς προσκυνεῖσθαι προσέταξαν.