Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Λόγος Αντιρρητικός
Αναίρεση της κατά γράμμα ερμηνείας των αγιογραφικών χωρίων από τους Ιουδαίους και χριστολογική ερμηνεία παλαιοδιαθηκικών προφητειών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Αντιρρητικός
Αναίρεση της κατά γράμμα ερμηνείας των αγιογραφικών χωρίων από τους Ιουδαίους και χριστολογική ερμηνεία παλαιοδιαθηκικών προφητειών.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΝΤΑΣ ΙΟΥΔΑΙΟΥΣ ΟΤΙ Ο ΧΡΙΣΤΟΣ ΟΤΑΝ ΕΛΘΗΙ, ΤΟΤΕ «ΣΥΜΒΟΣΚΗΘΗΣΕΤΑΙ ΛΥΚΟΣ ΜΕΤΑ ΑΡΝΟΣ ΚΑΙ ΠΑΡΔΑΛΙΣ ΣΥΝΑΝΑΠΑΥΣΕΤΑΙ ΕΡΙΦῼ» ΚΑΙ ΟΣΑ ΕΙΠΕΝ ΕΞΗΣ ΗΣΑΪΑΣ Ο ΠΡΟΦΗΤΗΣ· ΚΑΙ ΕΡΜΗΝΕΙΑΙ ΓΡΑΦΙΚΩΝ ΔΙΑΦΟΡΩΝ ΕΚ ῬΗΤΩΝ ΚΕΦΑΛΑΙΩΝ· ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΚΕΚΛΕΙΣΜΕΝΗΣ ΙΕΖΕΚΙΗΛ ΠΥΛΗΣ Εὐλόγησον, πάτερ. Φεῦ τῆς νυκτώδους καὶ ἐσκοτισμένης διανοίας τῶν Ἰουδαίων καὶ παντελοῦς ἐκτυφλώσεως, διότι «βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσιν»· ἀκούοντες γὰρ ὅτι «συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς, καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα» δοκοῦσιν οἱ ἐσκοτισμένοι λύκους καὶ ἀρνούς, παρδάλεις δὲ καὶ ἐρίφους καὶ μόσχους καὶ λέοντας καὶ ταύρους αἰσθητῶς συναγελασθῆναι καὶ ὑπὸ παιδίων ποιμαίνεσθαι.
Τί δὲ τὸ κωλῦσον αὐτοὺς καὶ ἄψυχον λίθον ζητεῖν εἰς τὰ θεμέλια Σιών, ἵνα πιστεύσωσιν εἰς αὐτόν, διὰ τὸ λέγειν τὸν Θεὸν διὰ τοῦ αὐτοῦ προφήτου· «Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ»; Καὶ πάλιν τί τὸ κωλῦσον αὐτοὺς ἐκζητεῖν πόλιν διὰ λίθων ἀψύχων πολυτίμων ᾠκοδομημένην, διὰ τὸ λέγειν τὸν Θεὸν τῇ πόλει τῇ ἁγίᾳ· «Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς»; Περιμενέτωσαν δὲ ἵνα καὶ οἱ ἄψυχοι βουνοὶ ῥυήσωνται γάλα, ὅτι «ἔσται», φησίν, «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν καὶ οἱ βουνοὶ ῥυήσονται γάλα». Ἄρα δέ, κατ’ αὐτούς, οὐδὲ ἀσεβεῖς ἀναστήσονται ἐν τῇ κρίσει, ὅτι διὰ τοῦτο φησὶν «οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει». Δότωσαν λοιπὸν καὶ τῇ ἡμέρᾳ ῥῆμα καὶ τῇ νυκτὶ γνῶσιν· «Ἡμέρα τῇ ἡμέρᾳ», φησίν, «ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν». Οὐ μὴν δὲ ἀλλὰ καὶ ὅπλον καὶ θυρεὸν ὁπλείτωσαν τὸν Θεόν· «Ἐπιλαβοῦ», φησίν, «ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου». Κραυγαζέτωσαν δέ, ἵνα καὶ τὸν Κύριον ἀφυπνίσωσιν· «Ἐξεγέρθητι,» φησίν, «ἱνατί ὑπνοῖς, Κύριε;».
Ἀλλὰ καὶ ποταμοῖς αἰσθητοῖς δότωσαν χεῖρας· «Ποταμοί», φησί, «κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό». Προσδεχέσθωσαν δὲ καὶ βοήθειαν ἐξ ὀρέων χθονίων· «Ἦρα», φησί, «τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου». «Αἰνείτωσαν» δὲ καὶ νῦν τὸν Θεὸν «ἐν τυμπάνῳ καὶ χορῷ» καὶ «ἐν χορδαῖς καὶ ὀργάνοις» καὶ «ἐν κυμβάλοις εὐήχοις» καὶ «ἐν κυμβάλοις ἀλαλαγμοῦ». Θρηνείτω δὲ καὶ ξύλον ἕτερον ξύλον· «Ὀλολυζέτω», φησί, «πίτυς, ὅτι πέπτωκε κέδρος». Ἐκλειπέτωσαν δέ, κατ’ αὐτούς, καὶ πρόβατα καὶ βόες· «Ἐξέλιπον», φησίν, «ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις».
Ναὶ μὴν ἀλλὰ καὶ πύλην κεκλεισμένην Ἰεζεκιὴλ ζητείτωσαν ἄρτι ποῦ ἐστιν, καὶ ἁπλῶς ὁ τὰς γραφικὰς ῥήσεις ἀκούων οὕτως, καθὼς λέγονται, καὶ μηδὲν ἕτερόν τι διακρίνειν δυνάμενος ὑψηλότερον εἰς πολλὰς μέλλει ἀνοδίας ἐμπίπτειν καὶ βάραθρα, εἴτε Ἰουδαῖος εἴτε καὶ ἕτερός τις λάχῃ, καὶ οὐδὲ ὕδατος ποτίμου μεταδώσει τινί, ὡς δῆθεν τηρῶν τὸ «ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία» καὶ μηδεὶς αὐτῆς μετεχέτω.
Ἡμεῖς δὲ τῇ τοῦ ἁγίου Πνεύματος ἐπιθαρρήσαντες χάριτι καὶ ἐμπνεύσει φωτιστικῇ τῶν ἀνωτέρω ῥηθέντων γραφικῶν κεφαλαίων ἐπειγόμεθα ἐκκαλύψαι τὸν νοῦν, εἰ καὶ μὴ κατὰ πλάτος ἀλλ’ ὅμως ἐν ἐπιτόμῳ, εἰς ἀσφάλειαν μὲν τῶν ἐντυγχανόντων πιστῶν, εἰς φίμωτρον δὲ τῶν ῥηθέντων Ἰουδαίων· πρὸς οὓς καὶ ἡ ἀντίρρησις διὰ τῶν ἀρτίως μνημονευθέντων γραφικῶν κεφαλαίων ἐκ περιουσίας διελέγχων καὶ εἰρωνεύων τὴν ἐκείνων παράνοιαν, ὅτι προσδέχονται λύκους καὶ ἀρνοῖς καὶ τὰ ἑξῆς ἅμα βοσκηθῆναι.
Ἀλλὰ δέον ἡγοῦμαι τὸ προφητικὸν τοῦτο χωρίον ἀνωτέρω καθ’ εἱρμὸν εἰς μέσον προσάξαι, ἵνα σαφεστέρως ὁ τοῦ λόγου εἱρμὸς τὴν ἐπίλυσιν ἕξει. «Τάδε λέγει Κύριος,» (οὐκ ἐγὼ λέγω, φησίν, ἀλλὰ δι’ ἐμοῦ «λέγει Κύριος») «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί», ταύτην τὴν ῥάβδον ᾐνίξατο καὶ ὁ Δαβίδ, ῥάβδον καὶ βακτηρίαν παρακαλοῦσαν αὐτόν, «καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται». Ὥσπερ γὰρ αἰτία καὶ ῥίζα τοῦ Υἱοῦ ὁ Πατήρ, οὕτω ῥίζα καὶ αἰτία τῆς τοῦ Λόγου σαρκώσεως ὁ Ἰεσσαί, ἐξ οὗ ἡ Παρθένος καὶ μήτηρ καὶ τὸ ἄνθος ὁ Χριστός. «Καὶ ἀναπαύσεται», φησίν, «ἐπ’ αὐτῷ», δηλαδὴ τῷ ἄνθει τῷ ἐκ τῆς ῥίζης, «πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν».
Εἶχε μὲν γὰρ ταῦτα καὶ πρὸ σαρκώσεως ὁ Χριστός· ἀλλ’ ἐπειδὴ καὶ σάρκα δι’ ἡμᾶς περιθέσθαι ἠνέσχετο, ἐν τῇ τοιαύτῃ λοιπὸν παναγίᾳ σαρκὶ καὶ τὰ ῥηθέντα χαρίσματα διανεπαύθησαν, ἤγουν ἡ σοφία, ἡ σύνεσις, ἡ βουλή, ἡ ἰσχύς, ἡ γνῶσις, ἡ εὐσέβεια καὶ ὁ φόβος τῆς θεότητος τοῦ Λόγου· ἐνέπλησε τὴν σάρκα, ἣν προσελάβετο, πᾶν ἀγαθόν· διὸ καὶ ἐπήγαγεν·
Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῶν κρίσιν, καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ἐνδόξους τῆς γῆς καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς.
Ὅρα πῶς ἀπροσωπόληπτον κριτὴν τοῦτον προεμαρτύρησεν. Οὔτε γὰρ κατὰ τὴν δόξαν ἔκρινε γραμματεῖς καὶ Φαρισαίους, οὔτε κατὰ τὴν λαλιὰν ἤλεγξε τοὺς αὐτὸν πειράζειν ἐπιχειροῦντας, ἀλλὰ νῦν μὲν «τί με πειράζετε ὑποκριταί;», νῦν δὲ «οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί».
Ἔκρινε δὲ καὶ ταπεινῷ λαῷ κρίσιν ἐλέους καὶ οἰκτιρμοῦ καλῶν εἰς μετάνοιαν ἁμαρτωλοὺς καὶ τελώνας, «καὶ τῷ πνεύματι διὰ χειλέων», ἤγουν τῷ πνευματικῷ καὶ θείῳ λόγῳ αὐτοῦ, πατάσσων τοὺς ἀντιλέγοντας ἀσεβεῖς. «Καὶ ἔσται», φησί, «δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ». Οὐχ ἁπλῶς εἶπε ζώνην, ἀλλὰ δικαιοσύνην, ἵνα γνῶμεν ὅτι αὐτός ἐστιν ὁ τοῖς μαθηταῖς ἐντειλάμενος «ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι» καὶ τὰ ἑξῆς. «Καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευρὰς» αὐτοῦ. Τοῦτο δὲ καὶ αὐτὸς ἑαυτὸν καλεῖ λέγων· «Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». «Εἰλημένος» δὲ λέγεται ἀντὶ τοῦ κεχρισμένος ἢ καὶ ἐντετυλιγμένος καὶ ἐσφιγμένος καὶ μὴ χωρεῖν ἐν αὐτῷ ψεύδους ὁρμήν. Τοῦτον δὲ τὸν εἰλημένον Ἰουδαῖοι, ὥς φασι, περιμένουσι· λεληθότως δὲ τὸν εἰλημένον τὸ ψεῦδος ἀντίχριστον περιμένουσιν.
Ὁ δὲ προφήτης τὴν ῥίζαν καὶ τὴν ῥάβδον καὶ τὸ ἄνθος ὑποσημάνας ἔμψυχον εἶναι καὶ δεκτικὸν τῶν ἑπτὰ τοῦ ἁγίου Πνεύματος χαρισμάτων καὶ κριτὴν ἀπροσωπόληπτον καὶ ἀληθινὸν καὶ δίκαιον ὑποδείξας λέγει λοιπὸν καὶ τὰ λοιπὰ τοῦ Θεοῦ Λόγου γνωρίσματα καὶ τῆς βαθείας εἰρήνης τὰ πρόθυρα, καί φησι· Τότε «συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ». Λύκον ἐνταῦθά μοι νόει τὸν λυμαινόμενον τὴν Ἐκκλησίαν Σαῦλον τὸ πρίν, ὃς μετὰ τὴν παράδοξον τύφλωσιν καὶ αὖθις ἀνάβλεψιν συνεβοσκήθη ἀρνῷ μαθητῇ Ἀνανίᾳ ἐν τῇ Δαμασκῷ πόλει. Καὶ ἐντεῦθεν λοιπὸν διδάσκου καὶ τὰ ἑξῆς. Καὶ ὅτε ἀκούσεις «καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται καὶ παιδίον μικρὸν ἄξει αὐτούς, καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται», τὴν διὰ τοῦ ἀποστολικοῦ κηρύγματος ἐννόει μοι ἄμειψιν ἐξ ἀγριότητος καὶ ἀπιστίας πρὸς πίστιν καὶ ἡμερότητα.
Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ λύκους καὶ λέοντας, παρδάλεις καὶ ἄρκους, ταύρους καὶ ὀνοκενταύρους, ἔστιν ὅτε καὶ κύνας καλεῖν τοὺς ἀνθρώπους, διὰ τὸ ἄπιστον, διὰ τὸ δολερόν, διὰ τὸ θρασύ, διὰ τὸ ἐφάμαρτον, διὰ τὸ κλεπτικόν, διὰ τὸ ἁρπακτικόν, διὰ τὸ θυμῶδες, διὰ τὸ κενόδοξον, διὰ τὸ γαυρίωμα τὸ ἀρχικὸν καὶ τὸν τῦφον τὸν ἄσεμνον· διὸ καὶ ἐπήγαγεν ὅτι «καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα»· σαρκοβόρος γὰρ θὴρ ὁ λέων, καὶ ἐθαύμασεν ἄν τις, εἰ τοῦτον εἶδεν ἀχυροφάγον ποτέ.
Ἀλλὰ θαυμάζομεν πλεῖον, ὁπηνίκα ὑψηλοὺς καὶ ἀρχικοὺς ἀνθρώπους ὁρῶμεν ταπεινωθέντας, εἴτε ἐξ ἀπιστίας πρὸς πίστιν ἐπιστραφέντας, εἴτε ἐκ τύφου καὶ ἀπονοίας «πρὸς ὑψοποιὸν ταπείνωσιν», εἴτε καὶ παρὰ προαίρεσιν κατὰ θείαν συγχώρησιν ταπεινούμενον ἄνθρωπον καὶ τὸν λεοντείαν ἐγκαυχώμενον δύναμιν, πλούτῳ καὶ δυναστείᾳ πλεονάζοντα, ταπεινωθέντα ὡς βοῦν πρὸς τὸ φαγεῖν ἄχυρα. Τάχα οἷόν που παραπλησίως ἐν τῷ ἐνεστῶτι καιρῷ καὶ ἡ νῆσος ἡμῶν Κύπρος ἐπάσχησε, καὶ οἱ πλεῖστοι τῶν μεγάλων αὐτῆς κάθηνται, οἴμοι, σιδήρῳ πεπεδημένοι, περὶ ὧν πλατύτερον εἰπεῖν οὐκ ἀνέχομαι, ὅτι οὐκ ἄγει καιρός. «Καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἀπογεγαλακτισμένον ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ».
Ὅρα τὸν κατὰ βάθους κεκρυμμένον νοῦν τοῦ προφητικοῦ τούτου ῥητοῦ, ὅτι οὐ βούλεται παρρησίᾳ διελέγχειν τῶν Ἰουδαίων τὴν θηριωδίαν καὶ τὴν ἐσομένην εὐκαίρως ἀποστολικὴν παρρησίαν, ἵνα μὴ πρὸ καιροῦ διὰ πρίονος ξυλίνου αὐτὸν ἀποκτείνωσιν, ἀλλὰ συνεσκιασμένως πως «τρώγλην» ἀποκαλεῖ «ἀσπίδων» τὰς τῶν Ἰουδαίων οἰκίας, ἵνα δὲ κατὰ τὸν πολὺν ἰὸν τῆς αὐτῶν παραδηλώσῃ μανίας, ὡς ἀσπίδας ἐμφωλευούσας μετὰ ἐκγόνων τῇ τρώγλῃ, ὅτι πολὺς ὁ ἰὸς καὶ ἡ πρὸς τὴν θήραν σπουδὴ πρὸς τὸ ἐκθρέψαι τὰ ἔκγονα, τούτους ἀποκαλεῖ· «παιδίον» δὲ «νήπιον» τὸν ἀποστολικὸν εἶχε χορόν, ὃν καὶ ὁ Κύριος ἐνετείλατο·
Γίνεσθε ὡς παιδία, καὶ τοῦτο τούτους ὑπομιμνήσκων, «παιδία», φησί, «μή τι προσφάγιον ἔχετε;»· κἀκεῖνοι παιδικῶς «ἀπεκρίθησαν αὐτῷ· Οὔ»· διὸ καὶ παιδίον ἀποστολικὸν νήπιον «ἐπὶ τρώγλην» οἰκίαν Ἰουδαϊκὴν «τὴν χεῖρα» Χριστὸν «ἐπιβαλεῖ». Χεὶρ γὰρ πνευματικὴ ὁ Υἱός, περὶ οὗ γέγραπται, «ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐν μέσῳ τοῦ κόλπου σου εἰς τέλος;», καὶ ὅτι «ἡ δεξιά σου, Κύριε,» φησί, «δεδόξασται»· διὸ καὶ τὸ ῥηθὲν νήπιον τὴν ῥηθεῖσαν χεῖρα πρὸς τὴν ῥηθεῖσαν τρώγλην ἐπιβαλεῖ «καὶ οὐ μὴ κακοποιήσουσιν, οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου». Καὶ ἤθελον Ἰουδαῖοι διὰ κακώσεως καὶ ἀτίμου θανάτου τὸ τοῦ Χριστοῦ ἀπολέσαι μνημόσυνον καὶ τὸ ἀποστολικὸν διακωλῦσαι κήρυγμα. Ἀπέβη δὲ τοὐναντίον, «ὅτι ἐνεπλήσθη», φησίν, «ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή», ἤγουν ἡ κατὰ τὸν τάφον αὐτοῦ ἀνάπαυσις γενήσεται τιμή· ὅπερ καὶ γέγονεν.
Ἀναστὰς γὰρ τριήμερος ἐκ νεκρῶν καὶ τῶν ἐθνῶν τὴν ἐλπίδα ἔργῳ πληρώσας, ἐπιστεύθη ὅτι Θεός ἐστι καὶ ἐτιμήθη ὡς καθαιρέτης τοῦ ᾅδου, καὶ ὡς ἀτίμου ἀπαλλάξας αἰχμαλωσίας τὸ πλάσμα τὸ ἑαυτοῦ, ἐνεπλήσθη ἡ σύμπασα γῆ τῆς γνώσεως τῆς αὐτοῦ θείας κυριότητος, ὡς θαλάσσιον ὕδωρ κατακαλύπτον τὸ ἔδαφος αὐτοῦ τῇ πληθύϊ τῶν ὑδάτων. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιπνοίας ὁ προφήτης προβλέπων ἔφη τρανῶς· «Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς» καὶ τὰ ἑξῆς. «Τότε», δηλαδὴ ὅτε τὸν Χριστὸν θεάσεσθε ὡς ἄρνας ἀποστέλλοντα τοὺς μαθητὰς ἐν μέσῳ λύκων καὶ πᾶσαν ἀγριότητα καὶ ἀπιστίαν καὶ γνώμην τυραννικὴν μεταβάλλοντας πρὸς πίστιν ἅμα καὶ ἡμερότητα.
Ἀλλὰ ταῦτα μὲν ἅλις πρὸς ταῦτα. Δεῖ δὲ ἡμᾶς καὶ τῶν προγραφέντων λοιπῶν κεφαλαίων σὺν Θεῷ δοῦναι τὰς ἐπιλύσεις, ὡς τῇ τοῦ ἁγίου Πνεύματος χορηγίᾳ θαρρήσαντες προϋπεσχόμεθα. Διὰ τοῦτο φησί· «Τάδε λέγει Κύριος»· «Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια αὐτῆς καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ». Ὅρα μοι ἐνταῦθα καὶ τὴν πατρικὴν εὐδοκίαν καὶ τὴν υἱϊτικὴν πᾶσαν ἔνσαρκον οἰκονομίαν· ἐν γὰρ τὸ εἰπεῖν· «Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ», δηλοῖ τὴν πατρικὴν εὐδοκίαν· «Σιὼν» γὰρ ἡ Ἐκκλησία, θεμέλιος ὁ Χριστὸς διὰ τὸ τῆς πίστεως ἰσχυρὸν καὶ ἀκλόνητον. Πολλαχοῦ δὲ «λίθος» ὀνομάζεται ὁ Χριστὸς διὰ τὸ ἰσχυρὸν καὶ διὰ τὸ μέλλειν συντρίβειν τὴν πλάνην καὶ τοὺς βωμοὺς τῶν εἰδώλων· «πολυτελὴς» δέ, ὡς πολλὴν καὶ ἀνείκαστον καὶ θείαν ὡς Θεὸς κεκτημένος δύναμιν· «ἐκλεκτὸς» δέ, ὅτι οὐχ ὡς εἷς τῶν πολλῶν· «ἀκρογωνιαῖος», ὡς ἅπασαν θαυμαστῶς συνδέων καὶ διακρατῶν τὴν δι’ αὐτοῦ οἰκοδομηθεῖσαν θείαν Ἐκκλησίαν καὶ πᾶν κτίσμα δι’ αὐτοῦ γεγονός, καθότι «πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε», κατὰ τὴν θείαν φωνήν· «ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια αὐτῆς»· τί γὰρ ἐντιμότερον τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τοῦ αὐτῆς θεμελίου εὑρήσειεν ἄν τις θνῄσκουσα ὑπὲρ Χριστοῦ τῆς ἀγάπης;
καὶ Χριστὸς αὐτῆς ἐπηγγείλατο βασιλείαν ὡς καὶ αὐτῆς αὐτουργὸς καὶ ταύτης θεμέλιος.
Διὰ τοῦτον γὰρ τὸν θεμέλιον καὶ ὁ θειότατος ἔλεγε Παῦλος ὅτι· «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τούτῳ τῷ θεμελίῳ χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλον, χόρτον, κάλαμον, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται, εἴ τινος δὲ τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, καὶ οὗτος δὲ ὡς διὰ πυρός». Φοβερὰ δὲ ἡ ἀπειλὴ τοῖς ἔχουσιν ὦτα τοῦ ἀκούειν. Τὸ μὲν ξυλῶδες καὶ χορτῶδες, φησίν, ἔργον αὐτοῦ κατακαήσεται καὶ ἀφανισθήσεται, αὐτὸς δὲ σῶος διαμενεῖ ἐν τῷ πυρὶ αἰωνίως βασανιζόμενος. «Πορνεία γὰρ καὶ πᾶσα ἀκαθαρσία» καὶ πᾶσα κακία ἔργον ἐστὶν χορτῶδες καὶ πυρὸς παρανάλωμα καιόμενον ῥᾳδίως καὶ ἀφανιζόμενον, ὁ δὲ τοῦτο ἐργασάμενος οὐκ ἀφανίζεται μετὰ τοῦ ἔργου αὐτοῦ· ἀνυπόστατον γὰρ καὶ συμβεβηκὸς ἔργον ἡ ἁμαρτία, διὸ καὶ τεφρωθήσεται ὡς χόρτον καὶ ἀφανισθήσεται καὶ ζημιωθήσεται ὁ ἐργάτης αὐτῆς ὡς κακῶς ἐργασάμενος, ὃς δ’ ἐνυπόστατος καὶ ἄφθαρτον σῶμα ἐν τῇ ἀναστάσει ληψόμενος οὐ φθαρήσεται διὰ πυρός, ἵνα ἀφανισθῇ πρὸς τὸ μὴ ὄν, ἀλλὰ σωθήσεται, ἤτοι διαμενεῖ διὰ πυρὸς κολαζόμενος.
Ὃς δὲ «χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους», ἤγουν τιμίας ἀρετὰς ἐν τῷ ῥηθέντι θεμελίῳ Χριστῷ, οἰκοδομήσειε, τὰ τοιαῦτα ἔργα οὐ κατακαήσονταί ποτε, ἀλλὰ πλεῖον μᾶλλον καὶ ταῦτα καὶ ὁ τούτων ἐργάτης ἐν τῇ χωνείᾳ ἐκείνῃ λαμπρυνθήσονταί τε καὶ δοξασθήσονται. Καὶ περὶ τούτων μὲν ἅλις.
Ἡμεῖς δὲ πρὸς τὰ τοῦ Ἠσαΐα θεόπνευστα ῥήματα καὶ αὖθις τὸν λόγον ἀνακομίσωμεν καὶ ἴδωμεν τί δι’ αὐτοῦ λέγει ὁ Θεός. «Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι», φησίν, «ἄνθρακα τὸν λίθον σου», ἤγουν τὸν Χριστόν, «καὶ τὰ θεμέλιά σου σάπφειρον», ἤγουν ἀποστόλους, προφήτας καὶ μάρτυρας, τοὺς καλῶς τὴν τριαδικὴν πίστιν θεμελιώσαντας καὶ εἰς ὕψος οὐράνιον τὴν ῥηθεῖσαν πόλιν οἰκοδομήσαντας καὶ ἀνυψώσαντας, «καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν», ἤγουν τῶν πιστῶν τὰ συστήματα («ἐπάλξεις» γὰρ αἱ πόλεις εἰσίν, «ἴασπις» δὲ οἱ καθαρῶς καὶ πιστῶς ἐν αὐταῖς βιοτεύοντες), «καὶ τὰς πύλας σου λίθους κρυστάλλου», ἤγουν τοὺς ἱεράρχας καὶ διδασκάλους αὐτῆς, οἵτινες ὡς πύλαι θεοτερπεῖς πᾶσαν αἵρεσιν καὶ δυσφημίαν τῆς ῥηθείσης πόλεως «Ἐκκλησίας τοῦ Θεοῦ» ἀπεσφάλησαν ἔξω, «καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς», ἤγουν ἀσκητὰς καὶ ὁσίους, τοὺς νηστείαις καὶ ἀγρυπνίαις καὶ προσευχαῖς περικυκλοῦντας τὴν ῥηθεῖσαν ἁγίαν πόλιν τοῦ Θεοῦ, «καὶ πάντας», φησί, «τοὺς υἱούς σου διδακτοὺς Θεοῦ».
Πόλις γὰρ ἔχουσα λίθον ἄνθρακα τὸν Χριστόν, θεμέλια δὲ καὶ οἰκοδομὴν καὶ πύλας καὶ ἐπάλξεις καὶ περίβολον ἀποστόλους, προφήτας καὶ μάρτυρας, ἱεράρχας, ὁσίους καὶ παντὸς ἁγίου τὸν ὁρμαθὸν δηλονότι, καὶ οἱ υἱοὶ αὐτῆς διδακτοὶ Θεοῦ.
Ὑπόθου μοι γὰρ καὶ πόλιν εἶναι ᾠκοδομημένην διὰ λίθων τοιούτων πολυτελῶν, ἐνύλων καὶ ἀψύχων, πολυτίμων δέ, τίς ἡ ἐκ ταύτης ὠφέλεια ἐγένετο ἄν; Πάντως οὐδεμία· πλὴν τέρψεως ὀφθαλμῶν καὶ πλεῖον οὐδέν, καθότι οὐδὲ διδακτοὺς οἱ τοιοῦτοι λίθοι δύνανται ποιεῖν τοὺς ἀνθρώπους, οὐδὲ εἰρηνεύειν τοὺς ἐνοικοῦντας ἰσχύουσιν. Οἱ δὲ ῥηθέντες ἔμψυχοι λίθοι τέρπουσι Θεῷ ἅμα καὶ θεραπεύουσι καὶ πολλὴν ὠφέλειαν τῷ κόσμῳ προσάγουσι. Καὶ ἄλλως ἐννόει μοι πόλιν τὴν «ἄνω Ἰερουσαλήμ», ἐν ᾗ καὶ «μοναὶ πολλαί εἰσι», κατὰ τὴν θείαν φωνήν· καὶ οἱ μὲν τιμηθήσονται ἐν αὐτῇ ὡς θεμέλιοι, καθ’ ὃν προέφημεν τρόπον, οἱ δὲ ὡς πύλαι κρυστάλλου, οἱ δὲ ὡς περίβολος, οἱ δὲ ὡς τίμιοι λίθοι ἐκλεκτοί, οἱ ὁμοιούμενοι σαρδίῳ, παζίῳ, σμαράγδῳ, ἄνθρακι, σαπφείρῳ, ἰάσπιδι, ὑακίνθῳ, ἀχάτῃ, ἀμεθύσῳ, χρυσολίθῳ, βηρυλλίῳ καὶ ὀνυχίῳ.
Καὶ ἄνθρωποι μὲν ὑλικοὶ ὄντες εἰσὶ καὶ φιλόϋλοι, καὶ τούσδε τοὺς δώδεκα λίθους ἐντίμους λογίζονται καὶ ἐπ’ αὐτοῖς ἐπιχαίρουσι, Θεὸς δὲ ἄϋλος ὢν καὶ ἀθάνατος διὰ λίθων ἐμψύχων πολυτελῶν ἀθανάτων ἀνθρώπων τὴν ἁγίαν αὐτοῦ πόλιν τὴν ἄνω Ἰερουσαλὴμ περιβολῶσαι ἐπιποθεῖ. Καὶ ἀπόχρη μὲν καὶ ταῦτα πρὸς ταῦτα.
Ἴδωμεν δὲ τί καὶ ὁ θεῖος Ἰωὴλ συνεσκιασμένως φησί· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων». Ζητητέον δὲ ἐν ποίᾳ λέγει ἡμέρᾳ ταῦτα γενέσθαι. Ἵνα δὲ σαφέστερον τὴν ἡμέραν παραδηλώσωμεν, φέρε τὸ ἀνωτέρω προφητικὸν χωρίον εἰς μέσον ἀγάγωμεν καὶ δείξωμεν σὺν Θεῷ φανερῶς ποίαν λέγει ὅτι «ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν» καὶ τὰ ἑξῆς. «Ἦχοι», φησίν, «ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης». «Ἦχοι» δέ εἰσιν αἱ ὀχλαγωγίαι τῶν Ἰουδαίων, ὅτε πεποιήκεσαν τὸ πονηρὸν κατὰ τοῦ Χριστοῦ συνέδριον. «Ἐγγὺς» δὲ «ἡ ἡμέρα Κυρίου» τὸ διὰ τοῦ σταυροῦ λέγει Κυρίου πάθος· ἦχοι γὰρ συνεδρίου καὶ ἡμέρα τοῦ πάθους Κυρίου ἐγγύς. «Κοιλὰς» δέ ἐστιν ἡ κοιλὰς τοῦ κλαυθμῶνος, ἥτις λέγεται καὶ «κοιλὰς Ἰωασαφὰτ» καὶ «κοιλὰς τῆς δίκης». Ποίας δίκης; «Ὅτι ἐκεῖ καθιῶ», φησί, «τοῦ διακρῖναι πάντα τὰ ἔθνη κύκλωθεν»· πολλάκις γὰρ καὶ ὁ Χριστὸς ἐκαθέσθη ἐκεῖ καὶ καθεσθήσεται πάλιν ἐν τῇ θεοπρεπεῖ αὐτοῦ δευτέρᾳ παρουσίᾳ τοῦ κρῖναι καὶ διακρῖναι πάντα τὰ ἔθνη καὶ «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ», καὶ διὰ τοῦτο «κοιλὰς τῆς δίκης» ὠνόμασται. «
Ἐγγὺς» δὲ ἡ ἡμέρα τῆς σταυρώσεως Κυρίου «ἐν τῇ κοιλάδι τῆς δίκης», πρόδηλον δὲ καὶ τὰ τῆς σταυρώσεως σημεῖα, φησίν· «Ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι καὶ οἱ ἀστέρες δύσουσι τὸ φέγγος αὐτῶν».
Τοῦτο πεπλήρωται τὸ ῥητόν, ὅτε ἐσταυρώθη ὁ Κύριος, καὶ ἐγένετο σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐννάτης. «Ὁ δὲ Κύριος», φησίν, «ἐκ Σιὼν ἀνακράξεται καὶ ἐξ Ἰερουσαλὴμ δώσει φωνὴν αὐτοῦ». Ταύτην δὲ τὴν φωνὴν ἐν τῷ σταυρῷ δοὺς ὁ Χριστὸς «ἀφῆκε τὸ πνεῦμα». «Καὶ σεισθήσεται», φησίν, «ὁ οὐρανὸς καὶ ἡ γῆ, ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ». Τί ἐστι «φείσεται τοῦ λαοῦ αὐτοῦ»; Τουτέστιν «φείσεται τοῦ λαοῦ» ἄγων αὐτὸν εἰς μετάνοιαν· σειομένου γὰρ οὐρανοῦ καὶ γῆς καὶ πασχόντων κτισμάτων παντοίων, ἤγουν πετρῶν σχιζομένων, ναοῦ διαρραγέντος καὶ ἡλίου καὶ σελήνης καὶ ἀέρος σκοτισθέντων, ἐφείδετο Κύριος τοῦ λαοῦ αὐτοῦ, ἤγουν ἐμακροθύμει τῆς αὐτῶν κακουργίας τοῦ μὴ ἀπολέσαι αὐτοὺς ἄρδην. Διὸ καὶ νῦν μὲν ἔλεγεν· «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;», νῦν δέ· Ἄφες αὐτοῖς, πάτερ, τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτό ἐστιν, «ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ». Διὸ καὶ πολλοὶ «τύπτοντες τὰ στήθη ὑπέστρεφον», καὶ ἄλλοι ἔλεγον· «Ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος». «Καὶ ἐνισχύσει», φησί, «Κύριος τοὺς υἱοὺς Ἰσραήλ», ἤγουν τοὺς πιστεύσαντας καὶ μετανοήσαντας, «καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν κατασκηνῶν ἐν Σιών, ἐν ὄρει ἁγίῳ μου».
Τότε, φησίν, ὅτε «σταυρῷ με προσπήξαντες» ἀποκτείνητε, τότε γνώσεσθε οἱ πολλοὶ ὅτι οὐκ ἄνθρωπος μόνον ἀλλὰ καὶ «Κύριος καὶ Θεὸς ὑμῶν ἐγώ, κατασκηνῶν ἐν Σιών, ἐν ὄρει ἁγίῳ μου, καὶ ἔσται ἡ Ἰερουσαλὴμ ἁγία». «Ἔσται ἁγία», διὰ τὸ δεσποτικὸν ἅγιον αἷμα καὶ τὸν θεῖον σταυρὸν καὶ τὸν ἅγιον τάφον· διὸ καὶ ἀλλογενής, ἤγουν Ἰουδαῖος, οὐ διαλεύσεται δι’ αὐτῆς οὐκέτι. Καὶ τοῦτο βλέπομεν ἡμεῖς ἔργῳ πεπληρωμένον, διασπαρέντας μὲν πανταχοῦ τοὺς Ἰουδαίους, ἐν δὲ τῇ Ἰερουσαλὴμ οὐδαμῶς κατοικοῦντας. «Καὶ ἔσται», φησίν, «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δηλονότι ὅτε ταῦτα πάντα πληρωθῶσι τὰ ῥήματα τὰ περὶ σταυροῦ καὶ ταφῆς καὶ ἀναστάσεως, τότε «ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα». «Ὄρη» καὶ «βουνοὺς» καὶ «ἀφέσεις Ἰούδα» ἐννόει μοι ἀποστόλους. Σταλαγμὸν δὲ γλυκασμοῦ καὶ ῥύησιν γάλακτος καὶ ῥοὴν ὑδάτων ἐννόει τὴν εἰς αὐτοὺς χάριν τοῦ παναγίου Πνεύματος, ἥτις ῥεύσασα δίκην ὑδάτων ἐκ στομάτων ἁγίων αὐτῶν ἤρδευσε καὶ ἐπότισε πᾶσαν τὴν οἰκουμένην τῆς θεογνωσίας τὰ νάματα καὶ τῆς ἐνσάρκου οἰκονομίας τὸ σωτήριον κήρυγμα. Καὶ ὅτι τοῦτό ἐστι ἀληθῶς, ἄκουε τῶν ἑξῆς. «Καὶ πηγή», φησίν, «ἐξ οἴκου Κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων». «
Οἶκος Κυρίου» ἐστὶν ὁ τρισόλβιος τάφος καὶ ὁ ἅγιος Γολγοθᾶς, ἐν οἷς καὶ ἀνεκλίθη ἡ θεία σὰρξ τοῦ λυτρωτοῦ καὶ πηγὴ ἐξέβλυσεν ἐκ τῆς ἁγίας ἐκείνου πλευρᾶς καὶ ποτίζει ἀεννάως τῶν πιστῶν τὰ συστήματα, καὶ οἶκος ἄλλος, πρὸς οὓς ᾤκησε Θεὸς «διὰ τῆς ἐπιφοιτήσεως τοῦ ἁγίου Πνεύματος». Ὅθεν καὶ ἐπήγασε ποταμηδὸν ὁ λόγος τῆς χάριτος καὶ ἐπότισεν οὐ μόνον «τὸν χειμάρρουν τῶν σχοίνων», τὸν ὄντα ἐγγὺς καὶ «ἐν τῇ κοιλάδι τῆς δίκης», ἀλλὰ καὶ πᾶσαν τὴν οἰκουμένην καὶ πᾶσαν ψυχὴν γνώμης φιλοχρίστου.
Περὶ ταύτης γὰρ τῆς πηγῆς καὶ τῶν ὑδάτων ἔλεγεν ὁ Κύριος ὅτι «ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος». Ὁρᾷς, ὦ τυφλὲ τῇ διανοίᾳ καὶ ἐσκοτισμένε Ἰουδαῖε, τὰ τοῦ ἁγίου Πνεύματος ἀποφθέγματα, πῶς ἕτερα μὲν τὰ ῥήματα, ἕτερα δὲ τὰ νοήματα;
Ὥσπερ καὶ ὅταν λέγῃ· «Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος», οὐ πάντως περὶ τῶνδε λέγει τῶν ξύλων, ἀλλὰ τὴν πτῶσιν τῶν μειζοτέρων προτρέπει θρηνεῖν τὰ μικρότερα· οἷόν τι λέγω· τέθνηκε βασιλεύς, καὶ ὥσπερ τις μέγας κέδρος ἐκπέπτωκεν ἢ ἕτερός τις περιφανὴς καὶ δυνάστης; θρηνείτω τοῦτον λοιπὸν ὁ ὑποχείριος, ὡς «πίτυς» μικρός, καὶ πρὸς τὸ βέλτιον ἀμειψάτω τὸν βίον τὸν ἑαυτοῦ, ὡς μέλλων καὶ αὐτὸς πίπτειν μετὰ μικρόν. Καὶ ἐπὶ παντὶ δὲ πράγματι, τῶν μειζοτέρων καταπιπτόντων τὰ ταπεινότερα συστελλέσθωσαν. Ὥσπερ καὶ αὖθις, ὅταν λέγῃ «ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις», οὐ πάντως πρόβατα λέγει καὶ βόας καὶ φάτνας, ἀλλὰ ὑμᾶς λέγει τοὺς Ἰουδαίους καὶ γραμματεῖς καὶ Φαρισαίους, τοὺς τὸ πρὶν πρόβατα καὶ βόας ὡς Θεοῦ λαὸν παρὰ «πάντα τὰ ἔθνη τῆς γῆς». Ἐπεὶ δὲ χριστοκτόνοι γεγόνατε, ἐξεβλήθητε ἀπὸ βρώσεως γραφικῆς καὶ φάτνης θρεπτικῆς, στερεωτέρας γνώσεως καὶ τροφῆς τὸν παιδαγωγὸν διακατέχοντες νόμον· καὶ τάχα οὐδ’ αὐτόν.
Τί δὲ καὶ ὁ θεῖος λέγει προφήτης Δαβίδ; «Διὰ τοῦτο», φησίν, «οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει». Καὶ μὴν ἀσεβεῖς τε καὶ εὐσεβεῖς μέλλουσιν ἀναστῆναι ἐν τῇ κρίσει, ἵνα ἕκαστος ἀπολάβῃ κατὰ τὰ ἔργα αὐτοῦ. Ἀλλ’ οὐκ ἐκείνην πάντως εἶπε τὴν κρίσιν, ἀλλ’ ὥσπερ «οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων» (ὅτι ἄλλη μὲν ἡ τῶν ἁμαρτωλῶν ἐσφαλμένη βουλή, ἑτέρα δὲ ἡ τῶν δικαίων γνώμη), οὕτω καὶ ἀσεβεῖς οὐ μὴ ἀναστήσονται ἐν διακρίσει κρείττονός τε καὶ χείρονος ἢ προσκαίρου ῥοῆς ἢ αἰωνίου διαμονῆς· διὸ καὶ ὥσπερ τις τυφλὸς διακρῖναι τὸ φῶς ἐκ τοῦ σκότους οὐ δύναται, οὐδὲ νεκρὸς κείμενος πρὸς ἐργασίαν δύναται ἀναστῆναι, οὕτω καὶ ἀσεβὴς ἀναστῆναι ἐν κρίσει καὶ διακρίσει ἀρετῆς τε καὶ κακίας οὐ δύναται.
Πῶς δὲ καὶ «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν»; Μὴ καὶ ἐνταῦθα νύκτας λέγει καὶ ἡμέρας ἀλλήλαις προσομιλεῖν; Οὐδαμῶς· ἀλλ’ ἐπειδὴ φῶς ὁ Πατὴρ καὶ φῶς ὁ Υἱὸς καὶ φῶς τὸ παράκλητον Πνεῦμα, εἰκότως ἡμέραν καὶ ἡμέραν καὶ ῥῆμα ἐκάλεσεν ὁ προφήτης τὰς τρεῖς ὑποστάσεις τῆς μιᾶς θεότητος διαιρῶν. Διὸ καὶ ὁ Πατὴρ ὡς «ἡμέρα ἐρεύγεται ῥῆμα τῇ ἡμέρᾳ», ἤγουν τῷ Υἱῷ· πρὸς τοῦτον γὰρ τὸν «θαυμαστὸν σύμβουλον» καὶ ἡμερινὸν «ἐρεύγεται ῥῆμα». Ποῖον ῥῆμα; Ὃ ἐὰν βούληται αὐτός· νῦν μὲν «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», νῦν δὲ «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε» καὶ «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», ὅτι «σὺ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ».
Καὶ οὕτως μὲν τὸ «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα», τὸ δὲ «νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν», οὐ καθώς τινες ὑπονοοῦσι τὸν Πρόδρομον εἶναι καὶ τοὺς Ἰουδαίους. Πῶς γὰρ νὺξ ὁ Πρόδρομος ὁ καὶ ἐν τῇ μητρῴᾳ νηδύϊ πεφωτισμένος καὶ «τὸ φῶς τὸ ἀληθινὸν» προσκυνῶν ἐν τῇ νηδύϊ τῆς Παρθένου; Ἀλλὰ νὺξ καὶ νὺξ οἱ δύο εἰσὶν ἐσκοτισμένοι λαοί, ὅσοι ἐξ Ἰουδαίων καὶ ὅσοι ἐξ ἐθνῶν ἠγνόουν «τὸ φῶς τὸ ἀληθινόν», ἀφ’ ὧν καταυγασθέντες τινὲς φωτὶ Πνεύματος ἁγίου καὶ φῶς γνόντες τρισαγίου μονάδος ἀνήγγειλαν καὶ μέχρι τοῦ νῦν ἀναγγέλλουσι γνῶσιν. Ποίαν γνῶσιν; Τῆς ἁγίας Τριάδος καὶ τῆς ἐνσάρκου οἰκονομίας ἀγνοουμένην πολλοῖς τοῖς ἐν πλάνῃ νυκτὸς κατεχομένοις. Καὶ οὕτως καὶ τὸ «νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν».
Ὅτε δὲ λέγει «ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου» καὶ «ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με», ξένον τι καὶ ἀνάξιον Θεοῦ λέγειν δοκεῖ, ὁπλοφόρον ποιῶν, ὃν τρέμει πᾶσα κτίσις καὶ μόνον ἐπισκοποῦντα. Ἀλλὰ καὶ ἐν τούτῳ τῷ ῥητῷ τὴν θείαν καὶ ἀκαταμάχητον δύναμιν διὰ τῶν ὅπλων δηλοῖ· πάσης γὰρ πανοπλίας ἰσχυροτέρα ἡ θεία καὶ μόνον ἐπίνευσις.
Καὶ αὖθις· «Ἐξεγέρθητι,» φησίν, «ἱνατί ὑπνοῖς, Κύριε;». Ἰδοὺ πάλιν καὶ ἕτερον τὸ δοκεῖν Θεῷ ἀνάξιον, τὸν Θεὸν ἀπαθῆ καὶ ἀσώματον ὄντα ὑπνοῦντα συκοφαντεῖν. Καὶ πῶς λέγει ἑτέρωθι ὅτι «οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάττων τὸν Ἰσραήλ»; Ἀλλὰ καὶ ἐν τούτῳ τὴν πολλὴν τοῦ Θεοῦ μακροθυμίαν ὕπνον ἐκάλεσεν, ἢ καὶ τὴν ἐν τῷ τάφῳ τοῦ Θεοῦ Λόγου ὕπνωσιν καὶ ἀνάστασιν.
Λέγει δὲ καὶ ποταμοὺς χεῖρας κροτεῖν· «Ποταμοί», φησί, «κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό». Μὴ ἆρα καὶ οἱ ποταμοὶ χεῖρας ἔχουσι τοῦ κροτεῖν; Καὶ οὐχὶ μᾶλλον τοὺς θείους ἀποστόλους ᾐνίξατο ποταμοὺς τοὺς κροτήσαντας πανταχοῦ τὸν λόγον τῆς χάριτος καὶ ὡς ποταμοὺς θεοβρύτους ἀρδεύσαντας πᾶσαν τὴν γῆν τῆς θεογνωσίας τοῖς νάμασιν; «Ἦρα» δὲ καὶ «τοὺς ὀφθαλμούς μου», φησίν, «εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου», δηλονότι εἰς τοὺς οὐρανούς, ὅθεν ἧκεν ἡ βοήθεια τοῦ προφήτου καὶ πάντων ἡμῶν, Χριστὸς ὁ Κύριος. Καὶ ὄρη ἄλλα τοὺς ἁγίους ἀγγέλους ὑποληπτέον, ὅθεν καὶ ἡ βοήθεια ἥκει προμηθείᾳ θεϊκῇ· καὶ ὄρη αἰσθητὰ τὸ Θαβώριον καὶ τὸ Ἑρμώνιον καὶ τὸ Ὄρος τῶν Ἐλαιῶν, ὅθεν καὶ ἧκε συχνάκις Χριστός, «ἡ βοήθεια τῶν ἀβοηθήτων», νεκροὺς ἀνιστῶν, λεπροὺς καθαρίζων, τυφλοὺς ὀμματῶν καὶ ἁμαρτωλοὺς καὶ τελώνας καλῶν εἰς μετάνοιαν.
Ἆρα δὲ «αἰνέσομεν» καὶ νῦν ὡς πάλαι τὸν Θεὸν «ἐν τυμπάνῳ καὶ χορῷ» καὶ «ἐν χορδαῖς καὶ ὀργάνοις» καὶ «ἐν κυμβάλοις εὐήχοις» καὶ «ἐν κυμβάλοις ἀλαλαγμοῦ» καὶ οὐχὶ παιδαγωγίαν τοῦ τότε λαοῦ ἐννοήσομεν τὰ τότε γενόμενα;
Θαυμάσωμεν δὲ καὶ προφήτου ἁγίου διὰ θείου Πνεύματος διδαχήν, ὅτι οὐκ ἐν ἡσυχίᾳ καὶ σκέψει τινὶ ἐλάλει τὰ μεγάλα ἐκεῖνα καὶ θαυμαστά, ἀλλὰ τοσούτων κρουομένων ὀργάνων μουσικῶν, αὐτὸς ἐπροεφήτευεν ἀρχαῖα καὶ ἐνεστῶτα καὶ μέλλοντα.
Ἀκούσωμεν δὲ καὶ Ἠσαΐου πάλιν τί ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς ἀποφθέγγεται· «Ἐρωτήσατέ με», φησί, «περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου»· υἱοὺς καὶ θυγατέρας τὸν Ἰουδαϊκὸν λέγει λαόν, περὶ ὧν εἶπε καὶ ἑτέρωθι ὅτι «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν», «καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι»· μηδενὸς δὲ ὄντος ἱκανοῦ περὶ τὰ τοιαῦτα ἐρωτᾶν, αὐτὸς ἀφ’ ἑαυτοῦ φιλανθρώπως ποιεῖται τὰς ἀποκρίσεις. «Ἐγώ», φησίν, «ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς», δηλαδὴ Ἀδάμ, ὃν διέπλασεν ἐκ τῆς γῆς. «Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν»· ἐκτεταμένον γὰρ «ὡσεὶ δέρριν» καὶ «ἐπ’ οὐδενὸς» κατεχόμενον ἐστερέωσεν αὐτὸν ὁ ποιήσας καὶ ἐφαπλώσας αὐτόν, ἵνα μὴ ἐκπίπτῃ ἢ κατασείηται. «Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην», δηλαδὴ τοῦ γενέσθαι καὶ τὴν ἰδίαν χρῆσιν καὶ τὸν δρόμον καὶ τὸ φέγγος ἀποτελεῖν, «ἐγὼ ἤγειρα αὐτόν», ἤτοι «τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου», «βασιλέα μετὰ δικαιοσύνης, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι», δηλαδὴ τὸν «βασιλέα τῆς δόξης» Χριστὸν τὸν Θεόν. «Οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων εἶπε Κύριος».
Καὶ αὕτη δὲ ἡ προφητεία πεπλήρωται· ἐλθὼν γὰρ ὁ ῥηθεὶς δίκαιος βασιλεύς, οὗ «καὶ πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι», καθὼς καὶ προείρηται, οὗτος καὶ τὴν τῶν σῳζομένων ᾠκοδόμησε πόλιν, τήν τε κάτω καὶ τὴν ἄνω Ἰερουσαλήμ, καὶ τὴν τοῦ λαοῦ αἰχμαλωσίαν ὑπέστρεψεν «οὐ μετὰ λύτρων» δὲ καὶ «δώρων», ἀλλὰ τὸ οἰκεῖον αἷμα ἐπιδοὺς τῆς τοῦ διαβόλου αἰχμαλωσίας καὶ πλάνης ἡμᾶς ἐξωνήσατο· οὐχ ὅτι τὸ ὑπέρτιμον ἐκεῖνο αἷμα λύτρον ὁ ἐχθρὸς ἔλαβε, μὴ γένοιτο (εἰ γὰρ τοῦτο ἔλαβεν, ἤμελλε πρὸ καιροῦ ἐμπιπρᾶσθαι καὶ ἀπόλλυσθαι δεινῶς), ἀλλά, διότι τέθνηκε ὑπὲρ τῶν αἰχμαλώτων ἡμῶν ὁ Χριστός, λέγεται εἰκότως ὅτι τῷ ἰδίῳ αἵματι ἡμᾶς ἐξηγόρασεν. «Οὕτως, λέγει Κύριος Σαβαώθ, ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων». Ποῦ ἐκοπίασαν; Ἐκοπίασαν τοὺς μὴ θεοὺς τιμῶντες ὡς θεοὺς θύοντες εἰδώλοις καὶ μολύνοντες ἀέρα καὶ λατρεύοντες ξοάνοις. «Οἱ» δὲ «Σαβαῒν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι». Τούτους τοὺς ὑψηλοὺς ἄνδρας καὶ Σαβαΐτας προεῖπε καὶ ὁ Δαβὶδ ὅτι· «Βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι», τοὺς Πέρσας μάγους καὶ τὰ δῶρα δηλῶν, ἃ προσκυνήσαντες τὸν βρεφωθέντα Θεὸν αὐτῷ προσεκόμισαν. «Καὶ ὀπίσω σου», φησίν, «ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρὸς σὲ καὶ προσκυνήσουσι».
Χειροπέδιον δεσμὸν ἐννόει μοι τὸν ἀστέρα τὸν προάγοντα, αὐτῶν ἑπομένων ὥσπερ δεσμίων, ἕως οὗ προσεκύνησαν ἐν τῷ σπηλαίῳ τὸν τεχθέντα Χριστὸν βασιλέα. «Καὶ ἐν σοὶ προσεύξονται,» φησίν, «ὅτι ἐν σοὶ Θεός ἐστι καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ». Ὅρα πῶς καὶ τὴν σάρκωσιν καὶ τὴν θεότητα τοῦ Θεοῦ Λόγου ἐξέφρασε κάλλιστα. Ἐν γὰρ τῷ εἰπεῖν ὅτι «ἐν σοὶ Θεός ἐστι» τὴν θεωθεῖσαν ἐδήλωσε σάρκα, ἐν δὲ τῷ εἰπεῖν «οὐκ ἔστι Θεὸς πλὴν σοῦ» τὴν θείαν οὐσίαν τρανῶς κατεμήνυσεν. Ἵνα δὲ ἐπὶ πλεῖον ἐπιβεβαιώσῃ ὅτι καὶ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστός, λέγει τρανότερον· «Σὺ γὰρ εἶ Θεὸς καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ καὶ Σωτήρ.
Αἰσχυνθήσονται», φησί, «ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι καὶ πορεύσονται ἐν αἰσχύνῃ», ὅσοι δηλαδὴ τῷ Χριστῷ οὐ πιστεύουσι, μετ’ αἰσχύνης πορεύσονται πρὸς τὴν αἰώνιον κόλασιν, ὡς μήτε τὰς γραφικὰς περὶ αὐτοῦ μαρτυρίας δεξάμενοι, μήτε ἐκ τῶν θαυμάτων πιστεῦσαι θελήσαντες, διὰ τοῦτο φησὶν «ἐν αἰσχύνῃ πορεύσονται». Καὶ ταῦτα μὲν οὕτως.
Ἆρα δὲ καὶ τὴν κεκλεισμένην Ἰεζεκιὴλ πύλην ποταπὴν ὑπονοεῖς, ὦ Ἰουδαῖε; ἆρα αἰσθητὴν ἁπλῶς καὶ μηδὲν πλεῖον ἔχουσαν τῶν ἑτέρων πυλῶν; καὶ πῶς ὁ ὑπὲρ πᾶν τεῖχος ὑψηλὸν καὶ ὑπὲρ πάντα πύργον ὑψηλὸν καὶ ὑπὲρ πάντα βουνὸν ὑψηλὸν καὶ ὑπὲρ πᾶν πλοῖον θαλάσσης, κατὰ τὸν ἅγιον Ἠσαΐαν, εἰσέρχεται Θεὸς διὰ πύλης τοιαύτης ἐπιγείου ἁπλῶς καὶ ἐξέρχεται δι’ αὐτῆς; Ἐὰν δὲ πάλιν νοητὴν αὐτὴν εἴπῃς καὶ μηδὲν ἔχουσαν ὅλως τι αἰσθητόν, ἐλέγχει σε ὁ Σολομώντειος ναός, ὅτι μία ἦν τῶν ἐκείνου πυλῶν καὶ μᾶλλον ἡ ἐξωτέρα καὶ κατὰ ἀνατολάς, ὡς ὁ περὶ ταύτης ὑποφήτης μυσταγωγεῖ πάντας ἡμᾶς.
Τίνος δὲ εἰκόνα τύπον τε καὶ προχάραγμα ἡ πύλη ἐκείνη προεμήνυε; Πρόδηλον μὲν τοῦτο παντὶ ἀνθρώπῳ πιστῷ Ἔδοξε δὲ τάχα κἀμοὶ σὺν Θεῷ τρανότερόν τι περὶ αὐτῆς σαφηνίσαι, ὡς ἡ τοῦ θείου Πνεύματος χάρις μυσταγωγήσει. «Ἔσται», φησίν, «ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα».
Ποίας ὀγδόης; Ἐπεὶ ἑβδόμη τὸ Σάββατον, ὀγδόη πάντως ἡ Κυριακή. Καὶ ἐπειδὴ ἐν τῇ ἑβδόμῃ θυσίας προσφέρειν ἀθέμιτον, προτρέπονται ἀπὸ τῆς ὀγδόης καὶ ταῖς ἑξῆς ἡμέραις θυσιάζειν, ὅτε καὶ βούλονται. Καὶ «ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον», φησί, «τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς λέγει Κύριος Κύριος».
Ἐπειδὴ γὰρ ἔμελλεν ἡ ὀγδόη πάντων προτιμηθῆναι τῶν ἡμερῶν καὶ λόγῳ καὶ πράγματι κληθῆναι Κυριακὴ διὰ τὴν τοῦ Κυρίου σωτήριον ἐξανάστασιν, εἰκότως καὶ τὰς θυσίας ἐκ ταύτης ἀπάρχεσθαι προσέταξε «Κύριος Κύριος». Καὶ διπλασιάζει τὸ «Κύριος» βουλόμενος δεῖξαι Θεοῦ Λόγον εἶναι τὸν παρ’ αὐτοῦ ἐκφωνούμενον. «Καὶ ἐπέστρεψέ με», φησί, «κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη». Ὁρᾷς πῶς αἰσθητὴ μὲν ἡ πύλη, νοητὴ δὲ καὶ ὑψηλὴ ἡ ταύτης ἐνέργεια καὶ τὸ εἰκόνισμα; Διαφόρους γὰρ πύλας εἰς τὰ Ἅγια καὶ εἰς τὰ τῶν ἁγίων Ἅγια προεστήσατο ὁ Σολομών· μία δὲ τούτων ἡ ἐξωτέρα καὶ κατὰ ἀνατολὰς βλέπουσα, ἥτις εἰκόνα εἶχε καὶ τύπον τῆς ἁγνῆς Θεομήτορος, διὸ καὶ «κεκλεισμένην» αὐτὴν προβλεπτικοῖς ὀφθαλμοῖς ὁ προφήτης προεώρακε. Καὶ «ἐξωτέραν» μέν, διὰ τὸν μέλλοντα ἐξελθεῖν εἰς σωτηρίαν λαοῦ τοῦ σῶσαι τοὺς ἰδίους χρηστούς· «κατὰ ἀνατολὰς» δέ, διὰ τὸν μέλλοντα ἐκεῖθεν ἐξανατεῖλαι «ἥλιον τῆς δικαιοσύνης» καὶ φωτίσαι τὰ πέρατα· «κεκλεισμένην» δέ, διὰ τὸ μέλλειν καὶ μετὰ τὸν τόκον διαμένειν ἀσάλευτα τῆς παρθενίας τὰ σήμαντρα.
Καὶ ὅτι ταῦτα τὸν αὐτὸν κέκτηνται νοῦν ἄκουε καὶ τῶν ἑξῆς. «Καὶ εἶπε», φησί, «Κύριος πρός με, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς». Διατί; «Ὅτι Κύριος», φησίν, «ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη». Ὅρα πῶς τὴν πρὸ τόκου καὶ ἐν τόκῳ καὶ μετὰ τόκον Παρθένον τρανῶς κατεμήνυσε. «Κεκλεισμένη ἔσται», φησίν, ἤγουν πρὸ τῆς συλλήψεως· «οὐκ ἀνοιχθήσεται», ἤγουν μετὰ τὴν σύλληψιν· «καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς», τουτέστιν οὐδεὶς ἄλλος γεννηθήσεται δι’ αὐτῆς, πλὴν «Κυρίου τοῦ Θεοῦ Ἰσραήλ», τοῦ δυναμένου τηρεῖν τὴν πύλην ταύτην Παρθένον πάλιν παρθένον καὶ μετὰ τόκον. Διότι «ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτῆς τοῦ φαγεῖν τὸν ἄρτον». Ποῖος ἡγούμενος; Ὃν εἶπε πρὸ μικροῦ «Κύριον καὶ Θεὸν τοῦ Ἰσραήλ», οὗτος κάθηται ἐπ’ αὐτῆς «τοῦ φαγεῖν τὸν ἄρτον», ἤγουν ἐπαναπαύεται ἐπ’ αὐτῆς τοῦ βροτείαν φύσιν ἐξ αὐτῆς περιθέσθαι. «Κατὰ τὴν ὁδὸν τοῦ αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται».
Τοῦτο σημαίνει τὸν ἀπαθῆ καὶ ὑπὲρ νοῦν καὶ ἄφραστον τόκον ἐκεῖνον τῆς Θεομήτορος, ὅτι ἀκολούθως ὁ ἄρρητος ἐκεῖνος τόκος ἐγένετο καὶ οὐχ ἑτέρωθεν, καθὼς μυθολογοῦσί τινες, τὰ μὴ δέοντα καὶ ἀνθρωπίναις ἐννοίαις τὰ ἀνέκφραστα περιεργάζονται καί φασιν ὅτι· Πῶς δυνατὸν ἀκολούθως γεννῆσαι, καὶ παρθενίαν ἐσφραγισμένην ἐναπομεῖναι, καὶ βιαζόμενοι ἀνθρωπίναις ἐννοίαις πολυπραγμονεῖν περὶ τούτου· καὶ τὴν θείαν καταλιμπάνοντες δύναμιν μὴ διὰ τῆς εὐθείας, ὡς γέγραπται, παρθενικῆς πύλης, ἀλλὰ δι’ ἑτέρου τόπου τινὸς ληρωδοῦσι γενέσθαι τὸν τόκον.
Τὸ δὲ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου πολλάκις βεβαιοῖ ὅτι διὰ τῆς εὐθείας ὁδοῦ, ἤγουν διὰ τῆς ἀκοῆς μὲν «εἰσελεύσεται», διὰ δὲ τῆς παρθενικῆς καὶ κεκλεισμένης πύλης «ἐξελεύσεται» παραδόξως «ὁ ἡγούμενος» οὗτος «Κύριος καὶ Θεὸς τοῦ Ἰσραήλ», ὅπερ καὶ πείθομαι τῷ προφήτῃ πίστει μόνῃ ἑπόμενος, καὶ διὰ τοῦτο τῶν ἀδύτων τούτων κατατολμῆσαι τετόλμηκα.
Ὁ γὰρ συμπτύξας τὰ καταχθόνια καὶ ἑδράσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων καὶ περιτειχίσας τὴν θάλασσαν ψάμμῳ καὶ «ἐκτείνας τὸν οὐρανὸν ὡσεὶ δέρριν», καὶ ἐπ’ ἐσχάτων διὰ θανάτου θανατώσας τὸν θάνατον καὶ τὰς σφραγῖδας τοῦ τάφου ἐκ νεκρῶν ἐγειρόμενος μὴ διαλύσας, καὶ τῶν θυρῶν ἐπὶ Θωμᾷ κεκλεισμένων εἰσιών τε καὶ ἐξιὼν μετὰ πάσης ἀδείας, πάντως δυνάμεως, εἶχε καὶ διὰ παρθενικῆς πύλης ἀνερμηνεύτως διελθεῖν καὶ μὴ σαλεῦσαι ποσῶς τῆς παρθενίας τὰ σήμαντρα, ἀλλὰ πλήρης δόξης καὶ εἶναι καὶ ἐναπομεῖναι τὸν ἔμψυχον τοῦτον οἶκον Κυρίου, καθὼς γέγραπται.
Ἀλλὰ ταῦτα μὲν ἔγωγε θεοσδότως διεξιών, νοῦν ἄλλον διανενόημαι καὶ ἀπορίας ἄλλης καὶ περιεργίας ἀκόρου δοῦναι βούλομαι σὺν Θεῷ τὴν ἐπίλυσιν, δηλαδὴ πρὸς τοὺς λέγοντας ὅτι· Εἰ οὐ παρέβη τὴν ἐντολὴν ὁ προπάτωρ ἐξωσθῆναι τοῦ παραδείσου καὶ γνῶναι τὴν γυναῖκα, πῶς ἂν τὸ ἀνθρώπινον γένος εἶχε πληθυνθῇ καὶ πρὸς τὸ πληρῶσαι τὴν γῆν, δέον μᾶλλον ἐννοεῖν ὅτι, εἰ ἡ παράβασις ἐπλήθυνε τοὺς ἀνθρώπους, πόσῳ γε μᾶλλον αὐτοὺς εἶχε πληθύναι ἡ τῆς ἐντολῆς φυλακή.
Ἔχω τοίνυν περὶ τούτου καὶ ἕτερον φράσαι ἀπορρητότερον καὶ ξενιζέσθω μηδείς· ἐκ τῆς Παρθένου γὰρ καὶ θεομήτορος τολμηρῶς λαμβάνω τὰ ὑποδείγματα. Ὥσπερ γὰρ αὕτη διὰ θείας ἀρχαγγέλου φωνῆς καὶ Πνεύματος ἁγίου ἐπιδημίας συνέλαβεν ἀρρήτως καὶ ἔτεκεν ἀφράστως τὸν ἕνα τῆς Τριάδος, καὶ οὔτε ἡ θεότης διὰ τῆς σαρκὸς παρεβλάβη, οὐδὲ ἡ Παρθένος ἐφθάρη τεκοῦσα, οὕτω πάντως καὶ θείᾳ τινὶ δυνάμει καὶ προμηθείᾳ ἠδύναντο καὶ γυνὴ διὰ φωνῆς ἀνθρωπίνης ἀπαθῶς συλλαμβάνειν καὶ διὰ τῆς τοιαύτης φωνῆς τὰ ἑκάτερα μέρη ἡδονῆς ἀπαθοῦς καὶ χαρᾶς θείας ἐμπίπλασθαι, «καὶ τίκτειν καὶ παρθενεύειν» καὶ πληρῶσαι τὴν γῆν ἀνθρωπίνας ἀγέλας καὶ ἀθάνατον σῶμα φορεῖν καὶ κλῆρον ἔχειν ἀθανασίας τοῦ εἶναι τὸν ἄνθρωπον τοιοῦτον οἷον καὶ ἐξ ἀρχῆς ἔπλασε Κύριος τὸν προπάτορα ἡμῶν. Λοιπὸν οὖν πρὸς τὸν Θεὸν βλασφημείτω μηδείς· βλασφημία γὰρ τὸ λέγειν ὅτι θέλημα ἦν Θεοῦ δι’ ἐμπαθοῦς συνουσίας τοὺς ἀνθρώπους πληθυνθῆναι.
Οὐ γὰρ ἤθελε Θεὸς διὰ ῥυπαρᾶς τοιαύτης καὶ ἐμπαθοῦς ἡδονῆς τοὺς ἀνθρώπους γεννᾶσθαι, ἵνα μὴ καὶ πορνείας λοιπὸν καὶ μοιχείας αἴτιος ἀναφανῇ ὁ ταῦτα μισῶν ὡς παράνομα Θεός, ἀλλ’ ὥσπερ δι’ Ἐνὼχ καὶ Ἠλιοὺ ἔδειξεν ἡμῖν ὅτι τὸν ἄνθρωπον ἀθάνατον ἔπλασε ζῶντας αὐτοὺς μεταθέμενος, οὕτω καὶ διὰ τῆς ἀμώμου ταύτης Παρθένου καὶ τοῦ θείου Γαβριὴλ ἔδειξεν ἡμῖν ὅτι ἔδει σπείρεσθαι λόγον ἀνθρώπου καὶ συλλαμβάνειν Παρθένον καὶ ἀπαθῶς «τίκτειν καὶ παρθενεύειν» εἰς δόξαν Θεοῦ, ὅτι δύναται πάντα καὶ ἀδυνατεῖ τούτῳ οὐδέν· διὸ καὶ χιλίας χιλιάδας καὶ μυρίας μυριάδας καὶ ἀναρίθμητα πλήθη ἀγγέλων θελήσει καὶ μόνῃ πα[ρή]γαγε, καὶ συνουσία [οὐδα]μοῦ. Ἀλλ’ ὥσπερ κἀκ τούτων πολλοὶ γεγόνασιν δαίμονες τῆς φύσεως αὐτῶν τὸ μέτρον ὑπερφρονήσαντες, οὕτω τάχα καὶ ἡμεῖς παραπλησίως πεπόνθαμεν καὶ τὴν φύσιν ἡμῶν ἀγνοήσαντες τῇ φθορᾷ παρεδόθημεν.
Χάρις δὲ τῷ Κυρίῳ ἡμῶν καὶ Σωτῆρι Χριστῷ τῷ ἐκ Παρθένου τεχθέντι καὶ διὰ θείου βαπτίσματος ἀναγεννήσαντι ἡμᾶς καὶ τῆς φθορᾶς ἀπαλλάξαντι· εἰ δέ που καὶ τοῦτο πάλιν τῇ ἁμαρτίᾳ φθάσαντες ἐμολύναμεν καὶ αὖθις τῇ φθορᾷ παρεδόθημεν, τὸ μέγα τῆς μετανοίας δῶρον πάλιν ἡμῖν ἐδωρήσατο, δι’ ἧς τῆς υἱοθεσίας τὸν πλοῦτον πάλιν εὑρίσκομεν. Διὸ δράμωμεν, σπεύσωμεν τὰ «σωτηρίας ἐχόμενα» κτήσασθαι, μὴ ὑπνώσωμεν πρὸς θάνατον ἡδονῆς, μὴ ἐναπομείνωμεν τῇ φθορᾷ, μὴ δουλώσωμεν ἑαυτοὺς τῇ ἁμαρτίᾳ, μὴ δουλώσωμεν τὴν ἀθάνατον ψυχὴν τῇ θνητῇ ταύτῃ σαρκί, μὴ ξένοι φανῶμεν τῶν μοναχῶν τοῦ Θεοῦ, μὴ ξένοι φανῶμεν εὐσπλάγχνων καὶ καλῶν χριστιανῶν, μὴ ἀκούσωμεν «πορεύεσθε ἀπ’ ἐμοῦ» διὰ τόδε καὶ τόδε, μὴ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ προκρίνωμεν τὴν ἀπόλαυσιν, μὴ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ τὸ δυσχερὲς διαδράσωμεν· διὰ ταύτης γὰρ ἡ ζωὴ καταλαμβάνεται, διὰ ταύτης «οἱ πατέρες ἡμῶν» τὴν ζωὴν ἐκληρονομήσαντο, διὰ ταύτης ὅσοι ἠβουλήθησαν τὸν Θεὸν ἐξιλεώσαντο, διὰ ταύτης ἐβάδισαν ὅσοι τῷ Θεῷ φθάσαντες ηὐδοκίμησαν καὶ ἁπλῶς δι’ αὐτῆς χάριτι Θεοῦ οἱ σωθέντες ἐσώθησαν.
Διὰ ταύτης οὖν τῆς στενῆς ὁδοῦ καὶ καθαροῦ βίου καὶ φρονήματος ταπεινοῦ σπεύσωμεν καὶ ἡμεῖς, ἀδελφοί, τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν χάριτι καὶ συνεργίᾳ τοῦ τρισαγίου καὶ Σωτῆρος ἡμῶν Θεοῦ· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.