Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στον άγιο Ιλαρίωνα τον Μέγα

Περιγραφή των ασκητικών αγώνων, των θαυματουργικών ιάσεων και των αναχωρήσεων του αγίου Ιλαρίωνος στην Παλαιστίνη και την Κύπρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 13 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΙΛΑΡΙΩΝΑ ΕΓΚΩΜΙΟΝ ΔΙΑ ΒΡΑΧΕΩΝ ΚΑΙ ΕΚ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΑΥΤΟΥ ΣΥΝΟΠΤΙΚΗ ΚΑΙ ΜΕΡΙΚΗ ΕΚΛΟΓΗ Εὐλόγησον, πάτερ. Ἱλαρίωνα τὸν μέγα, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, τὸ μέγιστον τοῦ Θεοῦ κειμήλιον, τὸ τοῦ ἁγίου Πνεύματος ἱερώτατον καταγώγιον, τῶν μοναχῶν τὸ ἐγκαλλώπισμα, τῶν ἀρετῶν τὸ θησαύρισμα, τῶν παθῶν τὸ ἰατρεῖον, τῶν δαιμόνων τὸ φίμωτρον, τὸν νικητὴν καὶ ἐλατῆρα τῶν πονηρῶν πνευμάτων καὶ τῶν παθῶν, τὸν ἄμισθον ἰατρὸν τοῦ κακουμένου λαοῦ, τὸν λαβόντα τὴν χάριν τῶν θαυμάτων ἄνωθεν ἐκ τοῦ Πατρὸς τῶν φώτων, οὗ καὶ τὰ ἔργα, κατὰ τὴν θείαν φωνήν, παραπλήσια τοῦ Χριστοῦ, τίς ἱκανὸς ἐγκωμιάσαι ἀξίως καὶ τίς προσλαλήσειεν τῷ μετὰ τῶν ἀγγέλων λαλοῦντι ᾄσματα θεηγόρα; ἔτι γὰρ ἐν σαρκὶ περιὼν καὶ ταῦτα ἦν ἐπιτελῶν ἀνυστάκτως, πολλῷ μᾶλλον μετὰ τὴν ἀπόθεσιν τοῦ ἄχθους τῆς σαρκός. Εἰ γὰρ καὶ ἄπορος ἡ γλῶσσα τῶν γηγενῶν ἡμῶν πρὸς τὰ τῶν ἁγίων ἐγκώμια, ἀλλ’ ὅμως θελγόμενοι τῷ ζήλῳ τῶν θείων ἔργων καὶ τῶν κατορθωμάτων αὐτῶν κατατολμῶμεν τῶν ἀνεφίκτων, ὥστε κατὰ τὸ ἐγχωροῦν ἐγκωμιάζειν τοὺς ἰσαγγέλους ἐκείνους, τοῦτο μὲν ὡς τῆς παρ’ αὐτῶν εὐλογίας ἐφιέμενοι, τοῦτο δὲ καὶ πρός τινα ζῆλον θεοφιλῆ καὶ μίμησιν, ὡς ἐνῆν, τινὰς ἐρεθίζοντες.

Ὥσπερ καὶ αὐτὸς ὁ κλεινὸς Ἱλαρίων τὴν τῶν τεκόντων ἀσέβειαν παρωσάμενος, ὥσπερ ἐξ ἀκανθῶν ῥόδον ἐκφυὲν ὑπερφυῶς, τῆς τοῦ μεγάλου Ἀντωνίου πίστεώς τε καὶ πολιτείας γέγονε ζηλωτής. Καὶ μειράκιον πεντεκαίδεκα ὑπάρχων ἐτῶν τὴν ἰδίαν πόλιν καταλιπών, τὴν προσπελάζουσαν Γάζης, πρὸς Ἀντώνιον τὸν μέγα ἔρχεται προθυμότατα, ἔτι καὶ αὐτὸν τοῖς αἰγυπτιακοῖς μέρεσιν ὁμοροῦντα. Ὃν τοῖς νοεροῖς ὀξύτατα θεασάμενος ὀφθαλμοῖς καὶ ἐπιγνοὺς τὸ μειράκιον «σκεῦος ἐκλογῆς» ἐσόμενον μετὰ δύο τῆς ἐνδημίας ἡμέρας κείρει αὐτὸν καὶ ἀποτελεῖ μοναχόν· τρίχινόν τε χιτῶνα καὶ δερμάτινον περιβόλαιον τούτῳ περιβαλὼν καὶ διδάξας αὐτὸν τὸν κανόνα τῆς μοναχικῆς πολιτείας καὶ τί δεῖ ἐργάζεσθαι πρὸς τὸ καταξιωθῆναι τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτρέπει αὐτὸν πρὸς τὴν οἰκείαν παλινδρομῆσαι πατρίδα, Ἀντώνιος δὲ πρὸς τὰ ἐνδότερα τῆς ἐρήμου χωρεῖ διὰ τὰς ὀχλ[ή]σεις τῶν προσφοιτώντων καὶ τῆς ἡσυχίας τὴν γαλήν[ην] καθυστερούντων αὐτῷ.

Ἱλαρίων δὲ τὴν Παλαιστίνην καταλαβών, καὶ τῶν αὐτοῦ γονέων τελευτησάντων μετὰ μικρόν, οὐσίαν πολλὴν Ἱλαρίωνι καὶ τῷ οἴκῳ κατέλειψαν. Αὐτὸς δὲ τοῖς δεομένοις ἅπαντα διανείμας καὶ εἰς οὐρανὸν θησαυρίσας τῆς αὐτῷ φιλουμένης εἴχετο ἡσυχίας τὴν ἐρημίαν ἐπιποθῶν. Καὶ ἐν σπηλαίῳ τινὶ παροικήσας πῇ μὲν πεντεκαίδεκα ἰσχάδας ἡμερούσιον εἶχε τροφὴν πρὸς ἑσπέραν, πῇ δὲ βοτάναις ἀγρίαις, πῇ δὲ φακῆν ὕδατι βεβρεγμένην. Ἐπεὶ δὲ ἡ πολλὴ αὕτη σκληραγωγία οὐ τὴν τυχοῦσαν τῷ σώματι προσῆγεν ἀσθένειαν, καὶ ἄρτου μετεῖχε μετὰ χρόνους τινάς. Μετὰ δὲ χρόνους ἱκανοὺς ἑ[ξ]ηκοστοῦ ἔτους ἐπιφθάσαντος τῇ ἡλικίᾳ καὶ ὀσπρίου λοιπὸν μετὰ ἐλαίου καὶ λαχάνου μετεῖχεν τὴν τοῦ σώματος περιποιούμενος καὶ θεραπεύων ἀσθένειαν. [Ὅ]σους δὲ πειρασμοὺς καὶ δόλους καὶ φαντασίας παρὰ τοῦ μισοκάλου ἐχθροῦ ὑπέστη, τίς ἱκανὸς ἐξειπεῖν, φόβητρά τε καὶ ἐπιθυμίας καὶ ὅσα ἐκείνου ἡ κακότεχνος ἐπισπέρει φορά, ἅτινα τῇ Χριστοῦ ἐπικλήσει καὶ σφραγῖδι σταυροῦ εἰς φροῦδον ὁ δίκαιος ἀπετέλει σὺν τῷ Δαβὶδ λέγων τὰ τοῦ Δαβίδ· «Ἐν τῷ αὐτοῖς παρενοχλεῖν μοι», φησί, «ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου»· [ν]ηστείαις γὰρ καὶ ἀγρυπνίαις, χαμευνίαις καὶ διαφόροις σκληραγωγίαις κατατεινόμενος καὶ αὐτὸς πειθόμενος τῷ Δαβὶδ καὶ τὸ σῶμα ἐταπείνου καὶ τοὺς δαίμονας ἔβαλλεν.

Μικρὰν δὲ κα[τ]απήξας σκηνὴν ἔμπροσθεν τοῦ σπηλαίου πρὸς ἣν καὶ σχολάζων, λῃστὰς ὁ δαίμων κατ’ αὐτοῦ ἐρεθίζει ἐν ἀωρίᾳ νυκτός. Ὁ δὲ τοὺς οἰκείους δούλους ὑπερασπίζων Θεὸς πατάσσει τοὺς λῃστὰς ἀορασίᾳ, καὶ ὑπ’ ὀφθαλμοῖς ἔχοντες τόν τε ὅσιον καὶ τὴν σκηνὴν οὐχ ἑώρων, ἀλλά, κατὰ τὸν ἅγιον Ἠσαΐαν, ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς μὴ ἔχοντες ὀφθαλμοὺς ψηλαφήσουσιν. Οὕτω καὶ αὐτοὶ ψηλαφοῦντες παρῆλθεν ἡ νύξ. Καὶ γενομένης ἡμέρας πλησίον αὐγῆς ὁρῶσι τὸν ὅσιον. Ἀπορία δὲ ὁμοῦ καὶ ἔκπληξις περιέσχεν αὐτούς, καὶ «τότε συνῆκαν» θειοτέραν τινὰ δύναμιν εἶναι ἐκείνους μὲν τῆς ὁρμῆς ἀπείργουσαν, τὸν δὲ ἅγιον διατηροῦσαν σῶν. Εἶτα καὶ φιλίαν ὑποκριθέντες ἢ καὶ προσπαίζοντες ἔλεγον· Εἰ ἐπέθεντό σοι ἄρτι λῃσταί, τί ἂν αὐτοῖς ἔδρασας; Ὁ δὲ πράως καὶ ἱλαρῶς ἀπεκρίνατο· Καὶ ποῖος ἀπὸ λῃστῶν γενήσεται τῷ γυμνῷ φόβος; Οἱ δὲ οὔτε γυμνοῦ τὸ ξίφος ἔλεγον φείδεσθαι.

Ὁ μακάριος ἔφη· Ὁ πρὸς τὸ θανεῖν ἕτοιμος ὢν οὐδὲ τὸ ξίφος λοιπὸν φοβεῖταί ποτε. Ταῦτα δὲ ἀκούσαντες οἱ λῃσταὶ καὶ κατανυγέντες ἀνθωμολογοῦντο τὴν ἀνομίαν ἣν ὥρμησαν κατ’ αὐτοῦ καὶ ἐξαιτοῦντο συγγνώμην. Ὁ δὲ συγγνώμης ἀξιώσας καὶ παραινέσας ἀπέλυσεν.

Γυνὴ δέ τις ἀπὸ τῆς Ἐλευθερουπόλεως οὖσα πεντεκαιδεκάτῳ στειρεύουσα χρόνῳ πρόσεισι τῷ ἁγίῳ δυσωποῦσα θερμῶς λυθῆναι τὰ δεσμὰ τῆς στειρώσεως. Ὁ δέ· Ἐπάνηκε, φησίν, εἰς τὸν οἶκόν σου, γύναι, καὶ δῴη σοι Κύριος τὸ αἴτημα τῆς καρδίας σου. Ἡ δὲ πιστεύσασα καὶ ἐπανελθοῦσα πρὸς τὸν οἶκον καὶ τὸν ἄνδρα αὐτῆς, ἐκτενῶς ὁ δίκαιος ἐδυσώπει τὸν Κύριον εἰς πέρας γενηθῆναι τὴν αἴτησιν καὶ τῶν δακρύων στῆσαι τὰς ἀφορμάς. Ὁ δὲ Κύριος οἶδεν εἰσακούειν δεήσεως δούλων αὐτοῦ. Διὸ καὶ ἡ γυνὴ συλλαβοῦσα παῖδα καὶ τέξασα ἄγει μετὰ χρόνον τὸν παῖδα τῷ ἁγίῳ· ὃν εὐλογήσας καὶ ἀποδοὺς τῇ μητρὶ Θεῷ τὴν χάριν ὁμολογεῖν παρεγγυᾷ καὶ ἐκπέμπει αὐτὴν χαίρουσαν εἰς τὸν οἶκον αὐτῆς.

Εἶτα καὶ ἑτέρα γυνή, τοὔνομα Ἀρισταινέτη, ἀνδρὸς εὐσεβοῦς ἀπὸ ἐπάρχων τῶν πραιτωρίων, προσελθοῦσα ἐδεῖτο μετὰ δακρύων τὸν ὅσιον περὶ τῶν ἐν ἀσθενείᾳ κατακειμένων τριῶν τέκνων αὐτῆς καὶ παρὰ τῶν ἰατρῶν ἀπαγορευθέντων καὶ βαδιούντων ἤδη τὰ τελευταῖα. Οὐκ ἀνῆκε γοῦν ἡ γυνὴ δυσωποῦσα, ἄχρις ἂν τὸν ὅσιον εἵλκυσεν ἐν τῇ πόλει Γαζαίων, τοῦτο μὲν εἰς ἐπίσκεψιν τῶν τέκνων αὐτῆς, τοῦτο δὲ καὶ διὰ τὸ πλῆθος τῶν εἰδωλομανούντων τῇ πόλει Γαζαίων, καίτοι γε οὐδὲ βραχὺ τῆς σκηνῆς ὁ δίκαιος ἠνείχετο προελθεῖν, ἄρτι δὲ εἵλετο προελθεῖν διὰ τοὺς κλινοπετεῖς παῖδας τῆς γυναικὸς καὶ διὰ τοὺς ῥηθέντας εἰδωλολάτρας. Διὸ καὶ μετὰ ἡλίου δυσμὰς ἅπτεται τῆς ὁδοῦ καὶ ἐλθὼν εἰς τὴν πόλιν χεῖρας ἐπιτίθησι τοῖς νοσοῦσι παισὶν καὶ τὸ Χριστοῦ θεῖον ἐπικαλεσάμενος ὄνομα φυγαδεύει τὴν νόσον καὶ ἐρρωμένους τοὺς παῖδας τοῖς γονεῦσιν ἐδίδου καὶ τροφὴν αὐτοῖς δοθῆναι κελεύων, τεκμήριον ἀψευδοῦς ῥώσεως ἐνδεικνύων. Κἀκεῖνοι μὲν εἰκότως ηὐχαρίστουν τῷ Θεῷ, πολλοὶ δὲ οὐ μόνον τῆς εἰδωλομανίας ἀφίσταντο πιστεύοντες τῷ Χριστῷ, ἀλλ’ ὅτι καὶ τῷ κόσμῳ χαίρειν εἰπόντες τῷ μοναχικῷ βίῳ προείλοντο τῆς φήμης τοῦ ὁσίου διαθεούσης οὐχ ἁπλῶς ἐν τῇ Παλαιστίνῃ ἀλλὰ καὶ ἐν ὅλῃ τῇ Συρίᾳ καὶ πανταχῇ. Ἔνθεν καὶ τῶν νοσούντων τὰ πλήθη πανταχόθεν συνέρρεον πρὸς αὐτὸν ἄφθονον ἅμα καὶ ἄμισθον εὑρίσκοντες τὴν θεραπείαν.

Καὶ καθάπερ ἐν Αἰγύπτῳ ὁ μέγας Ἀντώνιος πολλῶν θαυμάτων ἦν αὐτουργός, οὕτω καὶ ἐν ὅλῃ τῇ Παλαιστίνῃ καὶ τῇ Συρίᾳ ὁ μέγας ἦν Ἱλαρίων.

Ἀλλὰ Ἀντώνιος ἤδη γηραρὸς ἦν, Ἱλαρίων δὲ τὸ τῆς νεότητος ἄνθος ἦν ἐνακμάζων ἔτι. Καί τις πάλιν ἑτέρα γυνὴ ἀπὸ Ῥινοκουρούρων ὁρμωμένη, ἀπὸ δεκαετοῦς χρόνου τῆς ἡλικίας ἀποβαλοῦσα τὴν ὀπτικὴν ὄψιν καὶ μηδεμιᾶς ἀποναμένη ἰατρικῆς θεραπείας τῷ πνευματικῷ καὶ ἀμίσθῳ ἰατρῷ Ἱλαρίωνι προσφοιτᾷ. Καὶ ταχίστην παρ’ αὐτοῦ εὑροῦσα τὴν θεραπείαν διαβλέπει τρανῶς καὶ ἀνακάμπτει ἐν θυμηδίᾳ εἰς τὸν οἶκον αὐτῆς δοξάζουσα τὸν Θεὸν καὶ τὸν θεράποντα αὐτοῦ.

Ἔπειτα καί τις ἡνίοχος ἀπὸ τῆς πόλεως Γάζης ἐπὶ κλίνης κομίζεται τῷ ἁγίῳ πληγεὶς ὑπὸ δαίμονος καὶ δεινῶς παρεθείς. Ἕλλην δὲ ὁ ἄνθρωπος ἦν· ὃν ὁ ἅγιος τὴν ἄρνησιν τῆς τῶν Ἑλλήνων θρησκείας προσαπαιτῶν, εὐπειθῶς ἀπηρνεῖτο καὶ τὴν θεραπείαν εὐθυβόλως ἀντεκομίζετο καὶ ὑγιὴς ἀπεδείκνυτο ὁμοῦ τῇ ψυχῇ καὶ τῷ σώματι.

Καὶ πάλιν ἕτερός τις νεανίσκος, Μεσίκας τοὔνομα, ἐκ τῶν μερῶν Ἱεροσολύμων ὁρμώμενος, ἐξ ἀγρίου δαίμονος καὶ αὐτὸς θρασυνόμενος καὶ τοῖς ἀνθρώποις ἐπιπηδῶν τοῦ μὲν τὴν ῥῖνα, τοῦ δὲ τὸ ὠτίον καὶ ἄλλου τὰ χείλη τοῖς ὀδοῦσιν ἀποτεμνόμενος ἔτρωγεν· οὐ μὴν δὲ ἀλλὰ καὶ πολλῶν χεῖρας καὶ πόδας κατελυμαίνετο. Ἐποίει δὲ ταῦτα τὸν ἄγριον δαίμονα ἐκεῖνον σύνοικον ἐσχηκώς. Καὶ †τούτου† μόλις ποτὲ διὰ πολλῆς μηχανῆς χερσὶ πλειόνων καταληφθεὶς δέσμιος ἄγεται τῷ δικαίῳ, καὶ χεῖρας ἁγίας ἐκείνῳ τῷ ἀγρίῳ προσεπιθεὶς καὶ τὸ φρικτὸν τοῦ Χριστοῦ ὄνομα ἐπειπὼν τὸν πονηρὸν καὶ ἄγριον ἐκεῖνον ἐφυγάδευσε δαίμονα, τὸν νεανίσκον δὲ σωφρονοῦντα καὶ νήφοντα τοῖς κομίσασιν ἀπεδίδου.

Ἀλλὰ καί τις συγκλητικὸς ἀνὴρ ἐκ πόλεως †Ἀχιλλέας†, Ὠρίων οὕτω καλούμενος, λεγεὼν ὅλος δαιμόνων εἰς αὐτὸν εἰσελθών, ἔπασχε χαλεπῶς. Ἄγεται δὲ καὶ αὐτὸς πρὸς τὸν ἅγιον δέσμιος. Ὁ δὲ μιαρώτατος ἐκεῖνος λεγεὼν προσβάλλει τῷ ἁγίῳ διὰ τοῦ πάσχοντος καὶ περιλαμβάνει αὐτὸν ἐκ τῶν ὄπισθεν ἐπὶ τῆς γῆς τὸν δίκαιον κατάξαι πειρώμενος. Φόβος δὲ τοῖς παροῦσιν εἶχε σφοδρός, μήπως εἰς γῆν καταρράξῃ καὶ συντρίψῃ τὸν γέροντα. Ὁ δὲ ἠρέμα καί τι μικρὸν ὑπομειδιάσας·

Ἐάσατε τὸν ἐμὸν ἀντίπαλον, ἔφη, προσπαλαίειν ἐμοί. Εἶπε ταῦτα καὶ λαμβάνει τῶν τριχῶν τῆς τοῦ Ὠρίωνος κορυφῆς καὶ ὥσπερ παιδαρίου διασείσας μικροῦ εἰς γῆν καταβάλλει ῥᾳδίως. Εἶτα ἐπισφραγίσας καὶ εὐχὴν ἐπ’ αὐτῷ ἐπειπὼν τὸν πονηρὸν ἐκεῖνον λεγεῶνα ἐφυγάδευσε θᾶττον. Καὶ νήφοντα τὸν Ὠρίωνα διαναστήσας «πάντες ἐδόξαζον τὸν Θεόν», τὸν χαριτώσαντα οὕτως τὸν θεράποντα αὐτοῦ καὶ δοξάζοντα ἀψευδῶς τοὺς δοξάζοντας αὐτόν.

Εἶτα καί τις λατόμος, Ζανάνης οὕτω καλούμενος, ἔτι λιθοτομῶν ἀθρόον παρείθη τὰ μέλη δαίμονος κακουργίᾳ· ὅστις οὐ ποσὶν ἰδίοις ἀλλ’ ἑτέρων χερσὶν ἄγεται πρὸς τὸν ὅσιον, καὶ χεῖρας αὐτῷ μετὰ εὐχῆς ἐπιθεὶς ἐρρωμένον τὸν παρειμένον εὐθὺς ἀπεδείκνυεν. Καὶ εἰς τὸν οἶκον αὐτοῦ ἐβάδιζε μηδενὸς χρῄζων βοηθείας καὶ τῆς τέχνης αὐτοῦ εἴχετο εὐσθενῶς ὡς τὸ πρότερον.

Ἰταλικὸς δέ τις ἐκ τῆς πόλεως Γάζης, ὃς καὶ εὐσεβὴς χριστιανὸς ἦν, οὗ τὸ μέρος τὴν συνήθη τῆς πόλεως ἱπποδρομίαν ἐτέλει, ἀντεστρατήγει δὲ αὐτῷ τις τῶν ἀσεβῶν· ὃς διά τινος μαγικῆς μαγγανείας τοὺς ἵππους τοῦ Ἰταλικοῦ καὶ τοὺς ἡνιόχους κατέβαλλεν ἰσχυρῶς. Ἀλαζονευόμενος δὲ κατωνείδιζε τὸν Ἰταλικόν, ποῦ ἐστι, λέγων, ἡ τοῦ Θεοῦ σου βοήθεια; Καταφεύγει δὲ πρὸς τὸν ὅσιον ὁ Ἰταλικὸς οὐχ ἁπλῶς διὰ τὴν ἧτταν ἀλλὰ καὶ διὰ τὴν χλεύην τῶν ἀσεβῶν καὶ ἀναγγέλλει τὸ δρᾶμα. Ὁ δὲ ὅσιος ὤκνει τάχα τὴν ὑπὲρ τούτου δέησιν πρὸς Θεὸν ὡς ἀπρεπῆ, ἀλλ’ ὅμως διὰ τὴν τῶν ἀσεβῶν βλασφημίαν ὑπακούει τῷ Ἰταλικῷ καὶ πλησθῆναι κελεύει τὸ «ποτήριον ὕδατος» (ὄστρακον δὲ ἦν, ἐν ᾧ πίνειν ὁ δίκαιος σύνηθες) καὶ εἰς χεῖρας τῷ Ἰταλικῷ ἐντεθῆναι κελεύει. Καὶ ἰδοὺ ὡς «ἐν ἐσόπτρῳ» ἐν τῷ ὕδατι καθαρῶς ἔβλεπε πάντα ὁμοῦ, ἤτοι τοὺς ἵππους καὶ τὸν ἱππῶνα τούς τε ἡνιόχους καὶ τὰ ἅρματα δεδεμένους πάντας γοητείᾳ τῶν ἐναντίων. Καὶ ταῦτα θεασάμενος ὁ Ἰταλικὸς καὶ ἐκπλαγεὶς χάριτας τῷ Θεῷ διωμολόγει καὶ τῷ δούλῳ αὐτοῦ καὶ εἰς τὸν αὐτοῦ ἀπελθὼν οἶκον ἐποίει καθὼς ὁ δίκαιος αὐτῷ συνετάξατο. Καὶ λαβὼν ἐκ τοῦ ὕδατος τοῦ ποτηρίου τοῦ ὁσίου διαρραίνει τοὺς ἵππους καὶ πάντα ὅσα διὰ τοῦ ὕδατος ἐθεάσατο δεδεμένα.

Εἶτα καὶ τῷ σεβασμίῳ τοῦ σταυροῦ τύπῳ ἐπισφραγίσας λύεται παραυτίκα ἡ γοητικὴ μαγγανεία ἐκείνη καὶ μεταβαίνει πρὸς τοὺς ἀντιπάλους, καὶ πολλοῖς τὸ πρᾶγμα ὑπόθεσις γίνεται σωτηρίας.

Κανδιδᾶτος δέ τις Κωνσταντίου τοῦ βασιλέως, λάθρᾳ ἐφ’ ἑκάστης νυκτὸς πνεῦμα πονηρὸν ἐνοχλῶν κράζειν ὁμοῦ καὶ στένειν καὶ τρίζειν τοὺς ὀδόντας ἐποίει· ὃν ὁ βασιλεὺς πρὸς τὸν κοινὸν καὶ ἄμισθον ἰατρὸν εἰς Παλαιστίνην ἐκπέμπει. Ὁ δὲ τοῖς νοεροῖς ὀφθαλμοῖς ἐνιδὼν ἔγνω σαφῶς ὅθεν ἥκει καὶ ὅτου χάριν. Οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ πονηρὸς δαίμων ἐδήλου τὸ δρᾶμα σαφῶς μετεωρίζων τὸν ἄνδρα καὶ τῷ ἀέρι διδοὺς ὡς μηδαμῶς αὐτοῦ τῶν ποδῶν ἁπτομένων τῆς γῆς. Ὁ δὲ μακάριος·

Πόθεν, ἔλεγε, κατὰ τοῦ πλάσματος τοῦ Θεοῦ εὗρες τὰς ἀφορμὰς ἐκπιέζειν; Καὶ ὁ δαίμων· Γοήτων κακοτεχνίαις τὴν πρὸς αὐτὸν οἴκησιν ἐποιησάμην. Ὁ δὲ μακάριος μὴ ἀνεχόμενος ἐπιπλέον ἀκούειν τοῦ πονηροῦ δαίμονος τὰς κακουργίας χεῖρας ἐπιτίθησι τῷ κανδιδάτῳ, καὶ τὸ τοῦ Χριστοῦ ὑπεράγιον ὄνομα ἐπειπὼν τὸ πονηρὸν πνεῦμα διεκελεύετο φεύγειν. Ὁ δὲ καὶ ἄκων τὸ κελευσθὲν λειτουργῶν εὐθὺς ᾤχετο καὶ τῆς ἐξ αὐτοῦ βλάβης τὸν ἄνθρωπον ἠλευθέρου. Ὁ κανδιδᾶτος δὲ εὐγνωμόνως τῷ ἁγίῳ προσῆγε χρυσίον χάριτας τῆς εὐεργεσίας ἀποδιδούς. Ὁ δὲ ἄρτον κρίθινον τῇ χειρὶ ὑποδείξας· Οἱ τῇ αὐτῇ τροφῇ χρώμενοι, ἔλεγεν, τὸν τιμώμενον παρ’ ὑμῖν χρυσὸν τῷ πηλῷ ἴσα λογίζονται. Ταῦτα δὲ εἰπὼν καὶ εὐλογήσας τὸν ἄνθρωπον ἀπέστειλεν οἴκαδε δαίμονός τε καὶ φιλοχρηματίας ὁμοῦ ἀπαλλάξας αὐτόν.

Ἀλλὰ καί τινα κάμηλον παμμεγέθη ὑπὸ ἀκαθάρτου πνεύματος ὀχλουμένην καὶ ὑπὸ πλειόνων χειρῶν τῷ μεγάλῳ προσενεχθεῖσαν δι’ εὐχῆς ἐθεράπευσε τάχει. Ταῦτα δὲ καὶ ὁ μέγας ἀκούων Ἀντώνιος ὡς πατὴρ ἐπὶ τέκνον ἥδετο σφόδρα ἐντρυφῶν ἐπὶ ταῖς τοιαύταις ἀγαθαῖς εὐφημίαις· καὶ γράμμασι φιλικοῖς ἀσπαζόμενος Ἱλαρίωνα συνεχῶς προσηγόρευε.

Κανονικῆς δὲ παρθένου τινὸς νεώτερός τις τῶν ἀκολάστων σατανικῷ τρωθεὶς ἔρωτι καὶ τῆς μιαρᾶς αὐτοῦ ἀποτυγχάνων ἐπιθυμίας γοητικαῖς μαγγανείαις κατὰ τῆς παρθένου χωρεῖ· ἧς ὁ φιλόσαρκος καὶ φιλήδονος ἐπιπεσὼν δαίμων ἄλλην ἐξ ἄλλης ἐποίει, καὶ τὸν μισούμενον πρὸ μικροῦ ἐξ ὀνόματος ἔκραζεν καὶ τῇ ἀθρόᾳ μεταβολῇ πάντας ἐξέπληττεν· πέταλα γὰρ χαλκᾶ σκευάσας ὁ μάγος καὶ δαιμόνων μορφὰς ἐν αὐτοῖς διαγλύψας καὶ νήμασι λεπτοῖς δεσμεύσας αὐτοὺς καὶ †ῥητάνια† γοητικὰ ἐν αὐτοῖς ἐγχαράξας ἐράσμιον κακοτέχνως ἐποίει τὸν μισούμενον, καὶ ὑπὸ ταῖς φλιαῖς τῆς οἰκίας τῆς παρθένου κατορύττονται λάθρᾳ. Τῆς δὲ πασχούσης δεινῶς ἐπὶ τῷ μισητῷ πόθῳ ᾔσθοντο οἱ προσήκοντες τοῦ κακοῦ τὴν φορὰν καὶ εὐθὺς ἄγουσιν αὐτὴν πρὸς τὸν ὅσιον καὶ τὸν μισητὸν πόθον ἐκτραγῳδῶσιν αὐτῷ. Ὁ δὲ μέγας ἐπιτιμῶν τὸ δαιμόνιον, αὐτὸς ἐπεβόα λέγων· Ἡλίκα πάσχω καὶ ὁποῖα ἠδίκημαι.

Κελεύεις με, δοῦλε τοῦ Θεοῦ, ἐξελθεῖν, ἀλλ’ οὐ δύναμαι· δέσμιος γάρ εἰμι εἰς πέταλον νήμασι λεπτοῖς ἐσφιγμένος καὶ ἐν τῇ φλιᾷ ὑπὸ γῆν κατεχόμενος δέσμιος, εἰ μή πού με ὁ κατέχων ἀπολύσειεν παῖς. Ὁ δὲ μέγας καταγελῶν τῷ δαίμονι ἔλεγεν· Μέγας ὢν καὶ τῇ ἰσχύι ἄμαχος πετάλῳ κατέχεσαι καὶ λεπτῷ νήματι; διατί δὲ μᾶλλον μὴ πρὸς τὸν κατέχοντά σε εἰσέδυς ἀλλ’ οὕτως εἰς παρθένον σώφρονα καὶ κοσμίαν; Καὶ ὁ δαίμων· Οὐ χρείαν εἶχον, φησίν, εἰς ἐκεῖνον εἰσδῦναι· προκατείχετο γὰρ ἡδυπαθείας δαίμονι πολλῷ ἐμοῦ χαλεπωτέρῳ.

Ὁ δὲ θεῖος ἀνὴρ τὰς χεῖρας ἐπιθεὶς τῇ κεφαλῇ τῆς παρθένου καὶ τὸν Χριστὸν ὀνομάσας καὶ τὸν δαίμονα ἐπιτιμήσας ἐξελαύνει τῆς κόρης, ὑγιαίνουσάν τε καὶ σωφρονοῦσαν αὐτὴν ἀποδείξας ἀπέλυσεν ἐν εἰρήνῃ. Ἔτος δὲ ἑξηκοστὸν ἤδη καὶ τρίτον ἠνύετο τῷ μεγάλῳ. Ὀχλούμενος δὲ ὑπὸ τοῦ πλήθους τῶν προσιόντων ἤσχαλλε καὶ ἐδυσφόρει καὶ κατὰ μόνας δακρύων πολλάκις ἀνεκαλεῖτο.

Τῶν μαθητῶν δὲ δυσωπούντων μαθεῖν τὴν αἰτίαν τῆς λύπης ἔλεγε πρὸς αὐτοὺς ὅτι· Καὶ πάλιν εἰς τὸν κόσμον ὑπέστρεψα, τέκνα· πᾶσα γὰρ ἡ Παλαιστίνη, καθὼς ὁρᾶτε, καὶ αἱ περὶ αὐτὴν χῶραι δοξάζουσί με, ὑμεῖς δὲ ἴσα καὶ δεσπότῃ προσάγετέ μοι τιμήν. Ἐφώρασαν δὲ οἱ ἀδελφοὶ ἐκ τῶν λόγων τούτων ὅτι φυγὴν ὁ ἅγιος μελετᾷ καὶ ἀγρύπνοις ἔβλεπον ὀφθαλμοῖς καὶ μάλιστα πλέον τῶν ἄλλων Ἡσύχιος ὡς γνήσιος μαθητής.

Τότε γοῦν καὶ ἡ προρρηθεῖσα καλὴ Ἀρισταινέτη πρόσεισι τῷ δικαίῳ εὐχαῖς δυσωποῦσα ἐφοδιάσαι αὐτὴν πρὸς Ἀντώνιον τὸν μέγαν ἀπελθεῖν βουλομένη. Ὁ δέ· Ἐκεῖνος τῶν ἐπὶ γῆς μεθέστηκεν, ἔφη, καὶ μὴ σκύλλου λοιπόν· καὶ ἐβεβαιώθη ἡ πρόρρησις αὕτη μετ’ ὀλίγας ἡμέρας ἀγγελίας ἐλθούσης καὶ τὴν ἐκείνου πρὸς Κύριον ἐκδημίαν ἐπιβεβαιούσης.

Ἱλαρίων δὲ λίαν τὸ τῆς ἡσυχίας ἡδύποτον ἐπιδιψῶν νᾶμα καὶ λάθρᾳ ἐκφυγεῖν μὴ δυνάμενος ἐδυσφόρει, ὅτι καὶ πᾶσα ἡ Παλαιστίνη ἀθροισθεῖσα ἐπὶ ἑπτὰ ὅλαις ἡμέραις αὐτὸν ἐδυσώπει μὴ καταλεῖψαι τὸν τόπον· αὐτὸς δὲ οὐκ ἠνείχετο, οὐδὲ τροφῆς μετέσχεν ἐν ταῖς τοσαύταις ἡμέραις. Τότε λοιπὸν καὶ ἄκοντες ὑποκύπτοντες προέπεμπον αὐτὸν μετὰ πολλῶν ὀδυρμῶν ἕως μακράν· καὶ ὑποστρέψαντες τεσσαράκοντα μαθηταὶ ἠκολούθουν αὐτῷ. Δι’ ἡμερῶν δὲ πέντε κατήχθη πρὸς τὸ Πηλούσιον καὶ τοὺς ἐν τῇ πλησίον ἐρήμῳ ἐπισκεψάμενος ἀδελφοὺς πρὸς Βαβυλῶνα τῆς Αἰγύπτου μεταχωρεῖ κἀκεῖθεν πρὸς Ἀφρόδιτον πόλιν προσρυῇ. Ἡσύχιον δὲ καὶ Νάζαρον κατασχὼν ὑπηρέτας τοὺς λοιποὺς εἰς Παλαιστίνην ἐκπέμπει.

Αὐτὸς δὲ ἐκεῖθεν ἀπάρας καὶ πολλὴν διελθὼν ἄνυδρον ἔρημον εἰς τὴν τοῦ μεγάλου Ἀντωνίου ἀφικνεῖται μονήν, ἐν ᾗ καὶ δύο τῶν ἐκείνου καταλαβὼν μαθητάς, Ἰσαὰκ καὶ Πλουσιανὸν οὕτω καλουμένους, οἵ γε καὶ πνεύματι ἐπληρώθησαν θυμηδίας ὡς Ἀντώνιον ἰδεῖν δόξαντες Ἱλαρίωνα τὸν μέγα· ὃν καὶ παραλαβόντες περιῆγον τὸ χωρίον ὅλον ἐκεῖνο καὶ μεθ’ ἡδονῆς ἐπεδείκνυον λέγοντες· Ἐν τῷδε τῷ τόπῳ ὁ πατὴρ ἡμῶν ἔψαλλεν, ἐν ἐκείνῳ ἡσύχαζεν, ἐκεῖ καθεζόμενος σπυρίδων σειρὰν ἔπλεκεν, κεκοπιακὼς δὲ ὧδε συνήθως διανεπαύετο ἢ καὶ ἐκάθευδεν, ἐκεῖνα τὰ δένδρα αὐτὸς κατεφύτευσεν, τήνδε τὴν πρασιὰν ἰδίαις χερσὶν ἐκεῖνος ἐφιλοπόνησεν, αὕτη τῶν ὑδάτων ἡ κολυμβήθρα, ἡ τὸν κῆπον ἀρδεύουσα, ἔργον ἐκείνου χειρῶν καὶ ἱδρώτων. Κἀκεῖνοι μὲν ἡδέως ἔλεγον καὶ ὑπεδείκνυον ταῦτα, ἡδεωτέρως δὲ ταῦτα ἤκουεν Ἱλαρίων. Ἐν δὲ τῷ τόπῳ, ἐν ᾧ σύνηθες καθεύδειν Ἀντώνιον, ἐπιπεσὼν Ἱλαρίων σὺν ἡδονῇ τε καὶ φόβῳ κατεφίλει τὴν γῆν· ἐδυσώπει δὲ ὑποδεῖξαι αὐτῷ καὶ τὸν τάφον. Οἱ δὲ μήτε τὴν τοῦ πατρὸς ἐντολὴν ἀθετῆσαι βουλόμενοι φανεροῦντες τὸν τάφον, μήτε τὸν Ἱλαρίωνα λυπῆσαι σκεψάμενοι περιάγουσιν αὐτὸν ὧδε κἀκεῖσε ὑποκρινόμενοι λήθειν τὸν τόπον τοῦ μνήματος.

Ἀποτυχὼν δὲ τοῦ ἐφετοῦ πάλιν ἀνθυποστρέφει ἐν τῇ ἐρήμῳ, τῇ πελαζούσῃ πόλεως Ἀφροδίτου. Καὶ ἐν αὐτῇ ἡσυχάζων πόνους ἐπὶ πόνους ἀσκητικοὺς προσετίθει, ὥσπερ τοῦ γήρους ἐπιλαθόμενος. Ἀλλά γε καὶ τοὺς καρποὺς τῶν καλῶν ἀπετρύγα δαψιλεστέρους. Ἐπεὶ δὲ καὶ ἐν τῇ ῥηθείσῃ ἐρήμῳ διεγνώθη, καὶ πολλοὶ πρὸς αὐτὸν ἐφοίτουν εἰσάγοντες ἀσθενοῦντας καὶ ἐθεραπεύοντο, αὐτὸς δὲ καὶ τὴν ὄχλησιν ἀποφεύγων καὶ τὴν ἐξ ἀνθρώπων τιμὴν μεταφοιτᾷ λάθρᾳ πρὸς ἔρημον ἄλλην ὁμοροῦσαν Ἀλεξανδρείας. Πλὴν οὐδὲ ἐν αὐτῇ εὗρεν ἡσυχίας γαλήνην, ὡς ἤθελεν, πολλὴν καὶ ἐν αὐτῇ βλέπων τὴν ἐξ ἀνθρώπων τιμὴν διὰ τὴν ἐξ αὐτοῦ γενομένην τῶν θαυμάτων πηγήν, κἀκεῖθεν ὑποχωρεῖ καὶ πρός τινα παραθαλασσίδιον τῆς ἐρήμου πόλιν τῆς Λιβύης κατοικεῖ. Ἀνδριανὸς δέ τις, ἐκ τῶν μαθητῶν εἷς, στέλλεται πρὸς αὐτὸν ἐκ Παλαιστίνης παρὰ τῶν λοιπῶν μαθητῶν ἐπικομίζων τῷ γέροντι χρειώδη τινά. Ἀδριανὸς δὲ τὴν τοῦ Ἰούδα γνώμην καὶ φιλαργυρίαν νοσῶν ἀποκλέπτει τὰ σταλέντα τῷ γέροντι, ὃν καὶ παρῄνει τάχα εἰς Παλαιστίνην πάλιν ἀνθυποστρέψαι. Ὡς δὲ οὐκ ἔπειθεν, οὐ διέλειπε λοιδορούμενος καὶ διαβάλλων τὸν δίκαιον ὁ πανάθλιος, ὃς καὶ χαλεπωτάτῃ νόσῳ περισχεθεὶς καὶ τὰς σάρκας διαρρυεὶς ἐν πολλῇ δυσωδίᾳ ἀθλίως ὁ ἄθλιος ἀπεβάλετο τὴν ψυχήν.

Ἱλαρίων δὲ ἀπάρας ἀπὸ Λιβύης εἰς Κλάσαν ἐκεῖθεν τῆς Σικελίας ἀπέπλει. Καὶ πάλιν εἰς μεσόγαιον ἄνεισιν, ἐν ᾗ καὶ διαλανθάνειν πειρώμενος ξυλάρια συλλέγων καὶ διαπιπράσκων ὡς εὐτελὴς πένης τὴν τροφὴν ἐπορίζετο. Ἀλλ’ ὁ εἰπὼν Κύριος ὅτι «πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται», τηλαυγῶς αὐτὸν ὑποδείκνυε κρυπτόμενον, ὥσπερ καὶ ἀδύνατον πόλιν κρυβῆναι ἐπάνω ὄρους κειμένην· ἡ γὰρ τῶν ἐκείνου χαρίτων ὀσμὴ ἡδύ τι πνέουσα λανθάνειν οὐ συνεχώρει· πολλοὶ γὰρ παρὰ δαιμόνων ὀχλούμενοι καὶ τὸ Ἱλαρίωνος ὄνομα κράζοντες αὐτὸν ἐπεζήτουν καὶ εὕρισκον. Καὶ τὴν θεραπείαν εὐθυβόλως εὑρίσκοντες Θεὸς μὲν ἐδοξάζετο [***], ὥστε καί τινας τῶν Ἰουδαίων λέγειν ὅτι προφήτης μέγας χριστιανοῖς ἐφάνη ἐν Σικελίᾳ.

Καὶ ἵνα τὰ πάμπολλα τῶν θαυμάτων αὐτοῦ τῶν ἐν ταῖς χώραις ἐκείναις ἑκὼν παραδράμω διὰ τὸ μῆκος τοῦ λόγου, ἥκω συντόμως πρὸς τὴν ἀνάκαμψιν αὐτοῦ τὴν κατὰ Κύπρον. Νυκτὸς γὰρ ἐκ μεσογαίου ἀναστὰς εἰς Βερβήλειμμον ἥκει, ὅ ἐστιν ὁμόριον Δαλματίας, καὶ πλοίου περιτυχὼν εἰς Κύπρον ἀναγομένου πρὸς αὐτὴν ἀποπλεῖ. Καὶ ἰδοὺ λῃστρικὴ ναῦς συναντήσας αὐτοῖς, προστρέχουσι θᾶττον τῷ ἁγίῳ οἱ πλευστικοὶ κατάφοβοι σφόδρα. Ὁ δὲ πρᾶόν τι καὶ ἱλαρὸν ὑπομειδιάσας ἔφη· Μὴ πλείονες οὗτοι τῆς στρατιᾶς Φαραώ, οἵ γε θείῳ νεύματι μόνῳ κατεποντίσθησαν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ; Ἔτι δὲ αὐτοῦ ταῦτα λαλοῦντος ἰδοὺ ἐπίστανται αὐτοῖς φονικῶς οἱ λῃσταί. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος λίθον λαβὼν ἐκ τοῦ πλοίου ἐπιρρίπτει αὐτὸν μεταξὺ τοῦ ἰδίου πλοίου καὶ τῶν λῃστῶν, καὶ τὴν αὐτῶν ἔφοδον ὥσπερ τεῖχος ἀποτειχίζει, ὡς μηδαμῶς δύνασθαι προσπελάσαι τοῦ πλοίου, ἀλλ’ εἰς τοὐπίσω χωρεῖν τὰς ὁρμάς.

Ἀκινδύνως δὲ διαπλεύσαντες εἰς Πάφον, πόλιν Κυπρίων, κατήχθησαν· ἡ δὲ ἦν καταστραφεῖσα ὑπὸ σεισμοῦ βαρυτάτου δίκην εἰσπραχθεῖσα τῶν ἀσεβῶς ἐν αὐτῇ παροικούντων. Τῆς νεὼς δὲ ὁ δίκαιος ἀποβὰς καὶ τὴν τῆς πόλεως ἐρημίαν ἰδὼν τὰς ἱερὰς ἐποιεῖτο διατριβὰς ἐν αὐτῇ· ἔρημος γὰρ ἀνθρώπων ἡ πόλις ἦν καὶ ἐπιτήδειος πρὸς ἡσυχίας ἀπόλαυσιν. Ἐπεὶ δὲ οἵ τε παρὰ δαιμόνων ὀχλούμενοι καὶ οἱ παρὰ νόσων παντοδαπῶν ἐκπιεζόμενοι ὀχλήσεις πάλιν τῷ ἁγίῳ προσῆγον, ἀποστὰς ἐκ τῆς Πάφου ἐπί τι «ὄρος ὑψηλὸν» ἅμα καὶ δύσβατον ἄνεισιν, ἐν ᾧ ὕδατά τε καὶ δένδρα ἦν, καὶ εἰδωλικὸς ἵδρυτο νεώς, καὶ πλῆθος δαιμονίων ἐφιλοχώρων ἐν αὐτῷ. Ὁ δὲ θεῖος Ἱλαρίων διά τε τοῦ τόπου τὸ δύσβατον καὶ τῶν δαιμόνων τὴν οἴκησιν ἔδοξεν ἀπρόσιτον ἀνθρώποις φωραθῆναι τὸν τόπον καὶ ὡς ἐπόθει ἡσυχίας ἐπαπολαῦσαι καὶ γαλήνης πολλῆς.

Ἀπέβη δὲ τοὐναντίον· ἡ πηγάζουσα γὰρ ἐν αὐτῷ ἰαματικὴ χάρις τοῦ Πνεύματος οὐδὲ ἐνταῦθα ἡσυχίας παρέσχεν ἀπόλαυσιν, ἀλλά γε καὶ τὰ δαιμόνια ἐντεῦθεν ἀπείργησε καὶ τοὺς νοσοῦντας ἐθεράπευεν καθ’ ἑκάστην.

Ἀλλὰ καί τις γυνὴ ἐπιφανὴς τῇ τε ἀρετῇ καὶ τῷ πλούτῳ, Κωνσταντία τοὔνομα καλουμένη, ἧς τὴν θυγατέρα καὶ τὸν γαμβρὸν ἐλαίου χρίσματι ἐκ τῶν τοῦ ἁγίου χειρῶν χαλεπωτάτης καὶ θανασίμου ἀπήλλαξεν ἀρρωστίας, μετὰ καὶ ἄλλων θεραπευθέντων πολλῶν διὰ τῆς ἐν αὐτῷ πηγαζούσης χάριτος ἀφθόνου, ὧν παραθέω τὴν κατὰ μέρος διὰ τὸ πλῆθος ἐξήγησιν.

Ἐπεὶ δὲ καὶ αὐτὸν ἄνθρωπον ὄντα καὶ τὸ τῆς θνητότητος χρέος καὶ αὐτὸν ἐχρῆν λειτουργῆσαι, τὰ τελευταῖα ἤδη νοσεῖ, καὶ «τίμιος ἐναντίον Κυρίου», κατὰ Δαβίδ, «ὁ θάνατος γίνεται τοῦ ὁσίου αὐτοῦ», ὀγδοηκοστὸν ἔτος ἄγων ἤδη τῆς ἡλικίας.

Καὶ πλῆθος λαοῦ Παφηνῶν ἀθροίζεται πρὸς αὐτὸν (καὶ ἡ ῥηθεῖσα ἐπιφανὴς καὶ ἐνάρετος Κωνσταντία) καὶ κηδεύουσιν αὐτὸν ἐν τῷ κηπίῳ, ὃ ἦν αὐτούργημα χειρῶν ὁσίων αὐτοῦ. Ἀκούεται δὲ εἰς Παλαιστίνην ἡ μακαρία κοίμησις αὐτοῦ καὶ ἥκει παραχρῆμα ὁ ποθῶν καὶ ποθούμενος μαθητὴς Ἡσύχιος καὶ χρόνῳ συχνῷ ἦν παραμένων τῷ τάφῳ τοῦ ὁσίου. Καιροῦ δὲ ἀδείας περιτυχὼν μετὰ πολλῆς περινοίας τὸ ἱερὸν σῶμα συλήσας εἰς Παλαιστίνην ἀπάγει, ὃ ἐντίμως καὶ μεγαλοπρεπῶς θάπτεται καὶ αὖθις ἐν τῇ Μαϊουμᾶν οὕτω καλουμένῃ.

Ἡ μακαρία δὲ Κωνσταντία λίαν πρὸς τὸν ὅσιον ἔχουσα πίστιν καὶ ἀγάπην ἅμα ἤκουσε περὶ τῆς κλοπῆς τοῦ ἱεροῦ σώματος, εὐθὺς καὶ αὕτη τῷ Κυρίῳ τὸ πνεῦμα παρέδωκε, οἷα ζῆν μὴ ἀνεχομένη μετὰ τὴν ἐκείνου θνῆσίν τε καὶ κλοπήν.

Καὶ ταῦτα μὲν ὁ ταπεινόνους ἐγὼ ἐκ τοῦ περιβλέπτου σου βίου διακρίνας συνοπτικῶς, ὦ μακάριε, τί σοι κἀγὼ προσθήσω γλώσσῃ ἐξιτήλῳ καὶ πολλῇ κατεχόμενος πτωχονοίᾳ; κἂν καὶ αὐτὸς χρείαν μὴ ἔχων τῆς παρ’ ἡμῶν εὐφημίας ὡς εἰς τὰ πλούσια καταγώγια παροικῶν τῆς Χριστοῦ βασιλείας, ἀλλά γε χρείαν ἡμεῖς ἔχομεν τῆς παρὰ σοῦ βοηθείας καὶ πρὸς τὸν Χριστὸν μεσιτείας· διὸ καὶ βραχέα τινὰ συνήθως σε χαιρετίσας τὴν τοῦ λόγου περιστείλω φοράν.

Χαίροις, Πατέρων πατὴρ Ἱλαρίων, θεοφόρε, τρισόλβιε, ὡς θεράπων Θεοῦ καὶ τῆς αὐτοῦ Ἐκκλησίας «στῦλος ἀκλόνητος» καὶ τοῦ ἁγίου Πνεύματος ἱερώτατον καταγώγιον. Χαίροις, θεοχαρίτωτε πάτερ, ὡς Χριστοῦ ὀπαδὸς καὶ μιμητὴς ἀκριβής, ὡς τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας καὶ ἀξίως παρ’ αὐτοῦ τὸν στέφανον εἰληφώς.

Χαίροις, Ἱλαρίων πάτερ πανόλβιε καὶ ἐργάτα θερμότατε τοῦ ἀμπελῶνος Χριστοῦ, ὡς τὸ βάρος βαστάσας καὶ τὸν καύσωνα ὅλης τῆς ἡμέρας τῆς ὑπάρξεώς σου καὶ τὸ δηνάριον εἰληφὼς καὶ μὴ φθονήσας τοὺς ἑσπερίους καὶ ἐσχάτους.

Χαίροις, ἱερώτατε πάτερ Ἱλαρίων, ὡς μεγαλέμπορος γεγονὼς καὶ τὸν πολύτιμον πριασάμενος μαργαρίτην, δι’ οὗ καὶ γέγονας ἄμισθος ἰατρός, «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν» δι’ αὐτοῦ «θεραπεύων» ὡς ἤδη τρισκαιδέκατος ἀπόστολος εὑρεθεὶς λαῷ τῷ ταπεινῷ.

Χαίροις, Ἱλαρίων θεόπνευστε πάτερ, ὅτι τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θησαυρὸν εὑρηκὼς καὶ ἀπελθὼν διέπρασας πάντα ὅσα εἶχες, θελήματά τε καὶ πράγματα, καὶ τὸν ἀγρὸν ἐκεῖνον ἠγόρασας· κἀκεῖθεν ὑπερπλουτήσας, χώρας καὶ πόλεις περινοστήσας πολλὰς τὸν τοιοῦτον πλοῦτον ἀφθόνως παρεῖχες τοῖς χρῄζουσι καὶ πολλοὺς κατεπλούτισας.

Χαίροις, Ἱλαρίων πάτερ παμμακάριστε, ὡς τοῦ μεγάλου Ἀντωνίου φυτουργία καὶ τῇ ἀρετῇ ὀπαδὸς καὶ μιμητὴς ἀκριβής, διὸ καὶ τῆς αὐτοῦ πνευματικῆς χάριτος διπλῆς, οἶμαι, καταξιωθεὶς Ἐλισσαίου δεύτερος ὀφθεὶς ἐκ δευτέρου Ἠλιού.

Χαίροις, Ἱλαρίων παναοίδιμε πάτερ, ὅτι τῆς καλλίστης καὶ ἐν ἀρεταῖς θείας ταπεινοφροσύνης γενόμενος ἐργάτης καὶ ἐραστὴς τὴν ἐξ ἀνθρώπων δόξαν ἐξέφυγες ἀφθόνως. Καὶ πλείστας περιθέων πόλεις τε καὶ χώρας ἡ ὀσμὴ τῶν σῶν πνευματικῶν χαρίτων λαθεῖν οὐ συνεχώρει, ἀλλὰ καθ’ ὅσον αὐτὸς τὴν δόξαν ἀπεβάλου, κατὰ τοσοῦτόν σε καταδιώκουσα εἷλεν· ὅτι ὑψοῦται ὁ ταπεινῶν ἑαυτόν, κατὰ τὴν θείαν φωνήν, ὑψούμενος πρὸς Θεοῦ.

Χαίροις, Ἱλαρίων πανσεβάσμιε πάτερ, ὡς μοναχῶν ἐγκαλλώπισμα ὄντως, ὡς τῆς θεογνώστου ἡσυχίας ἔνθεος ζηλωτής, ὡς δαιμόνων ἀντίπαλος, ὡς νικητὴς καὶ διώκτης θεοσθενής, ὡς γοητικῶν δεσμῶν καὶ μαγγανειῶν ἔνθεος δεσμολύτης καὶ πάσης ἄλλης δαιμονικῆς κακουργίας ἀκέστωρ καὶ ἀρρωγός.

Χαίροις, ἀξιάγαστε Ἱλαρίων πάτερ πανόλβιε, ὅτι τὸν τοῦ Χριστοῦ σταυρὸν ἦρας καὶ ἠκολούθησας αὐτῷ, καθὼς ἐκεῖνος ἐθέσπισεν ἐνθέως, φέρων ἐπαυχένιον τὸν χρηστὸν αὐτοῦ ζυγὸν καὶ τὸ ἐλαφρὸν φορτίον, ἕως ὑπῆρχες, πανσεβάσμιε.

Χαίροις, πάτερ Ἱλαρίων θεσπέσιε, ὅτι τῆς δεσποτικῆς σαγήνης εἴσω γενόμενος εἰσήχθης εἰς ἀγγεῖα βασιλικὰ τῆς ἄνω κληρουχίας ἀγγέλοις συγχορεύων καὶ ἁγίοις καὶ δήμοις τῶν δικαίων, πρεσβεύων σὺν αὐτοῖς ὑπὲρ παντὸς τοῦ κόσμου, τοῦ λίαν παρανομοῦντος καὶ ἀξίως μαστιζομένου. Ἔνθεν καὶ ἡ πασῶν πόλεων ἡγεμὼν καὶ προκαθημένη καὶ τῇ προεδρίᾳ τετιμημένη πεπάτηται νῦν ὑπὸ λαοῦ ὀθνείου καὶ πάσχει δεινῶς καὶ ἀνιαρῶς ἔχει ἐνδίκῳ δίκῃ Θεοῦ διὰ πράξεις ἀθεμίτους.

Ἀλλὰ μὴ παύσῃ, θεοφόρε, λιτανεύων σὺν τοῖς μετόχοις σου, ἕως οὗ ὁ χειμὼν τῶν ἀνιαρῶν καταυνάσει νεύσει Θεοῦ. Ἔστω δέ σοι καὶ ἡ παροῦσα πενιχρὰ τοῦ λόγου προσφορὰ εὐπρόσδεκτος εἰς δόξαν τοῦ σὲ δοξάσαντος καὶ σωτηρίαν πάντων ἡμῶν, ὅτι τῷ ἐν Τριάδι Θεῷ καὶ Σωτῆρι ἡμῶν πρέπει δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.