Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στον άγιο Αρκάδιο επίσκοπο Αρσινόης
Αναφορά στην καταγωγή, τον ασκητικό βίο και το ποιμαντικό έργο του αγίου Αρκαδίου, καθώς και στα μεταθανάτια θαύματά του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στον άγιο Αρκάδιο επίσκοπο Αρσινόης
Αναφορά στην καταγωγή, τον ασκητικό βίο και το ποιμαντικό έργο του αγίου Αρκαδίου, καθώς και στα μεταθανάτια θαύματά του.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΚΑΙ ΕΙΣ ΤΑ ΘΑΥΜΑΤΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΡΚΑΔΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΟΛΕΩΣ ΑΡΣΙΝΟΗΣ Πάτερ, εὐλόγησον. Ἀρκάδιον τὸν θεσπέσιον καὶ μέγαν ἐν ἱεράρχαις ἤρκεσεν ἂν γλῶττα πρὸς εὐφημίαν πνευματικὴν καὶ τὰ θεῖα δαψιλῶς πηγάζουσα νάματα καὶ νοῦς πλούσιος πράξει καὶ θεωρίᾳ κεκοσμημένος καὶ αὐγαζόμενος· καὶ τότε ἂν ὁ τοιοῦτος ἴσως ἴσχυσε τῷ μεγάλῳ τούτῳ πατρὶ λόγον προσοῖσαί τινα πρὸς εὐφημίαν ἐπάξιον· ἐμοὶ δὲ καὶ ὁ νοῦς χαμερπὴς καὶ ἡ γλῶσσα βραδεῖα καὶ ὁ λόγος ἄπρακτος καὶ ἰσχνός· καὶ πῶς ἄρα κατατολμήσω λοιπὸν τοιούτῳ δι’ ἐγκωμίων προσπελάσαι φωστῆρι; «πῶς» ἄρα «φωτίσει ὁ λύχνος τὸ φῶς»; πῶς τὸ φάος τὸ ἡμερινὸν μικρὸς αὐγερινὸς ἐπιφωτίσει ἀστήρ; πῶς μεσημβρινὰς ἡλίου μαρμαρυγὰς ἐπιφαιδρύνῃ σελήνη; πῶς τὸ χρυσοῦν τοῦ σιδήρου μεθέξει ποσῶς; πῶς τὸ τῆς ἀλόης εὐωδέστατον ξύλον εὐωδιάσει ξύλον κοινὸν καὶ καπνῶδές ποτε; πῶς τὸ ἄχυρον συναρτοποιήσει τίς ποτε μετὰ στέατος πυροῦ; πῶς ἡ γῆ ἐπιφθάσει ἄνω τὸν οὐρανόν; πῶς τὴν ποικιλωτάτην τις ἰσομοιράσειε τῶν φωστήρων διαφοράν; «Ἄλλη γὰρ δόξα ἡλίου», φησί, «καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρος· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ».
Οὕτω γὰρ ἔγωγε τὴν ἐμὴν μετὰ τοῦ μεγάλου Ἀρκαδίου συγκρίνων διαφορὰν ὡς ἀχύρου καὶ ἀλεύρου, καὶ χρυσοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων παραδειγμάτων, ἀλλά γε διὰ τοὺς ἡμᾶς εἰλικρινῶς περὶ τοῦδε δυσωπήσαντας τοῦ συγγράμματος ὑπεκύψαμεν ἤδη πρὸς τὰ ἡμᾶς ὑπερβαίνοντα, ὥστε μικρά τινα καὶ βραχέα καὶ εὐσύνοπτα τῷ μεγάλῳ τούτῳ πατρὶ προσλαλῆσαι ἐγκώμια, τοιαῦτα δηλαδὴ καὶ τοσαῦτα, ὅσα διὰ τῶν τούτου λιτῶν ἡ ἄφθονος ἐπιβραβεύσαι μοι χάρις· ἀλλὰ δέον ἐστίν, οἶμαι, καὶ γονέας αὐτοῦ καὶ ἀνατροφὴν καὶ πατρίδα προτάξαι τοῦ λόγου καὶ εἶθ’ οὕτως διὰ βραχέων τοῦ βίου τὸ θεόληπτον καὶ τῆς προεδρίας τὸν θρόνον καὶ τὰ ἑξῆς.
Οὗτος οὖν ὁ θεῖος Ἀρκάδιος, ὁ μέγας τὴν ἀρετὴν καὶ τῇ εὐσεβείᾳ περίβλεπτος καὶ τοῖς θαύμασι περιβόητος, Μελάνδρα οὕτω καλουμένην κώμην ἐκ νήσου Κύπρου πόλεως Ἀρσινόης ἔσχε πατρίδα, εὐσεβεστάτων καὶ φιλοχρίστων γονέων, Μιχαὴλ πατρὸς καὶ Ἄννης οὕτω καλουμένης μητρός, ὑπάρχων υἱός· ἐξ ὧν οὗτος ὁ Ἀρκάδιος καὶ Θεοσέβιος ὁ τούτου ὁμαίμων ἐτέχθησαν μόνοι· ὡσανεὶ μὴ δυναμένης τῆς φύσεως πολλοὺς ὁμοῦ καὶ μεγάλους τοιούτους ἀποτεκεῖν, ἀρκεῖται τοῖς δυσὶν τούτοις φωστῆρσιν ἀντὶ πολλῶν, καθότι καὶ ἔστι πολὺ βραχὺ λογιζόμενον διὰ τὸ ἄχρηστον, καὶ ἔστιν ὀλίγον πολὺ λογιζόμενον διὰ τὸ βέλτιστον, «ὅτι» καὶ ἡ «στεῖρα ἔτεκεν ἑπτὰ» (πληθυντικῶς ἑπτὰ τὸν ἕνα ἐπονομάζουσα διὰ τὸ κάλλιστον), καὶ ὅτι κρείσσων εἷς ποιῶν τὸ θέλημα τοῦ Θεοῦ ἢ μύριοι παράνομοι· ὥστε καὶ τοὺς τεκόντας Ἀρκάδιόν τε καὶ Θεοσέβιον τοῖς δυσὶ τούτοις ἀρκεσθῆναι καὶ μόνοις.
Οὓς καὶ ἀνέτρεφον «ἐν παιδείᾳ καὶ νουθεσίᾳ» ὡς θεόφρονες ὄντως γεννήτορες καὶ τὰ ἱερὰ παπαδικὰ γράμματα αὐτοὺς ἐξεπαίδευσαν· φιλότεκνοι γὰρ ἦσαν ὁμοῦ καὶ φιλόθεοι, φιλάρετοι ὁμοῦ καὶ φιλόξενοι, χρηστοὶ καὶ ἐπιεικεῖς, λαμπροὶ τῷ τρόπῳ, λαμπρότεροι τῇ ἀρετῇ· καὶ μάρτυρες περὶ τούτων οἱ εὔκαρποι κλάδοι αὐτῶν, Ἀρκάδιος καὶ Θεοσέβιος, ἐξ ὧν τὸ εὐθαλέστατον καὶ κατάκομον τῆς μακαρίας ῥίζης ἐκείνης γνωρίζεται, ὅτι καὶ τὸ δένδρον, φησίν, ἐκ τοῦ καρποῦ αὐτοῦ ἐπιγινώσκεται, καὶ «ἀγαθῆς ῥίζης» ἀγαθὰ πάντως καὶ τὰ βλαστήματα καὶ χρηστὰ τὰ ἀκρόδρυα καὶ ἀγαθῶν σπορέων ἀγαθὰ τὰ γεώργια.
Τὰ δὲ ἑξῆς πρὸς τὰ ἑξῆς καὶ τὸ ἐναντίον πρόδηλον, ὅτι ἐκ πονηροῦ πονηρότερον βλάστημα, ὡς καὶ ἡ Γραφὴ μαρτυρεῖ, ὅτι «ἐκ σπέρματος ὄφεων ἐξελεύσονται ἔκγονα ἀσπίδων, καὶ ἐξ ἀσπίδων πάλιν ὄφεις πετόμενοι», ἤτοι ὁ πονηρὸς γεννήτωρ γεννᾷ αὐτοῦ πονηρότερον, καὶ τὸ πονηρὸν γέννημα πάλιν αὐτοῦ πονηρότερον, ὅπερ ἐστὶν ὄφις καὶ ἀσπὶς καὶ πάλιν ὄφις πετόμενος. Καὶ ἄλλως· γεννᾷ γὰρ πάθος μικρὸν πάθος αὐτοῦ μειζότερον, κἀκεῖνο πάλιν ἄλλο μειζότερον· οἷόν τι λέγω· γεννᾷ ἡ ἐπιθυμία τῆς ἁμαρτίας τὸ ἀποτέλεσμα, τὴν αὐτῆς μειζοτέραν, ἡ δὲ ἁμαρτία γεννᾷ τὸν ἀπὸ Θεοῦ χωρισμόν. Καὶ πάλιν· γεννᾷ κενοδοξία ὑπερηφανίαν τὴν αὐτῆς μιαρωτέραν, ἡ δὲ ὑπερηφανία ἄρνησιν Θεοῦ βοηθείας καὶ τὰ ἑξῆς, ἅτινά ἐστιν ὄφεις καὶ ἀσπίδες καὶ πάλιν ὄφεις πετόμενοι. Ἐξ ἀγαθῶν δὲ γονέων, ὡς καὶ οἱ νῦν εὐφημούμενοι Ἀρκαδίου καὶ Θεοσεβίου γεννήτορες, ἀγαθὰ τὰ γεννήματα καὶ ἡ δόξα πανευκλεής· δόξα γὰρ γονέων ὁσιότης παίδων, καὶ τιμή, φησίν, αὐθεντῶν οἰκετῶν φόβος.
Αὐτάρκη δὲ τὸν βίον ἐκέκτηντο οἱ νῦν ἐκθειαζόμενοι, ὥστε μήτε πενίᾳ πιεζόμενοι κατατρύχεσθαι, μήτε πολλῷ πλούτῳ βριθόμενοι πρὸς τὰ κάτω καταδουλούμενοι· ὅθεν καὶ τὸν παῖδα Θεοσέβιον τοῖς προβάτοις ἕπεσθαι κατετάξαντο· καὶ οὐκ ἂν τοῦτο κατεδέξαντο, εἰ τῶν πλουσίων σφόδρα ἐτύγχανον· οὐκ ἂν τὸ τοῦ βίου δοξάριον τούτους πρὸς τοῦτό ποτε συνεχώρησε· πλουσίους δὲ ἔγωγε τούτους φημὶ τῇ ἀρετῇ καὶ τῇ τῆς γνώμης εὐθύτητι, αὐτάρκεις δὲ τοῖς ἀναγκαίοις, ὡς εἴρηται, διὰ τὸ καὶ δυσκόλως πλούσιοι πρὸς βασιλείαν Θεοῦ εἰσάγεσθαι δεδιττόμενοι. Ἔσπευδον δὲ καὶ τοὺς δύο παῖδας αὐτῶν ἐν μηδενὶ τῆς οἰκείας εὐγενείας καὶ ἀρετῆς ἀπολιμπάνεσθαι· καὶ Ἀρκάδιον μὲν πρὸς τὴν βασιλίδα τῶν πόλεων ἔστειλαν (εἴτε διὰ μαθημάτων παιδείαν, εἴτε διὰ τρόπον ἄλλον, ἀκριβῶς λέγειν οὐκ ἔχω), Θεοσέβιον δὲ ὡς μειράκιον οἴκοι κατεῖχον, περὶ οὗ καὶ εἰς τὸν περὶ αὐτοῦ λόγον προεγράψαμεν καὶ παρεδηλώσαμεν πλατυτέρως.
Εἶτα μετά τινας χρόνους ἐπανήκοντος Ἀρκαδίου τῆς βασιλίδος ἀρετῇ καὶ ἀγχινοίᾳ καὶ χρηστότητι τρόπων περιαυγάζοντος κόρον λαβεῖν τοῖς χρηστοῖς τούτοις πλεονεκτήμασιν οὐκ ἠνείχετο, καθότι οὐδὲ κόρον ὁ θεῖος ἔρως καὶ ἡ κατὰ Θεὸν προκοπὴ λαμβάνειν οἶδέ ποτε, ἀλλ’ ὅσον ἄν τις πλουτήσειε ταῖς ἀρεταῖς, τοσοῦτον πλείους ἐπιθυμεῖ, καὶ καθ’ ὅσον τις πρὸς οὐρανὸν ἀνατείνῃ τὴν ἔφεσιν, ἔτι πλείονα τὴν ἐπίτασιν ἔχει περὶ τῶν ἄνω, καὶ καθ’ ὅσον τις ποτισθῇ ἐκ τῆς θείας καὶ ἀδαπανήτου πηγῆς, κατὰ τοσοῦτον πλεῖον δαψιλῶς κατὰ τὰς ἐλάφους πρὸς τὰς πηγὰς τῶν ὑδάτων καθέλκεται τῷ θείῳ φλεγόμενος καὶ πυρπολούμενος ἔρωτι. Ὅθεν καί τις ζῶντος πηγὴν ὕδατος ἀναβλύζων καὶ πάλιν διψῶν ἔκραζεν· «Ἐδίψησέ σε ἡ ψυχή μου». Καί· «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;». Οὗ τῷ φλογμῷ τῆς ἀγάπης κατατηκόμενος ἐδροσίζετο καὶ διετρέφετο τὰ δάκρυα τὰ ἑαυτοῦ· «Ἐγενήθη», φησί, «τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός». Ὥστε πάντα μὲν ἔχουσι κόρον, πάντα δὲ προσδέχονται πέρας· «Πάσης», φησίν, «συντελείας εἶδον πέρας· πλατεῖα» δὲ καὶ ἀπέραντος «ἡ ἐντολή σου» καὶ ὁ ταύτης καρπὸς «σφόδρα», καὶ πέρας μὴ ἔχουσα οὐδὲ κόρον οἶδε λαμβάνειν ποτέ.
Τοῦτον οὖν τὸν ἀκόρεστον κόρον τῶν θείων πλεονεκτημάτων καὶ Ἀρκάδιος ὁ θεῖος μὴ κορεννύμενος «ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς» κατεκρύπτετο, νηστείαις καὶ ἀγρυπνίαις καὶ προσευχαῖς διεκοσμεῖτο καὶ πρὸς τὸν θεῖον ἐξήπτετο ἔρωτα· καὶ ἀνθρώπους διαλανθάνειν ἐσπούδαζε μέν, οὐ διέλαθε δέ, ὥσπερ καὶ πόλις οὐ δύναται διαλαθεῖν ἐπάνω ὄρους κειμένη, οὐδὲ λύχνος φαεινὸς ὑπὸ τὸν μόδιον κατακρύπτεσθαι πέφυκε· καὶ ὥσπερ πάλιν οἱ δρῶντες τὴν ἁμαρτίαν φανεροῦνται καὶ μὴ βουλόμενοι, οὕτω καὶ οἱ δρῶντες τὴν δικαιοσύνην φανεροῦνται καὶ μὴ βουλόμενοι· καὶ ὥσπερ ἐκείνοις ἐπακολουθεῖ μέμψις καὶ στηλιτεύματα, οὕτω καὶ τούτοις ἐπακολουθεῖ φήμη μετ’ ἐγκωμίων, εἰ καὶ μὴ ταύτην προσίενται τῆς θείας καὶ μόνης εὐκλείας τὴν ἔφεσιν ἔχοντες· ἀλλ’ ὅμως μετ’ ἐκείνης καὶ ταύτης ἐπαπολαύουσι, ὅτι οὐκ ἔστιν ἄγνωστον εἴτε χρηστὸν εἴτε φαῦλον, «ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ», λέγει Κύριος. Καὶ Ἀρκάδιος ὁ θεῖος καθ’ ὅσον ὧδε κἀκεῖσε περὶ τοῖς ἄντροις ἐναποκρύπτεσθαι ἤθελε καὶ λεληθότως ἐργάζεσθαι τὴν ἀρετήν, κατὰ τοσοῦτον ἐφανέρου τοῦτον ὁ Θεός· ὅθεν καὶ δωρημάτων θείων αὐτὸν κατεκόσμησεν, ἤτοι κατὰ δαιμόνων ἰσχὺν καὶ χάριν προγνωστικὴν καὶ ἰαματικὴν τοῖς προσιοῦσιν αὐτῷ μετὰ πίστεως.
Ὁ γὰρ τοῖς αὐτοῦ ἀποστόλοις ἐπιδοὺς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων καὶ τὸ ἰᾶσθαι «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», αὐτὸς καὶ τὸν τούτοις ὁμότροπον Ἀρκάδιον τὸν πανόλβιον τοῖς αὐτοῖς χαρίσμασι κατεκόσμησε καὶ τοῦ θρόνου διάδοχον ἄξιον ἐναπέδειξεν. Οὗτος οὖν τὴν λογικὴν ὁλκάδα ἔχων πεπληρωμένην πράξεων ἀγαθῶν καὶ θείων χαρισμάτων καὶ νεκρώσας τὰ ἐπὶ γῆς μέλη καὶ εὐήνιον τὸ δυσήνιον σῶμα κατασκευάσας καὶ «τὸ χεῖρον καθυποτάξας τῷ κρείττονι» καὶ ἀριστεύσας κατὰ δαιμόνων καὶ βασιλεύσας κατὰ παθῶν τυραννίδος καὶ γενόμενος πλήρης τοῦ πνεύματος καὶ «ἀνὴρ ἐπιθυμιῶν», τέλειος, «ἄκακος» καὶ οἶκος ἐπάξιος Θεοῦ, οὐκ ἔδει λοιπὸν τῶν τοσούτων ἀγαθῶν τὸ θησαύρισμα «ἐν ὄρεσι» κατακρύπτεσθαι «καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς», ἀλλ’ ἔδει μᾶλλον ὡς λύχνον ἐπὶ λυχνίαν προκομισθῆναι πρὸς φωταυγίαν τοῦ λαοῦ· ὅπερ καὶ γέγονεν.
Τὸ τηνικαῦτα γὰρ ἔρχεται πρὸς τὰς τοῦ βίου δυσμὰς Νίκων ἐκεῖνος ὁ μέγας ὁ τότε διακατέχων τῆς Ἐκκλησίας τοὺς οἴακας· καὶ τὸν βίον ἀποπεράνας «ἐν ὁσιότητι καὶ δικαιοσύνῃ» ψηφίζεται ἀντ’ αὐτοῦ ψήφῳ Θεοῦ Ἀρκάδιος ὁ θεσπέσιος καὶ τοῦ θρόνου ἐπάξιος· ὃς τὴν ψῆφον δυσχερῆ καὶ βαρεῖαν ἡγούμενος ἀποδιδράσκειν ἐσκέπτετο ὡς τῆς φίλης ἐρήμου καὶ τῆς θεογνώστου ἡσυχίας μὴ ὑποφέρων τὴν διάζευξιν. Ἀλλ’ ἐπειδὴ τὴν θείαν ψῆφον ἔδει νικῆσαι, καὶ νενίκηκεν ἤδη, κεχειροτόνηται λοιπὸν κατὰ τὴν εἰθισμένην τῇ Ἐκκλησίᾳ τάξιν καὶ ἀκολουθίαν καὶ τῆς οἰκείας πατρίδος κατακοσμεῖ τὴν προεδρίαν· καὶ εἶχεν αὐτὸν ὁ θρόνος ἤδη ὡς φανότατον λύχνον προφαίνοντα ἀπὸ λυχνίας καὶ δᾳδουχοῦντα τὸν οἶκον, Θεοσέβιον δὲ τὸν ὁμαίμονα τούτου ἀφανείας παρακατεῖχε τιμή, ὡς ἐπὶ μοδίῳ τῶν ἰδίων κατορθωμάτων τὸ φῶς ἔχοντα ἐγκεκρυμμένον, ἅτε δὴ ὡς πρόβατα νέμοντα καὶ γυναικὶ προσπελάζοντα καὶ βίῳ προσομιλοῦντα, καὶ μηδενὸς τοῦτον ὑποτοπάζοντος ἁγνὸν ὑπογύναιον, μηδὲ τὴν σύμβιον αὐτοῦ ἐπιστάμενός τις ὕπανδρον παρθένον, ἕως οὗ τὸ τοῦ βίου πέρας καὶ τῶν πραγμάτων ἡ πεῖρα καὶ ἡ τῶν θαυμάτων ἐνέργεια δεδήλωκε τὸ ἆθλον.
Ἀρκάδιος <οὖν> ἦν ἐπὶ τοῦ θρόνου ὡς φῶς, ὡς ἄρτος, ὡς ὕδωρ, ὡς ἅλας, ὡς οἰκοδόμος, ὡς τέκτων, ὡς γεωργός, ὡς θεριστής, ὡς ποιμὴν καὶ ὡς Χριστοῦ στρατιώτης καθωπλισμένος τὴν χάριν τοῦ ἁγίου Πνεύματος, καὶ ἐντεῦθεν φωτίζων, διατρέφων, ποτίζων, ἁλίζων, οἰκοδομῶν, τεκτονεύων, κατασπέρων, θερίζων, νέμων, ποιμαίνων καὶ τοὺς ἐχθροὺς τῶν προβάτων ἀναιρῶν ἀσυγγνώστως· καὶ φωτίζων μέν, δηλονότι πρὸς θεογνωσίαν, διατρέφων τῷ λόγῳ τῆς χάριτος, ποτίζων τῆς εὐσεβείας τὰ νάματα, ἁλίζων πρὸς ἀρετήν, ὅτι καὶ τὸ κάλλιστον τῶν βρωμάτων ἄναλον ἄχρηστον, οἰκοδομῶν διὰ μετανοίας τὰς πεπτωκυίας ψυχάς, τεκτονεύων ὁλκάδα πρὸς τὴν ἄνω διάπλευσιν, κατασπέρων ταῖς λογικαῖς ἀρούραις τὸ σωτήριον κήρυγμα, θερίζων καὶ πυρπολῶν τὰ κακοδόξων ζιζανιώδη καὶ πανωλέθρια σπέρματα, νέμων καὶ ποιμαίνων ἐπὶ νομὰς ζωηφόρους τὸ λογικὸν ποίμνιον τοῦ Χριστοῦ, τοὺς λύκους δὲ καὶ τοὺς κλέπτας, τούς τε ὁρατοὺς καὶ ἀοράτους ἐχθρούς, κατατιτρώσκων ὡς ἀριστεὺς τροπαιοῦχος τῇ ὀξείᾳ «μαχαίρᾳ τοῦ Πνεύματος, ὅ ἐστι», φησί, «ῥῆμα Θεοῦ».
Τοιούτου δὲ ὄντος αὐτοῦ καὶ τηλικούτου τυγχάνοντος πάντως ἐχρῆν λέγειν τοὺς ὑπ’ αὐτὸν ὅτι· «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος», καθαρός, φωτεινός, θρεπτικός, πηγαῖος, ἀρτυματιαῖος, οἰκοδομικός, τεκτονευτικός, καλλισπορεύς, καλλιδρέπανος, καλοποιμήν, καλονομεύς, καλοστρατιώτης καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπάξιος, «ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὡς οἱ λοιποὶ ἀρχιερεῖς», περὶ «βιωτικῶν μελημάτων» πρότερον φροντίζειν, «ἔπειτα τῶν τοῦ» Θεοῦ, ἀλλὰ τὴν ἅπασαν ἔφεσιν ἔχειν ἐν τῷ οὐρανῷ, ἐν ᾧ καὶ τὸ πολίτευμα εἶχε καὶ τῆς διανοίας τὸν ὀφθαλμόν, ἐν ᾧ ἔσχε τὸν νοῦν καὶ τὰς φρένας βαδίζων ἐπὶ τῆς γῆς, ἐν ᾧ ἐθησαύριζε τοὺς θησαυροὺς τῶν καμάτων καὶ τῶν σπουδασμάτων αὐτοῦ διὰ τὸ μὴ εἶναι κλέπτας ἢ σῆτας φθορέας ἢ λύπην ἢ στεναγμὸν ἐν ἐκείνῳ τῷ χώρῳ· «τὰ πάντα ἐν πᾶσιν» αὐτοῦ ἐκεῖ ἀποθέμενος ἐθησαύρισε. Διὸ καὶ «τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεὺς» ὡς οἷόν τε μιμητὴς τοῦ μεγάλου ἐκείνου ἀρχιερέως τοῦ «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ὀφθέντος ἐπὶ τῆς γῆς καὶ διεληλυθότος τοὺς οὐρανοὺς καὶ ὑψηλότερον αὐτοῦ ἀνελθόντος καὶ ἐντειλαμένου· «Εἴ τις ἐμοὶ διακονεῖ, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ» ἐν τῷ παραδείσῳ τῷ ἐμῷ, ἐν τῇ βασιλείᾳ τῇ ἐμῇ, ἐν τῇ δόξῃ τῇ πατρικῇ μου, «ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται». «
Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεὺς» περιεζωσμένος τὴν σωφροσύνην καὶ νήφων ὑπὲρ τῆς ποίμνης καὶ ἀνάπτων τὸν λύχνον τῆς διανοίας καὶ προσδεχόμενος τὸν δεσπότην καὶ τοῖς συνδούλοις εὐκαίρως ἐπιδιδοὺς τὸ σιτομέτριον. «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεὺς» ἐμπορευτὴς καὶ ἐργάτης τοῦ δεσποτικοῦ ἀργυρίου καὶ τοῦ ταλάντου διανομεὺς καὶ εἰσεληλυθὼς εἰς τὴν δόξαν τοῦ κυρίου αὐτοῦ.
Ἐν ταύτῃ οὖν τῇ κυριακῇ δόξῃ τε καὶ χαρᾷ εἰσεληλυθὼς καὶ Ἀρκάδιος ὁ θαυμάσιος ὡς δοῦλος ἀγαθὸς καὶ πιστὸς καὶ τοῦ δεσποτικοῦ ταλάντου διττὸς εἰσαγωγεὺς καὶ ὁ τῆς νίκης ἐπώνυμος Νίκων ὁ μέγας καὶ Ἀρίστων ὁ περιβόητος κατὰ δαιμόνων ἄριστος ἀριστεύς, ἡ τρισόλβιος σάλπιγξ, ἡ τρίφθογγος λύρα τοῦ Πνεύματος, ἡ τρίδομος βάσις τῆς Ἐκκλησίας, ἡ τρισέσοπτρος τῶν ἀγαθῶν ἐπιφάνεια, ἡ τρίσειρος τῶν δογμάτων πλοκή, ἡ τῆς Τριάδος τριπαράστατος παραστάς, ἡ τρίφθογγος περὶ τῆς Τριάδος φθογγή, ἡ τρίφωτος τῆς τρισηλίου μονάδος θεραπαινίς, ἡ τρισαυγέστατος δᾳδουχία τῶν ἐν σκότει κειμένων, ἡ τρισόλβιος τῆς τρικατοίκου κτίσεως διδαχή, ἡ τρίστυλος τῆς Ἐκκλησίας κρηπίς, ἡ τρισαυγὴς τῆς ἀχωρίστου Τριάδος πανσεβάσμιος οἴκησις.
Ἐκεῖ οὖν «εἰς τὴν χαρὰν τοῦ Κυρίου» ἐν τῇ δόξῃ τῇ ἀνεκλαλήτῳ συνεκάλεσεν ὡς θεράποντας καὶ διακόνους αὐτοῦ καὶ ἀρχιερεῖς ὁ μέγας ἀρχιερεύς, ὁ «κατὰ τὴν τάξιν Μελχισεδέκ»· ἐκεῖ συνεκλήθη καθόλου καὶ ἅπας τῶν ἀρχιερέων ὁ μελισσών, ἐκεῖ ἡ θεόβρυτος καὶ γονιμωτάτη πηγὴ τῆς ζωηφόρου διδασκαλίας Βασίλειος ὁ μέγας, ἐκεῖ τὸ βαθύτατον φρέαρ τῆς θεολογίας τὸ κράτος καὶ ὁ τῶν δογμάτων βυθὸς Γρηγόριος ὁ θεολόγος καὶ γρηγορώτατος νοῦς· ἐκεῖ οὖν καὶ ὁ περιβόητος ἐν ποταμοῖς μέγας ὠκεανὸς ὁ περικυκλῶν πᾶσαν τὴν οἰκουμένην ταῖς διδαχαῖς θεῖος Χρυσόστομος, ἡ χρυσαυγίζουσα τοῦ ἁγίου Πνεύματος περιστερά, ἡ χρυσόρρειθρος γλῶσσα τῶν ῥείθρων τῆς χάριτος, ἡ χρυσοκόλλητος λύρα τῆς σωτηρίου φθογγῆς, ἡ χρυσότευκτος μουσικὴ τῆς μελιφθόγγου φωνῆς, ἡ χρυσήλατος σάλπιγξ ἡ περιηχοῦσα τὰ πέρατα, ἡ χρυσέα τοῦ Πνεύματος ἀξίνη καὶ μάχαιρα ἡ ἐκκόπτουσα καὶ ἐξαφανίζουσα τῶν κακοδόξων τὰ δόγματα καὶ τῷ πυρὶ παραπέμπουσα, ἡ χρυσαυγέστατος αἴγλη καὶ τοῦ ἁγίου Πνεύματος ἔλλαμψις, τὸ χρυσοειδέστατον ῥεῖθρον τῆς διδαχῆς καὶ διειδέστατον, τὸ παγχρυσότατον ἔσοπτρον τῶν ἀφανῶν καὶ ἀδήλων τὴν δήλωσιν ἐκκαλύπτον, τὸ χρυσορρητόρευτον ἄροτρον τῆς οὐρανίου γεωργίας τὸ θαυμασιώτατον, ἡ χρυσόνευρος ναῦλα τῆς ἡδυφθόγγου φωνῆς.
Ἐκεῖ οὖν ἐν τῇ ῥηθείσῃ χαρᾷ τοῦ Κυρίου Χρυσόστομος, Βασίλειος, Γρηγόριος, Νίκων, Ἀρίστων, Ἀρκάδιος, ὁ τῆς σήμερον πανηγύρεως ἔξαρχος, καὶ ἅπας τῶν θείων ἀρχιερέων ὁ κάλλιστος ὁρμαθὸς σὺν τῷ μεγάλῳ αὐτῶν ἀρχιερεῖ καὶ Σωτῆρι Θεῷ συναγάλλεται καὶ συνευφραίνεται· ὧν ταῖς εὐχαῖς, Χριστὲ βασιλεῦ, καὶ ταῖς αὐτῶν διδαχαῖς ὁδηγουμένους ἡμᾶς τῆς εἰσόδου ἐκείνης καὶ ἀνεκλαλήτου χαρᾶς πάντας ἡμᾶς καταξίωσον.
Ἀλλὰ δεῦρο καὶ πρὸς τὸν θεῖον Ἀρκάδιον τὸν λόγον πάλιν ἀνακομίσωμεν, εἰ καὶ μικρὸν πρὸς τοὺς αὐτοῦ συμποιμένας τὸν λόγον προσεφηπλώσαμεν, ὅπως ἐν τῇ αὐτοῦ πανηγύρει καὶ οἱ τούτου συμπράκτορες συγχορεύσωσιν. Οὗτος οὖν, ὡς προείρηται, ποιμάνας τὸ ποίμνιον τοῦ Χριστοῦ «ἐν ὁσιότητι καὶ δικαιοσύνῃ» καὶ τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος, τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας, εὔδηλον ὅτι καὶ τὸ στέφος τῆς δικαιοσύνης αὐτὸν προσεδέχετο· καὶ δὴ ἐφειστήκει αὐτῷ λοιπὸν ἡ τοῦ βίου δύσις καὶ τὸ πέρας τοῦ δρόμου καὶ ἡ κατάπαυσις· ἐφίσταται τῆς ἀναλύσεως ὁ καιρός, παραγίνεται τῆς αἰχμαλωσίας ἡ ἀνάκλησις· διὸ οὐδὲ λύπης ἢ δυσχερείας ἴχνος ἦν πρὸς αὐτόν· αἰχμαλωσίας γάρ τις ἀπολυτρούμενος, «δεσμῶν καὶ φυλακῆς» ἀπολυόμενος καὶ πρὸς τὴν ἰδίαν πατρίδα ἐπανερχόμενος, ὅση αὐτῷ χαρὰ καὶ θυμηδία ἐντεῦθεν προσγίνεται, ἐκεῖνοι καὶ μόνοι γινώσκουσιν οἱ πείρᾳ μεμαθηκότες τὸ τῆς χαρᾶς ἀνεκλάλητον.
Τοιγαροῦν καὶ οἱ πρὸς τὸ τοῦ βίου πέρας ἐρχόμενοι ἄνδρες δίκαιοι καὶ τοῦ δεσμοῦ τῆς τυραννούσης σαρκὸς ἀπολυόμενοι καὶ τὴν ἀνάκαμψιν πρὸς τὸν οἰκεῖον Δεσπότην καὶ τὴν πατρίδα ἐν ἀγαθῇ πεποιθήσει ποιούμενοι, τίς ἂν μὴ πείρᾳ μεμαθηκὼς ἐκείνην ἐκτραγῳδήσειε τὴν χαράν; Ἔστι γὰρ τούτοις ὡς ἀληθῶς ἐν Κυρίῳ ὕπνος ὁ θάνατος καὶ ὄντως ἀνάπαυσις· ὁ γὰρ δεσποτικὸς θάνατος τὸ τοῦ θανάτου κέντρον ἐξαφανίσας πρὸς ὕπνον ἀμεῖψε καὶ ἀνάπαυσιν· καὶ τοῦτο προᾴδουσα ἡ θεία Γραφὴ ἔλεγεν· «Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;». Καὶ ἐντεῦθεν λοιπὸν οὐ φοβερώτατος ἀλλὰ καὶ ποθεινότατος τοῖς δικαίοις ὁ θάνατος· ὅθεν καί τις ποτνιώμενος ἔλεγεν· «Ἐξάγαγε ἐκ φυλακῆς» σαρκικῆς «τὴν ψυχήν μου», τοῦ ἐκδημῆσαι πρὸς σέ· «πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;». Καὶ ἕτερος· «Ἐπιθυμίαν ἔχω», φησίν, «τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι»· διότι «ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός».
Τοιοῦτος οὖν καὶ ὁ μέγας Ἀρκάδιος πεφυκὼς ὕπνον οὐ θάνατον, ἐλευθερίαν καὶ ἀνάκλησιν τὴν ἀποβίωσιν ἐλογίζετο· ἐθρήνουν δὲ εἰκότως τὰ τέκνα τὴν ὀρφανίαν, τὰ πρόβατα τὸν ποιμένα, οἱ νοσοῦντες τὸν ἰατρόν, οἱ πένητες τὴν χορηγίαν, οἱ πρεσβῦται τὴν βακτηρίαν, οἱ νέοι τὴν παιδαγωγίαν, οἱ ὀρφανοὶ καὶ αἱ χῆραι τὸν ἐπίκουρον καὶ προστάτην· ἀλλ’ ἐπειδὴ ἔδει καὶ αὐτὸν ὡς ἄνθρωπον ἀποδοῦναι τὸ τῆς φύσεως ὄφλημα, ἀπέδωκεν ἤδη καὶ ἀποπεραίνει τὸ πέρας τοῦ βίου, Αὐγούστῳ μηνὶ τῇ ἐννάτῃ καὶ εἰκοστῇ, ἀξίαν ὄντως τοῦ βίου καὶ τῶν κατορθωμάτων αὐτοῦ εὐμοιρηκὼς τὴν ἡμέραν τῆς τελευτῆς, ὁπηνίκα καὶ ὁ μείζων τῶν προφητῶν Ἰωάννης ὁ μέγας καὶ τοῦ Χριστοῦ Πρόδρομος καὶ Βαπτιστὴς ἀπετμήθη ἐκ παρανόμου χειρός. Καὶ Ἀρκάδιος τὸ τῆς ἡμέρας κλέος ταύτης πεπλουτηκὼς τὸ τοῦ βίου τέλος καθυπεδέξατο, ἐπεὶ καὶ αὐτὸς τὸν ἡσύχιον καὶ ἐρημικὸν βίον φιλοπόνως ἠσπάζετο· οὐ πρὸ τῆς ἐπισκοπῆς μόνον ἁπλῶς, ἀλλὰ καὶ μετὰ τὴν ἐπισκοπὴν πρὸς τὰ ἐχόμενα ὄρη εὐκαίρως παραγενόμενος μετὰ νηστείας καὶ ἀγρυπνίας καὶ προσευχῆς καὶ δακρύων ἀπεδίδου τὰς εὐχὰς τῷ Δεσπότῃ Θεῷ.
Θαύματα δὲ πάμπολλα ἔτι ζῶν καὶ ἀποβιοὺς καὶ μέχρι τοῦ νῦν ἐπήγασε καὶ πηγάζει Θεὸς δι’ αὐτοῦ, ἅτινα κατὰ μέρος διὰ τὸ τοῦ λόγου μῆκος διαγράψαι οὐκ ἠθέλησα· καὶ ὥσπερ ὁ καθαρῶς βλέπων οὐ χρείαν ἔχει διδαχῆς ἄλλου ἀναβλέψαι καὶ ἰδεῖν τὴν τοῦ ἡλίου λαμπρότητα, οὕτω καὶ οὗτος ὁ ἅγιος, ἐκ τῶν ὁρωμένων ὑπ’ αὐτοῦ καὶ γενομένων θαυμάτων ἡ αὐτοῦ εὔκλεια καὶ παρρησία πρὸς Θεὸν γνωρίζεται.
Ὥστε καί τις πρὸ μικροῦ γεωμέτρης μετὰ ὑψηλῆς ὀφρύος καὶ ἀλαζονικοῦ γέμων φρονήματος παρέβαλε τῇ τοῦ ἁγίου μονῇ καὶ ὥρμησε τοῦ γεωμετρῆσαι τὰς ἀρούρας αὐτοῦ· καί τινων εἰρηκότων μὴ συγχωρεῖν τὸν ἅγιον μετρηθῆναί τι τῶν αὐτοῦ λῆρος αὐτῷ τὰ λεγόμενα ἦν. Καὶ δὴ τὸν τῆς γεωμετρίας σχοῖνον ἐφαπλώσαντος τῇ χώρᾳ δαιμόνιον παρευθὺς ἐπισκήπτει τῷ ἵππῳ αὐτοῦ καί, ταράξαν αὐτόν, καταράσσει αὐτὸν ἄνωθεν κάτω· καὶ μέλλων τοῖς ὀδοῦσι καὶ τοῖς ποσὶν αὐτὸν ἀναιρεῖν, μόλις ἀποδιδράσκει τὸν ὄλεθρον καὶ ἐλεεινῶς προσφοιτᾷ πρὸς τὸν ἅγιον συγγνώμης καταξιωθῆναι παρακαλῶν καὶ τῆς ἁμαρτάδος κατηγορῶν. Καὶ μέντοι τυγχάνει συγγνώμης καὶ ὑποχωρεῖ μετὰ φόβου πολλοῦ ὡς καὶ τοῦ ἵππου ἀναιρεθέντος ὑπὸ τοῦ δαιμονίου, αὐτοῦ δὲ διανοουμένου ὅτι τὸν τοῦ ἵππου ὄλεθρον αὐτὸς ἔμελλεν πείσεσθαι, εἰ μὴ Θεὸς διὰ τοῦ ἁγίου θᾶττον αὐτὸν παρεφύλαξεν.
Ἕτερος δέ τις πάλιν ζῳομέτρης καὶ μηδὲν τῆς ἀπονοίας τοῦ ῥηθέντος ἀπολειπόμενος ἀπῆλθε μετὰ ἐπηρμένης ὀφρύος καὶ κατεμέτρησε μετὰ καὶ προσθήκης ψευδοῦς καὶ πλεονεκτικῆς γνώμης τὰ θρέμματα τῆς τοῦ ἁγίου μονῆς καὶ ὑπεχώρησε χαίρων· καὶ τὸ χωρίον κατειληφὼς ἐν ᾧ ἤμελλεν ἀριστῆσαι, στροβεῖσθαι ἤρξατο τὰ ἐντὸς καὶ οὐ μετρίως ἁπλῶς ἀλλὰ μετ’ ὀξύτητος καὶ δριμύτητος ὅ τι πολλῆς, ὡς αἰκίζειν αὐτὸν διστόμῳ μαχαίρᾳ <καὶ> τὴν ἔνδον οἰκονομίαν ἀφειδῶς κατατέμνειν αὐτοῦ. Εἶτα φάρμακον ἀλεξίκακον καὶ ἰατρικὴν ἐπίσκεψιν ἐπιζητῶν, καὶ ὧδε κἀκεῖσε οἱ περὶ αὐτὸν ἐπιτρέχοντες, λύσις τῆς συμφορᾶς ἦν οὐδαμῶς, ἀλλὰ καὶ ἐπίδοσις μᾶλλον καὶ ἐπίτασις ἐπὶ τὸ χεῖρον αὐξάνουσα. Εἶτα αἰσθόμενος τὴν εἰς τὸν ἅγιον πλεονεξίαν καὶ μοχθηρίαν καὶ παράνοιαν μεταστέλλεται τῷ γέροντι τῷ ἡγουμένῳ μετὰ καὶ ἁγίου ἐλαίου καὶ τῆς τοῦ ἁγίου εἰκόνος· ὃς ἐλθὼν καὶ ὑφαλείψας αὐτὸν καὶ τὴν ἁγίαν εἰκόνα τούτῳ προστεθηκώς, ἐξέπνευσε ταχινώτερον τῆς αὐτοῦ ἀπονοίας καὶ μοχθηρίας καὶ πλεονεξίας τέλος ἐπάξιον εὑρηκώς.
Ὅσον δὲ κατὰ πνευμάτων ἀκαθάρτων εἶχε τὸ κράτος καὶ ὅσους τῆς τῶν δαιμόνων ἔλυσε τυραννίδος καὶ ὅσους ἐκ ποικίλων ἐθεράπευσε νοσημάτων, «οὐ χρείαν ἔχω γράφειν» κατὰ μέρος· ἀρκεῖ γὰρ καὶ ταῦτα τοῖς βουλομένοις μαθεῖν, ὡς καὶ ἀπὸ κρασπέδου ὅλον τὸ ὕφασμα καὶ ὡς ἀπὸ μικρᾶς γεύσεως τοῦ πολλοῦ εἴδους τὴν ποιότητα.
Σὺ δέ, ὦ πατέρων πάτερ καὶ ἱεραρχῶν ἐγκαλλώπισμα, Ἀρκάδιε πανόλβιε, ἐργάτα τοῦ Χριστοῦ ἀμπελῶνος καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων καὶ ἄνερ ἐπιθυμιῶν, ὑπόδεξαί μου τὴν πενιχρὰν πρὸς σὲ τοῦ λόγου προσαγωγήν, ὡς ὁ Δεσπότης τὰ τῆς χήρας δύο λεπτά, ἅτε μηδὲν πλέον εὐπορούσης ἐκείνης τότε, μηδὲ ἡμῶν νῦν περὶ τὴν πρὸς σὲ ἡμῶν προσφοράν· καὶ ὥσπερ ἐγὼ μνησθεὶς ἐμνημόνευσά σου τὸ κατὰ δύναμιν, οὕτως καὶ αὐτὸς μνήσθητί μου πρὸς τὸν Δεσπότην ἐν τῇ ἐνδόξῳ σου μνήμῃ, εἰ καὶ χρείαν οὐκ ἔχεις τῆς ἡμετέρας μνείας καὶ μάλα δικαίως· ἀπόδεξαί μου τὴν εὐγνωμοσύνην, ὅτι καὶ μὴ χρῄζοντός σου προσήγαγόν σοι τὸ κατὰ δύναμιν. Καὶ τί ἂν εἶχον ποιῆσαι λοιπόν, εἰ ἔχρῃζες, κἀγὼ πλεῖον ἐχώρουν πρὸς χορηγίαν; ἐμοῦ δὲ χρῄζοντος καὶ πάνυ τῆς σῆς μνείας ἐνώπιον τοῦ Δεσπότου, πόσον ἄν σε περὶ ταύτης σπουδάσαι προσήκει; Σοῦ γὰρ λυθέντος τοῦ δεσμοῦ τῆς σαρκὸς καὶ τῆς τοῦ βίου ἐξορίας ἀπαλλαγέντος καὶ χωρήσαντος πρὸς τὸν Δεσπότην καὶ γαλήνης περιτυχόντος καὶ ἀχειμάστου λιμένος εἴσω χωρήσαντος, ῥᾴδια κέκτησαι πάντα καὶ ἀσινῆ.
Ἡμεῖς δὲ καθόλου καθυστερούμεθα τούτων ἁπάντων, ὡς τῷ βίῳ τῷ μοχθηρῷ τούτῳ καὶ τῷ σαρκίῳ περινοστοῦντες καὶ συμπλεκόμενοι καὶ προσπαλαίοντες καὶ προσεδρεύοντες καταπίπτομεν· σοῦ δὲ μνημονεύσαντος καὶ λιτανεύσαντος ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ τῶν ὅλων, πάντως τὴν κατὰ τούτων ἡμῖν ὡς πλουσιοπάροχος νίκην ἐπιβραβεύσοι· καὶ χάριν ὁμολογήσαντες τῇ ταχινῇ σου πρεσβείᾳ τῷ δοξάσαντι ἅμα τῷ δοξασθέντι δοξάσωμεν ἀξιοχρέως, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις <ἅμα> τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.