Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στον όσιο Θεοσέβιο τον Αρσινοΐτη
Εγκώμιο αφιερωμένο στον άγιο Θεοσέβιο, με έμφαση στην αγνεία του, τον ασκητικό βίο εντός του γάμου και τα θαύματά του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στον όσιο Θεοσέβιο τον Αρσινοΐτη
Εγκώμιο αφιερωμένο στον άγιο Θεοσέβιο, με έμφαση στην αγνεία του, τον ασκητικό βίο εντός του γάμου και τα θαύματά του.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΚΑΙ ΤΑ ΘΑΥΜΑΤΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΣΕΒΙΟΥ ΤΟΥ ΑΡΣΙΝΟΪΤΟΥ Πάτερ, εὐλόγησον. Τὸν θεοσεβείας ἐπώνυμον Θεοσέβιον τὸν κλεινόν, τὸν κεκρυμμένον θησαυρόν, τὸν δοκιμώτατον πνευματικὸν ἰατρόν, οὗ ἡ φαρμακοθήκη φαρμάκων πλήρης ἐκ τῆς ἄνωθεν χάριτος, τὸ διαυγέστατον καὶ θαυμαστότατον καὶ ποτιμώτατον ὕδωρ τῆς χάριτος, ἐξ οὗ πολλοὶ τῶν νοσούντων προσιόντες καὶ πίνοντες τῆς καυστικῆς τῶν νοσημάτων φλογώσεως ἀπηλλάγησαν, φάρμακον ἀκεσώδυνον τῆς ἀλγηδόνος ἐντεῦθεν δρεψάμενοι, ἡ φωταυγὴς διόπτρα τῶν τυφλῶν, ἡ πολλοὺς ἀμβλυωποῦντας μέχρι καὶ τῶν κοράκων τῆς ἀμβλυωπίας εἰλευθεροῦσα καὶ ἀπαλλάττουσα καὶ ὥσπερ κολλούριον ἀκεσώδυνον τὴν ἐνοικοῦσαν χάριν τοῖς ὀφθαλμοῖς προσάγων τοῖς προσιοῦσι θερμῶς καὶ ἀντὶ ἀμβλυωπίας ὀξυωπίαν χαριζόμενος τάχιστα, τὸν σκόλοπα τῶν ἱεροσύλων καὶ ἀπηνεστάτων κλεπτῶν, ἐν οἷς οὐ κολλούριον ἰαματικὸν ἀλλὰ βέλος ἐπάξιον τῆς ἐκείνων ὠμότητος προσῆγε τοῖς ὀφθαλμοῖς, ἄχρις ἂν τὰ κεκλοφότα διομολογήσαντες ἀπεδώκασι. Τοιαῦτα γὰρ καὶ μείζονα τούτων ἐνεργεῖν οἶδεν ἡ θεία χάρις διὰ τῶν δούλων αὐτῆς, ἵνα γνώσονται πάντες ὅτι δυνατωτέρα παντός ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσει ποτὲ κακία σοφίας, οὐδὲ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη.
Ἀλλ’ ἐπειδὴ «μνήμη δικαίου μετ’ ἐγκωμίου» τελεῖται, δεῦτε τὸν δίκαιον καὶ πανόσιον τοῦτον τῆς θεοσεβείας ἐπώνυμον Θεοσέβιον εἰς μέσον εἰσάξωμεν καὶ ὡς οἷόν τε ἡμῖν αὐτῷ προσάξωμεν τὸ ἐγκώμιον, «ὅτι μνήμη δικαίου μετ’ ἐγκωμίου», φησί, καὶ «εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ» καὶ «ἐγκωμιαζομένου δικαίου εὐφρανθήσονται λαοί», οὐχ ὅτι ὁ λόγος τοῦ ἐγκωμιάζοντος φαιδρότερον τὸν δίκαιον ἐκτελεῖ καὶ εὐφραίνει τοὺς λαούς, ἀλλ’ ὅτι τοῦ δικαίου τὰ κατορθώματα καὶ ὁ περίβλεπτος βίος ἐπὶ μέσεως ἐξηγούμενος, εὐφραίνονται πνευματικῶς οἱ ἐνηχούμενοι λαοὶ καὶ δόξαν προσάγουσι τῷ ἀγαθοδώρῳ καὶ ἀγωνοθέτῃ Θεῷ.
Ὥστε καὶ πρὸς πρακτικὴν μίμησιν ἐντεῦθεν διεγείρονται πλεῖστοι καί, ἃ ὁ λόγος ἐπὶ μέσεως περὶ τοῦ δικαίου ἐξετραγῴδησε, πλεῖστοι τῶν φιλαρέτων ἐγκολπωσάμενοι πρὸς τοὺς ἰδίους οἴκους ἀπῄεσαν καὶ πρὸς μίμησιν τῶν ἀκουσθέντων διεσπουδάκασι τὸ κατὰ δύναμιν τὸν ἔνθεον ζῆλον τοῦ δικαίου μιμούμενοι, τὸν καθαρώτατον καὶ σωφρονέστατον καὶ ἀξιάγαστον βίον, τὴν παροψίαν τῶν φθειρομένων, τὴν ἐπιμέλειαν τῶν ἀφθάρτων, τὴν πρὸς τοὺς δεομένους μετάδοσιν, τὴν νηφάλεον προσευχήν, τὴν συνετὴν ψαλμῳδίαν, τὴν ἐκ τῶν παθῶν ἀλλοτρίωσιν, τὴν τῶν ἀρετῶν προσοικείωσιν, τὴν τῶν πέντε τοῦ σώματος αἰσθήσεων τήρησιν, ὅρασιν δηλαδή, ὄσφρησιν, γεῦσιν, ἀκοὴν καὶ τὴν ἁφήν, περὶ ὧν πολλὴ χρεία σπουδῆς καὶ ἐγρηγόρσεως τοῖς βουλομένοις σωθῆναι, ἵνα μὴ «θάνατος διὰ τῶν θυρίδων» τούτων αἰσθήσεων ἀναβῇ, καθὼς γέγραπται, καὶ θανατώσῃ αὐτούς, ἵνα μή τις ἐμπαθῶς καὶ περιέργως βλέπων κάλλος ἀλλότριον καὶ βέλος ἐπιθυμίας ἐπισπασάμενος μοιχεύσῃ ἐν τῇ καρδίᾳ, κατὰ τὴν θείαν φωνήν.
Ταῦτα γὰρ καὶ τὰ τούτων ἐφάμιλλα καὶ δυσμαχώτερα ὁ δίκαιος κατορθώσας ὄντως εὐφραίνονται λαοὶ ἐνωτιζόμενοι τούτων· μακάριος δὲ ὄντως καὶ ἀξιεπαινετώτατος ὁ μὴ μόνον ἀκούων ἁπλῶς, ἀλλ’ ὅστις καὶ μιμεῖται τὸ κατὰ δύναμιν τοῦ δικαίου τὰ κατορθώματα· πρὸς τοῦτο γὰρ καὶ γράφοντες ἀναγινώσκομεν τὰ τῶν ἁγίων ἔπαθλα, οὐχ ἵνα τὴν ἐκείνων πάντως εὔκλειαν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ τελοῦσαν περιαυξήσωμεν, ἀλλ’ ἵνα ἡμᾶς αὐτοὺς ἐκ τῆς τοῦ βίου τύρβης καὶ τῶν παθῶν τῆς ἀχλύος ἀπαναστήσαντες πρὸς κατόρθωσιν ἀρετῆς μετὰ θείας ἐπικουρίας προσδράμωμεν καὶ τῆς ἄνω πορείας τὴν τρίβον ποθήσαντες καὶ ἐπιζητήσαντες εὕροιμεν καὶ διὰ ταύτης βαδίσαντες πρὸς τὴν ζωὴν τὴν αἰώνιον Χριστοῦ χάριτι καταντήσωμεν.
Ἣν καὶ ὁ θεῖος οὗτος βαδίσας Θεοσέβιος μετὰ τῶν αὐτοῦ συμμετόχων τῆς χορείας καὶ συναυλίας τῶν ἄνω τετύχηκε. Σήμερον γάρ, ὦ θεοφιλέστατον ἄθροισμα καὶ φιλέορτον, Θεοσέβιος ὁ μέγας τὸν βίον ἀπολιπὼν πρὸς ἀμείνονα καὶ μακαριώτατον ἐχώρησε βίον· ἀπάρας γὰρ ἐκ τῶν τῇδε καὶ τὴν σκηνὴν τοῦ βίου καταλιπὼν ἐσκήνωσεν ἐκεῖ, ἔνθα οἱ κόποι τῶν ἔργων αὐτοῦ αὐτὸν συνεκάλεσαν.
Σήμερον τὸ τοῦ σαρκίου ἄχθος καὶ τὸ τοῦ βίου ἀπατηλὸν παρωσάμενος πρὸς τὰς αἰωνίους μονὰς καὶ τὰς ἄνω χοροστασίας ἀνέδραμεν ὡς καλλίδρομος, ὅπως τῶν οἰκείων κόπων καὶ τῶν καμάτων καὶ τῶν ἱδρώτων παρὰ τοῦ ἀγωνοθέτου τῶν ὅλων Θεοῦ πλουσιοπαρόχους λήψηται τὰς ἀντιδόσεις, ὅτι τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζειν ὑπέσχετο.
Ὑπὲρ οὗ σήμερον τῆς παροικίας τοῦ κόσμου τούτου ἀπαναστὰς πρὸς τὴν ἀΐδιον αὐτοῦ πατρίδα χαίρων παρέβαλεν, ὅτι πάροικοι καὶ παρεπίδημοι πάντες, ὡς γέγραπται, ἐν τῷ παρόντι βίῳ πεφύκαμεν· καὶ οὐχ ὡς γέγραπται μόνον, ἀλλὰ καὶ ὡς τῶν πραγμάτων ἡ πεῖρα καθ’ ἡμέραν ἡμᾶς διδάσκει ἀναφανδόν, ὅτι βασιλεῖς καὶ δυνάσται καὶ τύραννοι, πλούσιοι καὶ πένητες, σοφοί τε καὶ ἰδιῶται, δοῦλοι καὶ ἐλεύθεροι καὶ ἁπαξαπλῶς ἅπαντες ὡς πάροικοι καὶ ὁδῖται τοῦ τῇδε βίου μεθίστανται· καὶ ὁρῶμεν ὅτι μεθίστανται μὲν ἅπαντες, οὐ πάντες δὲ ὁμοίαν καὶ τὴν αὐτὴν μετάστασιν ἐπιδέχονται, ἀλλὰ «θάνατος μὲν ἁμαρτωλῶν πονηρὸς» ὡς πονηροὺς καὶ ἀπηνεῖς ἔχων ἐκσπηλευτάς, καὶ ὡς πονηρὸς πρὸς πονηροὺς ἐκδοθεὶς πονηροῦ καὶ τοῦ τέλους ὄντως τετύχηκε, «τίμιος δὲ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ» ὡς τίμιος πρὸς τιμίους παραδοθείς· καὶ πρὸς τιμίους τόπους μετατεθεὶς τιμίου ὄντως καὶ τοῦ τέλους τετύχηκε.
Σήμερον τῆς ἐξορίας ἀπαλλαγεὶς ὡς φερώνυμος πρὸς τὴν ἑαυτοῦ θεοσεβεστάτην χώραν καὶ πατρίδα χαίρων ἀνέδραμεν· ἀπολυθεὶς γὰρ τῶν δεσμῶν καὶ τῆς δουλείας ἀπαλλαγεὶς καὶ παντὸς ἀνιαροῦ ἀνεθεὶς ἀνέκαμψε πρὸς τὰ ἴδια πεποιθὼς καὶ γαννύμενος. Καὶ ὥσπερ ἦν ποτε τούτου πατρὶς ἡ πενιχρὰ κώμη Μελάνδρα οὕτω καλουμένη, νήσου Κύπρου πόλεως Ἀρσινόης, οὕτω καὶ νῦν πατρὶς μὲν αὐτοῦ ἡ ἄνω Ἰερουσαλὴμ ἡ ἐλευθέρα, ἡ μήτηρ τῶν πρωτοτόκων, «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός», ἔνθα «ἀπέδρα ὀδύνη» πᾶσα καὶ «λύπη καὶ στεναγμός», πατὴρ δὲ τούτου καὶ μήτηρ οὐκέτι ὁ δεῖνα καὶ ἡ ὁδεῖνα ἀπὸ Μελάνδρας κώμης ὁρμώμενοι, ἀλλ’ ὁ ἐκ τοῦ ἀνωτάτου πόλου παντεπόπτης καὶ παντουργὸς καὶ Πατὴρ καὶ Θεός, μήτηρ δὲ ἡ Ἐδὲμ ἡ τιθηνοῦσα καὶ τὴν αὐτοῦ καὶ καθόλου τὰς τῶν δικαίων ψυχάς.
Οὐκέτι πρόβατα νέμει τὰ πατρικὰ καὶ διαθρύπτει ὀρνέοις τὸν ἄρτον αὐτοῦ· τοῦτο γὰρ ἐποίει ἐν ταῖς ὡρισμέναις καὶ τετυπωμέναις ἡμέραις τῆς ἀσιτίας αὐτοῦ καὶ ἐν τῷ μὴ συναντᾶν ἴσως τινὶ ἐν τοῖς ὄρεσι τῆς νομῆς διέθρυπτε τοῖς πετεινοῖς τὸν ἄρτον αὐτοῦ. Ὁπηνίκα δὲ χρείαν ἔσχε τροφῆς, μετελάμβανε ταύτης· οὐ γὰρ ἦν ἀσώματος, ἵνα τελείως τυγχάνῃ τροφῆς ἀνεπίδεκτος, ἀλλὰ μετεῖχε τροφῆς ὅσον διὰ τὸ ζῆν καὶ ἐνεργεῖν τὰ σωτηρίας ἐχόμενα καὶ μὴ ἐκλείπειν ἐκ τῆς ἀμέτρου νηστείας. Τὰς δὲ νηστίμους ἡμέρας αὐτοῦ, εἰ συνήντησέ τινι χρείαν ἔχοντι, δηλονότι ἀπεδίδου τὸν ἄρτον αὐτοῦ, τοῖς ὀρνέοις προκρίνων μᾶλλον τὴν φύσιν τὴν λογικήν· ὁπηνίκα δὲ πάλιν μὴ περιέτυχε τοιούτου τινός, τότε δηλαδὴ καὶ τὸν ἄρτον ἐψώμιζε τοῖς ὀρνέοις πρὸς ἕνα σκοπὸν ἀφορῶν, τοῦ μὴ ἐκπεσεῖν τοῦ τῆς νηστείας καλοῦ.
Νῦν δὲ οὐ θρέμματα νέμει καὶ πετεινὰ διατρέφει κατὰ τὸ πρίν, ἀλλὰ κάλλιστον Χριστοῦ θρέμμα γεγονὼς μετὰ τῆς Χριστοῦ ποίμνης ἐνθέως συναγάλλεται καὶ πετεινὰ ξένα καὶ πάμπολλα, ἡδύφθογγα καὶ καλλικέλαδα μετὰ σειρήνων αὐλούντων μελῳδικῶς οὐκέτι σιτίζει, ἀλλὰ βλέπων καὶ ἀκούων ἐν τῷ τερπνῷ παραδείσῳ τοῦ Θεοῦ ἀσυγκρίτως εὐφραίνεται.
Σήμερον Θεοσέβιος ὁ θεσπέσιος καθάπερ παναιδέσιμον πανδαισίαν προύθηκε πᾶσιν ἡμῖν τὴν ἐτήσιον αὐτοῦ καὶ μακαρίαν μετάστασιν, ὅπως ὡς καλοὶ καὶ πνευματικοὶ δαιτυμόνες εὐφρανθῶμεν ἐνθέως καὶ τὴν θείαν χάριν τῶν ἰαματικῶν καὶ ἱερῶν λειψάνων αὐτοῦ προσελθόντες πιστῶς ψυχῆς ἅμα καὶ σώματος εὐρωστίαν ἐπαπολαύσωμεν.
Σήμερον κοινὸν διδασκαλεῖον ὠφελείας πεπληρωμένον, Θεοσεβίου τοῦ ὁσίου τὴν μνήμην, πᾶσιν ἡμῖν προύτεινε Θεός, ὅπως διδαχθῶμεν ἐντεῦθεν ὅτι οὐχ ὁ τόπος ἀλλ’ ὁ τρόπος σὺν Θεῷ σῴζει τὸν ἄνθρωπον· καὶ μάρτυς περὶ τούτου πιστότατος ὁ νῦν εὐφημούμενος ὅσιος, ὅτι νεώτερος ὢν τῇ ἡλικίᾳ καὶ πενιχρὰν κώμην κεκτημένος πατρίδα, πατρὶ δὲ ὑποτασσόμενος καὶ μητρὶ καὶ θρέμματα νέμων καὶ ἑτέρας τινὰς ὑπηρετῶν «βιωτικῶν μελημάτων» φροντίδας τὴν ἀρετὴν οὐκ ἠμέλησε, καὶ τῆς νεότητος ἡ ἀκμὴ πρὸς σαρκικὰς ἡδονὰς ὑποκύψαι οὐκ ἔπεισε, τῶν χαμαιζήλων δὲ καὶ ματαίων ἡ ἀπάτη μαλακίσαι τοῦτον οὐκ ἴσχυσε· καὶ οὔτε πρὸς τὰ πάθη διὰ τὸ λεῖον τῆς ἡδονῆς ὡς νεώτερος ηὐτομόλησεν, οὐδὲ τῆς ἀρετῆς διὰ τὴν ὀδύνην ἀπηυτομόλησεν.
Οὐ γὰρ ἐνίκησεν αὐτὸν γαστρὸς τυραννίς, οὐκ ἠπάτησεν αὐτὸν φιλήδονος λογισμός· οὐκ ἐνίκησεν αὐτὸν ἔρως ἀπατηλός, οὐκ ἠπάτησεν αὐτὸν φιλοχρήμων ἐπιθυμία· οὐκ ἐνίκησεν αὐτὸν φύσις σαρκὸς ἐμπαθοῦς, οὐκ ἠπάτησεν αὐτὸν ὀφθαλμὸς χαμερπής· οὐκ ἐνίκησεν αὐτὸν δόξα κενή, οὐκ ἠπάτησεν αὐτὸν ἱματισμὸς μαλακός. Καὶ ἐντεῦθεν λοιπὸν ἀπεδύσατο τοὺς δερματίνους χιτῶνας, ἐντεῦθεν τῶν παθῶν κατεκράτησεν ἄκρως, ἐντεῦθεν τὸν θάνατον ὑπεξέφυγεν ὅλως, ἐντεῦθεν τὴν ζωὴν ἐκληρώσατο ἀξίως, ἐντεῦθεν πρὸς οὐρανὸν εἶχε τὸν νοῦν βαδίζων ἐπὶ τῆς γῆς.
Καὶ ἐντεῦθεν λοιπὸν πρὸς τὰ οὐράνια πτερωθεὶς καὶ σθένους θείου καταξιωθείς, οὐδὲ τὸ λεῖον τῆς ἡδονῆς τὸ τῆς ψυχῆς αὐτοῦ στερρὸν κατεμάλαξεν, οὐδὲ τῆς ἀρετῆς τὸ τραχὺ αὐτὸν κατεπτόησεν, ἀλλ’ ὥσπερ τις ἀξιάγαστος καὶ ἐμπειρότατος κυβερνήτης μέσον πολλοῦ πελάγους καὶ τρικυμίας κυμάτων καὶ πειρατῶν καὶ θηρίων ἐπικουρίᾳ Θεοῦ καὶ ῥώμῃ καὶ τέχνῃ καὶ ἐμπειρίᾳ θαλαττικῇ ἰθύνει καὶ διασῴζει τὸ σκάφος πρὸς σωτηρίας λιμένα, οὕτω καὶ ὁ θεῖος πατὴρ Θεοσέβιος ἔδρασε θαυμασίως καὶ μέσον πελάγους (κοσμικῶν τρικυμιῶν) καὶ πειρατῶν (ἀοράτων ἐχθρῶν) καὶ θηρίων (παθῶν ὀλεθρίων) καὶ μεταξὺ νομίμου συνεύνου παραδόξως πρὸς λιμένα οὐράνιον διεσώσατο ἀρραγὲς καὶ ἀνέπαφον ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ τὸ τίμιον σκάφος αὐτοῦ σῶμα σὺν τῇ ἐπιβάτῳ ψυχῇ· καὶ νῦν συγχορεύει ἀγγέλοις, συναγάλλεται δικαίοις καὶ συνευφραίνεται ὁσίοις ὡς ὀπαδὸς τούτων καὶ ζηλωτής, ὡς τῆς φύσεως νικητής, ὡς δοῦλος πιστὸς καὶ ἐργάτης τοῦ ἀμπελῶνος Χριστοῦ.
Τὸ δὲ πάντων θαυμασιώτερόν τε καὶ ἀξιεπαινετώτατον τοῦτό ἐστιν, ὅτι καὶ νομίμῳ γάμῳ συναρμοσθεὶς γυναικὶ ἁγνὸς ἦν ὑπογύναιος, καὶ ἡ γυνὴ ὁμοίως ὕπανδρος παρθένος, σύνευνοι μὲν ὁρώμενοι τῷ λόγῳ, ἀδελφοὶ δὲ τῷ πράγματι διαμένοντες, ὡς ἁρμόδιον αὐτοῖς ἀποφθέγγεσθαι τὰ τῆς ἐν τῷ Ἄσματι νύμφης παρθενικώτατα ῥήματα. «Ἐγώ», φησί, «τῷ ἀδελφιδῷ μου καὶ ἀδελφιδός μου ἐμοί»· καὶ ὁ νυμφίος· «Τί ὡραιώθης», φησί, «καὶ τί ἡδύνθης», «ἀδελφή μου νύμφη»;
Ταῦτα γὰρ Θεοσεβίῳ καὶ τῇ ἀδελφῇ αὐτοῦ νύμφῃ ἁρμόττει τὰ ῥήματα· ὑπέκυψε γὰρ προσομιλῆσαι τῷ γάμῳ οὐ χάριν φιληδονίας, ὡς τὸ πρᾶγμα ὑπέδειξεν, ἀλλ’ ἵνα δύο ἀξιαγάστως ἐντεῦθεν ἀποτελέσῃ καλά, τουτέστι τὴν εὐπείθειαν τοῖς γονεῦσιν καὶ τὸ ἆθλον τῆς ἐγκρατείας συνδιάγων τῇ γυναικί, ὅτι οὐχ ὁ ἐν τῇ ἀπορίᾳ τῶν ἐφετῶν ἐγκρατὴς («καρποῦ γὰρ μὴ παρόντος», φησί, «οὐ συχνῶς ὀρεγόμεθα»), ἀλλ’ ὁ ἐν ἀφθονίᾳ τῶν πραγμάτων ἐγκρατευόμενος μέγας ὡς ἀληθῶς Θεῷ καὶ ἀνθρώποις εὐάρεστος.
Καὶ ὅτι μὲν γὰρ ζηλωτὸν καὶ μέγα καὶ ἀγγελικώτατον τὸ τῆς παρθενίας χρῆμα, παντί που δῆλον· ἀφ’ οὗ γὰρ ὁ Δεσπότης Χριστὸς ἐτέχθη ἀνερμηνεύτως ἐκ τῆς πανάγνου καὶ παναμώμου παρθένου Μαρίας καὶ παρθένον αὐτὴν καὶ μετὰ τόκον ἐτήρησεν, ἔκτοτε χάριτι αὐτοῦ καὶ συνεργίᾳ πολλοὶ τοῦ γάμου τὴν κοινωνίαν ἐξέφυγον καὶ τὸ ἆθλον τῆς παρθενίας ἐδρέψαντο.
Τὸ δὲ καὶ γάμῳ προσομιλῆσαι καὶ ἀλώβητον τηρῆσαι τὴν παρθενίαν μέγα καὶ δυσκατόρθωτον καὶ λίαν ὀλιγοστοῖς κατωρθώθη τὸ ἔπαθλον, οἷον ἐκείνῳ, φημί, Κόνωνι τῷ μεγάλῳ τῷ ἐν ταῖς ἡμέραις τῶν ἁγίων ἀποστόλων πιστεύσαντι καὶ βαπτισθέντι καὶ ἀκούσαντι περὶ ἐγκρατείας καὶ παρθενίας· πείθει θεοφθόγγοις ῥήμασι τῇ νεοζεύκτῳ γυναικί, καὶ συμφωνοῦσι τὴν παρθενίαν παραφυλάττειν ἀμείωτον καὶ στείρωσιν τῆς ἀτεκνίας τὴν αἰτίαν ὑποκρινόμενοι διελάνθανον ἅπαντας.
Εἶτα καὶ ἐπισκοπικῆς προεδρίας θρόνον εἰληφὼς καὶ πλείστων θαυμάτων ἀναφανεὶς αὐτουργὸς καὶ τῆς ἀληθείας ὑπερμαχῶν καὶ τοῦ σωτηρίου κηρύγματος ἀντεχόμενος καὶ διδάσκων, ὕστερον καὶ τῷ τῆς μαρτυρίας στέφει κατακοσμεῖται καὶ πρὸς Κύριον ἐκδημεῖ.
Καὶ αὖθις ἕτερός τις ἱερεύς, Ἀναστάσιος τοὔνομα, Θεογνίαν οὕτω καλουμένην σύμβιον κεκτημένος, οὗ πρὸς τὸν οἶκον Βασίλειος ὁ μέγας εἰσελθὼν διὰ τῆς ἐνοικούσης ἐν αὐτῷ Πνεύματος χάριτος τὸ κεκρυμμένον φανεροῖ θαῦμα λέγων τῇ γυναικί· Ποῦ ἐστι, κυρὰ Θεογνία, ὁ ἀδελφός σου κῦρις Ἀναστάσιος ὁ πρεσβύτερος; Τῆς δὲ εἰπούσης ὅτι· Ἀνήρ μού ἐστι, δέσποτα, καὶ οὐχὶ ἀδελφός μου, ἀντεῖπε πάλιν ὁ μέγας· Ὅτι ἀνήρ σου λογίζεται μόνῳ τῷ λόγῳ ᾔδειν κἀγώ· τῷ δὲ πράγματι ἀδελφός σου καθέστηκεν. Τοῦτο οὖν τὸ θαῦμα καὶ τὰ λοιπὰ κατορθώματα τῆς μακαρίας ξυνωρίδος ἐκείνης εἰς δόξαν Θεοῦ καὶ πολλῶν ὠφέλειαν φανερώσας ὁ μέγας ἄπεισι χαίρων μετὰ τῶν συνόντων αὐτῷ.
Ἀλλὰ καὶ Πέτρον φασὶ τὸν τοῦ αὐτοῦ μεγάλου Βασιλείου ὁμαίμονα εἰς γάμου κοινωνίαν ἐλθεῖν, καὶ παρθένος σὺν παρθένῳ συμβίῳ ὅλον τὸν δίαυλον διετέλεσαν τῆς αὐτῶν βιοτῆς μηδὲν ἀπὸ τῆς συνοικήσεως τῆς παρθενίας τὸ κάλλος ὅλως πημάναντες.
Τί δὲ ὁ μέγας ἐν πατράσιν Ἀμμοῦν ὁ Νιτριώτης; Οὗ ἡ πατρὶς Ἀλεξάνδρεια ἦν ἡ μεγάλη, βαλσαμοτέχνης δὲ ἦν τῇ ἐπιστήμῃ· γάμῳ δὲ νομίμῳ καὶ αὐτὸς γυναικὶ συζευχθεὶς συνεφώνησαν συμφωνίαν εὐαρεστοῦσαν Θεῷ, ὥστε ἀπήμαντον παραφυλάττειν τὴν παρθενίαν ἑκάτεροι· καὶ οὕτως ἑπτακαίδεκα διατελέσαντες ἔτη εἶπεν ἡ μακαρία ἐκείνη γυνὴ τῷ θαυμασίῳ ἀνδρί· Οὐ καλόν ἐστιν, ἄνθρωπε τοῦ Θεοῦ, ἵνα δι’ ἐμὲ τηλικαύτη ἀνδρὸς διαλανθάνῃ καὶ παρακρύπτηται ἀρετή, ἀλλὰ δέον ἐστὶν ἡμᾶς διανεῖμαι τὴν οὐσίαν τοῖς χρῄζουσι καὶ τοῖς δεομένοις καὶ σὲ μὲν ὑποχωρῆσαι πρὸς τὴν ἔρημον καὶ ἡσυχάσαι, ἐμὲ δὲ εἰς μοναστήριον παρθένων γυναικῶν εἰσελθεῖν καὶ παραμεῖναι. Δέχεται οὖν ἀσπασίως ὁ θεσπέσιος ἀνὴρ τῆς θεσπεσίας γυναικὸς τὴν εἰσήγησιν, καὶ διανέμουσι πένησι τὰ τούτων ὑπάρχοντα· καὶ ἡ μὲν εἰς μοναστήριον παρθένων παραγίνεται τὴν ἔνθεον πολιτείαν ἕως τέλους ἀσμένως ἐπιτελοῦσα καὶ ἀσπαστῶς, ὁ δὲ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους τῆς Νιτρίας ὑποχωρήσας ἐν τούτῳ τὴν ἀσκητικὴν σκηνὴν καὶ παλαίστραν ἐν πλείστοις ἔτεσι κατεπήξατο.
Καὶ θαυμάτων πηγὴν δι’ αὐτοῦ Θεὸς ἐχαρίζετο τοῖς προστρέχουσι, μακαρίου δὲ καὶ ἐνδόξου ὡς ἀληθῶς καὶ τοῦ τέλους τετύχηκεν· Ἀντώνιος γὰρ ὁ μέγας ἐν τῇ ἐσωτέρᾳ ἐρήμῳ τὴν οἴκησιν ἔχων, ὡς ἀπὸ διαστήματος ἡμερῶν δεκαοκτώ, εἶδεν ἀγγέλων στρατεύματα καὶ δικαίων τάγματα ἐν τῷ ἀέρι δορυφοροῦντά τινα καὶ ἀναφέροντα μετὰ δόξης ὅ τι πολλῆς· καὶ ἐδεήθη ἐκτενῶς τοῦ Θεοῦ ἀποκαλύψαι αὐτῷ τί τὸ παράδοξον θέαμα, καὶ ἀπεκαλύφθη αὐτῷ ὅτι· Αὕτη ἐστὶν ἡ ψυχὴ Ἀμμοῦν τοῦ Νιτριώτου καὶ ἀνάγεται μετὰ δόξης, καθὼς ὁρᾷς.
Φέρεται δὲ καὶ ἐν τοῖς λόγοις τῶν φιλαλήθων καὶ μακαρίων Πατέρων ἀξιάγαστον διήγημα, ὃ οὐ καθοκνήσω διαγράψαι εἰς δόξαν Θεοῦ καὶ φιλαρέτων ἀνδρῶν ὠφέλειαν. Ἱερεύς τις, φασίν, Ἰωάννης καλούμενος, ἑξήκοντα διετέλεσεν ἔτη συμβιοτεύων τῇ νομίμῳ πρεσβύτιδι, καὶ εἶθ’ οὕτως ἡ ὄντως ἐκείνη ἄνθρωπος καὶ μακαρία πρὸς Κύριον ἐξεδήμησεν· ἣν καὶ κατὰ τὸ εἰωθὸς ἐξοδιάσαντες ἠθροίσθησαν οἱ ἀγχισταὶ μετὰ τῶν φίλων καὶ συγγενῶν παραμυθῆσαι τῷ ἱερεῖ, καθὼς ἔθος ἐστί· πρὸς ὃν μετὰ τῶν ἄλλων παρακλητικῶν ῥήσεων καὶ τοῦτο προσέθηκαν, ὅτι· Εἰ καὶ σπέρμα οὐ κατέλειψεν ἡ πρεσβῦτις διὰ τὴν τῆς φύσεως ἀποστείρωσιν, ἀλλ’ οὖν ἡ μακροχρόνιος ζωὴ καὶ συναπόλαυσις τῆς ὑμῶν συζυγίας ἱκανή ἐστι πρὸς παράκλησιν, ὦ ἱερεῦ, καὶ δεῖ λοιπὸν ἐντεῦθεν ἀγαθὴν ἔχειν σε παραμυθίαν, ὡς ἱκανῶν ὄντων τῶν ἑξήκοντα τῆς ὑμῶν συναυλίας ἐτῶν· ἐκείνου δὲ ἀκούσαντος ταῦτα καὶ τῇ ὄψει ὑπομειδιάσαντος κάτω ἦν περιχαρὴς νενευκώς. Οἱ δὲ παρόντες θαυμάσαντες τὸ ξένον τοῦ θεάματος τῆς μεταβολῆς τὴν αἰτίαν ἐδυσώπουν μαθεῖν· καὶ ὁ μὲν λέγειν οὐκ ἤθελεν, οἱ δὲ δυσωπεῖν οὐκ ἐπαύοντο, ἄχρις ἂν αὐτὸν ἔπεισαν φάναι ὅτι· Πιστεύσατέ μοι, ἀδελφοί, τοιαύτην πρὸς Κύριον προεπεμψάμην αὐτήν, οἵαν καὶ ἐκ τῶν γονέων αὐτῆς ἔλαβον παρθένον. Τούτου δὲ ἀκούσαντες ἐκεῖνοι ἐξεπλάγησαν ἅπαντες· καὶ ἔδωκαν ἐκεῖνοι τότε δόξαν τῷ Θεῷ, καὶ ἡμεῖς ἀρτίως ὁμοίως.
Ἔργῳ πεπληρώκασιν οὗτοι τὸν ἀποστολικὸν θεσπισμόν, ὅτι «ὁ καιρὸς λοιπὸν συνεσταλμένος», φησίν, «ἐστίν, ἀδελφοί, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι. Παράγει γὰρ τὸ σχῆμα αὐτοῦ» «μικρὸν ὅσον» καὶ ἰδοὺ οὐκ ἔστιν.
Ἀκούσατε οὖν ταῦτα πάντα, ἀκούσατε, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, καὶ ἀκούσαντες ἑαυτοὺς καταμέμψασθε, ὅσοι δηλαδὴ μηδὲ τῷ νομίμῳ γάμῳ ἐπαρκούμενοι παρηνομήσατε, πῶς τινες φόβῳ καὶ πόθῳ Θεοῦ καὶ τὰς ἰδίας καὶ νομίμους γυναῖκας παρθένους ἐτήρησαν καὶ παρθένους αὐτὰς πρὸς τὸν Κύριον ἐξαπέστειλαν. Ταῦτα καὶ μοναχοὶ νουνεχῶς ἐνωτίσθητε, πῶς οἱ γάμῳ προσομιλεῖν συνταξάμενοι τὴν παρθενίαν διὰ τὸν Κύριον προείλοντο, καὶ συνεύνοις προσομιλοῦντες ἀπήμαντον παραδόξως τὴν παρθενίαν διετήρησαν, καὶ ἡμεῖς ἁγνείαν καὶ σωφροσύνην παραφυλάττειν συνταξάμενοι τῷ Θεῷ τὴν συνταγὴν ἀθετοῦμεν καὶ παραπίπτομεν· ἆρα οὐκ ἔστιν αἰσχύνη μεγάλη ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπογυναίους μέν τινας εὑρεθῆναι παρθένους, ἀγυναίους δὲ καὶ μοναχοὺς φανῆναι διεφθαρμένους;
Ἀλλ’ ἔγωγε πλατυτέρως περὶ τούτου λέγειν οὐ βούλομαι, ἀλλὰ καὶ ταῦτα ἔφην ὠφελῆσαι καὶ οὐ λυπῆσαι βουλόμενος καὶ πρὸς γνησίαν καὶ εἰλικρινῆ μετάνοιαν τοὺς πεπτωκότας προσεπισπώμενος καὶ πρὸς ζῆλον διεγείρων τῶν ῥηθέντων ὑπογυναίων παρθένων, ἀνδρῶν τε καὶ γυναικῶν.
Οἷος ἦν καὶ ὁ νῦν εὐφημούμενος μετὰ τῆς συμβίου Θεοσέβιος ὁ πανόσιος, παρ’ οὗ καὶ ἀφορμὴν εὐλογωτάτην ὁ λόγος δραξάμενος καὶ ἑτέρους αὐτοῦ συμπράκτορας φιλοκαλλιπαρθένους ὑπογυναίους ἐπιμνησθεὶς εἰς μέσον παρήγαγεν.
Οἴδατε, ἀγαπητοί, πόσης ἡμῖν γέγονε πρόξενος ὠφελείας ἡ μνήμη τῆς ἁγνείας τοῦ θείου τούτου πατρὸς Θεοσεβίου; οἴδατε πῶς οὐδὲν τῶν κωλυόντων ἴσχυσε διακόψαι τὸν ἔνθεον ζῆλον αὐτοῦ τὸν ἐνάρετον; οἴδατε πῶς ἀκλινῆ τε καὶ ἀπερίτρεπτον ἕως τέλους εἰργάσατο τὴν ἀρετὴν καὶ ἀξίως ἐστέφθη πρὸς Θεοῦ; ὄντως «οὐκ ἔστι προσωπολήπτης ὁ Θεός», οὐδὲ παραβλέπει ποτὲ τοὺς πρὸς αὐτὸν πεποιθότας, ἀλλ’ οὓς ἂν εὕροι ἐραστάς τε καὶ ἐργάτας τῶν ἁγίων αὐτοῦ ἐντολῶν καὶ ἐπιποθοῦντας τῆς αἰωνίου ζωῆς, κἄντε δυσγενεῖς κἄντε εὐγενεῖς, κἄντε σοφοὺς κἄντε ἰδιώτας, κἄντε πολίτας κἄντε κωμήτας, κἄντε ἐρημικοὺς κἄντε μιγάδας, κἄντε ἄνδρας κἄντε γυναῖκας, κἄντε δούλους κἄντε ἐλευθέρους, τῆς αὐτοῦ εὐνοίας καὶ ἐπικουρίας καὶ προμηθείας οὐδέποτε ὑστερεῖ, ἀλλὰ φαιδρύνει καὶ στέφει καὶ θεοειδεῖς αὐτοὺς ἀπεργάζεται. Καὶ τί ἄρα ἡμεῖς ποιήσομεν οἱ προφασιζόμενοι «προφάσεις ἐν ἁμαρτίαις» καὶ τὴν ἰδίαν παραμελούμενοι σωτηρίαν, καὶ οὐδὲ φόβος Θεοῦ οὐδὲ ζῆλος ἀρετῆς ἁγίων ἀνδρῶν ἡμᾶς ἕλκει πρὸς ἀρετήν, ἀλλ’ ὁ μὲν προβάλλεται τὴν τοῦ βίου δυσχέρειαν, ὁ δὲ πραγμάτων ἀνωμαλίαν καὶ ἀλλεπαλλήλων συναντημάτων ἐπιφοράν, ὁ δὲ νέου σώματος ἀκάθεκτον τυραννίδα, καὶ τὰ τούτων ἐφάμιλλα προβαλλόμενοι ἀμελῶς καὶ ῥαθύμως ἢ καὶ ἐφαμάρτως τὸν οἰκεῖον ὑποδιεξάγομεν βίον;
Καίτοι γε πολλοὶ ἐν τῷ βίῳ τοῖς κωλύμασι τούτοις συνανεστράφησαν, ἀλλ’ ὑπὸ τούτοις οὐκ ἀπειργήθησαν τῆς ἐναρέτου ζωῆς.
Καὶ μαρτυρεῖ μου τὸν λόγον Θεοσέβιος ὁ παρών. Ὃς τὴν αὐτὴν σάρκα περιφέρων ποτὲ καὶ τοῖς φυσικοῖς πάθεσιν ὑποκείμενος οὐχ ἡττήθη ταῖς ἡδοναῖς, οὐδ’ ἔδωκε νῶτα τῷ τυράννῳ τῆς φύσεως· καίτοι γε νεανικὴν καὶ ἀκμάζουσαν φέρων τὴν ἡλικίαν καὶ ὁμευνέτιδα σύνοικον ἔχων πρὸς ὁμιλίαν ὑπερφυῶς τῷ κάλλει τῆς παρθενίας ἦν φαιδρυνόμενος. Καὶ καθάπερ τις ἄοκνος καὶ ἄριστος γεωργὸς χρηστὰς ἐλπίδας περιζωσάμενος ἀνενδότως κακοπαθεῖ καὶ ἐν τῷ καιρῷ τοῦ χειμῶνος καλλιεργεῖ τὰς ἀρούρας καὶ ἀφειδῶς καταβάλλει τὰ σπέρματα καὶ ἐν τῷ καιρῷ τοῦ ἀμητοῦ ἐπευφραίνεται δραγμάτων πληρώσας τὴν ἅλωνα, οὕτως καὶ ὁ θεῖος οὗτος πατὴρ ἔδρασε Θεοσέβιος. Καὶ ἐν τῷ καιρῷ τοῦ χειμῶνος τῆς τυραννούσης σαρκός, ὁπηνίκα ὑπὸ παθῶν σαρκικῶν καὶ διαβολικῆς τυραννίδος χειμάζηται ἡ σὰρξ καὶ τὰ αὐτῆς ἔμφυτα σπέρματα καταβάλλειν ἐπιθυμῇ, τότε μᾶλλον Θεοσέβιος ὁ θεῖος σωφροσύνης καὶ ἁγνείας ζώνην περιζωσάμενος τὴν ὀσφὺν τὴν ῥηθεῖσαν κατασπορὰν τῆς σαρκὸς ἐσπούδαζεν ἀπειργῆσαι, τῆς δὲ καλλίστης ἀρούρας, καρδίας αὐτοῦ, τὴν γαῖαν κάλλιστα καλλιεργήσας κατέσπειρε δικαιοσύνην καὶ θερίσας δράγματα ζωηρὰ πεπλήρωκε τὸν κόλπον.
Καὶ ἐκληρώθη λοιπὸν κλήρῳ τῆς κληρουχίας τῶν ζώντων παρὰ τοῦ Θεοῦ τῶν ζώντων καὶ χορηγοῦ τῆς ζωῆς, ἵνα γνῶσιν ἐντεῦθεν οἱ ζῶντες μηκέτι ζῆν ἑαυτοῖς ἀλλὰ τῷ αἰτίῳ τῶν ζώντων τῆς ζωῆς, ὡς ὄντως φύσει ζωὴ πεφυκὼς καὶ ζωαρχίας πηγή, παρ’ οὗ καὶ ζωαρχίας θεοπρεπῶς ἐκπηγάζων πηγὴ τριαδικὴ ἑνικῶς ἀρδεύει, ποτίζει, καθαίρει, φωτίζει, συνέχει τὸ πᾶν καὶ διακρατεῖ ἀσφαλῶς· παρ’ οὗ χοροὶ στεφηφόρων ἐστέφθησαν καὶ Θεοσέβιος ὁ κλεινός.
Ἐκακοπάθησε γὰρ ὡς καλὸς στρατιώτης τοῦ παμβασιλέως Χριστοῦ, συνέκοψε φάλαγγας πολεμίων παθῶν τῷ ξίφει τῆς χάριτος, ἐτροπώσατο στίφη ἀκοιμήτων ἐχθρῶν ἐπισκοπούμενος ἄνωθεν. Θεοῦ γὰρ πανοπλίαν περιζωσάμενος καὶ τὴν τοῦ ἁγίου Πνεύματος μάχαιραν εἰληφὼς καὶ περικεφαλαίᾳ σωτηρίας κορυφωθεὶς καὶ θώρακι πίστεως σκεπασθεὶς ἐνίκησε κατὰ κράτος καὶ κατεβάλετο τοὺς ἀντιπάλους αὐτοῦ καὶ πολεμίους ἐχθρούς· καὶ ὡς δοκιμώτατος λοιπὸν ἀριστεὺς καὶ νικητὴς τροπαιοῦχος προσπελάζει καὶ συναγάλλεται τῷ βασιλεῖ αὐτοῦ καὶ στεφοδότῃ Χριστῷ ὡς ἀγαπήσας αὐτὸν καὶ ἀγαπηθεὶς ὑπ’ αὐτοῦ καὶ χάριν ἀκένωτον παρ’ αὐτοῦ εἰληφὼς καὶ κλέος ἀψευδοῦς ὑποσχέσεως αὐτοῦ ἀπλανῶς εὑρηκώς· ποίας ὑποσχέσεως ἢ ταύτης; «Ἐγώ», φησί, «τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν».
Οὕτως οὖν καὶ Θεοσέβιος ὡς τῶν παθῶν νικητὴς καὶ τῶν καλῶν ζηλωτὴς εὐδοκιμήσας Θεῷ ὤφθη θεοσέβιος ὄντως καὶ λόγῳ καὶ πράγματι. Κάτω γὰρ τὰ τοῦ πατρὸς πρόβατα νέμων πρὸς τὰ ἄνω εἶχε τὸν νοῦν καὶ τὴν ἔφεσιν· ἔνεμε γὰρ θρέμματα γονικὰ γονικὴν εὐπείθειαν ἐκπληρῶν, ἀλλὰ Χριστοῦ θρέμμα ἑαυτὸν λογιζόμενος τῆς ἰδίας ψυχῆς τὴν εὐγένειαν οὐ παρέβλαψεν, ἀλλὰ νηστείαις καὶ προσευχαῖς καὶ ἀγρυπνίαις συντονωτάταις καὶ βίου καθαρωτάτου ποιούμενος ἐπιμέλειαν ἐπὶ πλεῖον τὴν ψυχὴν πρὸς τὸν θεῖον ἀνεπτέρωσε πόθον, ὡς ἀκούων καὶ καθορῶν ὅτι «τὰ βλεπόμενα πρόσκαιρα» καὶ «μάταια καὶ ψευδ[ῆ]», καὶ ῥεῖ καὶ ἀπορρεῖ καὶ αὐτὰ τοῦ βίου τὰ βέλτιστα, «τὰ δὲ μὴ βλεπόμενα αἰώνια» καὶ ἀψευδῆ· πρὸς ἃ καὶ ἀφορῶν τὸν ἑαυτοῦ ὁ πανόσιος βίον ἐρρύθμιζεν.
Ἦν γὰρ δοκιμώτατος ἐπὶ πᾶσι καὶ ἄκακος καὶ φρόνιμος εἰς τὰ θεῖα καὶ ἀκέραιος πρὸς τὰ δέοντα καὶ πρᾶος καὶ προσηνὴς καὶ τοῖς ὁρῶσιν εὐμείλικτος καὶ φιλάρετος καὶ φιλόθεος (τὸ πάντων ὑπερεπέκεινα) καὶ εὐπειθὴς καὶ ἀστεῖος καὶ τοῖς συνοῦσιν ὀνησιμώτατος, πρὸς ἐργασίαν δὲ πνευματικὴν εἴτε καὶ βιωτικὴν ὡς γονεῦσιν ὑποταττόμενος ἑτοιμότατος, καὶ γονεῦσιν ἐκείνοις τοῖς καλλιγόνοις ὁμοῦ καὶ καλλίπαισιν, ὧν οἱ κλάδοι Ἀρκάδιος καὶ Θεοσέβιος ὡς καρποὶ πανευκλεεῖς τῆς μακαρίας ῥίζης ἐμφανίζουσι τὸ εὐθαλὲς καὶ κατάκαρπον, ὅτι καὶ τὸ δένδρον, φησίν, ἐκ τοῦ καρποῦ αὐτοῦ ἐπιγινώσκεται καὶ ὅτι «ἀγαθῆς ῥίζης» ἀγαθὰ τὰ βλαστήματα καὶ ἀγαθῶν σπορέων ἀγαθὰ τὰ γεώργια.
Μιχαὴλ δὲ τοὔνομα ἦν ὁ πατήρ, Ἄννα δὲ ἐκέκλητο ἡ μήτηρ, εὐσεβεῖς ἑκάτεροι καὶ φιλόθεοι, φιλάρετοι ὁμοῦ καὶ φιλόξενοι, χρηστοὶ καὶ ἐπιεικεῖς, λαμπροὶ τῷ τρόπῳ, λαμπρότεροι τῇ ἀρετῇ, αὐτάρκεις τὸν βίον, ὥστε μήτε πενίᾳ πιεζόμενοι μήτε πλούτῳ πολλῷ περιρρεόμενοι, ὅθεν καὶ τὸν παῖδα τοῖς προβάτοις ἕπεσθαι κατεδέξαντο· καὶ οὐκ ἂν συνεχώρησεν αὐτοὺς πρὸς τοῦτο τὸ τοῦ βίου δοξάριον, εἰ σφόδρα πλούσιοι ἐτύγχανον. Πλούσιοι οὖν τῇ ἀρετῇ καὶ τῇ γνώμῃ, αὐτάρκεις δὲ τὸν βίον, ὡς εἴρηται, διὰ τὸ καὶ δυσκόλως πλούσιοι πρὸς βασιλείαν Θεοῦ εἰσάγεσθαι δεδιττόμενοι, τοὺς δὲ ῥηθέντας παῖδας δύο ἀποτεκόντες «ἐν παιδείᾳ καὶ νουθεσίᾳ» φιλοφρόνως τούτους ἀνέτρεφον καὶ τῆς αὐτῶν ἀρετῆς καὶ εὐγενείας ἀξίως ἀνατραφῆναι περιεσπούδαζον. Καὶ Ἀρκάδιον μὲν πρὸς τὴν βασιλίδα τῶν πόλεων ἔστειλαν (εἴτε πρὸς παίδευσιν μαθημάτων εἴτε καθ’ ἕτερον τρόπον, λέγειν οὐκ οἶδα), Θεοσέβιον δὲ ὡς νεώτερον ἐν τῷ οἴκῳ κατέσχον, περὶ οὗ καὶ ὁ λόγος προφθάσας ἐδήλωσε πλατυτέρως.
Εἶτα ἐκ τῆς βασιλίδος μετὰ χρόνους τινὰς ἐπανήκοντος Ἀρκαδίου, ἀρετῇ καὶ ἀγχινοίᾳ καὶ χρηστότητι τρόπων περιαυγαζομένου καὶ ψήφῳ τινὶ καὶ προμηθείᾳ Θεοῦ τὸν θρόνον τῆς προεδρίας τῆς οἰκείας πατρίδος κατακοσμήσαντος, καὶ ὡς λύχνος ἐπὶ λυχνίᾳ τῷ τῆς ἐπισκοπῆς θρόνῳ προσεπιβὰς καὶ τῷ τῆς ἀρετῆς ἅμα καὶ τῆς ἀρχῆς καὶ εὐσεβείας φωτὶ καταπυρσεύων καὶ φωτίζων τὸ λογικὸν ποίμνιον, ὡς λύχνος ἐπὶ λυχνίᾳ φαίνων καὶ ἐπιφαινόμενος, Θεοσέβιος ἐπὶ τὸν μόδιον εἶχε τὸ τῆς ἀρετῆς φῶς, ἀφανείᾳ καὶ λήθῃ τετιμημένος ὁμοῦ, ὡς γυναικὶ προσπελάζων καὶ ὡς θρέμματα νέμων καὶ εὐτελεῖ βίῳ περινοστῶν. Ἐπορεύετο γὰρ ἐν τῷ ὄρει ὡς ἀπὸ τριῶν μιλίων ἀπέχον τῆς πατρίδος αὐτοῦ ἐπὶ προφάσει δῆθεν ποιμαίνειν τὰ πρόβατα, τὸ δ’ ἀληθὲς ἵνα μετὰ ἀδείας ἀναφέρῃ τὰς εὐχὰς τῷ Θεῷ διὰ τοῦ τόπου τὸ ἥσυχον. Καὶ ἄντρον εὑρὼν ἐν ἐκείνῳ τῷ ὄρει ἐν αὐτῷ κατεκρύπτετο καὶ συντόνους μετὰ δακρύων καὶ στεναγμῶν καὶ ἀκροτάτου νηστείας ἀπεδίδου τὰς εὐχὰς τῷ Θεῷ.
Οὕτως οὖν διατελῶν καὶ πάντας διαλανθάνων ἐπὶ χρόνοις οὐκ ὀλίγοις ἔγνω πρὸς Θεοῦ τὸ τέλος τῆς αὐτοῦ ἀποβιώσεως. Ὅθεν καὶ ἐν μιᾷ τῶν ἡμερῶν, ὥσπερ ὁ πατριάρχης Ἰακὼβ πρὸς τὰ ποίμνια ἐν τῷ πεδίῳ προσκαλεσάμενος τὰς συμβίους κατ’ ἰδίαν διελέγετο αὐταῖς τὰ δηλωθέντα αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ τὰ τῆς ἀναλύσεως αὐτοῦ πρὸς τὴν πατρῴαν γῆν, οὕτω καὶ αὐτὸς προσκαλεσάμενος κατ’ ἰδίαν τὴν γυναῖκα αὐτοῦ ἀδελφὴν καὶ καθεσθεὶς ἤρξατο λέγειν πρὸς αὐτὴν ὅτι· Ἐγώ, γύναι, ἀπέρχομαι ἤδη πορρωτέρω πρὸς νομὴν τῶν προβάτων καὶ μέλλω ἐκεῖσε προσκαρτερῆσαι χρόνον οὐκ ὀλίγον· σὺ δέ, κἄντε ἐν τῷ κηδεστικῷ κἄντε ἐν τῷ γονικῷ σου οἴκῳ μέλλῃς προσκαρτερεῖν, πρόσεχε σεαυτὴν «ὡς κόρην ὀφθαλμοῦ» καὶ ἄμεμπτον σπούδασον ἕως τέλους παραφυλάξαι σου τὴν παρθενίαν, ἵνα τῷ τῆς παρθενίας ὡς παρθένος στέφει διακοσμηθεῖσα μετὰ τῶν παρθένων περιχορεύσῃς, ὅτε καιρός. Εἴτε πρὸς Φιλοῦσαν τὴν κώμην τὴν σὴν πατρίδα οἰκήσεις εἴτε πρὸς τὴν ἐμὴν ταύτην, γρηγόρει καὶ νῆφε καὶ προσεύχου καὶ ἐκλιπάρει τὸν Θεόν, ἵνα σε διαφυλάξῃ ἀνέπαφον ἐκ τῶν σκανδάλων τοῦ πονηροῦ.
Λογισμοὺς ἀκαθάρτους καὶ φιληδόνους μὴ συγχωρῇς καταμολύνειν σου τὴν καρδίαν, διότι ἀρχὴ ἁμαρτίας συγκατάθεσις λογισμῶν φιληδόνων ἐκ φιληδόνου καρδίας· συμπαθεστάτην ἔχε πρὸς τοὺς δεομένους καρδίαν καὶ γνώμην τὸ κατὰ δύναμιν, καὶ ἐπιβραβεύσαι σοι Κύριος αὐτοῦ τὴν χάριν καὶ τὸ ἔλεος σκέπων καὶ διατηρῶν σε τῇ αὐτοῦ χάριτι· ἀμήν.
Ταῦτα οὖν ἐξειπὼν καὶ συνταξάμενος κατὰ τὸ ἔθος ὑπεχώρησε μετὰ τῶν ποιμνίων ἐν τῷ ὄρει τῷ τῆς προσευχῆς μᾶλλον ἢ τῷ τῆς νομῆς· καὶ ἡμέρας τινὰς ἐν αὐτῷ διατρίψας προσομιλῶν τὰ τελευταῖα τῷ Θεῷ καὶ πρὸς τὸ σπήλαιον τὸ σύνηθες προσβαλὼν καὶ ἐν αὐτῷ ἐκτενέστερον τοῦ Θεοῦ δεηθεὶς καὶ ἀποδοὺς τὰς εὐχαριστηρίους καὶ ἱκετηρίους εὐχὰς καὶ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας καὶ «εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν» δεηθεὶς καὶ «εἰς χεῖράς σου», Κύριε, «παρατίθημι τὸ πνεῦμά μου» εἰπὼν πρὸς Κύριον ἐξεδήμησε· καὶ ἀποπεραίνει τὸν βίον κατὰ τὴν δωδεκάδα τοῦ Ὀκτωβρίου μηνὸς εἴσω τοῦ σπηλαίου μηδεμιᾶς ἐν μηδενὶ ἀνθρωπίνης ὑπηρεσίας δεηθείς, ἀλλὰ τῇ ἐκ τῆς θείας χάριτος καὶ ἀγγελικῆς ἐνδημίας ἐπαρκεσθεὶς παρακλήσει, καθότι καὶ «τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ».
Ἔκειτο οὖν τὸ τίμιον λείψανον ἀνθρωπίνης ἔρημον προμηθείας καὶ παρὰ θείας ἐπισκεπόμενον ἐπιβλεψίας· τὸ δὲ συνήθως αὐτῷ ἑπόμενον κυνάριον ἐπὶ τὸ στόμιον ἦν τοῦ σπηλαίου παρεστηκὸς καὶ πυλωροῦ διακονίαν ἀποπληροῦν· ὃ μεθ’ ἡμέρας τινὰς ὧδε κἀκεῖσε περὶ τὸν λόφον καταδραμὸν καὶ διά τινος ὑλακῆς τὰ πρόβατα συναθροῖσαν καὶ δρομαίως πρὸς τὸν οἶκον ἀπαγαγὸν ὑποστρέφει ἅλματι τῷ σπηλαίῳ, οὐκ ἀφ’ ἑαυτοῦ ταῦτα ἐπιτελῶν, ἀλλὰ θαῦμά τι Θεὸς εἰς δόξαν τοῦ δούλου αὐτοῦ ἐντεῦθεν ἀποπληρῶν. Αἰσθόμενοι δὲ οἱ τεκόντες τὴν ἔλευσιν τῶν προβάτων καὶ Θεοσέβιον μὴ ἐνδημήσαντα διηπόρουν καὶ περιηργάζοντο ὧδε κἀκεῖσε περὶ αὐτοῦ, καὶ ὁ ζητούμενος οὐχ ηὑρίσκετο. Εἶτα καὶ εἰς Φιλοῦσαν τὴν κώμην ἐξαποστείλαντες τοὺς αὐτοῦ ἐπύθοντο κηδεστάς· τῶν δὲ ἀποφηναμένων μὴ εἰδέναι αὐτὸν ἀπὸ χρόνου, ἀθυμίᾳ περιεβλήθησαν ἅπαντες καὶ ὁμοθυμαδὸν ἐξελθόντες ζήτησιν ἀκριβῆ ὥσπερ θηρευταὶ ἐποιοῦντο περὶ αὐτοῦ. Ὡς οὖν ἐν τρισὶν ἡμέραις ὧδε κἀκεῖσε περινοστήσαντες καὶ μηδὲν εὑρηκότες, ἔσχατον ἔρχονται καὶ ἐπὶ τὸ ὄρος ἐκεῖνο τὸ τῆς νομῆς.
Οὓς τὸ ῥηθὲν κυνάριον ἐπιγνὸν καὶ τὴν ἐξ ἔθους ποιησάμενον ὑλακήν, ἐφίστανται κατὰ τὴν τούτου φωνὴν οἱ ἄνδρες ἐπὶ τῷ τόπῳ καὶ εἰσελθόντες ἐν τῷ σπηλαίῳ εὗρον τὸ λείψανον τοῦ ἁγίου κείμενον καὶ εὐωδιάζον καὶ ὡς ἄνθος πρωϊνὸν καὶ ἀμάραντον οὕτω φαιδρυνόμενον· καὶ τοῦτο περιπτυξάμενοι καὶ τοῖς δάκρυσι περιβρέξαντες καί· Μνήσθητι ἡμῶν, ἐπειπόντες, δοῦλε τοῦ Θεοῦ, ἐν τῇ ἁγίᾳ κοιμήσει σου, ἠθέλησαν μὲν ἆραι αὐτὸ πρὸς τὴν κώμην αὐτοῦ καὶ φιλοφρόνως κηδεῦσαι, οὐκ ἠδυνήθησαν δέ· μείναντες δὲ ἐπὶ τοῦ τόπου διὰ τὸ τὴν ἑσπέραν ἤδη κατειληφέναι φαίνεται τῇ νυκτὶ ἐκείνῃ κατ’ ὄναρ τῷ πατρὶ αὐτοῦ καί φησι πρὸς αὐτόν· Μή με ἀναγάγῃς ἐντεῦθεν, ἀλλ’ ἐν τούτῳ τῷ τόπῳ κήδευσόν μου τὸ σῶμα καὶ εὐκτήριον οἶκον εἰς δόξαν Θεοῦ ἐπὶ τῷ ὀνόματί μου ἐξέγειρόν μοι. Καὶ ἐγένετο οὕτως, καθὼς ἐχρημάτισεν ὁ πανόσιος οὗτος, καὶ ἐκηδεύθη ἐπὶ τῷ τόπῳ ἐκείνῳ, καὶ ἐδομήθη καὶ οἶκος ἐν τῷ ὀνόματι αὐτοῦ.
Θαῦμα περὶ κωφοῦ τινος καὶ ἑτέρου τυφλοῦ. Χρόνου δὲ παρῳχηκότος τινὸς δύο τινῶν κάτωθεν παρὰ τὴν ὁδὸν διερχομένων, ὧν ὁ μὲν εἷς κωφὸς ἦν, τυφλὸς δὲ ὁ ἕτερος ὑπ’ ἐκείνου χειραγωγούμενος, ἤκουσε δὲ ὁ τυφλὸς ψαλμῳδίας εὐήχου καὶ συμφωνίας φωνῶν ἀγαλλιάσεως καὶ στραφεὶς λέγει τῷ κωφῷ·
Εἴθε ἤκουες, ἀδελφέ, ἧς ἐγὼ ἀκούω μελῳδικῆς συμφωνίας, καὶ εἴθε ἔβλεπον κἀγὼ καὶ εἶδον τὴν ὄψιν τῶν θαυμαστῶν τούτων μελῳδῶν. Τοῦ δὲ εἰπόντος ἀμυδρῶς πως καὶ ἰσχνῶς ἀκούειν ἐκείνου τοῦ μέλους κατέλειψαν τὴν ὁδὸν καὶ ἐξένευσαν ἐπ’ ἐκεῖνο τὸ μέρος ἑπόμενοι τῷ ἤχῳ· ἔτι δὲ πορευομένων αὐτῶν τελείως ἠνεῴχθησαν τὰ τοῦ κωφοῦ ὦτα καὶ ἤκουε καθαρῶς τὸ ἐξαίσιον μέλος ἐκεῖνο καὶ θαυμαστόν. Φθάσαντες δὲ τὸν εὐκτήριον οἶκον τοῦ ἁγίου Θεοσεβίου τῶν μελῳδῶν ἐκείνων εἶδον οὐδένα· ἄγγελοι γὰρ ἦσαν ὑμνοῦντες τὸν Θεὸν καὶ διὰ τοῦδε τοῦ θαύματος φανεροῦντες τὸν ἅγιον.
Διὸ καὶ ὁ κωφὸς ἤκουσε τρανῶς καὶ ὁ τυφλὸς ἀνέβλεψε τηλαυγῶς. Καὶ ἐκπλαγέντες τῷ παραδόξῳ τοῦ θαύματος καὶ προσκυνήσαντες ἔδωκαν δόξαν τῷ Θεῷ καὶ τῷ θεράποντι αὐτοῦ τῷ ἁγίῳ Θεοσεβίῳ. Περὶ τῆς ἀσβέστου. Εἶτα μοναχός τις ἐλθὼν ἀπὸ τῶν μερῶν τῆς Ῥωμανίας καὶ δύο ἀνοικοδομήσας κελλία παρέμενε τῷ ἁγίῳ· ᾧ καὶ ἐν ὁράματι ἐπιφανεὶς νυκτὸς λέγει· Ὄρυξον κατὰ τόνδε τὸν τόπον καὶ εὑρήσεις ἄσβεστον ἀποθέμενον καὶ τούτῳ χρῆσαι καθὼς δεῖ. Ἔδοξε δὲ ὁ μοναχὸς φάντασμα εἶναι τὸ λαληθὲν καὶ μὴ ἀληθές, ἀλλ’ ὅμως ὡς ἐν παρέργῳ καὶ κατὰ δοκιμὴν διορύξας σωρὸν ἀσβέστου ἀποκείμενον εὗρεν καὶ ἐχρήσατο προσηκόντως, καθὼς προσετάγη.
Περὶ τῶν κοράκων. Ὁ αὐτὸς μοναχὸς ἐνασχολούμενός που, ζεῦγος κοράκων ἐληλυθὸς ἐλυμήνατο αὐτοῦ τὸ μικρὸν ὄσπριον καὶ εἴ τι πρὸς ἀναγκαίαν εἶχε διατροφήν· ἐλθὼν δὲ ὁ γέρων καὶ αἰσθόμενος τὴν τῶν βρωμάτων βορὰν ἤρξατο ἁπλοϊκῶς λέγειν καὶ διαμάχεσθαι τῷ ἁγίῳ ὅτι· Ἐπεὶ ὑπὸ κοράκων ἐγὼ πολεμοῦμαι καὶ οὐκ ἀμύνῃ, τίνι ἄλλῳ λοιπὸν ἀμύνεις καὶ διατί, ἅγιε, ὧδε ἐγὼ διὰ σὲ περιμένω; Εἶπε ταῦτα, καὶ μετ’ ὀλίγον πάλιν ἑτέρωθεν προσασχολούμενος ἥκουσι πάλιν συνήθως οἱ κόρακες τοῦ φαγεῖν τὰ εὑρισκόμενα καὶ τυφλωθέντες εὐθὺς ἐκρατήθησαν ἐν τῷ τόπῳ. Ἐλθὼν οὖν ὁ γέρων καὶ τούτους ἰδὼν οὕτως ἐλεεινῶς περικρούοντας ὧδε κἀκεῖσε καὶ μήτε ὁρᾶν μήτε πετασθῆναι ἰσχύοντας, ἔπαθε τὴν καρδίαν, καὶ σπλαγχνισθεὶς ἐκράτησεν αὐτοὺς καὶ προσέφερε τῷ ἁγίῳ λέγων αὐτῷ· «Εὐχαριστῶ σοι», ἅγιε τοῦ Θεοῦ, διὰ τὸ ταχύτατον τῆς ἐκδικήσεως, ἀλλὰ καὶ πάλιν προσπίπτοντός μου καὶ δεομένου σου ἐπάκουσόν μου τοῦ δούλου σου καὶ σπλαγχνισθεὶς δὸς συγγνώμην καὶ χάρισαι τοῖς ὀρνέοις τούτοις τὴν ὅρασιν καὶ τὴν πτῆσιν κατὰ τὸ πρότερον· ῥᾴδιον γάρ σοι καὶ ἐπιρρεπὲς πρὸς τὸ ἰᾶσθαι μᾶλλον ἢ τὸ πατάσσειν.
Ταῦτα δὲ εἰρηκὼς ὁ γέρων καὶ ἔλαιον ἐκ τῆς κανδήλας τοῦ ἁγίου λαβὼν καὶ ἐπιχρίσας τοὺς ὀφθαλμοὺς τῶν κοράκων, ἀνέβλεψαν παρευθὺ ὡς τὸ πρότερον· πρὸς ἐπίδειξιν δὲ τοῦ θαύματος παρέμειναν ἐν τῷ τόπῳ μέχρι τέλους τῆς ἑαυτῶν ζωῆς ἀπερχόμενοι καὶ νεμόμενοι καὶ πάλιν ἐπανακάμπτοντες εἰς δόξαν Θεοῦ καὶ τοῦ δούλου αὐτοῦ.
Περὶ τοῦ ἀνοικτηρίου καὶ τοῦ ἀλγοῦντος τὸν ὀφθαλμόν. Τελευτήσαντος δὲ τοῦ γέροντος ὁ τόπος πάλιν ἐναπέμεινεν ἄοικος, οἱ δὲ κόρακες ἐν τῷ τόπῳ παρέμενον· ὥστε καὶ ἐν μιᾷ τῶν ἡμερῶν ἐλθών τις Παφηνὸς καὶ τὸν δεξιὸν ἀλγῶν ὀφθαλμὸν καὶ εὑρὼν κεκλειδωμένον τὸν εὐκτήριον ναὸν καὶ μὴ δυνάμενος ὑπανοῖξαι καὶ προσκυνῆσαι καὶ δεηθῆναι τοῦ ἁγίου διὰ τὸ ἄλγος τοῦ ὀφθαλμοῦ ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν· τότε οἱ κόρακες τρόπῳ τινὶ ἐπινεύοντες τῷ ἀνθρώπῳ ἐφίστανται καὶ τὸν τόπον ἐπιδεικνύουσιν, ἐν ᾧ τὸ ἀνοικτήριον ἦν κεκρυμμένον· ὃ καὶ λαβὼν καὶ διανοίξας καὶ εἰσελθὼν καὶ προσκυνήσας καὶ δυσωπήσας τὸν ἅγιον περὶ τοῦ ἰδίου ὀφθαλμοῦ καὶ ἰαθεὶς ἄπεισι χαίρων καὶ δοξάζων τὸν Θεὸν καὶ τὴν ταχεῖαν καὶ ἄφθονον χάριν τοῦ ἁγίου Θεοσεβίου, ὅτι χάρις ἐδόθη αὐτῷ μεγάλη πρὸς τὸ ἰᾶσθαι τὰ τῶν ὀφθαλμῶν ἄλγη καὶ τὰς πηρώσεις τῶν καθ’ ἑκάστην ἐπιδημούντων.
Περὶ τοῦ τυφλοῦ μοναχοῦ. Ἕτερος δέ τις τυφλὸς μοναχός, ἀπὸ ταύτης τῆς χώρας ὁρμώμενος Κύπρου, ἀκούσας περὶ τοῦ ἁγίου ὅτι ἰαματικὴν ἔχει χάριν πρὸς ἀμβλυωποῦντας προσῆλθε τῷ ἁγίῳ δυσωπῶν ἅμα καὶ ὑποσχόμενος καὶ λέγων μετὰ κλαυθμοῦ ὅτι· Εἰ ἐλεήσεις με, ἅγιε τοῦ Θεοῦ, καὶ τὸ βλέπειν χαρίσεις μοι, ἔχω παραμεῖναι καὶ ὑπηρετῆσαι τῷ ἁγίῳ σου τούτῳ ναῷ ἕως τέλους τῆς ἐμῆς βιοτῆς. Ταῦτα οὖν ὑποσχόμενος καὶ δυσωπῶν μετὰ πόνου καρδίας τυγχάνει τῆς ἰάσεως δι’ ἐπισκέψεως τοῦ ἁγίου καὶ ἀναβλέπει τρανῶς· καὶ ἦν παραμένων τῷ ἁγίῳ ἐπὶ χρόνον τινά. Εἶτα διαβολικῇ ἐπηρείᾳ καὶ ἀκηδίας πάθει περιληφθεὶς καὶ τῶν συνθηκῶν ἐπιλαθόμενος, τοῦ τόπου καὶ τοῦ ἁγίου ἀπαναστὰς ὑπεχώρησε καὶ ἀπελθὼν περὶ τὰ λεγόμενα Μαυροβούνια ἐν τῷ τοῦ ἁγίου καὶ ἐνδόξου μεγαλομάρτυρος Γεωργίου σηκῷ παρῴκησεν ἐν αὐτῷ· ᾧ καὶ ἐπιφανεὶς ἐν ὁράματι ὁ θεῖος Θεοσέβιος λέγει πρὸς αὐτόν· Τί ὧδε παραγέγονας καὶ τὰς πρὸς ἐμέ σου συνθήκας διαψευσάμενος ὑπεχώρησας; οὐκ ἐγὼ ἰασάμην τοὺς σοὺς ὀφθαλμούς; οὐκ ἐγώ σοι τὸ φῶς διὰ τῆς ἐν ἐμοὶ ἐνεργούσης θείας χάριτος ἐπρυτάνευσα; καὶ ὅρα λοιπὸν τί εἰργάσω κατὰ σεαυτοῦ.
Ταῦτα δὲ ἀκούσας ὁ μοναχὸς καὶ ἀπὸ τοῦ ὕπνου ἐξαναστὰς τυφλὸς ἦν, καθὼς καὶ τὸ πρότερον· καί τινος χειραγωγοῦ προσδεηθεὶς ὑποστρέφει πάλιν πρὸς τὰς συνθήκας αὐτοῦ καὶ τὸν ἅγιον, μετανοῶν καὶ ἐξομολογούμενος τὴν λήθην καὶ τῆς ἁμαρτάδος κατηγορῶν· καὶ τὸν ἅγιον λιπαρῶν ἐντὸς ὀλίγων ἡμερῶν καθαρῶς πάλιν τὸ βλέπειν τούτῳ χαρίζεται· ὃς καὶ μέχρι τέλους τῆς αὐτοῦ βιοτῆς παρέμεινε τῷ ἁγίῳ κατὰ τὴν προλαβοῦσαν ὑπόσχεσιν.
Περὶ τῶν κλεπτῶν. Καὶ ταῦτα μὲν καὶ ἕτερα θαύματα γεγόνασι παρὰ τοῦ ἁγίου, τινὰ μὲν πάλαι, τινὰ δὲ καὶ πρὸ ὀλίγων χρόνων. Ἀρτίως δὲ ἐν ταῖς ἡμέραις ἡμῶν ταύταις μοναχός τις, Λουκᾶς τοὔνομα, ἐλθὼν μετὰ πίστεως ὅ τι πολλῆς παρέμενε καλλιεργῶν τὸν εὐκτήριον τοῦ ἁγίου σηκόν· ἐξήγειρε δὲ ὁ σατανᾶς ἐκ τοῦ μέρους τοῦ Ἀκάμα δύο χερσαίους ἀγρότας βοσκούς τινας· καὶ ἐλθόντες ἐσύλησαν ἅπαντα, ὅσα εὗρον, τοῦ τε μοναχοῦ καὶ τοῦ ἁγίου καὶ ἀπῆλθον εἰς τὸν ἴδιον τόπον. Ἡ δὲ θεία δίκη καὶ ἡ ἐν τῷ ἁγίῳ Θεοσεβίῳ ἐνοικοῦσα χάρις φέρει αὐτοὺς μεθ’ ἡμέρας εἴκοσι διαλεύκους ἔχοντας ὡσεὶ χιόνα τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ προσπίπτοντας τῷ ἁγίῳ καὶ συγγνώμην καὶ ἔλεος ἐξαιτοῦντας μέν, οὐ μέντοι καὶ ὁμολογίαν ποιουμένους τῆς κλοπῆς, δι’ ἧς καὶ ἡ τύφλωσις καὶ τὸ ἄλγος τῶν ὀφθαλμῶν αὐτοὺς κατεδάμαζεν, ἀλλὰ μωράν τινα καὶ νεκρὰν διέμενον ἐξαιτούμενοι αἴτησιν. Ὡς δὲ οὐκ ἦν ἴασις ἐν αὐτοῖς, ἀλλὰ τὸ ἄλγος μᾶλλον ἐπιτεινόμενον ἦν καὶ ὁ πόνος ὀξύτερος, λέγει ὁ εἷς πρὸς τὸν ἕτερον· Ὁρᾷς, ἀδελφέ, πῶς ἐπὶ πλεῖον ἡ τῶν ὀφθαλμῶν ἡμῶν νόσος ὀξύνεται· εὔδηλον ὅτι οὐκ ἔστιν εἰς ἡμᾶς ἔλεος οὐδὲ ἰάσεως ἐλπίς, εἰ μή πω ἐξομολογησόμεθα τὴν ἁμαρτίαν ἡμῶν καὶ ἀποδώσομεν τὰ κλαπέντα.
Ἐκεῖνος δὲ ἀντὶ τοῦ δέξασθαι τὴν ἀγαθὴν ταύτην συμβουλὴν μᾶλλον ἀφέλειαν καὶ ἀνυπομονησίαν αὐτοῦ κατηγόρει καὶ ἔλεγε πρὸς αὐτόν· Ὅ τι ἂν καὶ πάθοιμεν, μὴ ὁμολογήσωμεν, μηδὲ φανερώσωμεν κλέπτας ἡμᾶς. Ἔτι δὲ αὐτοῦ ταῦτα λαλοῦντος ἰδοὺ ὁρᾷ τινα μετὰ λόγχης ὀξείας ἐπικρούσαντα αὐτοῦ τοὺς ὀφθαλμούς, ὡς καὶ δεινοτάτην ὑποστῆναι τὴν βάσανον· καὶ ἤρξατο κράζειν καὶ λέγειν μεγάλῃ τῇ φωνῇ·
Ἡμεῖς ἐσμεν, ἅγιε τοῦ Θεοῦ, οἱ ἀφαιρούμενοι τὰ κλαπέντα, καὶ ἀποδώσομεν ταῦτα· μόνον «ἐλέησον ἡμᾶς» καὶ ἀπολύτρωσαι τῆς μάστιγος. Οὕτως οὖν ἀποδυρομένων καὶ ἐξομολογουμένων αὐτῶν καὶ ὑποσχομένων ἀποδοῦναι τὰ κεκλοφότα ἔτυχεν ἰάσεως ὁ εἷς, ὁ τὸ ἀγαθὸν συμβουλεύσας· ὁ δὲ ἕτερος ἐθεραπεύθη μετρίως καὶ χάριν παιδείας ἡμίβλεπτος ἐναπέμεινεν, ἵνα ἐν κημῷ καὶ χαλινῷ τῶν σιαγόνων καὶ ὀφθαλμῶν ἀγχόμενος καὶ παιδευόμενος τῆς πονηρᾶς ἐργασίας ἀπόσχηται.
Ὁ δὲ θεῖος Θεοσέβιος θεοσεβῶς καὶ ἀξιαγάστως τὸν βίον ἀπολιπὼν καὶ τὴν αὐτοῦ σκιὰν παραδραμὼν πρὸς βίον ἐχώρησεν ἀλυπότατον· καὶ τῷ ἡλίῳ τῆς δικαιοσύνης περιλαμπόμενος ὁμοῦ καὶ θαλπόμενος ἀσυγκρίτως εὐφραίνεται· καὶ ἐξ ἀλόγου ποιμνίου ἀπαναστὰς καὶ σωματικοὺς κόπους ἀποβαλὼν πρὸς ποίμνιον θεῖον Χριστοῦ καὶ ἀγαθῶν μετουσίαν συνήφθη γαννύμενος· καὶ ὡς ἀμνὸς καθαρώτατος τοῦ καλοῦ ποιμένος τὰ εὐώνυμα καταλείψας κληροῦται τὰ δεξιά, ἵνα ὡς θεῖος καὶ θεοσέβιος καὶ τῆς θείας δεξιᾶς στάσεως τὰ μέρη κατειληφὼς καὶ τῆς θεοκλήτου φωνῆς ἀξιωθεὶς σὺν τοῖς μετόχοις αὐτοῦ πρὸς «τὴν βασιλείαν τῶν οὐρανῶν», πρὸς νυμφῶνας ἀθανασίους, πρὸς παστάδας ἀνεκλαλήτους, πρὸς σκηνὰς ἀθανάτους, πρὸς παραδείσου τρυφήν, πρὸς δόξαν καὶ τέρψιν καὶ ζωὴν μηδὲν ἔχουσαν τέλος ποτέ· ἧς γένοιτο καὶ ἡμᾶς ἅπαντας τοὺς συγγραφεῖς καὶ ἀναγνώστας καὶ ἀκροατὰς καὶ τοὺς μνημοποιοὺς τρανῶς ἐνηχηθῆναι, Χριστὲ βασιλεῦ, καὶ εἰσελθεῖν καὶ τῶν ῥηθέντων ἐπαπολαῦσαι καλῶν εὐχαῖς καὶ ἱκεσίαις τοῦ ὁσίου σου Θεοσεβίου καὶ τῶν αὐτοῦ συμμετόχων, ὅπως πάντες ὁμοῦ γεγηθότες σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι δοξάσωμέν σου τὸ πανάγιον ὄνομα καὶ νῦν καὶ τότε καὶ πάντοτε εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.