Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στους αγίους Ανδρόνικο και Αθανασία
Εξιστόρηση της κοινής και χωριστής άσκησης των αγίων Ανδρονίκου και Αθανασίας στην έρημο, και περιγραφή της θαυματουργικής τους χάριτος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στους αγίους Ανδρόνικο και Αθανασία
Εξιστόρηση της κοινής και χωριστής άσκησης των αγίων Ανδρονίκου και Αθανασίας στην έρημο, και περιγραφή της θαυματουργικής τους χάριτος.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΒΡΑΧΥΤΕΛΕΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΝΔΡΟΝΙΚΟΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΑΥΤΟΥ ΣΥΜΠΡΑΚΤΟΡΑ ΟΣΙΑΝ ΑΘΑΝΑΣΙΑΝ ΚΑΙ ΜΕΡΟΣ ΤΙ ΕΚ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΑΥΤΩΝ Πάτερ, εὐλόγησον. Ἀνδρονίκου καὶ Ἀθανασίας ὁ λαμπρὸς καὶ περίβλεπτος βίος κατάλληλον αὐτῶν τὴν κλῆσιν μαρτυρεῖ τηλαυγῶς· τὰ τοῦ βίου γὰρ ἄφυκτα δεσμὰ πεδηθέντες καὶ δύο παίδων γεννήτορες φωραθέντες καὶ τούτους ἀποβαλόμενοι οὐ πεπόνθασί τι μαλακὸν καὶ ἀνθρώπινον, ἀλλὰ τὸ τοῦ Ἰὼβ μεγαλόψυχον μιμησάμενοι («ὁ Κύριος», φησίν, «ἔδωκεν, ὁ Κύριος ἀφείλατο» καὶ τὰ ἑξῆς), εἶτα διαρρήξαντες ἀνδρείως καὶ φρονίμως τὰ τοῦ βίου δεσμὰ καὶ τὸν πλοῦτον τοῖς δεομένοις διανειμάμενοι ἐθησαύρισαν ἐν οὐρανῷ. Οὐκ ἔδωκαν νῶτα τῷ βίῳ καὶ τῷ σαρκίῳ, οὐκ ἡττήθησαν τῷ πλούτῳ καὶ τῇ εὐκληρίᾳ τοῦ βίου, οὐκ εἶπον, δὸς ἡμῖν σπέρμα ἕτερον, ὁ τῆς φύσεως Δημιουργός, ἀλλὰ πᾶσαν εὔλογον πρόφασιν παρωσάμενοι, τῇ ἰδίᾳ πατρίδι πόλει Ἀντιοχείᾳ καὶ πᾶσιν ἁπαξαπλῶς χαίρειν εἰπόντες πρὸς τοὺς Ἁγίους Τόπους Ἱεροσολύμων ἐποιοῦντο τὴν πορείαν, τοῦτο καὶ μόνον πρός τινα γαμβρὸν ἐπ’ ἀδελφῇ ἐπισκήψαντες, ὅτι· Εἰ μὲν θάνατός τις ἡμῶν τὴν ἐπάνοδον διακωλύσειεν, ξενῶνα τὸν οἶκον ἡμῶν κατάρτισον, ἀδελφέ.
Καὶ τοῦτο ἐξειπόντες εἴχοντο τῆς ὁδοῦ ὀργῶσαν ψυχὴν ἔχοντες πρὸς Θεὸν καὶ τοὺς ἱεροὺς τόπους καταπροσκυνῆσαι καὶ τῇ τοῦ ἁγίου καὶ ἀγγελικοῦ σχήματος καταξιωθῆναι περιβολῇ.
Προσκυνήσαντες γοῦν σχετικῶς τὸν τοῦ Κυρίου τάφον καὶ τὰ λοιπὰ ὅρια καὶ τὴν ἔφεσιν ἀφοσιωσάμενοι ἀφίκοντο πρὸς Ἀλεξάνδρειαν ἐν τῷ τοῦ ἁγίου μεγαλομάρτυρος Μηνᾶ σηκῷ καταλύσαντες. Κἀκεῖθεν ἀπάραντες τὴν Σκήτην καταλαμβάνουσι καὶ τῷ μεγάλῳ Δανιὴλ καὶ καθηγητῇ τῆς Σκήτεως προσβάλλουσι· οὓς ἀσμένως ἀποδεξάμενος καὶ τῷ διορατικῷ ὄμματι τὰ περὶ τῆς μακαρίας Ἀθανασίας ἐσόμενα ἐπιγνοὺς προτρέπει τῷ Ἀνδρονίκῳ ἐφ’ ἑνὶ τῶν γυναικείων σεμνείων τοῦ Ὀκτωκαιδεκάτου τὴν μακαρίαν Ἀθανασίαν εἰσάξαι καὶ ἀποθρίξαι, ἐντειλάμενος αὐτοῖς ἐν τῷ τέως ἀπέχεσθαι τῆς ἀλλήλων ὁμιλίας καὶ θέας καὶ κατ’ ἰδίαν ἕκαστον αὐτῶν ἐξανύειν τὸν τῆς ἀσκήσεως δρόμον. Εὐπειθῶς γοῦν οἱ μακάριοι τὴν ἐντολὴν τοῦ ὁσίου καθηγητοῦ κολπωσάμενοι ἐργωδῶς ἐλειτούργουν τὸν τῆς ἀσκήσεως δρόμον νηστείαις, ἀγρυπνίαις, προσευχαῖς, χαμευνίαις, δάκρυσι καὶ ταῖς λοιπαῖς κακουχίαις τὸν τοῦ σώματος τόνον μηχανώμενοι καταλῦσαι καὶ τὸ χεῖρον δουλαγωγῆσαι τῷ κρείττονι καὶ τὴν σάρκα καθυποτάξαι τῷ πνεύματι. Ὅπερ καὶ ἔδρασαν οἱ μακάριοι θείᾳ ῥοπῇ νευρωθέντες καὶ συντονωτέρᾳ ἀσκήσει χρησάμενοι, ἡ μὲν ἐν τῷ προρρηθέντι γυναικείῳ σεμνείῳ τοὺς τῆς ἀσκήσεως ἱδρῶτας ἐξανύουσα, ἐν ᾗ καὶ ἀπεθρίξατο, ὁ δὲ τῷ θείῳ καθηγητῇ Δανιὴλ τῷ μεγάλῳ, παρ’ οὗ καὶ τὴν τρίχα ἀπέθετο, φοιτητὴς ἀνολίγωρος φωραθεὶς τὴν παλαίστραν εἶχε τῆς κατὰ Θεὸν βιοτῆς.
Ἐν χρόνοις γοῦν δυωκαίδεκα ἐν τῇ τοιαύτῃ διαστάσει καὶ σπουδῇ διανύσαντες καὶ τὰ πάθη τοῦ σώματος ἀπονεκρώσαντες καὶ διὰ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος τὴν ἀπαθῆ τῶν ἀγγέλων δρεψάμενοι εὔκλειαν, ἔρως καὶ αὖθις προσκυνήσεως τοῦ ζωηφόρου τάφου αὐτοὺς ἐξεβάκχευεν· ὅπερ ἦν ἀρρήτου οἰκονομίας τινὸς καὶ ἀρετῆς μειζοτέρας σαφέστατον γνώρισμα.
Ἔνθεν μήτε Ἀνδρόνικος παρὰ τοῦ ἰδίου ἐπιστάτου μήτε Ἀθανασία διὰ τῆς προεστώσης ἀπειργηθέντες εἴχοντο τῆς ὁδοῦ, ἕκαστος αὐτῶν πνευματοκινήτως ἐκ τοῦ ἰδίου ἀσκητηρίου ἀπαναστάς· καὶ διά τινος προμηθείας ἀρρήτου συνοδῖται γενόμενοι, θάτερος θατέρῳ τὴν κλῆσιν περιηργάζετο. Καὶ ὁ μὲν Ἀνδρόνικος ἑαυτὸν ἐφανέρου, ἡ δὲ Ἀθανάσιον ἑαυτὴν ἀπεκάλει· ἀνδρείαν γὰρ στολὴν ἦν ἠμφιεσμένη τὴν θηλείαν φύσιν παρακρύπτειν μηχανωμένη ἡ ἀρρενώσασα ὑπερφυῶς τὸ τοῦ θήλεος χαῦνον καὶ ῥωσθεῖσα «ζήλῳ Θεοῦ». Ἔχουσα δὲ τὸ πρόσωπον ἐρρικνωμένον καὶ τῆς συντόνου νηστείας τὰ σήμαντρα ἠγνοήθη τὸ καθόλου Ἀνδρονίκῳ τίς ἐστιν ὁ συνοδίτης αὐτῷ μοναχὸς καὶ μόνον ἐθαύμαζεν αὐτοῦ τὴν εὐλάβειαν καὶ τὴν σύνεσιν. Ἀθανασία δὲ σαφῶς τὸν Ἀνδρόνικον ἐπιγνοῦσα μετρίους καὶ συνεσταλμένους ἐποίει τῷ Ἀνδρονίκῳ τὰς ὁμιλίας δεδοικυῖα, μήπως διὰ πολλῆς ὁμιλίας τὸ λεληθὸς φωραθῇ· ἔνθεν καὶ πλέον ὁ Ἀνδρόνικος ὑπερεθαύμαζεν τοῦ συνοδίτου τὴν σιωπὴν καὶ τοῦ λόγου τὸ μέτριον.
Φθάσαντες γοῦν τοὺς Ἁγίους Τόπους καὶ προσκυνήσαντες, ὡς ἐπόθουν, ἀνακάμπτουσι καὶ αὖθις πρὸς τὰ τῆς Σκήτεως ὅρια καί, οἷα θάτερος θατέρῳ τὴν ἀρετὴν παραθήγοντες, αἱροῦνται ὁμοῦ τὸν ἐπίλοιπον χρόνον τῆς αὐτῶν βιοτῆς ἐξανύειν.
Προσφοιτᾷ γοῦν ὁ θεῖος Ἀνδρόνικος τῷ ἐπιστάτῃ αὐτοῦ θειοτάτῳ Δανιὴλ καὶ βουλὴν ζητεῖ παρ’ αὐτοῦ. Ὁ δὲ διορατικῷ ὄμματι τὸ ἐσόμενον ἐπιγνοὺς συνευδοκεῖ καὶ προτρέπει τῷ δόξαντι Ἀνδρονίκῳ καὶ προσεπῄνεσεν Ἀθανασίου τὴν ἀρετήν, ὡς ὅτι· Γνωστός μοί ἐστιν Ἀθανάσιος καὶ ἄκρος εἰς ἀρετήν, καὶ ἡ σὺν αὐτῷ συναυλία σου εἰς χρηστὸν ἀποβήσεται τέλος. Οὕτως γοῦν τὰς τοῦ ὁσίου καθηγητοῦ ὁ θεῖος Ἀνδρόνικος εἰσηγήσεις καὶ τὰς εὐχὰς εἰληφὼς προσφοιτᾷ τῷ δῆθεν ὁσίῳ Ἀθανασίῳ.
Καὶ ἕτερα πάλιν δυωκαίδεκα συμβιοτεύσαντες ἔτη ὀνομαστὸν καὶ πανεύφημον τὸ ὄνομα ἦν Ἀνδρονίκου καὶ Ἀθανασίου οὐχ ἁπλῶς ἐν τῇ Σκήτῃ ἀλλὰ καὶ ἐν τῇ Ἀλεξανδρείᾳ. Καὶ ἐν παντὶ περιχώρῳ μέγα ἦν τὸ κλέος Ἀνδρονίκου καὶ Ἀθανασίου οὐχ ἁπλῶς διὰ τὴν ἀρετὴν καὶ τὴν ἐπωνυμίαν ἀλλὰ καὶ διὰ τὴν τῶν θαυμάτων πηγήν, ἣν δι’ αὐτῶν ἐπετέλει ὁ εἰπὼν ὅτι «τοὺς δοξάζοντάς με δοξάσω»· ὅτι δὲ πράξει καὶ λόγῳ Θεὸν ἐδόξασεν Ἀνδρόνικος σὺν τῇ ὁμοζύγῳ, παντί που δῆλον· λαμπρὸς γὰρ καὶ περίβλεπτος ἦν ὁ ἀνήρ, πλούσιος καὶ περιβόητος, ἀργυροκόπος τῇ ἐπιστήμῃ, πατρικὸν αὐτοῦ ἔχων τοῦτο τὸ ἐπιτήδευμα. Ἐπεὶ δὲ παρῆκεν ἅμα τῇ ὁμοζύγῳ πάντα τὰ τοῦ βίου τερπνὰ καὶ προείλοντο ξενιτεῦσαι καὶ τὸν Θεὸν δοξάσαι ἐν τοῖς μέλεσιν αὐτῶν, εἰκότως καὶ ἀντεδόξασεν ὁ Θεὸς «ἐπὶ γῆς καὶ οὐρανοῦ».
Οὕτω γοῦν εὐκλεῶς καὶ περιβλέπτως τὸν τοῦ ἐναρέτου βίου δρόμον τελέσαντες καὶ ὁ τῶν στεφάνων λοιπὸν καὶ τῶν ἀμοιβῶν διὰ τῆς ἀποβιώσεως ἐφεστήκει καιρός. Παρῆν δὲ αὐτοῖς καὶ ὁ θεῖος ἐπιστάτης Δανιὴλ κατὰ τὸ εἰωθὸς αὐτῷ ἐτησίως τούτους ἐπισκεπτόμενος· πρὸς οὓς ὁμιλήσας τὰ δέοντα καὶ συνταξάμενος πρὸς τὴν αὐτοῦ ἀσκητικὴν παλαίστραν ἀφίκετο.
Μεσοπορήσας δὲ τὴν ὁδὸν ἐπιφθάνει αὐτὸν τάχει ποδῶν ὁ θεῖος Ἀνδρόνικος καί φησι πρὸς αὐτόν· Καλεῖ σε, πάτερ, ὁ ἀδελφὸς Ἀθανάσιος, ἵνα εὔξῃ ὑπὲρ αὐτοῦ· ἐκδημεῖ γὰρ πρὸς Κύριον. Θᾶττον γοῦν ἀναζεύξας ὁ θεῖος ἀνὴρ εὗρεν αὐτὴν βαδίζουσαν ἤδη τὰ τελευταῖα. Ὁμιλήσας οὖν πρὸς αὐτὴν τὰ προσήκοντα καὶ τῶν τοῦ Χριστοῦ μυστηρίων αὐτῇ μεταδούς, φησὶ πρὸς αὐτὸν μυστικῶς ἡ μακαρία ὅτι· Χάρτην ἐν τῇ στρωμνῇ μου γεγραμμένον εὑρήσεις καὶ ἴσθι τὰ ἐν αὐτῷ ὡς καὶ προεπιστάμενος ταῦτα· καὶ μεθ’ ὃ κηδευθῇ μου τὸ σῶμα, ἐπίδος τὸν χάρτην τῷ ἀδελφῷ Ἀνδρονίκῳ. Τοῦτο δὲ εἰποῦσα καὶ τὴν ψυχὴν παραθεῖσα εἰς χεῖρας Θεοῦ ἐξέλιπε πανοσίως.
Ἐν δὲ τῷ σχηματίζειν αὐτὴν τὰ ἐντάφια ἐσθήματα, τότε ξένως καὶ παραδόξως ἐφωράθη τοῖς παροῦσιν ὅτι γυνὴ ἦν· συνήχθη δὲ πᾶσα ἡ Σκήτη καὶ ἐξ Ἀλεξάνδρου τῆς πόλεως πλῆθος λαοῦ ἀριθμοῦ κρεῖττον ἐπὶ τὸ ξένον τοῦτο ἄκουσμά τε καὶ θέαμα.
Σημεῖά τε πολλὰ καὶ ἰάσεις παντοδαπῶν νοσημάτων ἔδειξε Θεὸς ἐν τῇ καταθέσει τοῦ ἱεροῦ ἐκείνου λειψάνου, καὶ «πάντες ἐδόξαζον τὸν Θεὸν» ὡς τοιαύτῃ ἀσθενεῖ φύσει δόντα τὰ νικητήρια. Ἐπεὶ δὲ καὶ τῷ ἀββᾷ Ἀνδρονίκῳ κατὰ τὴν εἰσήγησιν τῆς μακαρίας ὁ χάρτης ἐνεχειρίσθη, καὶ τότε λοιπὸν αὐτῷ διεγνώσθη ὅτι οὐκ Ἀθανάσιος ἀλλὰ Ἀθανασία μάλιστα ἦν, ἡ πάλαι τούτου γυνή, τίς ἂν ἐκτραγῳδήσειεν ἱκανῶς τοῦ τε Ἀνδρονίκου τὴν χαρμολύπην καὶ τοῦ δήμου τὴν ἔκπληξιν;
Οὐ γὰρ βούλομαι περὶ πάντων ἐκείνων ἐκτραγῳδεῖν καὶ τὸν λόγον μακρηγορεῖν. Ὁ δὲ θεῖος Δανιὴλ παραμείνας καὶ τὰ ἔννατα τῆς ὁσίας ἐπιτελέσας μνημόσυνα εἴχετο τῆς ὁδοῦ πρὸς τὴν ἰδίαν σκηνήν. Ἀλλὰ καὶ ἔτι τὸ πλεῖστον τὸ τῆς ὁδοῦ μῆκος διανύσας, πάλιν δρομαῖός τις αὐτὸν ἐπιφθάσας ἔφη· Μὴ κάμνε, πάτερ, βαδίζων ἐπὶ τὰ πρόσω· καλεῖ σε γὰρ ὁ παῖς σου Ἀνδρόνικος πρὸς Κύριον ἤδη καὶ αὐτὸς ἐκδημῶν. Καὶ αὖθις ὁ γέρων, ὡς εἶχε τάχει ποδῶν, ἔτρεχε πρὸς τοὐπίσω δηλώσας καὶ τοῖς ἐν τῇ Σκήτῃ μοναχοῖς προσφοιτῆσαι πρὸς τὴν τοῦ Ἀνδρονίκου κηδείαν.
Φθάσας δὲ ὁ γέρων τὸν ὅσιον Ἀνδρόνικον ἔτι ἐμπνέοντα καὶ εὐχὴν ἐπ’ αὐτὸν ἐκτελέσας καὶ πρὸς Κύριον αὐτὸν ἐκπεμψάμενος, ἤθελον οἱ Σκητιῶται εἰς τὴν Σκήτην ἀποκομίσαι τὸ λείψανον ὡς ἀδελφὸν αὐτῶν, καὶ ἤθελον οἱ Ταβεννησιῶται εἰς τὸ Ὀκτωκαιδέκατον τοῦτο σορεῦσαι ὡς τῷ ὁσίῳ Ἀθανασίῳ συνασκητῇ, καὶ στάσις οὐ μετρία ἦν περὶ τούτου.
Κρίνας δὲ ὁ θεῖος Δανιὴλ θεμιτὸν συνταφῆναι τῇ ἀδελφῇ αὐτοῦ καὶ συμπράκτορι τὴν στάσιν κατέλυσεν. Ἐχρῆν δὲ καὶ ἡμᾶς ἐνθάδε καταλῦσαι τὴν τοῦ λόγου φοράν, ἔνθα καὶ οἱ ὅσιοι οὗτοι κατέλυσαν τὴν τοῦ κόσμου περιφοράν.
Ἀλλ’ ἔτι προσθήσω βραχέα τινὰ περί τε τοῦ ναοῦ αὐτῶν καὶ ὀλίγα πάλιν ἐκ τῶν θαυμάτων τῶν πολλῶν αὐτῶν. Θαυμάτων γὰρ οὐκ ὀλίγων παρὰ τῶν θείων λειψάνων ἐκτελουμένων ἰδοὺ καὶ ἱερὸς ἐδομήθη νεὼς ἐπ’ ὀνόματι Ἀνδρονίκου καὶ Ἀθανασίας, ἐφ’ ᾧ καὶ τὰς ἱερὰς αὐτῶν εἰκόνας χρωματουργήσαντες, ἐκ τῶν αὐτῶν ἁγίων εἰκόνων ἱδρῶτος δίκην ἀπεστάλαζε μύρον, ὃ ἦν ἰαματικὸν νοσημάτων παντοδαπῶν· ἀφ’ ὧν δύο ἢ καὶ τρία πρὸς βεβαίωσιν τῆς τῶν ἁγίων θεοχαρείας συλλήβδην ἐρῶ.
Ἀνθρώπου τινὸς τῶν ὁμόρων ἀνίατον πάθος ἐπισκῆψαν τῇ γλώσσῃ (φαγέδαινα τοῦτο καλοῦσιν ἰατρῶν παῖδες) τὴν τοῦ ἀνθρώπου ὀδυνηρῶς κατενέμετο γλῶτταν. Καὶ ἐπεὶ παρ’ οὐδενὸς τῶν ἰατρῶν ἐτύγχανεν ἰάσεως, πρόσεισι λοιπὸν πρὸς τὸ ἄφθονον ἰατρεῖον καὶ ἐκ τοῦ ῥηθέντος μύρου ἐπιλαβόμενος καὶ περιχρίσας τὴν γλῶτταν, ἐντὸς ὀλιγοστῶν ἡμερῶν ὑγιὴς ὁ ἄνθρωπος ἐφωρᾶτο σώαν ἔχων τὴν γλῶσσαν καὶ τρανῶς ἐκφωνοῦσαν.
Ἑτέρου δὲ πάλιν ἀνδρὸς θυγάτριον κομιδῇ νέον ἐτρύχετο τὰ ἐντὸς <ἀπὸ> ἀποστήματος πρὸς ἰατρῶν καλουμένου καὶ μείζονος πάσης ἰατρικῆς τέχνης ἐνδεικνυμένου. Προσάγει ὁ πατὴρ τὴν παῖδα ἐν τῷ σηκῷ τῶν ὁσίων καὶ ἐκ τὸ μυρέλαιον τοῦ χαρακτῆρος αὐτῶν εἰληφὼς καὶ τοῦτο κεράσας ἐν ὕδατι καὶ ποτίσας τὴν παῖδα, διατέμνει τὸ πάθος ἐκεῖνο τὸ πόμα ὥσπερ ξυρίον, καὶ διά τινος ἐμετοῦ ἑλκώδους καὶ δριμυτάτου ἡ παῖς ἀπηλλάγη τοῦ πάθους.
Εἶτα καὶ ἄλλου τινὸς τὰ τοῦ σώματος ἀπόκρυφα μόρια ὑπὸ δεινῆς νόσου κατασαπέντα, ἔκειτο ἡμιθανής. Εἰς μνήμην δὲ ἐλθὼν τῶν θαυμάτων Ἀνδρονίκου καὶ Ἀθανασίας καὶ τὸ ἐξ αὐτῶν ἀποστάζοντα μύρον μεταστειλάμενος καὶ ὑφαλείψας τὰ σεσημμένα αὐτοῦ μόρια, θᾶττον μὲν τὸ ἄλγος ἐρράϊσε, αἱ σηπεδόναι δὲ δι’ ὀλίγων ἡμερῶν ἠρτιοῦντο ῥωννύμεναι. Ὁ δὲ τῆς θεραπείας ἐπαπολαύσας ἀνὴρ ἔσπευσε διά τινος ἀνδρὸς συνετοῦ ἐγγράφως παραδοθῆναι τὰ τῶν ὁσίων θαύματα καὶ τὸν περίβλεπτον βίον.
Ἐγὼ δὲ μετὰ τοσούτων χρόνων παρέλευσιν, ὦ μακαρία μου δυάς, ὦ θεοσύζευκτον καὶ πανόλβιον ζεῦγος τοῦ παγγεωργοῦ Θεοῦ, ποῖον ὑμῖν ἐγκώμιον προσαγάγω ἐπάξιον ἢ τί ὑμᾶς ὀνομάσω ἀξίως; Ὁ γὰρ λαμπρότατος καὶ περίβλεπτος ὑμῶν βίος κατὰ παντὸς ἐγκωμίου φέρει τὰ νικητήρια. Ἀνδρείαν γὰρ πνευματικὴν τῇ ἀθανασίᾳ τῶν πράξεων συζευξάμενοι νεώματα κατενεώσατε θεῖα, ἐσπείρατε δικαιοσύνην, ἐθερίσατε δράγματα ζωηρά, ταῖς θείαις ἀποθήκαις τὰ γενήματα τῶν πράξεων ὑμῶν ἐσυγκλείσατε, τριακοντάδας, ἑξηκοντάδας καὶ ἑκατοντάδας θεοπρεπῶν γενημάτων· ὑπεμείνατε τὸν καύσωνα ὅλης τῆς ἡμέρας τοῦ ἐπιπόνου βίου ὑμῶν, ἐβαστάσατε τὸν παγετὸν τῆς νυκτὸς ἀνυστάκτως κατὰ παθῶν καὶ δαιμόνων εἰς τέλος, ἐθησαυρίσατε ἐν οὐρανῷ τὸν πλοῦτον τῶν πράξεων ὑμῶν καὶ νῦν ἐντρυφᾶτε τὸν πλοῦτον τῆς θείας αὐγαλλιάσεως, ἐν ᾗ «ἀπέδρα ὀδύνη» πᾶσα καὶ «λύπη καὶ στεναγμός», ἐν ᾗ τὸ ἄληκτον φῶς καὶ τῶν ἀγαλλιάσεων αἱ φωναί, ἐν ᾗ κλῆρος ἀθανασίας καὶ παραδείσου τρυφή.
Τὰ δὲ ἱερὰ ὑμῶν λείψανα κατ’ ἐμφέρειαν ναματοφόρου πηγῆς τὸ μύρον πηγάζουσι· καὶ μαρτυρεῖ μου τῷ λόγῳ τῆς Ἀτταλείας ἡ χώρα, ἐν ᾖ μέρος τι τῶν λειψάνων Ἀνδρονίκου τοῦ θείου τοσοῦτον ἀναβλύζει τὸ μύρον, ὡς κατὰ πᾶσαν χώραν διανεμόμενον καὶ μηδὲν ἐλαττούμενον καὶ ἀφθόνως τὰς ἰάσεις παρέχον τοῖς κάμνουσι. Ἐξ οὗ καί τις νεανίας ἐκ τῆς χώρας τῶν Μυρέων παραγενόμενος ὄφιν ἐν τῇ κοιλίᾳ ἔχων καὶ δεινῶς πάσχων καὶ μεθέξας τοῦ μύρου εὐθυβόλως τὸν ὄφιν ἐξέμεσε.
Τούτου δὲ τοῦ μύρου κἀγὼ ἐθεασάμην τὴν θείαν ἐνέργειαν ἐν σκεύει μικρῷ ὑαλίνῳ διακομισθέν μοι παρά τινος ἐξ Ἀτταλείας καὶ εἶδον αὐτοῦ τὴν ἐνέργειαν ἔν τε ἀνθρώποις καὶ κτήνεσι καὶ τῷ δοξάσαντι σὺν τῷ δοξασθέντι ἐδόξασα, ὅτι τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζει δόξαν ἀσύγκριτον.
Ὑμεῖς δέ, ὦ ἱερὰ ξυνωρὶς καὶ πανόσιε, Ἀνδρόνικε καὶ Ἀθανασία, ὡς μικρὰν εὐλογίαν δεξάμενοί μου τοῦ λόγου τὴν προσφορὰν ὑπὲρ ἐμοῦ τε καὶ ὑπὲρ πάντων τῶν γεραιρόντων τὴν ἐτήσιον μνήμην ὑμῶν ἐξιλεώσασθε Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἐδοξάσατε ἐν τοῖς μέλεσιν ὑμῶν, παρρησίαν ἔχοντες πρὸς αὐτόν, ᾧ καὶ ἡμεῖς δόξαν ἀναπέμπομεν ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ζωαρχικῷ Πνεύματι αὐτοῦ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.