Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Ερμηνεία της Αποκαλύψεως του αγίου Ιωάννου του Θεολόγου

Εισαγωγή και ερμηνευτικός υπομνηματισμός στα οράματα, τις προφητείες και τα εσχατολογικά νοήματα της Αποκαλύψεως του αγίου Ιωάννου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 9 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΠΟΚΑΛΥΨΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΣΑΦΗΝΕΙΑ ΔΙΑ ΒΡΑΧΕΩΝ Εὐλόγησον, πάτερ. Μόλις περιτυχὼν ἣν εἶχον ἐξ ἀκοῆς Ἀποκάλυψιν τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου καὶ διελθὼν αὐτήν, ἐν ἑνὶ μὲν ὁρμαθῷ λόγου ἐφεῦρον αὐτὴν συγκειμένην, ἔγνων δὲ αὐτὴν εἰς δεκατέσσαρας ὑποθέσεις ὑποδιαιρουμένην, ἃς καὶ διακρῖναι σὺν Θεῷ προειλόμην, οὐ μὴν δὲ ἀλλὰ καί τινα τῶν δυσλήπτων πνευματοδότως ἀνακαλύψαι.

Οὗτος γοῦν ὁ τοῦ Χριστοῦ ἐπιστήθιος Ἰωάννης ὁ Θεολόγος, ὁ καὶ τῆς Ἀποκαλύψεως ταύτης εἰσηγητής, ξένα μὲν καὶ οὐράνια ἤκουσε καὶ εἶδεν ἐν τῇ ἀποκαλύψει, πεζολογίαν δὲ εἰς τὰ πολλὰ κατεδέξατο λέγειν. Ἡ δὲ αἰτία, ὡς ἔοικεν, ἡ τοῦ τότε λαοῦ ἀγροικία αἴτιος· ὁ γὰρ λέγων οὐ λέγει πολλάκις ὡς βούλεται, ἀλλὰ καθὼς ὁ ἀκούων δύναται ἀκούειν· ἔνθεν καὶ πολλοὶ συμψελλίζουσι τοῖς νηπίοις διὰ τὸ αὐτῶν ἀτελές. Διὰ τοῦτο, οἶμαι, καὶ ὁ πυρίγλωσσος οὗτος ἐν τῇ Ἀποκαλύψει ταύτῃ πεζολογεῖν κατεδέξατο.

Ἐμοὶ δὲ τῷ ἀμαθεῖ καὶ παντελῶς ἀπαιδεύτῳ, Χριστὲ βασιλεῦ, λιταῖς τοῦ Θεολόγου καὶ ἀγαπητοῦ σου Ἰωάννου μὴ ἔστω ἔγκλημα, εἴ γε καταλείψω τι διὰ τὸ εὐσύνοπτον ἢ παραμείμψω τι πρὸς τὸ εὔληπτον ἢ σαφηνίσω τι πρὸς τὸ εὐδιάλυτον, ὅτι οὐχ ὡς ὑπέρφρων ἀλλ’ ὡς τῶν τοῦ ἁγίου σου Πνεύματος ῥήσεων ζηλωτὴς δράσω, καθώς μοι αὐτὸ δᾳδουχήσει τὸ ὄμμα τῆς διανοίας.

Ὑπόθεσις αʹ. Περὶ τῶν ἐν τῇ Ἀσίᾳ ἑπτὰ ἐκκλησιῶν. «Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ κοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ δι’ ὑπομονῆς ἐν Χριστῷ Ἰησοῦ», ὅς ἐστι «τὸ ἄλφα καὶ τὸ ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος», ὃς «ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς», «ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ», ἤτοι «διὰ τὸν λόγον τοῦ Θεοῦ» ἐξωρίσθην ὑπὸ Δομετιανοῦ τοῦ βασιλέως ἐν τῇ νήσῳ Πάτμῳ, ἐν ᾗ καὶ «ἐν ἡμέρᾳ κυριακῇ ἐγενόμην ἐν πνεύματι», ἤτοι ἐν ἐκστάσει, «καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην λέγουσαν· Γράψον ὃ βλέπεις καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς τὰς λοιπάς. Κἀγὼ ἐπιστρέψας ἰδεῖν πόθεν ἡ φωνὴ καὶ τίς ὁ λαλῶν μετ’ ἐμοῦ, ἑπτὰ λυχνίας εἶδον χρυσᾶς καὶ ἐν μέσῳ αὐτῶν υἱὸν ἀνθρώπου ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαζοῖς ζώνην χρυσῆν. Αἱ δὲ τρίχαι τῆς κεφαλῆς αὐτοῦ λευκαὶ ὡσεὶ χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, καὶ οἱ πόδες αὐτοῦ ὥσπερ χαλκολιβάνῳ ἐν καμίνῳ πεπυρωμένοι, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, ἐν δὲ τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἀστέρες ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡς ἥλιος φαίνων ἐν τῇ δυνάμει αὐτοῦ.

Καὶ ὅτε ταῦτα εἶδον, ἔπεσον πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, ὁ δὲ τὴν αὐτοῦ δεξιὰν ἐπιθεὶς ἐπ’ ἐμὲ λέγει μοι· Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, ἐγενόμην δὲ νεκρὸς καὶ ἰδοὺ ζῶ εἰς τοὺς αἰῶνας, ἔχω δὲ τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. Σὺ δὲ γράψον ἃ βλέπεις καὶ ἃ μετὰ ταῦτα μέλλει γενέσθαι. Τὸ δὲ μυστήριον ὃ εἶδες, ἑπτὰ λυχνίας χρυσᾶς, αἱ ἑπτά εἰσιν ἐκκλησίαι, οἱ δὲ ἑπτὰ ἀστέρες οἱ ἐν τῇ δεξιᾷ μου οἱ ἑπτά εἰσιν ἄγγελοι τῶν ἐκκλησιῶν.

Γράψον δὲ τῷ ἐν Ἐφέσῳ ἀγγέλῳ τῆς ἐκκλησίας· Τάδε λέγει ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ χρυσῶν λυχνιῶν καὶ τοὺς ἑπτὰ ἀστέρας κρατῶν ἐν τῇ δεξιᾷ αὐτοῦ· Οἶδα τὰ ἔργα σου καὶ τὴν ὑπομονήν σου καὶ τὸν κόπον σου, ὅτι ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ἔδειξας ὑπομονὴν διὰ τὸ ὄνομά μου καὶ οὐκ ἐκοπίασας. Ἀλλὰ ἔχω τι κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.

Ἀλλὰ μνημόνευσον πόθεν ἐκπέπτωκας καὶ μετανόησον καὶ τὰ πρῶτά σου ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, ἐὰν μὴ μετανοήσῃς, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς. Καλῶς δὲ ποιεῖς μισῶν τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ».

Ἑρμηνεία. Ἄγγελον λέγει τὸν ἐπίσκοπον τῆς ἐν Ἐφέσῳ ἐκκλησίας, ὃς τάχα ἐκ τῶν πρώτων ἔργων καὶ τῆς πίστεως χαυνωθείς, ἀνάγει αὐτὸν μνημονεῦσαι πόθεν ἐκπέπτωκεν καὶ ἐπαπειλεῖ αὐτὸν ἐξεῶσαι τῆς Ἐκκλησίας, εἰ οὐ μετανοήσει. «Καὶ τῷ ἀγγέλῳ», ἤτοι τῷ ἐπισκόπῳ, «τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ νεκρὸς καὶ ζῶν· Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ. Ἀπὸ δὲ τῶν λεγόντων εἶναι Ἰουδαίους, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ, μηδὲν φοβηθῇς· μέλλουσι γάρ τινες ἐξ ὑμῶν ἐκ διαβολικοῦ πειρασμοῦ βληθῆναι εἰς φυλακὴν ἡμέρας δέκα. Γίνου πιστὸς μέχρι θανάτου, καὶ δώσω σοι τὸ στέφανον τῆς ζωῆς».

Ἑρμηνεία. Προσεπῄνεσε τῷ ἐπισκόπῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας καὶ προδεδήλωκε τὴν ἐξ Ἰουδαίων κατ’ αὐτοῦ σκαιωρίαν, ἣν καὶ συναγωγὴν ἐκάλεσεν τοῦ σατανᾶ. «Γράψον δέ», φησί, «καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας·

Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον καὶ ὀξεῖαν. Οἶδά σου τὰ ἔργα καὶ ὅτι κατοικεῖς ὅπου ἐστὶν ὁ θρόνος τοῦ σατανᾶ, κρατεῖς δὲ τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου. Ἔχω δὲ κατὰ σοῦ ὀλίγα τινά, ὅτι ἀνέχῃ τινῶν κρατούντων τὴν διδαχὴν τῶν Νικολαϊτῶν. Μετανοείτωσαν οὖν· εἰ δὲ μή, ἔρχομαι πολεμῆσαι αὐτοὺς ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. Τῷ δὲ νικῶντι», δηλονότι τοὺς εἰδωλολάτρας, «δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ ψῆφον λευκήν, καὶ ἐν τῇ ψήφῳ ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαβών».

Ἑρμηνεία. Τάχα ἐν τῇ <ἐν> Περγάμῳ ἐκκλησίᾳ ἔτι ἐπλεονέκτει εἰδωλικὸν θυσιαστήριον· διὸ καὶ θρόνος ἐκλήθη τοῦ σατανᾶ. Τῷ δὲ ἐπισκόπῳ ἐπαινετὰ μὲν τὰ κατ’ αὐτόν, φαῦλα δὲ τὰ τῶν εἰδωλολατρῶν καὶ τὰ τῶν Νικολαϊτῶν· εἷς γὰρ τῶν ἐν ταῖς Πράξεσιν ἑπτὰ διακόνων ὁ Νικόλαος ἐκπεσὼν τῆς ἑπτάδος, ὡς καὶ Ἰούδας τῆς δωδεκάδος, οἱ τῆς αὐτοῦ αἱρέσεως κοινωνοὶ Νικολαΐται καλοῦνται, οὓς ὁ νικῶν καὶ τὴν εἰς Χριστὸν πίστιν κρατῶν καταξιωθῆναι ὑπισχνεῖται «τοῦ μάννα τοῦ κεκρυμμένου» καὶ «τῆς λευκῆς ψήφου» τῆς γεγραμμένης «ὄνομα καινόν», ἅ ἐστι τεκμήρια τῆς γλυκύτητος <τῆς> τοῦ ἁγίου Πνεύματος μετουσίας καὶ τῆς ἀφράστου ζωῆς ἀπόλαυσις. «Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ τοὺς ὀφθαλμοὺς ἔχων ὡς φλόγα πυρὸς καὶ τοὺς πόδας ὁμοίους χαλκολιβάνῳ· Οἶδά σου τὰ ἔργα καὶ τὴν πίστιν καὶ τὴν ἀγάπην. Ἀλλ’ ἔχω τι κατὰ σοῦ, ὅτι ἀνέχῃ τῇ γυναικί σου Ἰεζάβελ προφήτιδα ἑαυτὴν ὀνομάζειν τοὺς ἐμοὺς δούλους διδάσκουσα καὶ πλανῶσα τοῦ πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. Καὶ μακροθυμῶ αὐτῇ, ἵνα μετανοήσῃ.

Καὶ εἰ οὐ μετανοήσει, ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ οὓς ἀπεπλάνησεν εἰς θλῖψιν μεγάλην, καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ. Καὶ γνώσονται πᾶσαι <αἱ> ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν καρδίας καὶ νεφρούς, καὶ δώσω ὑμῖν κατὰ τὰ ἔργα ὑμῶν».

Ἑρμηνεία. Οὗτος ὁ Θυατείρων ἐπίσκοπος ὑπογύναιος ἦν, ἡ δὲ γυνὴ αὐτοῦ ἐκέκλητο Ἰεζάβελ, τῆς τοῦ Ἀχαὰβ Ἰεζάβελ μηδὲν ἀποδέουσα τῷ τρόπῳ καὶ τῇ κλήσει. Ἐκ διαβολικῆς δὲ ἐνεργουμένη γλώττης πολλοὺς τῶν πιστῶν, ὡς προφῆτις δῆθεν, ἀπεπλάνα μοιχεύειν καὶ προσανέχειν εἰδώλοις· πρὸς ἣν καὶ δεδήλωται ὅτι, εἰ οὐ μετανοήσει, αὐτήν τε καὶ τὰ τέκνα αὐτῆς καὶ οὓς ἀπεπλάνησεν ὀλεθρίῳ παραδοθῆναι θανάτῳ. «Καὶ τῷ ἀγγέλῳ», φησί, «τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἔχων τοὺς ἑπτὰ ἀστέρας καὶ τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ». Ἑρμηνεία. Ἐνυπόστατον καὶ τέλειόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός· πνεύματα δὲ ἑπτά εἰσι τὰ ἑπτὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα, εἴτουν «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας» καὶ «πνεῦμα φόβου Θεοῦ», ἃ ἐπανεπαύθησαν εἰς Χριστὸν λαβόντα τὴν τοῦ δούλου μορφήν, καθὼς καὶ νῦν λέγει «ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ». «Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα μὲν ἔχεις καὶ ζῇς, νεκρὸς δὲ εἶ. Γρηγόρησον οὖν καὶ μνημόνευσον τί εἴληφας καὶ μετανόησον.

Εἰ δὲ μή, ἥξω πρὸς σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς τὴν ὥραν ἐν ᾗ ἥξω ἐπὶ σέ. Ἔχεις δὲ ἐν Σάρδεσιν ὀνόματα ὀλιγοστά, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ ἀξίως λευσχημονοῦντες περιπατήσουσι μετ’ ἐμοῦ, καὶ τὸ ὄνομα αὐτῶν οὐ μὴ ἐξαλειφθῇ ἐκ τῆς βίβλου τῆς ζωῆς».

Ἑρμηνεία. Οὗτος γὰρ ὁ τῆς Σάρδεων ἐκκλησίας ἐπίσκοπος, ὡς τὰ λόγια παραδηλοῦσιν, νεκρὸς ἦν τῇ πίστει καὶ τοῖς ἔργοις· διὸ καὶ δεδήλωται αὐτῷ ὅτι, εἰ οὐ διορθωθῇ, ἐξάπινα θνῄσκει. Ὀλίγους δέ τινας τῆς αὐτοῦ ἐκκλησίας μὴ μολυνθέντας εἰς ἁμαρτίαν μετὰ τὸ βάπτισμα ἀλλὰ λευσχημονοῦντας τῇ καθαρότητι ὁ ὑπερκάθαρος Χριστὸς ὑπισχνεῖται σὺν αὐτῷ βηματίζειν. Ὄντως μακάριον χρῆμα ἡ καθαρότης ὡς ἀγχίθεος καὶ ἄφθαρτος. «Εἶτα καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθής, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαβίδ», ἤτοι ὁ ἐκ φυλῆς Δαβὶδ καὶ μείζων Δαβίδ· «Οἶδά σου τὰ ἔργα καὶ ἀνέῳξά σοι θύραν, ἣν οὐδεὶς δύναται κλεῖσαι, ὅτι ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω μου τὸ ὄνομα. Ἐκ δὲ τῶν λεγόντων Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ, ποιήσω ἵνα ἥξωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνώσονται ὅτι ἠγάπησά σε. Ὅτι ἐν ὑπομονῇ ἐτήρησάς μου τὸν λόγον, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τοῦ μέλλοντος ἐλθεῖν ἐφ’ ὅλην τὴν οἰκουμένην.

Διὸ κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸ στέφανόν σου». Ἑρμηνεία. Ἰδοὺ ὑπὲρ πάντας τοὺς ἐν τῇ Ἀσίᾳ ἐπισκόπους ὁ τῆς Φιλαδελφείας ἐπίσκοπος ὑπέρτερος καὶ καλὸς μεμαρτύρηται· διὸ καὶ ἡ σατανικὴ τῶν Ἰουδαίων συναγωγὴ αὐτῷ προσκυνῆσαι δεδήλωται καὶ ἐκ τοῦ καθολικοῦ πειρασμοῦ ἀπήμαντος τηρηθῆναι ἠξίωται. «Καὶ τῷ ἀγγέλῳ», φησίν, «τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον·

Τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ ἀληθὴς καὶ τῆς τοῦ Θεοῦ κτίσεως δημιουργός· Οἶδα ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός, ἀλλὰ χλιαρός, καὶ μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου διὰ τὸ λέγειν σε· Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, σὺ δὲ εἶ ὁ ἐλεεινὸς καὶ ταλαίπωρος καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός. Διὸ καὶ συμβουλεύω σοι ἀγοράσαι παρ’ ἐμοὶ χρυσίον πεπυρωμένον, ἵνα πλουτήσῃς καὶ λάβῃς παρ’ ἐμοὶ ἱμάτια λευκὰ εἰς περιβολήν, πρὸ τοῦ φανερωθῆναι ἡ αἰσχύνη τῆς γυμνότητός σου. Ἐγὼ γὰρ οὓς φιλῶ ἐλέγχω καὶ παιδεύω. Ζήλευσον οὖν καὶ μετανόησον. Ἰδοὺ ἐπὶ τὴν θύραν ἕστηκα καὶ κρούω· ἐάν τις ἀνοίξῃ μοι, καὶ εἰσελθὼν συνδειπνήσω αὐτῷ καὶ αὐτὸς μετ’ ἐμοῦ».

Ἑρμηνεία. Οὗτος γὰρ ὁ τῆς Λαοδικείας ἐπίσκοπος, τυφλὸς καὶ πτωχὸς καὶ γυμνὸς πάσης ἀρετῆς ὤν, ἐπὶ ματαίῳ καὶ φθαρτῷ πλούτῳ ἐμεγαλαύχει καὶ ἐκόμπαζεν. Διὸ καὶ ἐδηλώθη αὐτῷ ὅτι, εἰ οὐ σπεύσει ἐκ τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ κτήσασθαί τι, ὡς γυμνὸς μέλλει ἀσχημονῆσαι καὶ τῇ κολάσει παραδοθῆναι. Τὸ δὲ «ἐπὶ τῆς θύρας ἕστηκα κρούων» τὴν φιλοπτωχίαν δηλοῖ· καὶ «ἐάν τίς μοι ἀνοίξῃ, καὶ συνδειπνήσω αὐτῷ καὶ αὐτὸς μετ’ ἐμοῦ», δηλονότι ἐν τῇ βασιλείᾳ μου· «Ἐφ’ ὅσον», φησί, «ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε».

Ὁ δὲ μακάριος Ἰωάννης ἐφ’ ἑκάστης γραφῆς τῶν ἑπτὰ ἐκκλησιῶν πρὸς τὸ τέλος γράφει λέγων· «Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις», τουτέστιν· Οὐκ ἐγώ, ἀλλὰ Θεὸς λέγει πρὸς ὑμᾶς ταῦτα. Καὶ «μακάριος», φησίν, «ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς» γεγραμμένους «λόγους τῆς προφητείας ταύτης».

Ὑπόθεσις βʹ. Περὶ τῆς οὐρανίου θύρας καὶ ἀναβάσεως τοῦ θεωροῦ. Ἀποπεράνας οὖν τὰ περὶ τῶν ἑπτὰ ἐκκλησιῶν αὐτῷ ἐντεταλμένα «εἶδον», φησίν, «καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ φωνὴ ἐκεῖθεν μεγάλη κελεύουσά μοι· Ἀνάβηθι ὧδε, καὶ δείξω σοι ἃ δεῖ μετὰ ταῦτα γενέσθαι. Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι», ἤτοι ἐν ἐκστάσει· «καὶ ἰδοὺ κείμενος θρόνος ἐν τῷ οὐρανῷ, καὶ ὁ καθήμενος ἐν αὐτῷ ὅμοιος λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ κύκλωθεν τοῦ θρόνου ἶρις ὁμοία λίθῳ σμαραγδίνῳ. Καὶ πάλιν τούτου κύκλωθεν εἴκοσι τέσσαρες θρόνοι, ἐν οἷς καὶ ἐκάθηντο εἴκοσι τέσσαρες πρεσβύτεροι περιβεβλημένοι στολὰς λευκὰς καὶ ἐστεμμένοι τὰς κεφαλὰς στεφάνους χρυσοῦς. Ἐκ δὲ τοῦ μεγάλου θρόνου ἐξῄεσαν ἀστραπαὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἔμπροσθεν αὐτοῦ, καὶ θάλασσα ὁμοία κρυστάλλῳ κατέναντι τοῦ θρόνου· καὶ τέσσαρα ζῷα ἔσωθεν καὶ ἔξωθεν καὶ ἔμπροσθεν καὶ ὄπισθεν γέμοντα ὀφθαλμούς, καὶ τὰ πρόσωπα αὐτῶν πρόσωπον λέοντος καὶ πρόσωπον μόσχου, πρόσωπον ἀνθρώπου καὶ τὸ τέταρτον ὅμοιον ἀετῷ. Καὶ ἑκάστῳ τῶν τεσσάρων πτέρυγες ἕξ· ἃ καὶ βοῶσιν ἀκαταπαύστως· Ἅγιος, ἅγιος, ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ».

Ἑρμηνεία. Ἡ ἑτοιμασία τοῦ θρόνου τῆς κρίσεως ἀμυδρῶς πως ἐνταῦθα δεδήλωται, καθὼς καὶ ἤκουσεν ἀνωτέρω, ὅτι δείξω σοι «ἃ μετὰ ταῦτα μέλλει γενέσθαι». Οἱ δὲ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ δώδεκα μέν εἰσιν οἱ ἀπόστολοι, κατὰ τὴν ἀψευδῆ τοῦ Χριστοῦ ὑπόσχεσιν, οἱ δὲ ἕτεροι δώδεκα ἡ τῶν προπατόρων ἀκρότης, ἤτοι Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ καὶ οἱ λοιποὶ ἀκρέμονες τῶν προφητῶν καὶ δικαίων· τὰ δὲ τετράμορφα ζῷα χερουβείμ εἰσι· καὶ πρόδηλον τοῦτο ἐκ τοῦ εἶναι πολυόμματα καὶ ἑξαπτέρυγα καὶ κράζειν ἀκαταπαύστως τὸ «ἅγιος» καὶ τὰ ἑξῆς.

Ὑπόθεσις γʹ. Περὶ τοῦ ἐσφραγισμένου βιβλίου σφραγῖσιν ἑπτὰ καὶ περὶ τοῦ ἀρνίου. «Ὁ δὲ καθήμενος ἐπὶ τοῦ θρόνου κατεῖχε βιβλίον ἐν τῇ δεξιᾷ χειρί, ἑπτὰ σφραγῖδας ἐσφραγισμένον. Καὶ εἶδον ἄγγελον ἐν φωνῇ μεγάλῃ κηρύσσοντα· Τίς ἱκανὸς λῦσαι τὰς σφραγῖδας καὶ ἀνοῖξαι τὸ βιβλίον; Κἀγὼ ἔκλαιον βουλόμενος μαθεῖν, τί ἄρα τὰ ἐσφραγισμένα ἐν τῷ βιβλίῳ. Εἷς δὲ ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαβίδ, τοῦ λῦσαι τὰς σφραγῖδας καὶ ἀνοῖξαι τὸ βιβλίον. Καὶ εἶδον ἐν μέσῳ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, ἔνθα καὶ ὁ θρόνος, ἀρνίον ἑστηκότα ὥσπερ ἐσφαγμένον ἑπτὰ ἔχοντα ὀφθαλμοὺς καὶ κέρατα ἑπτά. Καὶ ἐλθὼν ἔλαβε τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. Καὶ εὐθέως οἱ πρεσβύτεροι καὶ τὰ τέσσαρα ζῷα πεσόντες καὶ προσκυνήσαντες ὕμνησαν λέγοντες· Σοὶ πρέπει λῦσαι τὰς σφραγῖδας καὶ ἀνοῖξαι τὸ βιβλίον, ὅτι ἐσφάγης καὶ ἐν τῷ αἵματί σου ἠγόρασας τῷ Θεῷ λαὸν ἐκ πάσης φυλῆς καὶ γλώσσης. Εἶδον δὲ καὶ ἤκουσα κύκλῳ τοῦ θρόνου ἀγγέλων ὑμνούντων, ὧν ὁ ἀριθμὸς χιλιάδες χιλιάδων καὶ μυριάδες μυριάδων, τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ, λέγοντες, ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Τὰ δὲ τέσσαρα ζῷα καὶ <οἱ> εἴκοσι τέσσαρες πρεσβύτεροι προσκυνοῦντες ἔλεγον τὸ Ἀμήν.

Καὶ εἶδον ὅτε ἤνοιξε τὸ ἀρνίον τὴν πρώτην σφραγῖδα, καὶ ἐμοὶ ἐπετράπη τοῦ βλέπειν, καὶ εἶδον ἵππον λευκόν, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν τόξον κατεῖχε, καὶ ἐδόθη αὐτῷ στέφος, καὶ ἐξῆλθεν ἵνα νικήσῃ. Εἶτα ἤνοιξε τὴν δευτέρα σφραγῖδα, καὶ ἄλλος ἐξῆλθεν ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτῷ ἐδόθη μάχαιρα μεγάλη καὶ ὁρισμὸς τοῦ λαβεῖν τὴν εἰρήνην ἀπὸ τῆς γῆς, ἵνα ἀλλήλους οἱ ἄνθρωποι κατασφάττουσι.

Ὅτε δὲ καὶ τὴν τρίτην σφραγῖδα ἤνοιξεν, ἰδοὺ ἵππος μέλας ἐφάνη, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ζυγὸς ἐπεδόθη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ὁρισμός· Χοῖνιξ σίτου ἐν δηναρίῳ καὶ κριθῶν τρεῖς χοίνικες ἐν δηναρίῳ, τὸ ἔλαιον δὲ καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.

Εἶτα καὶ τὴν τετάρτην ἀνοίξας σφραγῖδα εἶδον ἵππον χλωρόν, καὶ ὄνομα τῷ καθημένῳ ἐπ’ αὐτὸν θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει αὐτῷ, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἵνα ἐν ῥομφαίᾳ καὶ λιμῷ τὸ τέταρτον τῆς γῆς ἀποκτείνωσι.

Ὅτε δὲ καὶ τὴν πέμπτην σφραγῖδα ἤνοιξεν, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων ἀνθρώπων διὰ τὸν λόγον τοῦ Θεοῦ, οἷς καὶ ἐπεδόθη στολὴ λευκὴ ἵνα ἀναπαύωνται, ἄχρις ἂν καὶ οἱ σύνδουλοι αὐτῶν τελειωθῶσι.

Εἶτα καὶ τὴν ἕκτην διανοίξας σφραγῖδα σεισμὸς ἐγένετο μέγας, καὶ ὁ ἥλιος ἐγένετο ὥσπερ σάκκος τρίχινος μέλας, ἡ δὲ σελήνη μετεβλήθη εἰς αἷμα, καὶ οἱ ἀστέρες ὡς φύλλα, καὶ ὄλυνθοι ἀπὸ συκῆς πεπτώκασιν ἐπὶ τὴν γῆν, καὶ ὁ οὐρανὸς καθάπερ βιβλίον εἱλίσσετο, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν· οἱ δὲ βασιλεῖς τῆς γῆς καὶ οἱ δυνάσται καὶ πάντες ἄνθρωποι κατέκρυπτον ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ τὰς τρώγλας τῶν πετρῶν λέγοντες· Πέσετε ἐφ’ ἡμᾶς καὶ ἀποκρύψατε τῆς ὀργῆς τοῦ ἐπὶ τοῦ θρόνου καὶ τοῦ ἀρνίου, ὅτι ἦλθεν <ἡ> ἡμέρα τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται ὑποστῆναι;

Μετὰ ταῦτα δὲ τέσσαρας ἀγγέλους εἶδον ἱσταμένους εἰς τὰς τέσσαρας γωνίας τῆς γῆς καὶ κρατοῦντας τοὺς τέσσαρας ἀνέμους, ἵνα μὴ πνεύσωσιν ὅλως. Καὶ ἕτερος ἄγγελος ἦν ἀναβαίνων ἀπὸ ἀνατολῆς ἡλίου, σφραγῖδα κρατῶν Θεοῦ ζῶντος, καὶ ἔκραξεν λέγων τοῖς ἑτέροις ἀγγέλοις τοῦ μὴ ἀδικῆσαί τινα τῶν ἀνθρώπων, ἕως ἂν σφραγίσω», φησί, «τοὺς δούλους τοῦ Θεοῦ. Κἀγὼ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρας χιλιάδας ἐκ τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ, ἤγουν ἐξ ἑκάστης φυλῆς δώδεκα χιλιάδας». «Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν οὐδεὶς ἐδύνατο ἀριθμῆσαι, ἐκ παντὸς ἔθνους καὶ γλώσσης καὶ λαοῦ περιβεβλημένους στολὰς λευκὰς καὶ ἐνώπιον τοῦ θρόνου καὶ τοῦ ἀρνίου παρισταμένους». «Εἷς δὲ τῶν πρεσβυτέρων λέγει μοι· Τίνες ἄρα καὶ πόθεν οἱ τὰς λευκὰς περιβεβλημένοι στολάς;

Κἀγὼ εἶπον αὐτῷ· Κύριέ μου, σὺ γινώσκεις. Καὶ ἀποκριθεὶς λέγει μοι· Οὗτοί εἰσιν οἱ ἐκ μεγάλων θλίψεων ὑπὲρ τοῦ ὀνόματος τοῦ ἀρνίου τὰς ἑαυτῶν στολὰς πλύναντες καὶ λευκάναντες, καὶ ἰδοὺ σὺν αὐτῷ ἀγάλλονται καὶ συνευφραίνονται.

Ὅτε δὲ καὶ τὴν ἑβδόμην σφραγῖδα ἤνοιξε τὸ ἀρνίον, ὡς ἡμιώριον σιγὴ ἐγένετο ἐν τῷ οὐρανῷ. Καὶ εἶδον τοὺς παρισταμένους ἑπτὰ ἀγγέλους, ὅτι ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες, ἑτέρῳ δὲ ἀγγέλῳ ἐδόθη λιβανωτὸν ὥσπερ χρυσοῦν καὶ ἕτερα θυμιάματα πολλά. Καὶ λαβὼν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ καὶ θυμιάσας ἐνώπιον τοῦ θρόνου καὶ τοῦ χρυσοῦ θυσιαστηρίου, ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ».

Ἑρμηνεία. Τὸ ἐσφραγισμένον βιβλίον τοῦτο σημαίνει, τὴν ἄφατον καὶ πολλὴν τοῦ Θεοῦ μακροθυμίαν, ὅτι ὁ κόσμος ἄξιος ὢν βασάνων καὶ τιμωριῶν πολλῶν διὰ τὴν ἀσέβειαν καὶ τὰς πράξεις τὰς πονηράς, συγκαλύπτεται ἡ ὀργὴ κατ’ ἐμφέρειαν βιβλίου ἐσφραγισμένου. Ὅτε δὲ ὁ τῆς συντελείας καιρὸς ἐπιστῇ, τότε τὸ ἀρνίον, «ὁ ἀμνὸς τοῦ Θεοῦ», ὡς ἔχων ἐξουσίαν «κρῖναι τὴν γῆν» ἀναπτύξει τὰ κεκρυμμένα καὶ ἄξια κατακρίσεως ἔργα, καθὼς καὶ ὁ θεῖος ἐξεῖπε Δανιήλ· «Κριτήριον», φησί, «ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν». Ἀρνίον δὲ εἴρηται διὰ τὸ ἄκακον καὶ ἄμωμον καὶ ὑπὲρ ἄλλων τυθέν, ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου· περὶ οὗ καὶ ὁ προφήτης προέφη Ἠσαΐας ὅτι ὡς πρόβατον καὶ ὡς ἀμνὸς εἰς σφαγὴν ἤχθη, ὁ δὲ Ἰωάννης «ἴδε», φησίν, «ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Οἱ δὲ ἑπτὰ ὀφθαλμοὶ τοῦ ἀρνίου τοῦτο παραδηλοῦσιν, ὅτι καθορᾷ πάντα καὶ λέληθεν αὐτῷ οὐδὲν τῶν γινομένων φαύλων τε καὶ χρηστῶν. Τὰ δὲ ἑπτὰ κέρατα αὐτοῦ τὸ βασιλικώτατον αὐτοῦ ὑπεμφαίνουσι, ὅτι κερατίσει καὶ καταβάλῃ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τοῦ διαβόλου τὸ κράτος, καὶ αὐτὸς μόνος ὡς «βασιλεὺς τῆς δόξης» διαμένει βασιλεὺς ἀΐδιος ἐν μιᾷ βασιλείᾳ, σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι.

Ὁ δὲ λευκὸς ἵππος καὶ ὁ πυρρὸς καὶ ὁ μέλας καὶ οἱ λοιποὶ καὶ οἱ ἐπιβάται ἐπ’ αὐτοῖς ἄγγελοι τὰς μελλούσας γενέσθαι θλίψεις ἐν τῷ κόσμῳ σημαίνουσι καὶ τὸ ἰσχυρὸν καὶ ἀήττητον αὐτῶν καὶ πολεμικώτατον. Καὶ οὐχ ὅτι ἡ πυρφλόγος καὶ ἀσώματος φύσις τῶν ἀγγέλων ἵππων καὶ ἐποχίας ἔχουσα χρείαν, ἀλλὰ ἀπελθεῖν, καθὼς προσετάγησαν, καὶ ἆραι τὴν εἰρήνην καὶ πᾶν ἀγαθὸν ἀπὸ προσώπου τῆς γῆς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν καὶ τὰ ἔργα τοῦ σατανᾶ, ὅπως ἀναλωθῶσιν ἀλλήλοις, ὅτι ἀπέστησαν ἀπὸ τοῦ Θεοῦ καὶ ὁ Θεὸς ἀπ’ αὐτῶν.

Ἀπὸ δὲ τῶν ἀναριθμήτων μυριάδων τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ ἑκατὸν σαράκοντα τέσσαρεις χιλιάδας καὶ μόνας, λέγει, εὑρεθήσονται σῳζομένων, ἐξ ἑκάστης φυλῆς τῶν δώδεκα χιλιάδας δώδεκα καὶ οὐδὲν πλέον, ἀλλὰ τοὺς προπάτορας δηλονότι καὶ τοὺς προφήτας καὶ τοὺς ὁμοίους αὐτῶν φιλοθέους.

Οἱ δὲ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν πιστεύσαντες καὶ βαπτισθέντες πλήθη πολλὰ καὶ ἀριθμοῦ κρεῖττον. Οἱ λευσχήμονες δὲ καὶ τῷ ἀρνίῳ συναγαλλόμενοι καὶ τῷ θείῳ παριστάμενοι θρόνῳ, οὗτοί εἰσιν οἱ δι’ αἵματος καὶ μαρτυρίας ἢ διὰ ἀσκήσεως καὶ καθαρᾶς πολιτείας πλύναντες καὶ λευκάναντες τὰς στολὰς τῶν ἰδίων ψυχῶν.

Ὑπόθεσις δʹ. Περὶ τῶν ἑπτὰ σαλπιφόρων ἀγγέλων. «Οἱ δὲ λαβόντες τὰς ἑπτὰ σάλπιγγας ἄγγελοι, ἰδοὺ ὁ πρῶτος ἐσάλπισε· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένον αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ κατεκάη τὸ τρίτον τῆς γῆς καὶ τῶν δένδρων καὶ πᾶς χόρτος ὁμοῦ. Ἐσάλπισε δὲ καὶ ὁ δεύτερος· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη ἐν τῇ θαλάσσῃ καὶ κατέκαυσε τὸ τρίτον αὐτῆς καὶ πάντα τὰ ἐν αὐτῇ. Εἶτα καὶ ὁ τρίτος ἐσάλπισεν ἄγγελος· καὶ ἀστὴρ μέγας πύρινος, ὁ λεγόμενος Ἄψινθος, πέπτωκεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ πᾶν ὕδωρ ποταμῶν καὶ πηγῶν, καὶ ὡς ἄψινθος ἐπικράνθησαν, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπὸ τοῦ δίψους ἀπέθανον. Καὶ ὁ τέταρτος ἐσάλπισεν ἄγγελος, ἐπλήγη δὲ καὶ ἐσκοτίσθη τὸ τρίτον τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων, καὶ τὸ τρίτον τῆς ἡμέρας ἐγένετο σκότος. Εἶδον δὲ ὡς ἀετὸν ἐν τῷ ἀέρι καὶ ἤκουσα αὐτοῦ λέγοντος μεγάλῃ τῇ φωνῇ· Οὐαὶ οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ προσώπου πάσης τῆς γῆς ἐκ τῶν μελλόντων τριῶν ἀγγέλων σαλπίσαι. Τότε οὖν καὶ ὁ πέμπτος ἐσάλπισεν ἄγγελος· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου, καὶ ἤνοιξεν αὐτό, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὥσπερ ἀπὸ καμίνου μεγάλης καὶ ἐσκότασε τὸν ἥλιον καὶ τὸν ἀέρα.

Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες ἐπὶ τῆς γῆς ὥσπερ σκορπίοι, ὧν τὸ μέγεθος ὥσπερ ἵπποι, καὶ αἱ οὐραὶ αὐτῶν ὡς κέντρον σκορπίου, αἱ κεφαλαὶ αὐτῶν ὡς ἐστεμμέναι χρυσίῳ· εἶχον δὲ πτέρυγας καὶ πρόσωπα ἀνθρώπων καὶ τρίχας ὡς τρίχας γυναικῶν, καὶ ὥσπερ λέοντος οἱ ὀδόντες αὐτῶν, καὶ ὥσπερ σιδηροῦς θώρακας ἐφόρουν, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων καὶ πολλῶν ἵππων τρεχόντων εἰς πόλεμον.

Βασιλεὺς δὲ αὐτῶν <ὁ> ἄγγελος τῆς ἀβύσσου, καὶ τὸ ὄνομα αὐτοῦ Ἑβραϊστὶ μὲν Ἀβαδδών, Ἑλληνιστὶ δὲ Ἀπολλύων. Εἴρηται δὲ αὐτοῖς χόρτον μὲν ἢ δένδρον μὴ βλάψαι, πλήττειν δὲ καὶ βασανίζειν τοὺς ἀνθρώπους μῆνας πέντε, ὅσοι ἐν τοῖς μετώποις αὐτῶν μὴ ἔχοντες τὴν σφραγῖδα τοῦ Θεοῦ. Ἐν δὲ ταῖς τοιαύταις ἡμέραις ἐπιθυμήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ αὐτὸς φεύξεται ἀπ’ αὐτῶν. Εἶτα καὶ ὁ ἕκτος ἐσάλπισεν ἄγγελος· καὶ φωνὴ ἐκ τοῦ χρυσοῦ θυσιαστηρίου αὐτὸν ἐπιτρέπουσα, ἵνα διὰ τριῶν πληγῶν, ἤτοι ἐκ πυρὸς καὶ θείου καὶ καπνοῦ, ἀποκτενεῖ τὸ τρίτον τῶν ἀνθρώπων, ὅτι οὐ μετενόησαν ἀπὸ τῶν ἀσεβειῶν καὶ τῶν αἰσχρῶν πράξεων αὐτῶν, λύσῃ δὲ καὶ τοὺς δεδεμένους ἐν τῷ μεγάλῳ Εὐφράτῃ ποταμῷ τέσσαρας ἀγγέλους».

Ἑρμηνεία. Λύσιν δεσμῶν τεσσάρων ἀγγέλων λέγει τὴν ἐκ τοῦ χρυσοῦ θυσιαστηρίου προτρεπτικὴν θείαν φωνὴν εἰς ὄλεθρον καὶ ἀπώλειαν εἰδωλολάτρου λαοῦ. «Καὶ εἶδον στρατεύματα, μυριάδας μυριάδων ἔχοντας θώρακας πυρίνους, αἱ κεφαλαὶ δὲ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, ἐκ δὲ τῶν στομάτων αὐτῶν πῦρ ἐξήρχετο καὶ καπνὸς καὶ θεῖον· αἱ οὐραὶ δὲ αὐτῶν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλὰς καὶ ἐν αὐταῖς ἀδικοῦσι».

Ἑρμηνεία. Καὶ ταῦτα τὰ στρατεύματα ἐκ τῶν προρρηθέντων ἀκρίδων εἰσί. «Εἶτα καὶ ὁ ἕβδομος ἐσάλπισεν ἄγγελος· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ ὑμνοῦσαι καὶ εὐλογοῦσαι τὸν Κύριον, ὅτι ἦλθεν», φησίν, «ὁ καιρὸς τῆς κρίσεως, ἐν ᾗ ἀποδώσεις ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ. Καὶ εἶδον ὅτι ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη καὶ σεισμός».

Ἑρμηνεία. Αἱ παρὰ τῶν ἀγγέλων ἑπτὰ σάλπιγγαι τὰ περὶ τῆς συντελείας παραδηλοῦσι δεινά, σύμφωνα δὲ καὶ τῷ θείῳ εὐαγγελίῳ. Τότε, φησίν, «ἀποστελεῖ» “ὁ υἱὸς τοῦ ἀνθρώπου” «τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπὸ τῶν τεσσάρων ἀνέμων» καὶ τὰ ἑξῆς. Τοὺς ἐκλεκτοὺς μὲν συνάξουσι, τοὺς βδελυκτοὺς δὲ παρήσουσιν, ἵνα κατὰ τὴν βδελυγμίαν αὐτῶν ἀπολάβουσι.

Διὰ τοῦτο καὶ οἱ τέσσαρες πρῶτοι ἄγγελοι σαλπίσαντες τὸ τρίτον τῆς γῆς καὶ τῆς θαλάσσης καὶ τοῦ φωτὸς ἐξηφάνισαν, ὁ δὲ πέμπτος ἐκ τῆς ἀβύσσου καὶ τοῦ ᾅδου καπνὸν ἀνήγαγε σὺν ἀκρίδι. Ἀκρίδα, διὰ τὸ πλῆθος καὶ τὸ τετράπουν καὶ τὸ πτερόν, τῷ δὲ μεγέθει ὡς ἵπποι καὶ ὡς λέοντες, ὡς ἀνθρώπων πρόσωπα καὶ τρίχες γυναικῶν· αἱ οὐραὶ αὐτῶν κολαστικαὶ ὡς ὄφεως καὶ σκορπίου καὶ τὰ λοιπὰ αὐτῶν εἴδη φοβερὰ καὶ φρικώδη. Ἐντέταλται δὲ αὐτοῖς μηδὲν τῶν ἐν τῇ γῇ παραβλάψαι, εἰ μὴ τοὺς ἀνθρώπους τοὺς μὴ ἔχοντας τὴν σφραγῖδα τοῦ Θεοῦ βασανίσωσι μῆνας πέντε πλήττοντες τοῖς κέντροις «ἡμέρας καὶ νυκτός», καὶ εἶθ’ οὕτως παραδοθῶσιν τῇ ἀπωλείᾳ· τοῦτο γὰρ καὶ τὸ ὄνομα τοῦ ἄρχοντος τῶν ἱπποακρίδων ἐκείνων παραδηλοῖ, Ἀββαδὼν Ἀπολλύων. Ὁμοίως καὶ οἱ ἕτεροι τρεῖς ἄγγελοι τὰ περὶ τῆς συντελείας τοῦ κόσμου δεινὰ διαγορεύουσιν· περὶ ὧν λέγειν πλατυτέρως οὐ βούλομαι.

Ὑπόθεσις εʹ. Περὶ τοῦ ἀγγέλου καὶ τοῦ βιβλίου καὶ τοῦ Ἐνὼχ καὶ τοῦ Ἠλιού. «Καὶ εἶδον ἄγγελον ἐκ τοῦ οὐρανοῦ κατερχόμενον περιβεβλημένον νεφέλην, καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, οἱ δὲ πόδες αὐτοῦ ὥσπερ στῦλος πυρός, καὶ ἐκράτει ἐπὶ χεῖρας βιβλιδάριον ἀνεῳγμένον. Καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν πρός με· Λάβε τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου.

Καὶ ὡς ἦλθον τοῦ λαβεῖν αὐτό, λέγει μοι· Λάβε καὶ φάγε αὐτό. Καὶ λαβὼν ἔφαγον αὐτό, <καὶ> ἐγλυκάνθη μὲν “ὑπὲρ μέλι” τὸ στόμα μου, ἐπικράνθη δὲ ἡ κοιλία μου. Καὶ λέγει μοι ὁ ἄγγελος ὅτι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ βασιλεῖς καὶ ἔθνη καὶ λαούς, ὅτι ἐδόθη τοῖς ἔθνεσι τοῦ πατῆσαι τὴν πόλιν τὴν ἁγίαν μῆνας τεσσαράκοντα τέσσαρας. Καὶ δώσω λόγον τοῖς δυσὶ μάρτυσί μου, λέγει Κύριος, καὶ προφητεύσωσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους, καὶ οὐδεὶς δυνήσηται αὐτοὺς ἀδικῆσαι ἐν ταῖς ἡμέραις τῆς προφητείας αὐτῶν, ἐξουσίαν δὲ ἔχουσι κλεῖσαι τὸν οὐρανὸν “τοῦ μὴ βρέξαι” καὶ τὰ ὕδατα μεταποιῆσαι εἰς αἷμα καὶ πατάξαι τὴν γῆν, ὁσάκις καὶ θέλουσιν. Ὅτε δὲ τελέσωσι τὸ ἔργον τῆς προφητείας αὐτῶν, τότε συνάψει αὐτοῖς πόλεμον τὸ ἐκ τῆς ἀβύσσου θηρίον καὶ νικήσει καὶ ἀποκτενεῖ αὐτούς, καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως, ἐν ᾗ καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη· καὶ παρὰ πάντων ὁρᾶται τὸ πτῶμα αὐτῶν κείμενον τρεῖς ἡμέρας νεκρὸν ἄταφον. Καὶ μετὰ τρεῖς ἡμέρας ἔπνευσεν αὐτοῖς πνεῦμα ζωῆς, καὶ κληθέντες ἀνήλθοσαν εἰς τὸν οὐρανόν, καὶ ἐπέπεσε φόβος μέγας τῇ πόλει θεωροῦντες αὐτούς. Καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ σεισμὸς ἐγένετο μέγας, ἐξ οὗ καὶ τὸ δέκατον τῆς πόλεως κατεπτώθη, καὶ ἀπεκτάνθησαν ἀνδρῶν χιλιάδες ἑπτά, ὁ δὲ λοιπὸς λαὸς φόβῳ μεγάλῳ συσχεθεὶς ἐδίδουν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ».

Ἑρμηνεία. Εὔληπτα τὰ ῥηθέντα· ὅτι τὸ μὲν βιβλίον, ὃ κατέφαγεν ὁ θεωρὸς οὗτος, τὴν χάριν ἐδήλου τῆς κατ’ αὐτὸν προφητείας, τὰ δὲ ἑξῆς περὶ τῆς ἐλεύσεως τῶν προφητῶν Ἐνὼχ καὶ Ἠλιού. Καὶ οἱ δυνάμενοι κλεῖσαι οὐρανὸν καὶ γῆν καταπλῆξαι ἡττήθησαν οἰκονομικῶς καὶ ἀνῃρέθησαν ἐκ τοῦ θηρίου, ὅπως λήψονται τὸ στέφος τῆς μαρτυρίας καὶ μὴ ἐλάττους φωραθῶσι τῶν προφητῶν καὶ τῶν λοιπῶν αὐτῶν θεοστεφῶν ἀδελφῶν.

Ὑπόθεσις ϛʹ. Περὶ τοῦ ὀφθέντος μεγάλου σημείου ἐν τῷ οὐρανῷ. «Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ· γυνὴ γὰρ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη περὶ τοὺς πόδας αὐτῆς, καὶ δώδεκα ἀστέρες στεφανοειδῶς ἐπὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἐν γαστρὶ ἔχουσα βασανιζομένη ἦν καὶ κράζουσα τοῦ τεκεῖν. Ὤφθη δὲ καὶ ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ· δράκων γὰρ μέγας, πυρρός, ἑπτὰ κεφαλὰς ἔχοντα καὶ κέρατα δέκα καὶ ἐλθὼν ἔστη ἐνώπιον τῆς γυναικός, ἵνα τὸ τικτόμενον καταφάγῃ παιδίον.

Ἡ δὲ γυνὴ ἔτεκε παιδίον ἄρρεν· καὶ τὸ παιδίον μὲν ἡρπάγη πρὸς τὸν Θεόν, ἡ δὲ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ἐν τόπῳ ἡτοιμασμένῳ αὐτῇ, ἵνα ἐκεῖ τρέφεται ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. Ὁ δὲ δράκων διάβολος ὀργισθεὶς διὰ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ ὥρμησε μετὰ τῶν ἀγγέλων αὐτοῦ συνάψαι πόλεμον μετὰ Μιχαὴλ καὶ τῶν ἀγγέλων αὐτοῦ. Καὶ τούτου γενομένου οὐχ εὑρέθη ἐν τῷ οὐρανῷ τόπος τῷ δράκοντι, ἀλλὰ ἀπερρίφη εἰς τὴν γῆν μετὰ τῶν ἀγγέλων αὐτοῦ, κατεδίωξεν δὲ τὴν γυναῖκα ἐν τῇ ἐρήμῳ· ἀλλ’ οὐδὲ κατ’ αὐτῆς ἐδόθη αὐτῷ ἰσχῦσαι, ἀλλ’ ἑκατέρωθεν ἔμεινεν ἄπρακτος». «Εἶτα ἔστην ἐπὶ τὴν ἄμμον καὶ εἶδον θηρίον ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, κεφαλὰς ἔχον ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τῶν δέκα κεράτων διαδήματα δέκα, καὶ ἐπὶ τὰς ἑπτὰ κεφαλὰς αὐτοῦ ὀνόματα ἔγραφον βλασφημίας, τὸ δὲ στόμα αὐτοῦ ὡς στόμα λέοντος. Ἐδόθη δὲ αὐτῷ ἐξουσία μεγάλη καὶ θρόνος παρὰ τοῦ δράκοντος, καὶ ἐθαύμασε τὸ πλῆθος τοῦ λαοῦ ὅτι τὸ ἀρτιφανὲς θηρίον μεγάλην ἔλαβεν ἐξουσίαν παρὰ τοῦ δράκοντος, καὶ προσεκύνησαν αὐτόν. Τῷ δὲ θηρίῳ ἐδόθη στόμα καὶ ἐλάλει μεγάλα καὶ βλάσφημα, καὶ ἐδόθη αὐτῷ ἐξουσία μῆνας τεσσαράκοντα δύο, πᾶσα δὲ φυλὴ καὶ γλῶσσα προσεκύνει αὐτό, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν τῇ βίβλῳ τῆς ζωῆς.

Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἐβλασφήμει πρὸς τὸν Θεόν, καὶ συνεχωρήθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς. Εἴ τις οὖν ἔχει οὖς, ἀκουέτω».

Ἑρμηνεία. Δύσληπτα καὶ δυσνόητα ὄντως καὶ δυσερμήνευτα τὰ ἐν τῇ ἕκτῃ ὑποθέσει ταύτῃ λαλούμενα· διὸ καὶ ὁ θεωρὸς καλῶς ἀπεφήνατο λέγων· «Εἴ τις ἔχει οὖς, ἀκουσάτω»· ᾔδει γὰρ ὅτι πολλοὶ μὲν ἀκούσονται, ὀλίγοι δὲ μετὰ ὠτὸς γνωστικοῦ τὴν σύγκρισιν τοῦ μεγάλου τοῦδε σημείου διαγνώσονται· περὶ οὗ κατατολμήσας ὁ ἄγροικος ἐγὼ λέξω, ὡς ἡ τοῦ θείου Πνεύματος ἀποκαλύψει μοι χάρις.

Ἐπειδὴ γὰρ ἡ ὁραθεῖσα γυνὴ τὸν ἥλιον περιεβέβλητο καὶ τὴν σελήνην περὶ τοὺς πόδας εἶχεν αὐγάζουσαν, καὶ δωδεκὰς ἀστέρων τὴν κεφαλὴν αὐτῆς ἔστεφεν, καὶ τὸ ἐξ αὐτῆς γεννηθὲν παιδίον ἡρπάγη πρὸς Κύριον, μηδεὶς πλανηθήτω τὴν Θεοτόκον αὐτὴν εἶναι ἀλλὰ ἀντιθεοτόκον διεφθαρμένην καὶ τοῦ ἀντιχρίστου μητέρα. Ἡ γὰρ ἀληθὴς Θεοτόκος Χριστὸν ἀληθινὸν Θεὸν ἔτεκεν ἐν σαρκὶ οὐ βασανιζομένη, ὡς ἡ παροῦσα, ἀλλὰ δοξαζομένη καὶ ἐν παρθενίᾳ φυλαττομένη. Ὁ δὲ διάβολος ἰδὼν τὴν γυναῖκα οὕτω φαιδρῶς διακεκοσμημένην ἠγνόησεν ὅτι συνίστορα καὶ συμπράκτορα αὐτοῦ τέξεται ἡ γυνὴ καί, ἐπειδὴ τὴν αὐτοῦ βασιλείαν ἡ τοῦ Χριστοῦ γέννησις ἐκολόβωσεν, ἐθαμβήθη, μήπως καὶ ὁ ἐκ τῆς γυναικὸς ταύτης τοιοῦτός τις λαχὼν καθελεῖ παντελῶς τὰ τοῦ ᾅδου βασίλεια.

Διὸ καὶ ὡς κεχηνὼς δράκων καὶ πολυκέφαλος παρέστη τῇ γυναικὶ τοῦ φαγεῖν τὸ ἐξ αὐτῆς ἀποτικτόμενον βρέφος. Ὡς δ’ αὐτὸ ἡρπάγη πρὸς Κύριον, ὥρμησεν καταδιῶξαι ὄπισθεν αὐτοῦ, κωλυθεὶς δὲ παρὰ τοῦ θείου Μιχαὴλ ἀναισχύντησε μετ’ αὐτοῦ πολεμῆσαι. Καὶ ἐπολέμησεν οἷα «χύτρα πρὸς λέβητα» καὶ συντριβεὶς ἀπερρίφη μετὰ τῆς αὐτοῦ συμμορίας.

Τὸ δὲ παιδίον οὐχ ὡς φιλούμενον ἡρπάγη πρὸς Κύριον, ἀλλ’ ἵνα μισοχρίστου καὶ παρανόμου λαοῦ κατὰ τὰς καρδίας αὐτῶν δοθήσεται ἀρχηγός· πρὸς οὓς καὶ ὁ Κύριος προαπεφήνατο λέγων· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἕτερος δὲ ἐλεύσεται ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε.

Ὁ δὲ διάβολος λυττήσας καὶ κατὰ τῆς γυναικός, οὐδὲ κατ’ αὐτῆς ἐδόθη αὐτῷ ἰσχύς, ἀλλ’ ἵνα ζήσῃ ἐν τῷ τέως· θνήξεται δὲ εὐκαίρως τὸν ἄξιον αὐτῆς θάνατον. Τὸ δεκακέρατον δὲ καὶ ἑπτακέφαλον ἐκ τῆς θαλάσσης θηρίον ἐπανελθὸν εὔδηλον ὅτι ὁ ἀντίχριστος ἦν, ὁ καὶ τὴν τοῦ πατρὸς αὐτοῦ διαβόλου φαντασιώδη φέρων μορφήν. Ἐξ οὗ καὶ μεγάλην εἰληφὼς ἐξουσίαν τῶν ἁγίων μὲν ὤφθη πολέμιος, Ἐνὼχ δὲ καὶ Ἠλίαν ἀνεῖλε κατὰ Θεοῦ συγχώρησιν καὶ στόμα διανοίξας παμμίαρον τὸν ὑπεράγιον ἐβλασφήμει Θεόν.

Ὁ δὲ φύσει μακρόθυμος Κύριος οὐχ ἁπλῶς ἔφερεν μακροθύμως, ἀλλὰ καὶ «σημεῖα μεγάλα» ἐπιτελεῖν ἔδωκε τῷ ἐχθρῷ, οὐχ ὅτι σημειοφόρου ἐκεῖνος ἐκέκτητο ἀξίαν, ἀλλὰ διὰ τὸν πλανώμενον εἰς αὐτὸν παρανομώτατον λαόν. Ταῦτα δὲ νόμῳ προφητικῷ λέγονται ὡς ἤδη γεγονότα τὰ μήπω γεγονότα· οὔπω γὰρ Ἐνὼχ καὶ Ἠλιοὺ ἐφάνη, οὐδὲ ἀπεκτάνθη, ὁ δὲ προφητικὸς ὀφθαλμὸς ὡς ἤδη γεγονότα προβλέπει τὰ μέλλοντα.

Ὁ δὲ πλάνος ἀντίχριστος καὶ ὁ εἰς αὐτὸν πλανώμενος λαὸς δύο καὶ μʹ μῆνας ἕξουσι μακροθυμίαν πρὸς Θεοῦ, εἴτουν ἔτη τρία καὶ ἥμισυ, καὶ εἶθ’ οὕτως οὐαὶ καὶ τῷ ἄρχοντι καὶ τῷ ἀρχομένῳ αὐτῷ ἀσεβεστάτῳ λαῷ.

Ὑπόθεσις ζʹ. Περὶ τοῦ κακωνύμου θηρίου καὶ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ. «Καὶ πάλιν εἶδον ἄλλο θηρίον ἐκ τῆς γῆς ἀνερχόμενον, ὃ εἶχεν ἀρνίου κέρατα δύο καὶ ὡς δράκων ἐλάλει. Καὶ ἔσπευδε τοῦ πεῖσαι πάντας ἀνθρώπους πιστεῦσαι καὶ προσκυνῆσαι τῷ πρὸ αὐτοῦ ἐκ τῆς θαλάσσης ἀνενεχθέντι θηρίῳ, καὶ τὸ ὄνομα αὐτοῦ ἐγχαραχθῆναι ἐν τοῖς μετώποις αὐτῶν, καὶ τὴν εἰκόνα αὐτοῦ λαβεῖν ἐπὶ χεῖρας καὶ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ· τῷ δὲ ἀπειθοῦντι θάνατον προσηπείλει. Ὁ δὲ ἀριθμὸς τοῦ ὀνόματος τοῦ θηρίου ἀριθμός ἐστιν ἀνθρώπου, ἤτοι ἑξακόσια ξϛʹ, καὶ ὁ ἔχων», φησί, «νοῦν καὶ σοφίαν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου».

Ἑρμηνεία· Εὐανθᾶς, Τειτάν, Λατεῖνος, Βενέδικτος· ἕκαστον τούτων τῶν ὀνομάτων ἀποσῴζει τὸ ψῆφος τῶν ἑξακοσίων ξϛʹ. Τὸ δὲ ἐκ τῆς γῆς ἀναβὰν θηρίον καὶ λαλοῦν ὥσπερ δράκων, ἤτοι ὡς ὄφις ὁ δόλιος, οὗτός ἐστιν ὁ Μωχομέτ, ὁ τοῦ διαβόλου καὶ τοῦ ἀντιχρίστου ἀπόστολος καὶ προφήτης, ὁ διδάξας τοὺς υἱοὺς Ἄγαρ ὅσα μισεῖ ὁ Θεὸς καὶ φιλεῖ ὁ σατανᾶς· καὶ γὰρ ἐδίδαξεν αὐτοὺς τὴν πλατεῖαν καὶ εὐρύχωρον τῆς ἀπωλείας ὁδόν, καὶ ὑπέσχετο αὐτοῖς ἵνα μετὰ τὴν τοσαύτην ἀκαθαρσίαν εἰσάξαι εἰς τὸν παράδεισον, ἵνα κἀκεῖ μετὰ γυναικῶν συνευφραίνωνται. Αὐτοὶ δὲ τὴν εὐκολίαν τῆς διδαχῆς προσηκάμενοι μετὰ προσθήκης αὐτὴν ἐκπληροῦσι καὶ ὡς ἐθελόκακοι καὶ ἐθελότυφλοι οὐκ ἠθέλησαν ἀναβλέψαι καὶ γνῶναι τὴν οὕτω πρόδηλον καὶ ὀλέθριον ἀπάτην τῆς αὐτοῦ διδαχῆς, ἀλλ’ εἰς αὐτὸν ἔχουσι τὰς ἐλπίδας ἵνα εἰσάξῃ αὐτοὺς εἰς τὸν παράδεισον.

Ὁ δὲ Θεός, οἷς οἶδε κρίμασι, στείλῃ αὐτὸν πρὸς αὐτοὺς ἐν τῇ ἐνδημίᾳ τοῦ ἀντιχρίστου καὶ πείσει αὐτοὺς τοῦ πιστεῦσαι καὶ προσκυνῆσαι ὡς Χριστὸν τὸν ἀντίχριστον καὶ ἐν τοῖς μετώποις αὐτῶν διαγράψαι τὸ ὄνομα αὐτοῦ, τοῖς δὲ ἀπειθοῦσιν προσαπειλεῖν θάνατον.

Ὑπόθεσις ηʹ. Περὶ τοῦ ἀρνίου καὶ τῶν ἀμώμων καὶ τῆς φωνῆς. «Καὶ εἶδον τὸ ἀρνίον ἑστῶτα ἐπὶ τὸ ὄρος Σιὼν καὶ σὺν αὐτῷ ἑκατὸν τεσσαράκοντα τέσσαρας χιλιάδας ἀνδρῶν παρθένων καὶ ἀμώμων, οἳ οὐκ ἐμολύνθησαν εἰς ἁμαρτίαν καὶ ψεῦδος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν, διὸ καί εἰσιν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ. Καὶ φωνὰς μεγάλας ἤκουσα ἐν τῷ οὐρανῷ ᾄδοντας ᾠδὴν τῷ Θεῷ ὥσπερ κιθάραις· καὶ οὐδεὶς ἠδύνατο γνῶναι τὴν ᾠδὴν εἰ μὴ οἱ σὺν τῷ ἀρνίῳ ἑκατὸν σαράκοντα τέσσαρεις χιλιάδες. Καὶ ἰδοὺ ἕτερος ἄγγελος ἐπεβόα μεγάλῃ τῇ φωνῇ πᾶσιν ἀνθρώποις λέγων·

Φοβήθητε, ἄνθρωποι, καὶ δότε δόξαν τῷ Θεῷ· ἦλθε γὰρ ἡ τῆς κρίσεως ὥρα», ἐν ᾗ ἕκαστος λήψεται κατὰ τὰς πράξεις αὐτοῦ. Ἑρμηνεία. Σαφῆ τὰ ῥηθέντα· δηλοῦσι γὰρ ὅτι καθαρότης καὶ ἁγνεία καὶ ἄμωμος πολιτεία συναυλία γίνεται τῷ παναμώμῳ Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ περὶ τῆς τελευταίας ἡμέρας καὶ κρίσεως καὶ ἀνταποδόσεως.

Ὑπόθεσις θʹ. Περὶ τοῦ καθημένου ἐν τῇ νεφέλῃ. «Καὶ εἶδον νεφέλην λευκὴν καὶ ἄνθρωπον καθήμενον ἐπ’ αὐτὴν καὶ χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρεπάνι ὀξύ· καὶ ἔβαλεν αὐτὸ ἐπὶ τὴν γῆν καὶ ἐθέρισεν αὐτήν. Καὶ ἕτερος ἄγγελος ἐκελεύσθη καὶ ἔβαλε δρέπανον ἐπὶ τὰς ἀμπέλους τῆς γῆς καὶ ἐτρύγησεν αὐτὰς καὶ ἔβαλε τοὺς καρποὺς ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ ληνῷ ἔξωθεν τῆς πόλεως, καὶ ἐπατήθησαν, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ μέχρι σταδίων χιλίων ἑξακοσίων, ἕως καὶ χαλινοῦ τῶν ἵππων. Εἶτα καὶ ἄλλο εἶδον σημεῖον ἐν τῷ οὐρανῷ, ἀγγέλους ἑπτὰ καὶ τὰς ἐσχάτας ἑπτὰ πληγὰς φέροντας τοῦ θυμοῦ τοῦ Θεοῦ. Καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς καὶ ἐν ταῖς χερσὶν αὐτῶν φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ, ὅπως ἀπελθόντες ἐκχέωσιν αὐτὰς ἐπὶ τὴν γῆν».

Ἑρμηνεία. Ὁ ἐπὶ τῆς νεφέλης καθήμενος ὁ Υἱός ἐστι τοῦ Θεοῦ, τὸ δὲ δι’ αὐτοῦ δρέπανον καὶ τὸ θέρος τὸ τῆς γῆς παραδηλοῖ τέλος. Ἄμπελος δὲ καὶ τρύγος οἱ ἄνθρωποι καὶ οἱ καρποὶ τῶν πονηρῶν ἔργων αὐτῶν, ἃ ὥσπερ σταφυλαὶ ἐν τῇ ληνῷ συναχθῶσι τῆς μεγάλης τοῦ Θεοῦ δικαιοκρισίας, ὅτι τὰ ἔργα τῶν ἀνθρώπων οὐκ εἰσὶν ὡς σταφυλὴ οἴνου ἀλλ’ ὡς σάρκες αἱμάτων πολλῶν· ὅπερ δηλοῖ ἔξω τῆς πόλεως ποταμηδὸν ἐκχυθῆναι καὶ ἔξω «τῆς βασιλείας τοῦ Θεοῦ» ἐναπομεῖναι. Αἱ δὲ ἑπτὰ φιάλαι παρὰ τῶν ἑπτὰ ἀγγέλων φερόμεναι τὰς πολλὰς καὶ δεινὰς θλίψεις καὶ πληγὰς εἰκονίζουσι τῆς συντελείας τῶν ἡμερῶν ἐκείνων.

Ὑπόθεσις ιʹ. Περὶ τῶν ἑπτὰ ἀγγέλων καὶ τῶν ἑπτὰ πληγῶν καὶ τοῦ μεγάλου πολέμου. «Καὶ ἀπελθὼν ὁ πρῶτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος πονηρὸν καὶ κακὸν ἐπὶ τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τὴν αὐτοῦ προσκυνοῦντας εἰκόνα.

Καὶ ὁ δεύτερος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ μετήγαγεν αὐτὴν εἰς αἷμα, καὶ ἀπέθανε πᾶσα ψυχὴ ζῶσα ἐν αὐτῇ. Καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένοντο αἷμα.

Καὶ ὁ τέταρτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καύσωνι μεγάλῳ, ὥσπερ ἀπὸ πυρός, καὶ ἐβλασφήμουν τὸν Θεόν. Καὶ ὁ πέμπτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ τὸ βασίλειον αὐτοῦ ἐγένετο σκότος.

Καὶ ὁ ἕκτος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν μέγαν ποταμόν, τὸν Εὐφράτην, καὶ ἐξηράνθη ὁδοποιῶν τοὺς βασιλεῖς τοὺς ἀπὸ ἡλίου ἀνατολῆς. Καὶ ὁ ἕβδομος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα, καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ σεισμὸς παμμεγέθης, καὶ κατέπεσον μὲν αἱ πόλεις τῶν ἐθνῶν, ἡ δὲ πόλις ἡ μεγάλη εἰς τρία μέρη διῃρέθη· καὶ οὐ μετενόησαν οἱ ἄνθρωποι ἀπὸ τῶν ἔργων αὐτῶν, ἀλλ’ ἔτι ἐβλασφήμουν τὸ ὄνομα τοῦ Θεοῦ». «Καὶ εἶδον ὅτι τρία ἐξῆλθον ἀκάθαρτα πνεύματα δαιμονίων ἀπὸ τριῶν ἀκαθάρτων στομάτων (ἤγουν ἐκ τοῦ δράκοντος καὶ τοῦ θηρίου καὶ τοῦ ψευδοπροφήτου), ἃ ἐστάλησαν τοῦ ποιεῖν σημεῖα ἐνώπιον τῶν βασιλέων πάσης τῆς γῆς καὶ συναγαγεῖν αὐτοὺς εἰς πόλεμον τῆς μεγάλης ἡμέρας Θεοῦ τοῦ παντοκράτορος.

Καὶ συνήχθησαν εἰς τόπον Ἑβραϊστὶ λεγόμενον Ἀρμαγεδών». «Καὶ εἶδον ἄγγελον ἐν τῷ ἀέρι ἑστῶτα καὶ καλοῦντα πάντα τὰ ὄρνεα, δεῦτε, λέγων, συνάχθητε εἰς τὸν δεῖπνον τὸν μέγαν, ἵνα φάγητε σάρκας βασιλέων καὶ μεγιστάνων, ἵππων καὶ χιλιάρχων, δούλων καὶ ἐλευθέρων, καὶ ἀπὸ πάσης σαρκός». «Καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν πιστὸς καὶ ἀληθινὸς ἐν δικαιοσύνῃ κρίνων καὶ πολεμῶν. Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα. Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός· περιβεβλημένος ἱμάτιον ῥεραντισμένον αἵματι, τὸ δὲ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ· καὶ ἕτερον ὄνομα γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτὸς μόνος, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά. Καὶ τὰ στρατεύματα τοῦ οὐρανοῦ ἠκολούθει αὐτῷ ἐφ’ ἵπποις λευκοῖς καὶ ἱματισμῷ λευκοβυσσίνῳ καθαρῷ». «Καὶ συνεκρότησαν αὐτῷ πόλεμον τὸ ἀθροισθὲν πλῆθος τῶν βασιλέων τῆς γῆς καὶ τὰ στρατόπεδα αὐτῶν καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα καὶ ἀπατήσας τοὺς βασιλεῖς. Καὶ τὰ μὲν πλήθη ἀπεκτάνθησαν διὰ τῆς ῥομφαίας τῆς ἐκπορευομένης ἐκ τοῦ στόματος τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, τὸ δὲ θηρίον καὶ ὁ ψευδοπροφήτης αὐτοῦ κρατηθέντες ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν σάρκας ἀνθρώπων».

Ἑρμηνεία. Αἱ φιάλαι εἶδός ἐστι κρατήρων τῶν παρ’ ἡμῶν λεγομένων ποτήρια καὶ κούπας, τὸ δὲ ἐν αὐταῖς κέρασμα ἄξιον τοῦ ἀθεωτάτου ἐκείνου λαοῦ, ἕλκος καὶ αἷμα καὶ τὰ ἑξῆς τῶν ἑπτά. Ἀπὸ δὲ τοῦ δράκοντος διαβόλου καὶ τοῦ θηρίου ἀντιχρίστου καὶ τοῦ ψευδοπροφήτου Μωχουμὲτ τρία πνεύματα ἐξῆλθον, καὶ διά τινων σημείων ἀπατηλῶν ἀπεπλάνησαν καὶ συνήγαγον πάντας τοὺς βασιλεῖς τῆς γῆς μετὰ τῶν στρατοπέδων αὐτῶν τοῦ πολεμῆσαι μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅς ἐστιν, ὡς εἴρηται, ὁ Λόγος τοῦ Θεοῦ, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ τοῦτο δηλοῦσι τὰ σήμαντρα, τό τε ὄνομα καὶ τὸ ᾑμαγμένον ἱμάτιον καὶ τὰ ἑξῆς. Ἡ δὲ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία ἡ ἀπόφασις αὐτοῦ ἐστι, ἀναιροῦσα τοὺς ἀντιπάλους.

Ὦπται δὲ τῷ θεωρῷ τοιαύτη κατασκευὴ νόμῳ πολέμου. Καὶ οὐράνιαι ἀγγέλων στρατιαὶ καταδέχονται πολεμεῖν μετὰ τῶν ἀνθρώπων. Εἷς γὰρ ἄγγελος ἐξελθὼν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἐν μιᾷ ῥοπῇ ἀνεῖλε τῶν Ἀσσυρίων, τὰ δὲ νῦν στρατόπεδα τῶν μωρῶν βασιλέων συγκροτήσαντες πόλεμον μετὰ τοῦ «βασιλέως τῆς δόξης» ἐπολέμησαν ὡς στυππεῖον μετὰ πυρός, ὡς ὄστρακον μετὰ σιδήρου, ὡς «χύτρα πρὸς λέβητα», ὡς ὄνος μετὰ λέοντος καὶ ὡς ἄνθρωπος μετὰ ἀγγέλου.

Διὸ καί, καθὼς ὁ ἄγγελος προαπεφήνατο, γεγόνασι δεῖπνος μέγας παντὸς πετεινοῦ καὶ θηρίου τῆς γῆς, οἱ δὲ τούτων ἔξαρχοι καὶ ἀπατεῶνες, ὅ τε ἀντίχριστος καὶ ὁ Μωχομέτ, ἀπερρίφησαν εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου (θεῖον δὲ λέγεται ὁ δημοτικῶς λεγόμενος θείαφος, ἱκανὸς κατακαίειν μετὰ πυρὸς λίθους καὶ σίδηρα, δι’ ὧν καὶ ἐτεφρώθησαν αἱ πόλεις τῶν Σοδόμων). Ἐγὼ δὲ πολλῆς συντομίας ἐπιμελούμενος συλλήβδην ταῦτα διὰ τὸ εὔληπτον φάσκω.

Ὑπόθεσις ιαʹ. Περὶ τῆς πόρνης πόλεως καὶ τῆς ἁλώσεως αὐτῆς. «Καὶ ἦλθε», φησί, «πρός με εἷς ἐκ τῶν προρρηθέντων ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς φιάλας καὶ ἐλάλησε πρός με· Δεῦρο καὶ δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν, μεθ’ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς οἱ κατοικοῦντες ἐπ’ αὐτήν. Καὶ ἀπήνεγκέ με εἰς τόπον ἔρημον πνεύματος».

Ἑρμηνεία. Τάχα διὰ τὴν ἀκαθαρσίαν τῆς πόρνης οὐδὲ πνεῦμα ἦν ἐν τῷ τόπῳ. «Καὶ εἶδον γυναῖκα ἐπὶ θηρίον κόκκινον καθημένην καὶ ὀνόματα γέμουσαν βλασφημίας, τὸ δὲ θηρίον ἑπτὰ κεφαλὰς εἶχε καὶ κέρατα δέκα. Ἦν δὲ ἡ γυνὴ περιβεβλημένη πορφύραν καὶ ὅλη κεκοσμημένη χρυσίῳ καὶ μαργάρῳ καὶ λίθῳ τιμίῳ, καὶ ἐν τῇ χειρὶ αὐτῆς ποτήριον χρυσοῦν γέμοντα βδελυγμάτων καὶ ἀκαθαρσίαν πολλὴν ἐκ τῆς πορνείας αὐτῆς, ἐπὶ δὲ τοῦ μετώπου αὐτῆς ἔγραφε· Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πόρνων καὶ τῶν βδελυγμάτων τῆς γῆς. Καὶ εἶδον αὐτὴν μεθύουσαν ἐκ τοῦ αἵματος τῶν Χριστοῦ μαρτύρων».

Ἑρμηνεία. Εἴτουν ἐκ βασιλέων τυράννων. «Καὶ ταῦτα ἰδὼν καὶ θαυμάσας λέγει μοι ὁ ἄγγελος· Διατί ἐθαύμασας; πρόσχες, κἀγώ σοι ἐρῶ τὸ μυστήριον· ἡ πόρνη γυνὴ ἡ πόλις ἐστὶν ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ὑπὲρ πάσας τὰς βασιλείας τῆς γῆς. Τὸ δὲ θηρίον, ἐν ᾧ κάθηται, ἔστι καὶ οὐκ ἔστιν· ἀναβήσεται γὰρ ἐκ τῆς ἀβύσσου καὶ ἀπελεύσεται εἰς ἀπώλειαν».

Ἑρμηνεία. Τὴν ἐπ’ ἐσχάτων τοῦ διαβόλου ᾐνίξατο ἔλευσιν καὶ ἀπώλειαν. «Αἱ δὲ ἑπτὰ κεφαλαὶ τοῦ θηρίου, ἐν ᾧ κάθηται ἡ πόρνη, τὰ ἑπτά εἰσιν ὄρη, τὰ δὲ δέκα κέρατα δέκα εἰσὶ βασιλεῖς, οἵτινες οὔπω ἔλαβον βασιλείαν, βασιλείας δὲ ἐξουσίαν μίαν ἕξουσιν ὥραν, καὶ μετὰ τοῦ θηρίου μίαν ἕξουσι γνώμην, καὶ δώσει αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, ἵνα μετὰ τοῦ ἀρνίου πολεμήσουσι, ἀλλὰ τὸ ἀρνίον νικήσει αὐτούς».

Ἑρμηνεία. Ἐν ταῖς ἡμέραις τοῦ ἀντιχρίστου οἱ δέκα οὗτοι φανήσονται βασιλεῖς καὶ πολεμήσουσι τοὺς πιστεύοντας εἰς τὸν ἀμνὸν τοῦ Θεοῦ· καὶ ἡττηθέντες βληθήσονται εἰς τὸ πῦρ σὺν τῷ ἐπιστάτῃ αὐτῶν, ὅτι τὸ ἀρνίον, φησί, «κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων». «Τὰ δὲ πολλὰ ὕδατα, ἐν οἷς κάθηται ἡ πόρνη, ὄχλοι εἰσὶν ἐθνῶν καὶ λαοὶ καὶ γλῶσσαι, οἵτινες κακώσουσιν αὐτὴν καὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ πυρὶ αὐτὴν κατακαύσουσι· ἔδωκε γὰρ ὁ Θεὸς ἐν ταῖς καρδίαις αὐτῶν τοῦ ποιῆσαι τὴν γνώμην αὐτοῦ καὶ δοῦναι τὴν βασιλείαν αὐτοῖς, ἄχρις ἂν τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ».

Ἑρμηνεία. Οὐκ ἔδωκε, φησίν, αὐτοῖς τὴν βασιλείαν εἰς τέλος, ἀλλὰ πρός τινα χρόνον, ἕως οὗ πληρωθῶσιν οἱ λόγοι τοῦ Θεοῦ, οὓς ἀπεφήνατο κατὰ τῆς πόρνης ἀγανακτήσας. «Καὶ μετὰ ταῦτα εἶδον ἕτερον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, καὶ ἐφωτίσθη ἡ γῆ ἀπὸ τῆς δόξης αὐτοῦ. Καὶ ἐν φωνῇ μεγάλῃ ἐκραύγασε λέγων· Πέπτωκε Βαβυλὼν ἡ μεγάλη, καὶ γέγονε κατοικητήριον τῶν δαιμόνων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου».

Ἑρμηνεία. Οἱ τὴν πόλιν ἁλόντες, φησί, καὶ πορθήσαντες ὡς δαίμονες καὶ ὡς ἀκάθαρτα πνεύματα ἐν αὐτῇ κατοικοῦσι· καὶ οὐχ ὡς ἀγαθοῖς ἀλλὰ διὰ τὴν πόρνην πρὸς αὐτοὺς παρεδόθη, «ὅτι ἐκ τοῦ οἴνου», φησί, «καὶ τῆς μέθης τῆς πορνείας αὐτῆς πεπτώκασιν οἱ βασιλεῖς αὐτῆς οἱ πορνεύσαντες μετ’ αὐτῆς, καὶ οἱ ἔμποροι τῆς γῆς ἐπλούτησαν ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς». «Οἱ δὲ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσον, καὶ ὁ εἷς ἔστι, καὶ ὁ ἕβδομος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ, ὀλίγον δεῖ αὐτὸν μεῖναι. Καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστι καὶ οὗτος ὄγδοός ἐστι καὶ εἰς ἀπώλειαν ὑπάγει».

Ἑρμηνεία. Μετὰ τοὺς ἑπτὰ βασιλεῖς, φησί, φανήσεται ὄγδοος, εἴτε κυρίως ὁ ἀντίχριστος εἴτε ὅμοιος αὐτοῦ θηριώδης, καὶ εἰς ἀπώλειαν ὑπάγει. «Καὶ ἤκουσα ἐκ τοῦ οὐρανοῦ φωνὴν λέγουσαν· Ἔξελθε ἐξ αὐτῆς, ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσετε ταῖς ἁμαρτίαις αὐτῆς καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε».

Ἑρμηνεία. Οἱ ἐμοί, φησί, δοῦλοι καὶ τῆς ἁμαρτίας ἐχθροὶ ἐξέλθετε καὶ διαχωρίσθητε τῆς πόλεως πόρνης, ὅπως μὴ γένησθε τῆς ἁμαρτίας αὐτῆς καὶ τῆς κακώσεως κοινωνοί. «Ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνήσθη Κύριος τῶν ἀδικημάτων αὐτῆς καὶ εἶπεν· Ὡς αὐτὴ ἀπέδωκε τὰ διπλᾶ, οὕτως καὶ αὐτῇ ἀπόδοτε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· καὶ ἐν ᾧ ἐκέρασε ποτηρίῳ διπλῷ, κεράσατε αὐτὴν κατὰ τὸ μέτρον τοῦ στρήνους αὐτῆς καὶ δότε αὐτῇ βασανισμὸν πένθους. Ὅτι εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς· Βασίλισσά εἰμι, οὐ χήρα, καὶ οὐ μὴ πένθος ἴδω ἐν ἐμοί· καὶ διὰ τοῦτο ἐν ἡμέρᾳ μιᾷ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος, καὶ ἐν πυρὶ αὐτὴν κατακαύσουσιν, ὅτι δίκαιος Κύριος ὁ κρίνων αὐτήν. Καὶ κλαύσουσι καὶ κόψονται οἱ στρηνιάσαντες καὶ πορνεύσαντες ἐν αὐτῇ βασιλεῖς, ἑστηκότες ἀπὸ μακρόθεν διὰ τὸν φόβον τοῦ βασανισμοῦ τῆς πυρώσεως αὐτῆς, κλαίοντες καὶ λέγοντες· Οὐαὶ οὐαί, Βαβυλὼν ἡ μεγάλη καὶ πόλις ἡ ὀχυρά, ὅτι ἐν ὥρᾳ μιᾷ ἦλθεν ἡ κρίσις σου.

Οἱ ἔμποροι δὲ καὶ πᾶς πλευστικὸς ἀπὸ μακρόθεν ἑστῶτες καὶ χοῦν βαλόντες ἐπὶ τὰς κεφαλὰς αὐτῶν ἔκραζον κλαίοντες καὶ λέγοντες· Οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ πάντες ἐπλούτουν οἱ ἔχοντες τὰ πλοῖα, καὶ νῦν τὸν γόμον αὐτῶν οὐδεὶς ὁ ἀγοράζων· ἀργύριον καὶ χρυσίον καὶ λίθους τιμίους, μάργαρον καὶ βύσσινον καὶ πορφύρα καὶ τὰ λοιπὰ πάντα ἀπῆλθον ἀπὸ σοῦ, ὅτι ἔκρινε Κύριος ἐπὶ σοί. Καὶ ἦρεν ὁ ἄγγελος λίθον ὡς μύλον μέγα καὶ ἔρριψεν εἰς τὴν θάλασσαν λέγων·

Οὕτως βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθῇ ἔτι». «Καὶ μετὰ ταῦτα ἤκουσα ἐν τῷ οὐρανῷ ὄχλων φωνὰς μεγάλας ὑμνούντων καὶ λεγόντων· Ἀλληλούϊα, ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Θεοῦ ἡμῶν, ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην, τὴν διαφθείρασαν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς».

Ἑρμηνεία. Ὕμνησαν ἄγγελοι «κρίσιν» ἰδόντες «δικαίαν» καὶ σύ, ἄνθρωπε, ἀγανακτεῖς; Λέξον μᾶλλον καὶ αὐτός· «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου»· τί γὰρ ὤνησεν ἡμᾶς πλοῦτος καὶ τρυφὴ καὶ πόλεως εὐδαιμονία; «μία ῥοπὴ» καὶ ὡς ποτάμιον ῥεῦμα παρήλθοσαν πάντα, καὶ ἡμεῖς παρεδόθημεν εἰς χεῖρας ὑπεναντίων.

Ὑπόθεσις ιβʹ. Περὶ τῆς τῶν χιλίων ἐτῶν τῆς δεσμεύσεως τοῦ διαβόλου. «Καὶ πάλιν εἶδον ἕτερον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, φέρων ἐπὶ χεῖρας τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην. Καὶ κρατήσας τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι διάβολος, ὁ πλανῶν πᾶσαν τὴν οἰκουμένην, καὶ δήσας αὐτὸν ἔβαλεν εἰς τὴν ἄβυσσον καὶ κλείσας αὐτὴν ἐσφράγισεν ἐπάνω αὐτοῦ ἕως χίλια ἔτη, ἵνα μὴ πλανᾷ τοὺς ἀνθρώπους· καὶ μετὰ χίλια ἔτη δεῖ αὐτὸν ἀπολυθῆναι τῆς φυλακῆς χρόνῳ μικρῷ».

Ἑρμηνεία. Παρεξετάσας γὰρ τοὺς παρελθόντας χρόνους τῶν αἰώνων πρὸς τοὺς καταλειφθέντας τελευταίους «μικρῷ» ἐκάλεσε «χρόνῳ». «Καὶ ἐξελεύσεται καὶ πλανήσει τὰ ἔθνη πάσης τῆς γῆς, καὶ τὸν Γὼγ καὶ τὸν Μαγώγ, ἐρεθίζων εἰς πόλεμον· καὶ κυκλώσουσι τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην.

Καὶ τότε καταβήσεται πῦρ οὐράνιον παρὰ Θεοῦ καὶ καταφάγεται αὐτούς, καὶ ὁ διάβολος ὁ πλανήσας αὐτοὺς βληθήσεται εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ τοῦ θείου, ὅπου τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης ἐβλήθησαν». Ἑρμηνεία. Ὁ διάβολος καὶ ὁ ἀντίχριστος καὶ ὁ ὑπηρέτης αὐτῶν Μωχομὲτ εἰς μίαν, ὡς λέγει, βληθήσονται φλόγα καὶ «κόλασιν αἰώνιον». Εὔδηλον δὲ ὅτι ἐν τῷ ͵εφλγʹ ἔτει ἐσταυρώθη ὁ Χριστός, καί, κατελθὼν εἰς τὸν ᾅδην, ἐδεσμεύθη ὁ τύραννος· καὶ ψήφισον ἀπὸ τοῦ ῥηθέντος ἔτους καὶ μέχρι ποίου ἔτους τὰ χίλια συνετελέσθησαν ἔτη, καὶ ἀπολυθεὶς ὁ πολέμιος ἐρεθίζει πολέμους.

Ὑπόθεσις ιγʹ. Περὶ τῆς οὐρανοῦ καὶ γῆς καινουργίας καὶ τῆς ἄνω Ἰερουσαλήμ. «Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα συνεστάλησαν, ἡ δὲ ἁγία πόλις Ἰερουσαλὴμ καινὴ κατῆλθεν ἐξ οὐρανοῦ καὶ καινὴν εἶδον αὐτήν, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην φαιδρῶς»· «ἔχουσα τεῖχος μέγα καὶ ὑψηλὸν καὶ δώδεκα πύλας, τρεῖς κατὰ ἀνατολάς, τρεῖς κατὰ βορρᾶ, τρεῖς κατὰ νότου καὶ τρεῖς ἐπὶ δυσμάς· καὶ ἄγγελος ἐφ’ ἑκάστης, ὡς πυλωρὸς παρεστώς.

Καὶ τὸ ὕψος τοῦ τείχους πηχῶν ἑκατὸν σαράκοντα τεσσάρων. Καὶ ἡ ἐνδόμησις τοῦ τείχους δόμοι δώδεκα διὰ τῶν δώδεκα λίθων· θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος δόμος σάμπφειρος, ὁ τρίτος ὄρδινος χαλκηδών, ὁ τέταρτος σμάραγδος, ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔννατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δωδέκατος ἀμέθυσος· καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν. Ναὸν δὲ ἐν αὐτῇ οὐκ εἶδον οὔτε ἥλιον οὔτε σελήνην· ναὸς γὰρ αὐτῆς ὁ Θεός ἐστι, ἥλιος δὲ φωτίζων αὐτὴν τὸ ἀρνίον. Καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν ἢ ἀκάθαρτον.

Ὁ δὲ λαλῶν μετ’ ἐμοῦ ἦν κρατῶν μέτρον καλάμου χρυσοῦν, μεθ’ οὗ ἐμέτρησε τὸ μῆκος αὐτῆς σταδίους δώδεκα χιλιάδων, καὶ τὸ πλάτος τοσοῦτον, τὸ δὲ ὕψος τοῦ τείχους ἑκατὸν σαράκοντα τεσσάρων πήχεων ἀγγέλου. Κεῖται δὲ τετράγωνος ἡ πόλις, καὶ ὅσον αὐτῆς τὸ μῆκος, τοσοῦτόν ἐστι καὶ τὸ πλάτος».

Ἑρμηνεία. Διαρρήδην αἱ θεῖαι Γραφαὶ εἰσηγοῦνται <***>, τὴν δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέραν καλοῦσι καὶ μητέρα τῶν πρωτοτόκων· ἐλευθέραν, ἐπεὶ τὴν κάτω ἐδούλωσαν τῇ ἁμαρτίᾳ οἱ ἔποικοι αὐτῆς, τὴν δὲ ἄνω ἐλευθέραν καὶ καθαράν. Ἧς καὶ τὰ μέτρα καὶ τὴν εὐπρέπειαν ὁ θεωρὸς οὗτος ἡμῖν εἰσηγεῖται, ὡς νύμφην ὡραϊσμένην, καθὼς γέγραπται, ὅτι καὶ «ὡς νύμφην κατεκόσμησέ με κόσμῳ». Ἔνθεν καὶ τὸ εὖρος αὐτῆς καὶ τὸ μῆκος παραδηλοῦσιν ἡμῖν αἱ τῶν σταδίων δώδεκα χιλιάδες, τὸ δὲ ὕψος καθὼς εἴρηται ἀνωτέρω· τὸ δὲ κάλλος διὰ τῶν δώδεκα λίθων τῶν πολυτίμων, ὧν τὸ σύμπαχον καὶ τὸ μέγεθος ἐντεῦθεν δηλοῦται, ὅτι ὄρδινοι δώδεκα ἀνεβίβασαν αὐτὸ εἰς ἑκατὸν τεσσαράκοντα τέσσαρεις πήχεις ἀγγέλου· αἱ δώδεκα δὲ πυλῶνες εἷς μονόβολος μαργαρίτης ἑκάστης θυρός.

Ταῦτα δὲ καὶ διὰ Ἠσαΐου προεῖπε Θεός, ὅτι «θήσω τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς». Ὢ μακαρίου οἰκοδόμου ἔργον καὶ οἶκος ἀχειροποίητος, καὶ «μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου», Κύριε· «εἰς αἰῶνας αἰώνων αἰνέσουσι» καὶ δοξάσουσί «σε».

Ὑπόθεσις ιδʹ. Περὶ τοῦ ζωτικοῦ ποταμοῦ καὶ περὶ τοῦ ξύλου τοῦ ποιοῦντος δώδεκα καρποὺς τῷ ἔτει. «Εἶτα ἔδειξέ μοι ὁ θεῖος ἄγγελος ποταμὸν ὕδατος ζωῆς ἐκβλύζοντα ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου καὶ ἕρποντα διὰ μέσου τῆς πλατείας τῆς πόλεως· τοῦ δὲ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθεν ξύλα ζωῆς ποιοῦντα καρποὺς δώδεκα, ἐφ’ ἑκάστου μηνὸς ἀποδιδοῦντα καρπούς, ὧν καὶ τὰ φύλλα εἰς θεραπείαν λαοῦ. Καὶ μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας ταύτης». «Κἀγὼ Ἰωάννης, ὅτε ταῦτα πάντα ἤκουσα καὶ εἶδον, ὥρμησα προσκυνῆσαι κατέμπροσθεν τοῦ ἀγγέλου. Ὁ δὲ λέγει μοι· Τῷ Θεῷ προσκύνησον, ἐπεὶ κἀγὼ σύνδουλός σού εἰμι καὶ τῶν σῶν ἀδελφῶν. Ἡ δὲ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἁγίων· ἀμήν».

Ἑρμηνεία καὶ ἐρώτησις. Καὶ πῶς ὁ μὲν Δαβὶδ «πῦρ ἐνώπιον αὐτοῦ», φησί, «προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ», ὁ δὲ Δανιὴλ ὅτι «ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ», αὐτὸς δὲ ποταμὸν ζωτικοῦ ὕδατος εἶδεν ἐκβλύζοντα ἐκ τοῦ θρόνου;

Ἀπόκρισις. Ὅτι περὶ τῆς κρίσεως καὶ τῶν ἐχθρῶν ἐκεῖνοι προηγόρευσαν («κριτήριον», φησίν, «ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν»), αὐτὸς δὲ μετὰ τὴν κρίσιν καὶ τὴν ἀποκατάστασιν τῶν δικαίων ἐν τῇ ἐπουρανίῳ Ἰερουσαλὴμ τὸ ζωτικὸν ἔφησεν ὕδωρ, ὥστε πρὸς μὲν τοὺς ἁμαρτωλοὺς καὶ ἀθέους ποταμὸς πυρὸς ἐκπορεύεται ἀναλίσκων αὐτούς, πρὸς δὲ τοὺς θεοφιλεῖς καὶ δικαίους ὕδωρ ζωτικὸν ἀνακαινίζον αὐτούς. Τὰ δὲ ξύλα τὰ δωδεκάκαρπα τῷ ἐνιαυτῷ τὴν πολλὴν καὶ ποικίλην σημαίνουσι τοῦ παραδείσου τρυφήν. Τὸ δὲ τεῖχος τῆς πόλεως δώδεκα ὀρδίνους ἔχει ἐκ τῶν δώδεκα λίθων τῶν πολυτίμων, ὥσπερ δώδεκα ζώνας κυκλικῶς ἐν ὅλῳ τὸ τεῖχος, καὶ ἑκάστη ζώνη ἄλλην καὶ ἄλλην χροιὰν βεβαμμένη· τὸ δὲ ὕψος προλέλεκται ἑκατὸν σαράκοντα τέσσαρας πήχεις ἀγγέλου, σταδίους δὲ δώδεκα χιλιάδες τὸ μῆκος καὶ τὸ εὖρος τοσοῦτον.

Ἐγὼ δὲ τὴν ἔννοιαν τῆς Ἀποκαλύψεως ταύτης παρείληφα καὶ οὐδὲν ἄλλο ἐσπούδασα ἢ τὸ εὐσύνοπτον καὶ τὸ εὐάρμοστον, τὴν σαφήνειαν καὶ τὸ εὐδιάλυτον· ὁ δὲ βουλόμενος ἐντυχεῖν τὴν πολλὴν σύγχυσιν τῶν λόγων αὐτῆς ζητείτω τὴν βίβλον τοῦ κειμένου αὐτῆς. Ἡ δὲ σύγχυσις καὶ ἀναρμοστία εἴτε ἐξ ἀρχῆς εἴτε παρὰ τῶν κατὰ καιροὺς ἀντιγράφων ἐγένετο, λέγειν οὐκ ἔχω. Οὐράνια δὲ τὰ λεγόμενα καὶ ξένα, καὶ οὐ προσήκει ἡμᾶς παρέργως ἀκούειν τὰ ἐκ Θεοῦ καὶ ἀγγέλων ἐκκαλυφθέντα ἐξ οὐρανοῦ· ἔχουσι γὰρ τὸ ἀξιόπιστον ἐκ τῶν ἤδη τετελεσμένων, πῶς τὴν πόλιν ἐνέπρησαν καὶ τὰς αὐτῆς σάρκας κατέφαγον οἱ ἐχθροί, καὶ ἣν ἡμεῖς ὡς βασιλίδα μεγάλην ἐκλεΐζομεν, ὡς ἀκάθαρτον πόρνην προσανεῖχε Θεός, καὶ ἐν καιρῷ ἐπαγωγῆς ὁ πολὺς αὐτῆς πλοῦτος καὶ ἡ τρυφὴ καὶ ἡ δυναστεία ὤνησαν αὐτὴν οὐδέν. Ἔνθα γὰρ ἐπιπολάζει τὸ αἶσχος τῆς ἁμαρτίας, δόξα καὶ πλοῦτος λογίζεται εἰς οὐδέν, καὶ ἀρετῆς μὴ παρούσης εἰκαῖα πάντα καὶ ἀτελῆ· ὥσπερ καὶ αὐτὴ πολλὰ μὲν εἶχε μοναστήρια καὶ εἰκόνας κεκοσμημένας ἐν χρυσίῳ καὶ ἀργυρίῳ, καὶ ψαλμῳδίας εὐήχους καὶ αἰσθητὰς εὐταξίας, ἀλλ’ ἐπειδὴ τὸ ποτήριον τῆς φύσεως αὐτῆς μεστὸν ἦν βδελυγμάτων καὶ πάσης ἀκαθαρσίας, καθὼς ὁ βλέπων ἐμαρτύρησε περὶ αὐτῆς, οὐκ ἴσχυσεν αὐτῆς ἡ εὐδαιμονία ἐξαρπάσαι αὐτὴν ἐκ τῆς δικαίας ἀγανακτήσεως τοῦ Θεοῦ.

Καὶ οἱ πορνεύσαντες μετ’ αὐτῆς βασιλεῖς ἀπὸ μακρόθεν, φησίν, ἑστῶτες διὰ τὸν καπνὸν τοῦ βασανισμοῦ αὐτῆς, τὸ “οὐαὶ οὐαὶ” κράζουσι καὶ πενθοῦσι καὶ κλαίουσιν. Εἰ οὖν ταῦτα τὴν Ἀποκάλυψιν ταύτην ἀληθεύουσαν ἔδειξαν, εὔδηλον ὅτι καὶ τὰ λοιπὰ ἀληθῆ τὴν ἀπόβασιν ἕξουσι.

Ἐμοὶ δὲ προσήκει ἐνταῦθα καταυνάσαι τὸν λόγον, καὶ «ὁ βασιλεὺς τῶν βασιλευόντων» καὶ οἰκοδόμος τῆς πόλεως τῆς γλαφυρᾶς καὶ μεγάλης, περὶ ἧς ὁ λόγος διεξῄει πρὸ μικροῦ, δῴη ἡμῖν σύνεσιν καὶ ἰσχὺν ἔργα ἐπιτελεῖν ἄξια τῆς ἐν αὐτῇ κατοικίας, ὅτι ὡς βασιλεῖ καὶ οἰκοδόμῳ τῆς πόλεως ἐκείνης καὶ πάντων τῶν γεγονότων ὁ τρισάγιος ἐποφείλεται ὕμνος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἀπόλογος ἐν τοῖς ἀμφισβητοῦσιν. Τάχα γάρ τινες οὐ κατεδέξαντο τοῦ Θεολόγου εἶναι τὴν Ἀποκάλυψιν ταύτην διὰ τὸ πολύλογον καὶ τὸ πεζόλεκτον· ἐμοὶ δὲ τῷ ἀγροίκῳ δοκεῖ τοῦ Θεολόγου διὰ τῆς θεωρίας τὸ ἀνώτατον, τὸ δὲ πολύλογον καὶ πεζόλεκτον τοῖς τότε ἀκροαταῖς ἐπιγράφομαι τὴν αἰτίαν. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ τὰ δηλωθέντα ταῖς ἐκκλησίαις τῆς Ἀσίας, ἀπειλούμενά τε καὶ παραινούμενα ἐκ τοῦ φανέντος Δεσπότου, ὅτι καὶ ἄγνοια καὶ ἀσέβεια ἔτι πρὸς αὐτοὺς ἐπεκράτει οὐχ ἁπλῶς ἀγομένοις ἀλλὰ καὶ ἡγουμένοις αὐτοῖς. Διὰ τοῦτο κἀγὼ τὰ δοκοῦντα περιττὰ εἶναι παρῆκα σὺν ἱκεσίᾳ καὶ φόβῳ, τὰ πολύρρητα δὲ συνέσφιγξα μὴ πημάνας τῶν ἐγκειμένων τὸν νοῦν, τὰ δὲ δύσληπτα πρὸς τὸ εὔληπτον θεοσδότως παρήνοιξα. Ὑμεῖς δὲ οἱ νουνεχῶς ἐντυγχάνοντες ταῦτα δότε μετὰ Θεὸν συγγνώμην τῇ ἐπαινετῇ τολμηρίᾳ.