Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στον άγιο ιερομάρτυρα Πολυχρόνιο

Βιογραφική αναφορά στην άσκηση, την ιερατική διακονία και το μαρτύριο του αγίου Πολυχρονίου κατά την αναζωπύρωση των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 10 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΣΥΝΟΠΤΙΚΟΝ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΠΟΛΥΧΡΟΝΙΟΝ Πάτερ, εὐλόγησον. Πολυχρόνιος ὁ θαυμάσιος μετὰ τῶν ἄλλων αὐτῷ χρηστῶν καὶ θείων πλεονεκτημάτων ἔχει καὶ τὸ ἀρχαιότατον· ἤκμασε γὰρ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ μεγάλου, ἐξ ἐπαρχίας Γαμφάνης οὕτω καλουμένης, γονέων εὐσεβῶν καὶ τὸν Χριστὸν σεβομένων. Ἄγροικος δέ, ἤτοι γεωργός, ἦν ὁ πατὴρ αὐτοῦ, ἀλλά γε τὸν Πολυχρόνιον παῖδα φιλοπόνως τὰ ἱερὰ ἐξεπαίδευσε γράμματα. Εἶτα καὶ τὴν καλλίστην ἐν ἀρεταῖς εὐπείθειαν τὸν παῖδα ἐκπαιδεῦσαι βουληθεὶς τοῖς βουσὶν ἐπακολουθεῖν τοῦτον προείλετο. Ὁ δὲ εὐπειθῶς μὲν ἐλειτούργει τὸ κελευσθέν, οὐ μέντοι καὶ ὡς κτηνῶν ὀπαδὸς παρημέλει τῆς ἐναρέτου ζωῆς, ἀλλὰ προηγουμένως μὲν σωφρονεστάτου βίου καὶ καθαροῦ ἐργωδῶς ἐποιεῖτο τὴν ἐπιμέλειαν, εἶτα νηστείας καὶ προσευχῆς ἐργάτης ἦν δοκιμώτατος. Ἐπεὶ δὲ πορρωτέρω ἦν τὸ ποτιμώτατον ὕδωρ, ὥστε καὶ αὐτῷ τε καὶ τοῖς βουσὶν αὐτοῦ κάματον προξενῶν, προσηύξατο πρὸς Κύριον πηγὴν ὕδατος ἀναβλύσαι, ἐφ’ ᾧ αὐτὸς ἐδοκίμασε τόπῳ· Κύριος δὲ εἰωθὼς ποιεῖν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν καὶ τῆς δεήσεως αὐτῶν εἰσακούειν εἰκότως ἀκούει καὶ τῆς δεήσεως Πολυχρονίου θεράποντος αὐτοῦ, καὶ πηγὴ νάματος δαψιλοῦς ἀνεδίδοτο πληρουμένης τῆς προσευχῆς.

Ἐπεὶ δὲ διὰ τοῦ θαύματος τούτου διά τε τῶν ἀρετῶν τὴν χρηστότητα παρὰ πολλῶν ἐτιμᾶτο κλεϊζόμενος, τῆς ἰδίας πατρίδος ἀπαναστῆναι καὶ ξενωθῆναι προείλετο· ἔνθεν καὶ μετά τινων ἀμπελουργῶν ἀνθρώπων καταλεγεὶς εἴχετο τῆς ὁδοῦ, ὧν τὰ ὀνόματα Παρμένιος, Πολυτέλειος, Ἐλυμᾶς, Μώκιος, Χρυσοτελῆς, Μάξιμος, Λουκᾶς, Ἄβδιος, Σέμνιος καὶ Ὀλυμπάδιος.

Τούτοις γοῦν τοῖς ἀνδράσιν ἀμπελουργοῖς ὁ θαυμάσιος Πολυχρόνιος συνοδεύσας, οὓς καὶ συναθλητὰς ὕστερον ἔσχεν ὑπὲρ Χριστοῦ μαρτυρῶν, προσφοιτᾷ τῇ βασιλίδι τῶν πόλεων· μεθ’ ὧν καὶ ἦν ἐργαζόμενος τὰς ἀμπέλους ἐργωδεστέρως τῶν ἄλλων. Πειρώμενος γὰρ παρακρύπτειν τὴν ἔνθεον αὐτοῦ πολιτείαν διέλαθεν οὐδαμῶς. Κατὰ γὰρ τὸν κυριακὸν λόγον «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη», οὕτω καὶ ἡ ἔνθεος πολιτεία Πολυχρονίου τὸν κύριον τοῦ ἀμπελῶνος οὐ λέληθεν, ἀλλὰ τὴν αὐτοῦ κατανοήσας ἀρετὴν ἐξεπλήττετο, ὅτι μετὰ κόπου καὶ ἐργασίας πηλίκης οὐδὲ τροφῆς μεταλαμβάνειν ἠνέσχετο, πλὴν ὅτι διὰ δύο ἢ καὶ τριῶν ἡμερῶν βραχείας τινὸς μετεῖχε τροφῆς, καὶ ἐν προσευχαῖς ἦν διανυκτερεύων αἴθριος. Κἀντεῦθεν ὁ κύριος τοῦ ἀμπελῶνος αἰδεσθεὶς τὴν ἀρετὴν τοῦ ἀνδρὸς ἐφοδιάζει αὐτὸν χρήμασι καὶ τὰ λοιπὰ ἐφόδια τῆς ὁδοῦ· καὶ ἐντίμως ἀπολύσας αὐτὸν κατέσχε τὴν δίκελλαν αὐτοῦ χάριν εὐλογίας τῷ οἴκῳ αὐτοῦ· ἔνθεν καὶ τοῦ σκοποῦ διήμαρτεν οὐδαμῶς, ἀλλὰ καὶ πλεῖστα ἦν θαύματα ἐπιτελοῦσα τοῖς πιστῶς χρωμένοις αὐτήν.

Ὁ δὲ θεῖος Πολυχρόνιος προσφοιτήσας τῇ πατρίδι αὐτοῦ καὶ εὐκτήριον οἶκον δομησάμενος ἐν αὐτῷ τὰς ἱερὰς προσευχὰς καὶ ἱκετηρίους ᾠδὰς ἀπεδίδου τῷ Θεῷ. Εἶτα καὶ διὰ τὴν ἀκραιφνεστάτην αὐτοῦ πολιτείαν καὶ τὸ τοῦ πρεσβυτέρου ἀξίωμα περιτίθεται καὶ τὰς ἀναιμάκτους θυσίας ἦν ἀμέμπτως προσφέρων Θεῷ. Φασὶ δέ τινες ὅτι μετὰ ταῦτα καὶ εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον ἀνακεκόμισθαι.

Ἐπεὶ δὲ Κωνσταντῖνος ὁ μέγας, τῆς εὐσεβείας ὁ πρόμαχος, τὸ τῆς θνητῆς φύσεως ἐλειτούργησε χρέος καὶ πρὸς τὰς τοῦ βίου ἀπεκρύβη δυσμάς, τὰ ζιζάνια τῶν αἱρέσεων μεταξὺ τοῦ καθαρωτάτου σίτου τῆς πίστεως καὶ αὖθις ἀνεφύοντο, καὶ τὰ λήϊα τῆς Ἐκκλησίας τὰ συρφετώδη τῶν αἱρέσεων σπέρματα μοχθηρῶς καὶ ἀθέως συγκατεμίγνυντο. Καὶ οἱ θεομάχοι καὶ δυσσεβεῖς βασιλεῖς ἀντὶ τοῦ ἐκτῖλαι τὰ πονηρὰ σπέρματα ἔτι μάλιστα πρὸς τὸ ἑδραιότερον ἐνεδυνάμουν αὐτά. Καὶ τότε λοιπὸν οἱ ἔξαρχοι τῶν αἱρέσεων παρρησίαν δρεψάμενοι ἐλύττων ἀσέμνως κατὰ τῶν ἁγίων τοῦ Χριστοῦ ἐκκλησιῶν· οἳ καὶ τὸν θεῖον ἀγωνιστὴν Πολυχρόνιον ἅμα καὶ τοῖς προλεχθεῖσιν αὐτῷ συνοδοιπόροις συλλαβόμενοι πικροῖς βασάνοις κατέβαλον, ὅτι «πολλαὶ αἱ θλίψεις τῶν δικαίων» καὶ «διὰ πολλῶν θλίψεων» συγχωρεῖ Κύριος στεφανοῦσθαι τοὺς δούλους αὐτοῦ διὰ τῆς αὐτοῦ βοηθείας.

Ἔνθεν καὶ τὸν γενναῖον αὐτοῦ θεράποντα Πολυχρόνιον καὶ τοὺς αὐτοῦ συνάθλους συγχωρεῖ μιαιφόνοις ἀνδράσι παραδοθῆναι καὶ ἀναιρεθῆναι· οὓς ἐκ ποδῶν ἀναρτήσαντες τὰς πλευρὰς κατεκέντουν, τὰς σιαγόνας λίθοις συνέτριβον καὶ μετὰ πλείστων βασάνων τὴν μανιώδη λύσσαν αὐτῶν κατὰ τῶν γεννάδων ἀποπληρώσαντες, τελευταῖον τὰς θεοστεφεῖς κεφαλὰς αὐτῶν ἀποτεμόντες τὸν ὑπὲρ Χριστοῦ θάνατον ὡς Χριστοῦ θεράποντες ἐκαρπώσαντο, παρ’ οὗ καὶ τὴν βοήθειαν καὶ τὸ στέφος τῆς μαρτυρίας ἐδρέψαντο· ὧν ἔξαρχος ἦν καὶ ἀλείπτης πρὸς καρτερίαν καὶ ὑπομονὴν μετὰ Θεὸν ὁ θεῖος Πολυχρόνιος.

Ὧν ἡ μνήμη δὶς ἐπιτελεῖται τοῦ ἐνιαυτοῦ, λέγω δὴ ἐν τῇ ἑβδόμῃ τοῦ Ὀκτωβρίου μηνὸς καὶ αὖθις Φεβρουαρίῳ εἰς τὰς δέκα ἑπτά, δηλονότι ἡ μὲν μία τῆς αὐτῶν μαρτυρίας καὶ τελειώσεως, ἡ δὲ ἑτέρα ἡ σεπτὴ ἀνακομιδὴ τῶν ἱερῶν καὶ θείων λειψάνων αὐτῶν. Οὕτω γὰρ οἶδε Κύριος τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζειν· ἠγωνίσαντο γὰρ ἐπὶ τῆς γῆς, ἐδόξασαν ὡς ἄνθρωποι τὸν Θεὸν ἐν τοῖς μέλεσιν αὐτῶν ἐν βραχυτάτῳ καιρῷ, καὶ ἀντεδόξασεν αὐτοὺς ὁ Θεὸς ἐν τῷ οὐρανῷ δόξαν ἀσύγκριτον, μηδὲν ἔχουσαν τέλος ποτὲ μήτε διατομήν. «Μακάριος ἄνθρωπος», λέγει ὁ Θεός, «ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει»· «αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς», ἤτοι ζωῆς ἀθανάτου, καὶ βασιλείας οὐρανῶν μετουσία καὶ ἀπόλαυσις ἀγαθῶν αἰωνίων, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ποτέ, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», καθὼς ὁ θεῖος Παῦλος μυσταγωγεῖ.

Τούτων γοῦν τῶν θείων καὶ οὐρανίων ἀγαθῶν ὁ θεῖος Πολυχρόνιος ἐντρυφῶν μετὰ τῶν ἑταίρων αὐτοῦ, ποῖος ἂν ἐφίκοιτο λόγος αὐτὸν ἐγκωμιάσων; Σιωπῆς δὲ λοιπὸν χρεία καὶ μόνον θαυμάζειν αὐτοῦ καὶ τῶν ἑταίρων αὐτοῦ τὰς ἀριστείας καὶ τὰ ἔπαθλα· ἀλλ’ ὅμως μικρά τινα χαιρετίσας μετ’ ἐγκωμίων καὶ τὸν θεόληπτον βίον Πολυχρονίου συνάψας καὶ τὴν ἔφεσιν ἀφοσιώσας κατευνάσω τὸν λόγον ἐκπληρώσας τὴν ἔφεσιν τοῦ εἰλικρινῶς περὶ τοῦδε τοῦ συγγράμματος λιπαρήσαντος.

Χαίροις, ἱερὲ Πολυχρόνιε, ὅτι ἐκ πρώτης βαλβῖδος καθιερωθεὶς τῷ Θεῷ γέγονας κειμήλιον Θεοῦ καὶ ἐργαστήριον ἀρετῆς καὶ ἐξότου τῶν ἱερῶν μαθημάτων προείλω τὴν ἀρχήν, καὶ τῶν ἱερῶν ἀρετῶν προύθηκας τὰς κρηπῖδας· καὶ τῷ ποτίμῳ λόγῳ τῆς χάριτος ἀρδευθεὶς «ὡς ἐλαία κατάκαρπος» ὤφθης «ἐν τῷ οἴκῳ τοῦ Θεοῦ» καὶ ὡς φοῖνιξ ἀνυψωθεὶς ἐξήνθησας ἀρετὴν ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ σου.

Χαίροις, Πολυχρόνιε θεῖε, ὅτι τοῖς βουσὶ παρεπόμενος οὐχ ὡς βούτας ἠκολούθεις, ἀλλ’ ὡς γεωργὸς ἄριστος ὤφθης Θεῷ τῷ παγγεωργῷ καὶ νεώσας ἑαυτῷ νεώματα θεῖα κατέσπειρας δικαιοσύνην καὶ γεωργήσας τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν, κατὰ τὴν θείαν φωνήν, νῦν ἐντρυφᾷς τῶν θείων ἀγαθῶν σὺν τοῖς μετόχοις σου.

Χαίροις, Πολυχρόνιε μάκαρ, ὅτι τὰς ἀμπέλους καλλιεργῶν ἐν ταπεινῇ καρδίᾳ ἐκολλήθης ὡς κλῆμα τῇ ἀληθινῇ ἀμπέλῳ, Χριστῷ τῷ παγγεωργῷ τῶν ὅλων, ἐξ οὗ καὶ γλεῦκος ἀθανασίας πιὼν εὐφραίνεσαι ἀλήκτως. Χαίροις, Πολυχρόνιε πανευκλεέστατε, ὅτι τὸν ἱερὸν δειμάμενος εὐκτήριον οἶκον ὡς ἄλλος τις θεῖος Σαμουὴλ ἐλειτούργεις ἀμέμπτως Θεῷ τῷ παντοκράτορι.

Χαίροις, Πολυχρόνιε, Χριστοῦ ἱερομάρτυς, ὅτι διὰ Χριστοῦ τὴν ἀγάπην τὰς νιφάδας τῶν κακοδόξων καὶ τὰς πικρὰς τιμωρίας ὡς βέλη νηπίων ἐτόπαζες, ἄχρις ἂν διὰ καρτερίας καὶ ὑπομονῆς ἀξιεπαίνου τῷ τῆς μαρτυρίας στεφάνῳ κατεκοσμήθης παρὰ τοῦ ἀγωνοθέτου Χριστοῦ· πρὸς ὃν ἔχων παρρησίαν ὡς θεράπων αὐτοῦ μὴ ἐλλίπῃς πρεσβεύειν σὺν τοῖς μετόχοις σου ὑπὲρ πάντων ἡμῶν καὶ ὑπὲρ τῶν ἐν πίστει ἐκτελούντων τὴν σεβάσμιον μνήμην σου τοῦ εὑρεῖν ἔλεος παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ζωαρχικῷ αὐτοῦ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.